(c) OrthodoxAnswers.gr
Τρίτη , 24 Οκτώβριος 2017
Ειδοποιήσεις
Αρχική » Αποκάλυψις Ιωάννου

Αποκάλυψις Ιωάννου

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

Euaggelisths_Iwannhs_01

Η Αποκάλυψη γράφτηκε γύρω στο 94 – 95 μ.Χ. και είναι το τελευταίο στον κανόνα των βιβλίων της Καινής Διαθήκης.
Γράφτηκε στην Πάτμο, όταν ο Ιωάννης εξορίστηκε από τον αυτοκράτορα Δομιτιανό. Εκεί ο Ιωάννης συνομίλησε με τον Κύριο και εκείνος του αποκάλυψε το προφητικό βιβλίο της Αποκάλυψης που ο Ιωάννης κατέγραψε με τη βοήθεια του μαθητή του Πρόχορου. Η Αποκάλυψη γράφτηκε σε μια περίοδο φοβερών διωγμών εναντίον των Χριστιανών. Μιλάει με συμβολική γλώσσα και χρησιμοποιεί έντονα παραστατικές εικόνες. Με αυτόν τον τρόπο ο Ιωάννης προσπαθεί να παρηγορήσει, να ενθαρρύνει και να τονώσει την πίστη και την καρτερία των Χριστιανών μπροστά στα σκληρά μαρτύρια που περνούσαν. Η Αποκάλυψη δεν διδάσκει τίποτε διαφορετικό από ότι τα άλλα βιβλία της Καινής Διαθήκης, τα περιγράφει όμως όλα με διαφορετικό τρόπο και διαφορετικές εικόνες και παραστάσεις. Με τα οράματα που είδε ο Ιωάννης εξόριστος στην Πάτμο στα τέλη του 1ου αιώνα μ.Χ. και κατέγραψε με εικόνες και σύμβολα της προφητικής γραμματείας της Παλαιάς Διαθήκης μας δίνει όχι μόνο την πορεία της ιστορίας προς τα έσχατα αλλά και μια χριστολογική ερμηνεία της Παλαιάς Διαθήκης, σε άμεση πάντοτε αναφορά προς τα προβλήματα που αντιμετωπίζει η Εκκλησία στην εποχή του.
Ο Ιησούς Χριστός είναι το Α και το Ω της ζωής. Ο Ιησούς έρχεται ως κριτής των πάντων. Αυτό το τελευταίο δεν αποτελεί απειλή αλλά υπόσχεση ελπίδας. Στο τέλος όλα τα βάσανα θα τερματιστούν και ο Κύριος θα χαρίσει σε όλους έναν καινούριο κόσμο. Έναν κόσμο αλήθειας, αγάπης, ειρήνης και δικαιοσύνης.

  • κεφ.1-8 Πρωτότυπο
  • κεφ.1-8 Ερμηνεία
  • κεφ.9-16 Πρωτότυπο
  • κεφ.9-16 Ερμηνεία
  • κεφ.17-22 Πρωτότυπο
  • κεφ.17-22 Ερμηνεία

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Πρόλογος καὶ χαιρετισμός

1 Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
2 ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδε.
3 Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,
5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,
6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
7 Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾿ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.
8 Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, λέγει Κύριος ὁ Θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.

Ὅρασις τοῦ Υἱοῦ τοῦ ἀνθρώπου

9 Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ Χριστῷ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ.
10 Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα φωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος
11 λεγούσης· ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.
12 Καὶ ἐκεῖ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ᾿ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
13 καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν·
14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός,
15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν,
16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ρομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, καὶ ἔθηκε τὴν δεξιὰν αὐτοῦ χεῖρα ἐπ᾿ ἐμὲ λέγων· μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος
18 καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου.
19 Γράψον οὖν ἃ εἶδες, καὶ ἅ εἰσι καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα·
20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Ἐφέσου

1 Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
2 οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι, καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς·
3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακας.
4 Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
5 Μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
6 Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
7 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Σμύρνης

8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
9 οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν· ἀλλὰ πλούσιος εἶ καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ.
10 Μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. Ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
11 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Περγάμου

12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ρομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
13 οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς· ὅπου ὁ θρόνος τοῦ σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾿ ὑμῖν, ὅπου ὁ σατανᾶς κατοικεῖ.
14 Ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
15 Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
16 Μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾿ αὐτῶν ἐν τῇ ρομφαίᾳ τοῦ στόματός μου.
17 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῶν Θυατείρων

18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
20 Ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἀφεῖς τὴν γυναῖκά σου Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
21 Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
22 Ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾿ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς,
23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ, καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
24 Ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ σατανᾶ, ὡς λέγουσιν· οὐ βάλλω ἐφ᾿ ὑμᾶς ἄλλο βάρος·
25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.
26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ράβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου,
28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
29 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῶν Σάρδεων

1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2 Γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθνήσκειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου.
3 Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ.
4 Ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ᾿ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
5 Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
6 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Φιλαδελφείας

7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυΐδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει·
8 οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
9 Ἰδοὺ δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
10 Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
12 Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾿ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
13 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Λαοδικείας

14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·
15 οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
16 Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
17 Ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
18 συμβουλεύω σοι ἀγοράσαι παρ᾿ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
19 Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
20 Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ καὶ αὐτὸς μετ᾿ ἐμοῦ.
21 Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾿ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
22 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4
1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾿ ἐμοῦ, λέγων· ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
2 Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
3 ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ· καὶ ἶρις κυκλόθεν τοῦ θρόνου, ὁμοίως ὅρασις σμαραγδίνων.

Ἡ ὅρασις τοῦ οὐρανοῦ

4 Καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους τοὺς εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5 Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, αἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ·
6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ· καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν·
7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
8 Καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ᾿ ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
9 Καὶ ὅταν δῶσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες·
11 ἄξιος εἶ, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5
Ὅρασις τοῦ Ἀρνίου τοῦ Θεοῦ

1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
2 Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλη· τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
3 Καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
4 Καὶ ἐγὼ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
5 Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε. Ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ρίζα Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
6 Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν.
7 Καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
8 Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10 καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
11 Καὶ εἶδον καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
12 λέγοντες φωνῇ μεγάλῃ· ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
13 Καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας· τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
14 Καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 6
Τὸ ἄνοιγμα τῶν σφραγίδων

1 Καὶ εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων· καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς· ἔρχου.
2 Καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ.
3 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· ἔρχου.
4 Καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ᾿ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξωσι, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· ἔρχου. Καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ·
6 καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· ἔρχου.
8 Καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ᾿ αὐτοῦ· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9 Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἣν εἶχον·
10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ὁ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
11 Καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον μικρόν, ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
12 Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη,
14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν·
15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
16 καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσατε ἐφ᾿ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Ζ’

ΚΕΦΑΛΑΙΟΝ 7
Ἡ σφράγισις τῶν 144 χιλιάδων

1 Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
2 Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 λέγων· μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ρουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσάχαρ δώδεκα χιλιάδες,
8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.

Ἡ ὅρασις τῶν λυτρωμένων εἰς τὸν οὐρανόν

9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ.
11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
12 λέγοντες· ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον;
14 Καὶ εἴρηκα αὐτῷ· κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι· οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ. καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾿ αὐτούς.
16 Οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ᾿ οὐ μὴ πέσῃ ἐπ᾿ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Η’

ΚΕΦΑΛΑΙΟΝ 8
Τὸ σάλπισμα τῶν ἑπτὰ σαλπίγγων

1 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
3 Καὶ ἄλλος ἄγγελος ἦλθε καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
4 Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ.
5 Καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν. Καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.
7 Καὶ ὁ πρῶτος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
9 καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη.
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
11 Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος. Καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ τὸ τρίτον αὐτῆς μὴ φανῇ ἡ ἡμέρα, καὶ ἡ νὺξ ὁμοίως.
13 Καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ· οὐαί, οὐαί, οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.


ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Α’

Πρόλογος καὶ χαιρετισμός

1 Ἀποκάλυψις τοῦ Ἰησοῦ Χριστοῦ, τὴν ὁποίαν τοῦ ἔδωκε ὁ Θεός, διὰ νὰ δείξῃ εἰς τοὺς δούλους του ἐκεῖνα ποὺ πρέπει νὰ γίνουν γρήγορα. Ὁ Χριστὸς τὰ ἐγνωστοποίησε ἀποστείλας τὸν ἄγγελόν του εἰς τὸν δοῦλόν του Ἰωάννην,
2 ὁ ὁποῖος ἔδωσε μαρτυρίαν διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὸν Ἰησοῦν Χριστὸν καὶ δι’ ὅσα εἶδε.
3 Μακάριος εἶναι ἐκεῖνος ποὺ διαβάζει καὶ ἐκεῖνοι ποὺ ἀκούουν τοὺς λόγους τῆς προφητείας καὶ τηροῦν ὅσα εἶναι γραμμένα εἰς αὐτήν, διότι ὁ καιρὸς πλησιάζει.
4 Ὁ Ἰωάννης πρὸς τὰς ἑπτὰ ἐκκλησίας, αἱ ὁποῖαι εἶναι εἰς τὴν Ἀσίαν. Χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ ἐκεῖνον, ὁ ὁποῖος ὑπάρχει, ὁ ὁποῖος ὑπῆρχε καὶ ὁ ὁποῖος θὰ ἔλθῃ, καὶ ἀπὸ τὰ ἑπτὰ πνεύματα, τὰ ὁποῖα εἶναι ἐνώπιον τοῦ θρόνου του, καὶ ἀπὸ τὸν Ἰησοῦν Χριστόν,
5 ὁ ὁποῖος εἶναι ὁ μάρτυς ὁ ἀξιόπιστος, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Εἰς ἐκεῖνον ποὺ μᾶς ἀγαπᾶ καὶ μᾶς ἔλουσε ἀπὸ τὰς ἁμαρτίας μας μὲ τὸ αἶμά του,
6 καὶ μᾶς ἔκανε ἕνα βασίλειον, ἱερεῖς διὰ τὸν Θεὸν καὶ Πατέρα του, εἰς αὐτὸν ἀνήκει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7 Ἰδού, ἔρχεται μὲ τὰ σύννεφα. Κάθε μάτι θὰ τὸν ἰδῇ καὶ ἐκεῖνοι ποὺ τὸν ἐκέντησαν, καὶ θὰ θρηνήσουν δι’ αὐτὸν ὅλαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.
8 Ἐγὼ εἶμαι τὸ Α καὶ τὸ Ω, λέγει ὁ Κύριος ὁ Θεός, ὁ ὁποῖος ὑπάρχει, ὁ ὁποῖος ὑπῆρχε καὶ ὁ ὁποῖος θὰ ἔλθῃ, ὁ Παντοκράτωρ.

Ὅρασις τοῦ Υἱοῦ τοῦ ἀνθρώπου

9 Ἐγὼ ὁ Ἰωάννης, ὁ ἀδελφός σας καὶ συμμέτοχος εἰς τὴν θλῖψιν καὶ τὴν βασιλείαν καὶ τὴν ὑπομονὴν ἐν Ἰησοῦ Χριστῷ, ἤμουν εἰς τὴν νῆσον ποὺ ὀνομάζεται Πάτμος, ἐξ αἰτίας τοῦ λόγου τοῦ Θεοῦ καὶ τῆς μαρτυρίας διὰ τὸν Ἰησοῦν Χριστόν.
10 Κατὰ τὴν Κυριακὴν ἡμέραν ἦλθεν ἐπ’ ἐμὲ τὸ Πνεῦμα καὶ ἄκουσα ὀπίσω μου δυνατὴν φωνήν, σὰν φωνὴν ἀπὸ σάλπιγγα,
11 ποὺ μοῦ ἔλεγε, «Ἐκεῖνο ποὺ βλέπεις γράψε το εἰς τὸ βιβλίον καὶ στεῖλέ το εἰς τὰς ἑπτὰ ἐκκλησίας, εἰς τὴν Ἔφεσον, τὴν Σμύρνην, τὴν Πέργαμον, τὰ Θυάτειρα, τὰς Σάρδεις, τὴν Φιλαδέλφειαν καὶ τὴν Λαοδικείαν».
12 Ἔστρεψα διὰ νὰ ἰδῶ τίνος ἦτο ἡ φωνὴ ποὺ μοῦ ἐμιλοῦσε, εἶδα ἑπτὰ λυχνίες χρυσὲς
13 καὶ εἰς τὸ μέσον τῶν ἑπτὰ λυχνιῶν ἕνα ὅμοιον πρὸς υἱὸν ἀνθρώπου, ὁ ὁποῖος ἐφοροῦσε χιτῶνα ποὺ ἔφθανε μέχρι τῶν ἄκρων τῶν ποδιῶν καὶ ἦτο ζωσμένος εἰς τὸ στῆθος μὲ ζώνην χρυσῆν.
14 Τὸ κεφάλι του καὶ τὰ μαλλιά του ἦσαν ἄσπρα σὰν τὸ ἄσπρο μαλλὶ καὶ τὸ χιόνι, καὶ τὰ μάτια του σὰν πύρινη φλόγα.
15 Τὰ πόδια του ἦσαν ὅμοια μὲ χαλκὸν ποὺ λάμπει, σὰν νὰ εἶχε καῆ στὸ καμίνι, καὶ ἡ φωνή του σὰν βοὴ ἀπὸ πολλὰ νερά.
16 Εἰς τὸ δεξί του χέρι εἶχε ἑπτὰ ἀστέρας καὶ ἀπὸ τὸ στόμα του ἔβγαινε δίστομη κοφτερὴ ρομφαία καὶ ἡ ὄψις του ἦτο σὰν τὸν ἥλιο ὅταν λάμπῃ εἰς ὅλην τὴν δύναμίν του.
17 Ὅταν τὸν εἶδα, ἔπεσα εἰς τὰ πόδια του σὰν νεκρός, ἀλλ’ αὐτὸς ἔβαλε τὸ δεξί του χέρι ἐπάνω μου καὶ εἶπε, «Μὴ φοβᾶσαι· ἐγὼ εἶμαι ὁ πρῶτος καὶ ὁ τελευταῖος καὶ ἐκεῖνος ποὺ ζῆ·
18 ἤμουν νεκρός, ἀλλὰ νά, τώρα εἶμαι ζωντανὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ ἔχω τὰ κλειδιὰ τοῦ θανάτου καὶ τοῦ ᾍδη.
19 Γράψε λοιπὸν ἐκεῖνα ποὺ εἶδες καὶ ἐκεῖνα ποὺ εἶναι καὶ ὅσα μέλλουν νὰ γίνουν ὕστερα.
20 Ὡς πρὸς τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων, τοὺς ὁποίους εἶδες εἰς τὸ δεξί μου χέρι, καὶ τὶς ἑπτὰ λυχνίες τὶς χρυσές, οἱ ἑπτὰ ἀστέρες εἶναι οἱ ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν καὶ αἱ ἑπτὰ λυχνίαι εἶναι αἱ ἑπτὰ ἐκκλησίαι.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Β’

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Ἐφέσου

1 Εἰς τὸν ἄγγελον τῆς ἐκκλησίας τῆς Ἐφέσου γράψε: «Αὐτὰ λέγει ἐκεῖνος ποὺ κρατεῖ τοὺς ἑπτὰ ἀστέρας εἰς τὸ δεξί του χέρι, ἐκεῖνος ποὺ περπατεῖ μεταξὺ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν:
2 Ξέρω τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου καὶ ὅτι δὲν μπορεῖς νὰ βαστάξῃς τοὺς κακούς, καὶ ἐδοκίμασες ἐκείνους ποὺ λέγουν διὰ τὸν ἑαυτόν τους ὅτι εἶναι ἀπόστολοι, ἐνῷ δὲν εἶναι, καὶ τοὺς εὑρῆκες ψεύτικους.
3 Καὶ ἔχεις ὑπομονὴν καὶ ὑπέφερες διὰ τὸ ὄνομά μου, χωρὶς νὰ ἀποκάμῃς.
4 Ἀλλ’ ἔχω τοῦτο ἐναντίον σου: ὅτι ἔχασες τὴν ἀγάπην σου τὴν πρώτην.
5 Σκέψου ἀπὸ ποῦ ἔχεις πέσει, μετανόησε καὶ κάνε τὰ πρῶτα ἔργα σου, ἀλλοιῶς, ἂν δὲν μετανοήσῃς, θὰ ἔλθω γρήγορα σ’ ἐσέ καὶ θὰ μετακινήσω τὴν λυχνίαν σου ἀπὸ τὸν τόπον της.
6 Ἀλλὰ ἔχεις τοῦτο τὸ καλό: ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, τὰ ὁποῖα καὶ ἐγὼ μισῶ.
7 Ὅποιος ἔχει αὐτιά, ἂς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα εἰς τὰς ἐκκλησίας. Εἰς ἐκεῖνον ποὺ νικᾶ θὰ τοῦ δώσω νὰ φάγῃ ἀπὸ τὸ δένδρον τῆς ζωῆς, τὸ ὁποῖον εἶναι εἰς τὸν παράδεισον τοῦ Θεοῦ μου».

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Σμύρνης

8 Εἰς τὸν ἄγγελον τῆς ἐκκλησίας τῆς Σμύρνης γράψε: «Αὐτὰ λέγει ὁ πρῶτος καὶ ὁ τελευταῖος, ὁ ὁποῖος ἦτο νεκρὸς καὶ ἦλθε πάλιν εἰς τὴν ζωήν:
9 Ξέρω τὰ ἔργα σου καὶ τὴν θλῖψιν σου καὶ τὴν πτωχείαν σου, καὶ ὅμως εἶσαι πλούσιος. Ξέρω καὶ ὅτι συκοφαντεῖσαι ἀπὸ ἐκείνους ποὺ λέγουν ὅτι εἶναι Ἰουδαῖοι ἐνῷ δὲν εἶναι, ἀλλ’ εἶναι συναγωγὴ τοῦ Σατανᾶ.
10 Μὴ φοβᾶσαι τίποτε ἀπὸ ὅσα μέλλεις νὰ πάθῃς. Ὁ διάβολος θὰ βάλῃ μερικοὺς ἀπὸ σᾶς εἰς τὴν φυλακὴν διὰ νὰ δοκιμασθῆτε καὶ θὰ ὑποφέρετε δέκα ἡμέρες. Νὰ εἶσαι πιστὸς μέχρι θανάτου καὶ θὰ σοῦ δώσω τὸ στεφάνι τῆς ζωῆς.
11 Ὅποιος ἔχει αὐτιά, ἂς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα εἰς τὰς ἐκκλησίας. Ὅποιος νικᾶ δὲν ἔχει τίποτε νὰ φοβηθῇ ἀπὸ τὸν δεύτερον θάνατον.

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Περγάμου

12 Εἰς τὸν ἄγγελον τῆς ἐκκλησίας τῆς Περγάμου γράψε: Αὐτὰ λέγει ἐκεῖνος ποὺ ἔχει τὴν δίστομη καὶ κοφτερὴ ρομφαία:
13 Ξέρω τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς· ἐκεῖ ποὺ εἶναι ὁ θρόνος τοῦ Σατανᾶ· ἀλλὰ κρατᾶς στερεὰ τὸ ὄνομά μου καὶ δὲν ἀρνήθηκε τὴν πίστιν σου σ’ ἐμένα, οὔτε κατὰ τὰς ἡμέρας ποὺ ὁ Ἀντίπας, ὁ μάρτυς μου ὁ πιστός, ἐσκοτώθηκε εἰς τὴν πόλιν σας, ὅπου κατοικεῖ ὁ Σατανᾶς.
14 Ἀλλ’ ἔχω ἐναντίον σου ὀλίγα: ἔχεις ἐκεῖ μερικούς, ποὺ κρατοῦν τὴν διδασκαλίαν τοῦ Βαλαάμ, ὁ ὁποῖος ἐδίδαξε τὸν Βαλὰκ νὰ βάλῃ σκάνδαλον εἰς τοὺς Ἰσραηλίτας διὰ νὰ φάγουν κρέατα ἀπὸ τὰς θυσίας εἰς τὰ εἴδωλα καὶ νὰ πορνεύσουν.
15 Ἔτσι ἔχεις καὶ σὺ μερικοὺς ποὺ κρατοῦν τὴν διδασκαλίαν τῶν Νικολαϊτῶν.
16 Μετανόησε λοιπόν, ἀλλοιῶς θὰ ἔλθω γρήγορα σ’ ἐσὲ καὶ θὰ πολεμήσω ἐναντίον τους μὲ τὴν ρομφαίαν τοῦ στόματός μου.
17 Ἐκεῖνος ποὺ ἔχει αὐτιά, ἂς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα εἰς τὰς ἐκκλησίας. Εἰς ἐκεῖνον ποὺ νικᾶ θὰ τοῦ δώσω ἀπὸ τὸ μάννα τὸ κρυμμένον· θὰ τοῦ δώσω καὶ πέτραν λευκὴν καὶ εἰς τὴν πέτραν θὰ εἶναι γραμμένον ἕνα καινούργιο ὄνομα, ποὺ δὲν ξέρει κανεὶς παρὰ ἐκεῖνος ποὺ τὸ παίρνει».

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῶν Θυατείρων

18 Εἰς τὸν ἄγγελον τῆς ἐκκλησίας τῶν Θυατείρων γράψε: «Αὐτὰ λέγει ὁ Υἱὸς τοῦ θεοῦ, ποὺ ἔχει μάτια σὰν πύρινη φλόγα καὶ τὰ πόδια του εἶναι ὅμοια μὲ χαλκὸν ποὺ λάμπει:
19 Ξέρω τὰ ἔργα σου, τὴν ἀγάπην σου καὶ τὴν πίστιν, τὴν ὑπηρεσίαν σου καὶ τὴν ὑπομονήν σου καὶ ὅτι τὰ ἔργα σου τὰ τελευταῖα εἶναι περισσότερα ἀπὸ τὰ πρῶτα.
20 Ἀλλ’ ἔχω λίγα ἐναντίον σου: ἀνέχεσαι τὴν Ἰεζάβελ, τὴν γυναῖκα ποὺ λέγει ὅτι εἶναι προφῆτις καὶ μὲ τὴν διδασκαλίαν της πλανᾶ τοὺς δούλους μου εἰς τὸ νὰ πορνεύουν καὶ νὰ τρώγουν κρέατα ἀπὸ τὰς θυσίας τῶν εἰδώλων.
21 Τῆς ἔδωσα χρόνον νὰ μετανοήσῃ ἀλλὰ δὲν θέλει νὰ μετανοήσῃ ἀπὸ τὴν πορνεία της.
22 Θὰ τὴν ρίξω λοιπὸν εἰς τὸ κρεββάτι ἄρρωστη καὶ ἐκείνους ποὺ μοιχεύονται μαζί της, εἰς θλῖψιν μεγάλην, ἐὰν δὲν μετανοήσουν ἀπὸ τὰ ἔργα της,
23 καὶ τὰ παιδιά της θὰ τὰ κτυπήσω μὲ θάνατον. Καὶ ὅλαι αἱ ἐκκλησίαι θὰ γνωρίσουν ὅτι ἐγὼ εἶμαι ἐκεῖνος ποὺ ἐρευνᾶ σκέψεις καὶ καρδιὲς καὶ θὰ ἀνταμείψω τὸν καθένα ἀπὸ σᾶς κατὰ τὰ ἔργα σας.
24 Λέγω τώρα σ’ ἐσᾶς τοὺς ὑπολοίπους εἰς τὰ Θυάτειρα, ὅσοι δεν ἔχουν τὴν διδασκαλίαν αὐτήν, ὅσοι δὲν ἔμαθαν τὰ βάθη τοῦ Σατανᾶ, ὅπως τὰ λέγουν μερικοί, σ’ ἐσᾶς δὲν θὰ βάλω ἄλλο βάρος,
25 ἐκεῖνο ὅμως ποὺ ἔχετε, κρατῆστέ το ἕως ὅτου ἔλθω.
26 Εἰς ἐκεῖνον ποὺ νικᾶ καὶ κάνει τὸ θέλημά μου μέχρι τέλους, θὰ τοῦ δώσω ἐξουσίαν ἐπάνω εἰς τὰ ἔθνη
27 – ὅπως καὶ ἐγὼ ἔλαβα ἐξουσίαν ἀπὸ τὸν Πατέρα μου – καὶ θὰ τοὺς ποιμάνῃ μὲ σιδερένια ράβδον, σὰν πήλινα σκεύη θὰ συντριβοῦν·
28 καὶ θὰ τοῦ δώσω ἐπίσης τὸν πρωϊνὸν ἀστέρα.
29 Ἐκεῖνος ποὺ ἔχει αὐτιά, ἂς ἀκούσῃ, τί λέγει τὸ Πνεῦμα εἰς τὰς ἐκκλησίας».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Γ’

Ἐπιστολὴ πρὸς τὴν Ἐκκλησίαν τῶν Σαρδέων

1 Εἰς τὸν ἄγγελον τῆς ἐκκλησίας τῶν Σαρδέων γράψε: «Αὐτὰ λέγει ἐκεῖνος ποὺ ἔχει τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας: Ξέρω τὰ ἔργα σου· ὄνομα ἔχεις ὅτι ζῆς, εἶσαι ὅμως νεκρός.
2 Ξύπνα καὶ στήριξε ὅ,τι ἔχει μείνει καὶ ἔμελλε νὰ πεθάνῃ, διότι δὲν εὑρῆκα τὰ ἔργα σου τέλεια ἐνώπιον τοῦ Θεοῦ μου.
3 Θυμήσου λοιπὸν τί παρέλαβες καὶ ἄκουσες· αὐτὰ νὰ τηρῇς καὶ νὰ μετανοήσῃς. Ἐὰν δὲν ξυπνήσῃς, θὰ ἔλθω σ’ ἐσὲ σὰν κλέφτης καὶ δὲν θὰ ξέρης ποιά ὥρα θὰ σοῦ ἔλθω.
4 Ἔχεις ὅμως λίγα πρόσωπα εἰς τὰς Σάρδεις, τὰ ὅποῖα δὲν ἐμόλυναν τὰ ἐνδύματά των καὶ θὰ περπατήσουν μαζί μου μὲ λευκά, διότι εἶναι ἄξιοι.
5 Ἐκεῖνος λοιπὸν ποὺ νικᾶ θὰ ἐνδυθῇ λευκὰ ἐνδύματα καὶ δὲν θὰ ἐξαλείψω τὸ ὄνομά του ἀπὸ τὸ βιβλίον τῆς ζωῆς· θὰ ὁμολογήσω τὸ ὄνομά του ἐνώπιον τοῦ Πατέρα μου καὶ ἐνώπιον τῶν ἀγγέλων του.
6 Ἐκεῖνος ποὺ ἔχει αὐτιὰ, ἂς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα εἰς τὰς ἐκκλησίας».

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Φιλαδελφείας

7 Εἰς τὸν ἄγγελον τῆς ἐκκλησίας τῆς Φιλαδελφείας γράψε: «Αὐτὰ λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ποὺ ἔχει τὸ κλειδὶ τοῦ Δαυΐδ· ὅταν ἀνοίγῃ, κανεὶς δὲν μπορεῖ νὰ κλείσῃ καὶ ὅταν κλείνῃ, κανεὶς δὲν μπορεῖ ν’ ἀνοίξῃ·
8 Ξέρω τὰ ἔργα σου. – Ἰδού, ἔχω δώσει ἐνώπιόν σου πόρταν ἀνοικτήν, τὴν ὁποίαν κανεὶς δὲν μπορεῖ νὰ κλείσῃ –. Ξέρω ὅτι ἔχεις ὀλίγην δύναμιν καὶ ὅμως ἐτήρησες τὸν λόγον μου καὶ δὲν ἀρνήθηκες τὸ ὄνομά μου.
9 Ἰδού, θὰ σοῦ παραδώσω ἐνείνους ἀπὸ τὴν συναγωγὴν τοῦ Σατανᾶ, ποὺ λέγουν ὅτι εἶναι Ἰουδαῖοι, ἐνῷ δὲν εἶναι, ἀλλὰ ψεύδονται. Ἰδού, θὰ τοὺς κάνω νὰ ἔλθουν καὶ νὰ πέσουν εἰς τὰ πόδια σου καὶ νὰ γνωρίσουν ὅτι ἐγὼ σὲ ἀγάπησα.
10 Ἐπειδὴ ἐφύλαξες τὴν ἐντολήν μου περὶ ὑπομονῆς, θὰ σὲ φυλάξω καὶ ἐγὼ ἀπὸ τὴν ὥραν τῆς δοκιμασίας, ἡ ὁποία μέλλει νὰ ἔλθῃ εἰς ὄλην τὴν οἰκουμένην διὰ νὰ δοκιμάσῃ τοὺς κατοίκους τῆς γῆς.
11 Ἔρχομαι γρήγορα. Κράτησε αὐτὸ ποὺ ἔχεις διὰ νὰ μὴ ἀφαιρέσῃ κανεὶς τὸ στεφάνι σου.
12 Ἐκεῖνον ποὺ νικᾶ θὰ τὸν κάνω στῦλον εἰς τὸν ναὸν τοῦ Θεοῦ μου· ποτὲ δὲν θὰ βγῇ ἔξω καὶ θὰ γράψω ἐπάνω του τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς νέας Ἱερουσαλήμ, ἡ ὁποία κατεβαίνει ἀπὸ τὸν οὐρανόν, ἀπὸ τὸν Θεόν μου, καὶ τὸ ὄνομά μου τὸ νέον.
13 Ἐκεῖνος ποὺ ἔχει αὐτιά, ἂς ἀκούσῃ, τί λέγει τὸ Πνεῦμα εἰς τὰς ἐκκλησίας».

Ἐπιστολὴ πρὸς τὴν ἐκκλησίαν τῆς Λαοδικείας

14 Εἰς τὸν ἄγγελον τῆς ἐκκλησίας τῆς Λαοδικείας γράψε: «Αὐτὰ λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ ἀξιόπιστος καὶ ἀληθινός, ἡ πηγὴ τῆς δημιουργίας τοῦ Θεοῦ:
15 Ξέρω τὰ ἔργα σου· οὔτε κρύος εἶσαι, οὔτε ζεστός. Θὰ ἤθελα νὰ εἶσαι, εἴτε κρύος, εἴτε ζεστός.
16 Ἀλλ’ ἐπειδὴ εἶσαι χλιαρὸς καὶ οὔτε ζεστός, οὔτε κρύος, θὰ σὲ ξεράσω ἀπὸ τὸ στόμα μου.
17 Λέγεις: «Εἶμαι πλούσιος καὶ ἔχω πλουτίσει καὶ δὲν ἔχω ἀνάγκην ἀπὸ τίποτε», καὶ δὲν ξέρεις ὅτι σὺ εἶσαι ὁ δυστυχής, ὁ ἐλεεινός, ὁ πτωχός, ὁ τυφλὸς καὶ ὁ γυμνός.
18 Σὲ συμβουλεύω νὰ ἀγοράσῃς ἀπὸ ἐμὲ χρυσάφι δοκιμασμένο ἀπὸ τὴν φωτιὰ διὰ νὰ πλουτίσῃς· καὶ ἐνδύματα λευκά, διὰ νὰ τὰ φορέσῃς καὶ νὰ μὴ φαίνεται ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον μὲ τὸ ὁποῖον νὰ ἀλείψῃς τὰ μάτια σου διὰ νὰ βλέπῃς.
19 Ἐγὼ ὅσους ἀγαπῶ, τοὺς ἐλέγχω καὶ τοὺς παιδαγωγῶ. Δεῖξε λοιπὸν ζῆλον καὶ μετανόησε.
20 Ἰδού, στέκομαι εἰς τὴν πόρτα καὶ κτυπῶ. Ἐὰν ἀκούσῃ κανεὶς τὴν φωνήν μου καὶ ἀνοίξῃ τὴν πόρτα, θὰ μπῶ καὶ θὰ δειπνήσω μαζί του καὶ αὐτὸς μαζί μου.
21 Εἰς’ ἐκεῖνον ποὺ νικᾶ θὰ τοῦ ἐπιτρέψω νὰ καθήσῃ μαζί μου εἰς τὸν θρόνον μου, ὅπως καὶ ἐγὼ ἐνίκησα καὶ ἐκάθησα μὲ τὸν Πατέρα μου εἰς τὸν θρόνον του.
22 Ἐκεῖνος ποὺ ἔχει αὐτιά, ἂς ἀκούσῃ τί λέγει τὸ Πνεῦμα εἰς τὰς ἐκκλησίας».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Δ’

1 Ὕστερα ἀπὸ αὐτά, ἐκύτταξα καὶ ἰδού, μία πόρτα ἀνοικτὴ εἰς τὸν οὐρανὸν καὶ ἡ φωνὴ ἡ πρώτη, ποὺ εἶχα ἀκούσει νὰ μοῦ μιλῇ σὰν σάλπιγγα, ἔλεγε, «Ἀνέβα ἐδῶ καὶ θὰ σοῦ δείξω ἐκεῖνα ποὺ πρέπει νὰ γίνουν ὕστερα ἀπὸ αὐτά».
2 Καὶ ἀμέσως ἦλθεν ἐπ’ ἐμὲ τὸ Πνεῦμα καὶ ἰδού, ἕνας θρόνος ἦτο τοποθετημένος εἰς τὸν οὐρανὸν καὶ εἰς τὸν θρόνον ἐκαθότανε,
3 κάποιος, ὅμοιος, κατὰ τὴν ἐμφάνισιν, πρὸς τὸν πολύτιμον λίθον ἴασπιν καὶ τὸ σάρδιον, καὶ γύρω ἀπὸ τὸν θρόνον ἦτο οὐράνιον τόξο, ὅμοιον, κατὰ τὴν ἐμφάνισιν, μὲ σμάραγδον.

Ἡ ὅρασις τοῦ οὐρανοῦ

4 Γύρω ἀπὸ τὸν θρόνον ἦσαν εἴκοσι τέσσερις θρόνοι καὶ εἰς τοὺς θρόνους ἐκάθοντο εἴκοσι τέσσερις πρεσβύτεροι, οἱ ὁποῖοι ἐφοροῦσαν λευκὰ ἐνδύματα καὶ εἰς τὰ κεφάλια τους εἶχαν χρυσὰ στεφάνια.
5 Ἀπὸ τὸν θρόνον ἔβγαιναν ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ ἐμπρὸς εἰς τὸν θρόνον ἔκαιαν ἑπτὰ πύρινες λαμπάδες, ποὺ εἶναι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ.
6 Ἐμπρὸς εἰς τὸν θρόνον ἦτο ἔκτασις ποὺ ἔμοιαζε μὲ γυάλινη θάλασσα, σὰν κρύσταλλο, καὶ εἰς τὸ μέσον τοῦ θρόνου καὶ γύρω του τέσσερα ζωντανὰ ὄντα μὲ μάτια ὁλόγυρα, ἐμπρὸς καὶ πίσω.
7 Τὸ πρῶτον ἦτο ὅμοιον μὲ λέοντα, τὸ δεύτερον ὅμοιον μὲ μόσχον, τὸ τρίτον εἶχε πρόσωπον ἀνθρώπινον καὶ τὸ τέταρτον ἦτο ὅμοιον μὲ ἀετὸν ποὺ ἐπετοῦσε.
8 Τὰ τέσσερα αὐτὰ ζωντανὰ ὄντα, μὲ ἕξη πτέρυγες τὸ καθένα, εἶχαν μάτια ὁλόγυρα, μέσα καὶ ἔξω, καὶ δὲν παύουν νὰ ψάλλουν ἡμέραν καὶ νύχτα: «Ἅγιος, ἅγιος, ἅγιος, Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ὁ ὁποῖος ὑπῆρχε, ὑπάρχει καὶ ἔρχεται».
9 Καὶ ὅταν τὰ ζωντανὰ ὄντα δοξάζουν, τιμοῦν καὶ εὐχαριστοῦν τὸν καθήμενον εἰς τὸν θρόνον ποὺ ζῆ εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
10 πέφτουν οἱ εἴκοσι τέσσερις πρεσβύτεροι ἐμπρὸς εἰς τὸν καθήμενον εἰς τὸν θρόνον καὶ προσκυνοῦν αὐτὸν ποὺ ζῆ εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ θέτουν τὰ στεφάνια τους ἐμπρὸς εἰς τὸν θρόνον καὶ λέγουν,
11 «Ἄξιος εἶσαι σύ, ὁ Κύριος ὁ Θεός μας, νὰ λάβῃς τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, διότι σὺ ἐδημιούργησες τὰ πάντα καὶ μὲ τὸ θέλημά σου ἔλαβαν ὑπόστασιν καὶ ἐδημιουργήθησαν».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Ε’

Ὅρασις τοῦ Ἀρνίου τοῦ Θεοῦ

1 Ὕστερα εἶδα εἰς τὸ δεξὶ χέρι ἐκείνου ποὺ ἐκαθότανε εἰς τὸν θρόνον, βιβλίον γραμμένον ἐσωτερικῶς καὶ ἐξωτερικῶς, σφραγισμένον καλὰ μὲ ἑπτὰ σφραγῖδες.
2 Καὶ εἶδα ἕναν ἄγγελον δυνατὸν νὰ φωνάζῃ μὲ δυνατὴν φωνήν, «Ποιός εἶναι ἄξιος νὰ ἀνοίξῃ τὸ βιβλίον καὶ νὰ λύσῃ τὶς σφραγῖδές του;».
3 Καὶ κανεὶς εἰς τὸν οὐρανὸν ἢ εἰς τὴν γῆν ἢ κάτω ἀπὸ τὴν γῆν δὲν μποροῦσε νὰ ἀνοίξῃ τὸ βιβλίον ἢ νὰ τὸ βλέπῃ.
4 Ἐγὼ ἔκλαια πολύ, διότι δὲν εὑρέθηκε κανεὶς ἄξιος νὰ ἀνοίξῃ τὸ βιβλίον ἢ νὰ τὸ βλέπῃ.
5 Καὶ ἕνας ἀπὸ τοὺς πρεσβυτέρους μοῦ εἶπε, «Μὴ κλαῖς, διότι ἐνίκησε ὁ Λέων ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, ἡ Ρίζα τοῦ Δαυΐδ, ὥστε νὰ μπορῇ νὰ ἀνοίξῃ τὸ βιβλίον καὶ τὶς ἑπτὰ σφραγῖδές του».
6 Ὕστερα εἶδα νὰ στέκεται μεταξὺ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζωντανῶν ὄντων καὶ μεταξὺ τῶν πρεσβυτέρων ἕνα Ἀρνίον σὰν νὰ εἶχε σφαγῆ. Εἶχε ἑπτὰ κέρατα καὶ ἑπτὰ μάτια, τὰ ὁποῖα εἶναι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ποὺ ἐστάλησαν εἰς ὅλην τὴν γῆν.
7 Καὶ ἦλθε τὸ Ἀρνίον καὶ ἐπῆρε τὸ βιβλίον ἀπὸ τὸ δεξὶ χέρι ἐκείνου ποὺ ἐκαθότανε εἰς τὸν θρόνον.
8 Καὶ ὅταν ἐπῆρε τὸ βιβλίον, τὰ τέσσερα ζωντανὰ ὄντα καὶ οἱ εἴκοσι τέσσερις πρεσβύτεροι ἔπεσαν ἐμπρὸς εἰς τὸ Ἀρνίον καὶ ὁ καθένας εἶχε κιθάραν καὶ φιάλες χρυσὲς γεμᾶτες θυμιάματα τὰ ὁποῖα εἶναι αἱ προσευχαὶ τῶν ἁγίων.
9 Καὶ ἔψαλλαν ἕνα καινούργιο ἆσμα: «Εἶσαι ἄξιος νὰ πάρῃς τὸ βιβλίον καὶ νὰ ἀνοίξῃς τὶς σφραγῖδές του, διότι ἐσφάγης καὶ μᾶς ἀγόρασες διὰ τὸν Θεὸν μὲ τὸ αἶμά σου ἀπὸ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ λαὸν καὶ ἔθνος,
10 καὶ τοὺς ἔκαμες διὰ τὸν Θεὸν μας βασιλεῖς καὶ ἱερεῖς καὶ θὰ βασιλεύσουν ἐπὶ τῆς γῆς».
11 Ὕστερα, καθὼς ἐκύτταζα, ἄκουσα φωνὴν πολλῶν ἀγγέλων, γύρω ἀπὸ τὸν θρόνον, τὰ ζωντανὰ ὄντα καὶ τοὺς πρεσβυτέρους. Ὁ ἀριθμός των ἦτο μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων.
12 Καὶ ἔλεγαν μὲ φωνὴν δυνατήν, «Ἄξιον εἶναι τὸ Ἀρνίον, ποὺ εἶχε σφαγῆ, νὰ λάβῃ τὴν δύναμιν καὶ τὸν πλοῦτον, τὴν σοφίαν καὶ τὴν ἰσχύν, τὴν τιμὴν καὶ τὴν δόξαν καὶ τὸν ὕμνον».
13 Καὶ ἄκουσα κάθε δημιούργημα, τὸ ὁποῖον εἶναι εἰς τὸν οὐρανὸν καὶ εἰς τὴν γῆν καὶ κάτω ἀπὸ τὴν γῆν καὶ εἰς τὴν θάλασσαν καὶ ὅλα ὅσα ὑπάρχουν εἰς αὐτά, νὰ λέγουν, «Εἰς τὸν καθήμενον εἰς τὸν θρόνον καὶ εἰς τὸ Ἀρνίον ἀνήκει ὁ ὕμνος καὶ ἡ τιμή, ἡ δόξα καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας τῶν αἰώνων».
14 Καὶ τὰ τέσσερα ζωντανὰ ὄντα ἔλεγαν, «Ἀμήν». Καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσκύνησαν.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΣΤ’

Τὸ ἄνοιγμα τῶν σφραγίδων

1 Ὕστερα ἐκύτταξα καί, ὅταν τὸ Ἀρνίον ἄνοιξε μίαν ἀπὸ τὶς ἑπτὰ σφραγῖδες, ἄκουσα ἕνα ἀπὸ τὰ τέσσερα ζωντανὰ ὄντα νὰ λέγῃ μὲ φωνὴν βροντῆς, «Ἔλα».
2 Ἐκύτταξα καὶ ἰδού, ἕνα ἄσπρο ἄλογο καὶ ὁ ἀναβάτης εἶχε τόξον, καὶ τοῦ ἐδόθηκε στεφάνι καὶ ἔφυγε νικητὴς καὶ διὰ νὰ νικήσῃ.
3 Καὶ ὅταν ἔνοιξε τὴν δευτέραν σφραγῖδα, ἄκουσα τὸ δεύτερον ζωντανό ὄν νὰ λέγῃ, «Ἔλα».
4 Καὶ βγῆκε ἄλλο ἄλογο κοκκινωπὸ καὶ εἰς τὸν ἀναβάτην ἐδόθηκε ἡ ἄδεια νὰ ἀφαιρέσῃ τὴν εἰρήνην ἀπὸ τὴν γῆν διὰ νὰ σφάξουν οἱ ἄνθρωποι ὁ ἕνας τὸν ἄλλον, καὶ τοῦ ἐδόθηκε μάχαιρα μεγάλη.
5 Καὶ ὅταν ἄνοιξε τὴν τρίτη σφραγῖδα, ἄκουσα τὸ τρίτο ζωντανὸ ὄν νὰ λέγῃ, «Ἔλα». Ἐκύτταξα καὶ ἰδού, ἕνα μαῦρο ἄλογο καὶ ὁ ἀναβάτης εἶχε εἰς τὸ χέρι του μιὰ ζυγαριά.
6 Καὶ ἄκουσα κάτι σὰν φωνὴν ἀπὸ τὸ μέσον τῶν τεσσάρων ζωντανῶν ὄντων νὰ λέγῃ, «Ἕνας χοίνιξ σιτάρι ἀξίζει ἕνα δηνάριον καὶ τρεῖς χοίνικες κριθάρι ἕνα δηνάριον, ἀλλὰ τὸ λάδι καὶ τὸ κρασὶ νὰ μὴ τὰ βλάψῃς».
7 Καὶ ὅταν ἄνοιξε τὴν τέταρτην σφραγῖδα, ἄκουσα τὴν φωνὴν τοῦ τετάρτου ζωντανοῦ ὄντος νὰ λέγῃ, «Ἔλα».
8 Ἐκύτταξα καὶ ἰδού, ἕνα πρασινοκίτρινο ἄλογο καὶ ὁ ἀναβάτης ὠνομάζετο Θάνατος καὶ ὁ ᾍδης ἀκολουθοῦσε κατόπιν του. Καὶ τοὺς ἐδόθηκε ἐξουσία ἐπάνω εἰς τὸ τέταρτον τῆς γῆς νὰ φονεύσουν μὲ ρομφαίαν καὶ μὲ πεῖναν καὶ μὲ θάνατον καὶ μὲ θηρία τῆς γῆς.
9 Καὶ ὅταν ἄνοιξε τὴν πέμπτην σφραγῖδα εἶδα κάτω ἀπὸ τὸ θυσιαστήριον τὰς ψυχὰς ἐκείνων ποὺ εἶχαν σφαγῆ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ποὺ εἶχαν δώσει.
10 Καὶ ἔκραξαν μὲ φωνὴν δυνατὴν καὶ εἶπαν, «Ἕως πότε, ὦ Δέσποτα ἅγιε καὶ ἀληθινέ, δὲν θὰ κρίνῃς καὶ δὲν θὰ ἐκδικηθῇς διὰ τὸ αἶμά μας τοὺς κατοίκους τῆς γῆς;».
11 Ὕστερα ἐδόθηκε εἰς τὸν καθένα ἀπ’ αὐτούς, μία ἐνδυμασία λευκὴ καὶ τοὺς εἶπαν νὰ ἀναπαυθοῦν ἀκόμη ὀλίγον χρόνον, ἕως ὅτου συμπληρωθῇ ὁ ἀριθμὸς τῶν συνεργατῶν των καὶ τῶν ἀδελφῶν των, οἱ ὁποῖοι μέλλουν νὰ σκοτωθοῦν, ὅπως καὶ αὐτοί.
12 Ὕστερα ἐκύτταξα καὶ ὅταν ἄνοιξε τὴν ἕκτην σφραγῖδα, ἔγινε μεγάλος σεισμός· ὁ ἥλιος ἔγινε μαῦρος σὰν τρίχινος σάκος καὶ ὁλόκληρη ἡ σελήνη ἔγινε σὰν αἶμα·
13 τὰ ἄστρα τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὅπως ἡ συκιὰ ρίχνει τὼ πρώϊμα σῦκα, ὅταν σείεται ἀπὸ δυνατὸν ἄνεμον·
14 ὁ οὐρανὸς ἐξαφανίσθηκε σὰν ἕνα ρολὸ ποὺ τυλίγεται· κάθε βουνὸ καὶ νησὶ ἐκινήθησαν ἀπὸ τὶς θέσεις τους.
15 Τότε οἱ βασιλεῖς τῆς γῆς, οἱ μεγιστᾶνες καὶ οἱ στρατηγοί, οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ ὁ καθένας, δοῦλος καὶ ἐλεύθερος, ἐκρύφθησαν εἰς τὰ σπήλαια καὶ εἰς τοὺς βράχους τῶν βουνῶν,
16 καὶ ἔλεγαν εἰς τὰ βουνὰ καὶ εἰς τοὺς βράχους, «Πέστε ἐπάνω μας καὶ κρύψτε μας ἀπὸ τὸ πρόσωπον ἐκείνου ποὺ κάθεται εἰς τὸν θρόνον καὶ ἀπὸ τὴν ὀργὴν τοῦ Ἀρνίου,
17 διότι ἦλθε ἡ Ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς του καὶ ποιός μπορεῖ νὰ σταθῇ;».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Ζ’

Ἡ σφράγισις τῶν 144 χιλιάδων

1 Μετὰ ἀπ’ αὐτό, εἶδα τέσσερις ἀγγέλους νὰ στέκωνται εἰς τὶς τέσσερις γωνίες τῆς γῆς, νὰ συγκρατοῦν τοὺς τέσσερις ἀνέμους τῆς γῆς, διὰ νὰ μὴ πνέῃ ἄνεμος εἰς τὴν γῆν, οὔτε εἰς τὴν θάλασσαν οὔτε εἰς κανένα δένδρον.
2 Ὕστερα εἶδα ἄλλον ἄγγελον νὰ ἀνεβαίνῃ ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, μὲ τὴν σφραγῖδα τοῦ Θεοῦ τοῦ ζωντανοῦ, καὶ ἐφώναξε μὲ δυνατὴν φωνὴν εἰς τοὺς τέσσερις ἀγγέλους, εἰς τοὺς ὁποίους εἶχε δοθῆ ἡ δύναμις νὰ βλάψουν τὴν γῆν καὶ τὴν θάλασσαν,
3 καὶ τοὺς εἶπε, «Μὴ βλάψετε τὴν γῆν, οὔτε τὴν θάλασσαν οὔτε τὰ δένδρα, ἕως ὅτου σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ μας εἰς τὰ μέτωπά των».
4 Τότε ἄκουσα τὸν ἀριθμὸν ἐκείνων ποὺ ἐσφραγίσθησαν, ἑκατὸν σαράντα τέσσερις χιλιάδες, σφραγισμένοι ἀπὸ κάθε φυλὴν τοῦ Ἰσραήλ.
5 Ἀπὸ τὴν φυλὴ τοῦ Ἰούδα δώδεκα χιλιάδες σφραγισμένοι, ἀπὸ τὴν φυλὴν τοῦ Ρουβὴν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Γὰδ δώδεκα χιλιάδες,
6 ἀπὸ τὴν φυλὴν τοῦ Ἀσὴρ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Μανασσῆ δώδεκα χιλιάδες,
7 ἀπὸ τὴν φυλὴν τοῦ Συμεὼν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Λευΐ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Ἰσσάχαρ δώδεκα χιλιάδες,
8 ἀπὸ τὴν φυλὴν τοῦ Ζαβουλὼν δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Ἰωσὴφ δώδεκα χιλιάδες, ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμὶν δώδεκα χιλιάδες σφραγισμένοι.

Ἡ ὅρασις τῶν λυτρωμένων εἰς τὸν οὐρανόν

9 Ὕστερα ἀπὸ αὐτά, ἐκύτταξα καὶ ἰδού, λαὸς πολὺς τὸν ὁποῖον κανεὶς δὲν μποροῦσε νὰ μετρήση, ἀπὸ κάθε ἔθνος, ἀπὸ ὅλας τὰς φυλὰς καὶ λαοὺς καὶ γλώσσας, ἐστέκοντο ἐμπρὸς εἰς τὸν θρόνον καὶ ἐμπρὸς εἰς τὸ Ἀρνίον. Ἐφοροῦσαν ἐνδύματα λευκὰ καὶ εἶχαν φοίνικας εἰς τὰ χέρια τους,
10 καὶ ἐφώναζαν μὲ δυνατὴν φωνὴν καὶ ἔλεγαν, «Ἡ σωτηρία ἀνήκει εἰς τὸν Θεόν μας ποὺ κάθεται εἰς τὸν θρόνον, καὶ εἰς τὸ Ἀρνίον».
11 Καὶ ὅλοι οἱ ἄγγελοι ἐστέκοντο γύρω ἀπὸ τὸν θρόνον, γύρω ἀπὸ τοὺς πρεσβυτέρους καὶ τὰ τέσσερα ζωντανὰ ὄντα, καὶ ἔπεσαν μὲ τὰ πρόσωπά των ἐμπρὸς εἰς τὸν θρόνον καὶ προσκύνησαν τὸν Θεὸν,
12 καὶ ἔλεγαν, «Ἀμήν. Ὁ ὕμνος καὶ ἡ δόξα καὶ ἡ σοφία, ἡ εὐχαριστία καὶ ἡ τιμή, ἡ δύναμις καὶ ἡ ἰσχὺς ἀνήκει εἰς τὸν Θεόν μας εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».
13 Τότε ἕνας ἀπὸ τοὺς πρεσβυτέρους μοῦ εἶπε, «Αὐτοὶ ποὺ φοροῦν τὰ λευκὰ ἐνδύματα, ποιοί εἶναι καὶ ἀπὸ ποῦ ἦλθαν;».
14 Ἐγὼ τοῦ εἶπα, «Κύριέ μου, σὺ ξέρεις». Τότε αὐτὸς μοῦ εἶπε, «Αὐτοὶ εἶναι ἐκεῖνοι ποὺ ἔρχονται ἀπὸ τὴν θλῖψιν τὴν μεγάλην· ἔπλυναν τὰ ἐνδύματά των καὶ τὰ ἔκαναν λευκὰ μὲ τὸ αἶμα τοῦ Ἀρνίου.
15 Διὰ τοῦτο εἶναι ἐμπρὸς εἰς τὸν θρόνον τοῦ Θεοῦ καὶ τὸν λατρεύουν ἡμέραν καὶ νύχτα εἰς τὸν ναόν του· καὶ ὁ καθήμενος εἰς τὸν θρόνον θὰ κατοικήσῃ μαζί τους.
16 Δὲν θὰ πεινάσουν πλέον, οὔτε θὰ διψάσουν πλέον, οὔτε θὰ τοὺς κτυπήσῃ ὁ ἥλιος ἢ κανένα καῦμα.
17 Διότι τὸ Ἀρνίον ποὺ εἶναι εἰς τὸ μέσον τοῦ θρόνου θὰ εἶναι ὁ βοσκός τους καὶ θὰ τοὺς ὁδηγήσῃ σὲ πηγὲς ποὺ δίνουν νερὸ ζωντανό, καὶ ὁ Θεὸς θὰ ἐξαλείψῃ κάθε δάκρυ ἀπὸ τὰ μάτια τους».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Η’

Τὸ σάλπισμα τῶν ἑπτὰ σαλπίγγων

1 Ὅταν ἄνοιξε τὴν ἑβδόμην σφραγῖδα, ἔγινε σιγὴ εἰς τὸν οὐρανὸν περίπου μισὴ ὥρα.
2 Ὕστερα εἶδα τοὺς ἑπτὰ ἀγγέλους, οἱ ὁποῖοι στέκονται ἐμπρὸς εἰς τὸν Θεόν, καὶ τοὺς ἐδόθησαν ἑπτὰ σάλπιγγες.
3 Τότε ἦλθε ἄλλος ἄγγελος καὶ ἐστάθηκε εἰς τὸ θυσιαστήριον μὲ ἕνα χρυσὸ θυμιατήριον· καὶ τοῦ ἔδωκαν πολὺ θυμίαμα, διὰ νὰ τὸ προσφέρῃ μὲ τὰς προσευχὰς ὅλως τῶν ἁγίων ἐπάνω εἰς τὸ χρυσὸ θυσιαστήριον καὶ ἦτο ἐμπρὸς εἰς τὸν θρόνον.
4 Καὶ ἀνέβηκε ὁ καπνὸς τοῦ θυμιάματος μὲ τὰς προσευχὰς τῶν ἁγίων ἀπὸ τὸ χέρι τοῦ ἀγγέλου ἐμπρὸς εἰς τὸν Θεόν.
5 Τότε ἐπῆρε ὁ ἄγγελος τὸ θυμιατήριον, τὸ ἐγέμισε μὲ ἀναμμένα κάρβουνα τοῦ θυσιαστηρίου καὶ τὸ ἔρριξε εἰς τὴν γῆν. Καὶ ἔγιναν βρονταί, φωναί, ἀστραπαὶ καὶ σεισμός.
6 Τότε οἱ ἑπτὰ ἄγγελοι, ποὺ εἶχαν τὶς ἑπτὰ σάλπιγγες, ἐτοιμάσθησαν νὰ σαλπίσουν.
7 Ὁ πρῶτος ἄγγελος ἐσάλπισε καὶ ἦλθε χάλαζα καὶ φωτιά, ἀμακατωμένα μὲ αἷμα, τὰ ὁποῖα ἐρρίχθηκαν εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς ἐκάηκε καὶ τὸ τρίτον τῶν δένδρων ἐκάηκε καὶ κάθε χλωρὸ χορτάρι ἐκάηκε.
8 Ὁ δεύτερος ἄγγελος ἐσάλπισε καὶ σὰν ἕνα μεγάλο βουνὸ ποὺ καιότανε ἐρρίχθηκε εἰς τὴν θάλασσαν· καὶ ἔγινε τὸ τρίτον τῆς θαλάσσης αἷμα,
9 τὸ τρίτον ἀπὸ τὰ ζωντανὰ δημιουργήματα, ποὺ ἦσαν εἰς τὴν θάλασσαν, πέθαναν, καὶ τὸ τρίτον τῶν πλοίων κατεστράφηκε.
10 Ὁ τρίτος ἄγγελος ἐσάλπισε καὶ ἔπεσε ἀπὸ τὸν οὐρανὸν ἕνα μεγάλο ἄστρον ποὺ καιότανε σὰν λαμπάδα καὶ ἔπεσε ἐπάνω εἰς τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπάνω εἰς τὰς πηγὰς τῶν νερῶν.
11 Τὸ ἄστρον λέγεται Ἄψινθος. Καὶ μετεβλήθη τὸ τρίτον ἀπὸ τὰ νερὰ σὲ ἄψινθον καὶ πολλοὶ ἀπὸ τοὺς ἀνθρώπους πέθαναν ἀπὸ τὰ νερά, διότι εἶχαν γίνει πικρά.
12 Ὁ τέταρτος ἄγγελος ἐσάλπισε καὶ κτυπήθηκε τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ὥστε τὸ τρίτον μέρος των νὰ σκοτισθῇ, καὶ τὸ τρίτον τῆς ἡμέρας δὲν εἶχε φῶς· ὁμοίως καὶ ἡ νύχτα.
13 Ὕστερα ἐκύτταξα καὶ ἄκουσα ἕνα ἀετὸν ποὺ ἐπετοῦσε εἰς τὸ μέσον τοῦ οὐρανοῦ, νὰ φωνάζῃ μὲ δυνατὴν φωνήν, «Οὐαί, οὐαί, οὐαὶ εἰς τοὺς κατοίκους τῆς γῆς τώρα ποὺ θὰ ἀκουσθοῦν αἱ σάλπιγγες τῶν τριῶν ἀγγέλων ποὺ θα σαλπίσουν».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Θ’

ΚΕΦΑΛΑΙΟΝ 9
1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου,
2 καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.
3 Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς·
4 καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 Καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾿ ἵνα βασανισθῶσι μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
6 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ἀπ᾿ αὐτῶν ὁ θάνατος.
7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσίῳ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,
8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν,
9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
10 Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσίαν ἔχουσι τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
11 ἔχουσι βασιλέα ἐπ᾿ αὐτῶν τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ,
14 λέγοντος τῷ ἕκτῳ ἀγγέλῳ· ὁ ἔχων τὴν σάλπιγγα, λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
15 Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων.
16 Καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἵππου δύο μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
17 Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ᾿ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
18 Ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
19 Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστι καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.
20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται οὔτε ἀκούειν οὔτε περιπατεῖν,
21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Ι’

ΚΕΦΑΛΑΙΟΝ 10
Ὁ δυνατὸς ἄγγελος καὶ τὸ μικρὸν βιβλίον

1 Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλίον ἀνεῳγμένον. καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
3 καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.
5 Καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν
6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται,
7 ἀλλ᾿ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσα μετ᾿ ἐμοῦ καὶ λέγουσα· ὕπαγε λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
9 Καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλιδάριον. καὶ λέγει μοι· λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾿ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
10 Καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
11 Καὶ λέγουσί μοι· δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΑ’

ΚΕΦΑΛΑΙΟΝ 11
Οἱ δύο μάρτυρες

1 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ράβδῳ, λέγων· ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ·
2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαράκοντα δύο.
3 Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.
4 Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶσαι.
5 Καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι.
6 Οὗτοι ἔχουσιν ἐξουσίαν τὸν οὐρανὸν κλεῖσαι, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσι.
7 Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾿ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
8 Καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη.
9 Καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνῆμα.
10 Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ᾿ αὐτοῖς, καὶ εὐφρανθήσονται καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν εἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
12 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ ἔρχεται ταχύ.

Ἡ ἑβδόμη σάλπιγγα

15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι· ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
17 λέγοντες· εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας,
18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν ἐθνῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΒ’

ΚΕΦΑΛΑΙΟΝ 12
Ἡ ὅρασις τῆς γυναικὸς καὶ τοῦ δράκου

1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,
2 καὶ ἐν γαστρὶ ἔχουσα ἔκραζεν ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.
3 Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,
4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. Καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα, ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ.
5 Καὶ ἔτεκεν υἱὸν ἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ράβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
6 Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ,
8 καὶ οὐκ ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ.
9 Καὶ ἐβλήθη ὁ δράκων, ὁ ὄφις ὁ μέγας ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾿ αὐτοῦ ἐβλήθησαν.
10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
11 Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.
12 Διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρρενα.
14 Καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.
15 Καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.
16 Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.
17 Καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΓ’

ΚΕΦΑΛΑΙΟΝ 13
Ἡ ὅρασις τῶν θηρίων

1 Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας.
2 Καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην·
3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον. Καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου.
4 Καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· τίς ὅμοιος τῷ θηρίῳ; Τίς δύναται πολεμῆσαι μετ᾿ αὐτοῦ;
5 Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
6 Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
7 Καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8 Καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9 Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10 Εἴ τις εἰς αἰχμαλωσίαν ἀπάγει, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ ἀποκτέννει, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12 Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13 Καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14 Καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς εἶχε τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε.
15 Καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα ἀποκτανθῶσι.
16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τῶν μετώπων αὐτῶν,
17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18 Ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ χξς´.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΔ’

ΚΕΦΑΛΑΙΟΝ 14
Ἡ ὅρασις τοῦ Ἀρνίου καὶ τῶν λυτρουμένων

1 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾿ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
2 Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα, ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
3 Καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
4 Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ·
5 καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν· ἄμωμοι γάρ εἰσιν.

Ἡ ὅρασις τῶν τριῶν ἀγγέλων

6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
7 λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.
8 Καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησε λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα ἔθνη.
9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει τὸ χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου.
11 Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· γράψον, μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπ᾿ ἄρτι. ναί, λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν.

Ὁ θερισμὸς καὶ ὁ τρυγητὸς τοῦ κόσμου

14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιος υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα τοῦ θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
16 Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασεν ἡ σταφυλὴ τῆς γῆς.
19 Καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὴν μεγάλην.
20 Καὶ ἐπατήθη ἡ ληνὸς ἔξω τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΕ’

ΚΕΦΑΛΑΙΟΝ 15
Ἡ ὅρασις τῶν ἑπτὰ φιαλῶν καὶ τῶν ἑπτὰ πληγῶν

1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας τὰς κιθάρας τοῦ Θεοῦ.
3 Καὶ ᾄδουσι τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ Θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.
4 Τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; Ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, οἳ ἦσαν ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
7 Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς, γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
8 Καὶ ἐγεμίσθη ὁ ναὸς ἐκ τοῦ καπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ·
9 καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 16
1 Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέατε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3 Καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
4 Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας·
6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοί εἰσι.
7 Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8 Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ἐν πυρὶ τοὺς ἀνθρώπους,
9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 Καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 Καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα, ὡς βάτραχοι·
14 εἰσὶ γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.
15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον ῾Εβραϊστὶ Ἁρμαγεδών.
17 Καὶ ὁ ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· γέγονε.
18 Καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾿ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.
19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. Καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20 Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.
21 Καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὕτη σφόδρα.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Θ’

1 Τότε ἐσάλπισε ὁ πέμπτος ἄγγελος καὶ εἶδα ἕνα ἄστρον ποὺ εἶχε πέσει ἀπὸ τὸν οὐρανὸν εἰς τὴν γῆν καὶ τοῦ ἐδόθηκε τὸ κλειδὶ τοῦ πηγαδιοῦ τῆς ἀβύσσου·
2 ἄνοιξε μὲ αὐτὸ τὸ πηγάδι τῆς ἀβύσσου καὶ ἀνέβηκε ἀπὸ τὸ πηγάδι καπνὸς σὰν καπνὸς ἀπὸ καμίνι μεγάλο καὶ ἐσκοτείνιασε ὁ ἥλιος καὶ ὁ ἀέρας ἀπὸ τὸν καπνὸν τοῦ πηγαδιοῦ.
3 Ὕστερα ἐβγῆκαν ἀπὸ τὸν καπνὸν ἀκρίδες εἰς τὴν γῆν καὶ τοὺς ἐδόθηκε ἐξουσία, σὰν τὴν ἐξουσία ποὺ ἔχουν οἱ σκορπιοὶ τῆς γῆς·
4 τοὺς εἶπαν νὰ μὴ βλάψουν τὸ χορτάρι τῆς γῆς οὔτε κανένα χλωρόν, οὔτε κανένα δένδρον, παρὰ μόνον τοὺς ἀνθρώπους ποὺ δὲν ἔχουν τὴν σφραγῖδα τοῦ Θεοῦ εἰς τὰ μέτωπά των.
5 Αὐτοὺς ἔλαβαν τὴν ἄδειαν νὰ βασανίσουν ἐπὶ πέντε μῆνες ἀλλὰ νὰ μὴ τοὺς σκοτώσουν, καὶ ὁ βασανισμός των θὰ ἦτο σὰν τὸν βασανισμὸν τοῦ σκορπιοῦ ὅταν κεντήσῃ ἄνθρωπον.
6 Κατὰ τὰς ἡμέρας ἐκείνας θὰ ζητήσουν οἱ ἄνθρωποι τὸν θάνατον, ἀλλὰ δὲν θὰ τὸν βροῦν καὶ θὰ ἐπιθυμήσουν νὰ πεθάνουν, ἀλλὰ θὰ φεύγῃ ἀπ’ αὐτοὺς ὁ θάνατος.
7 Κατὰ τὴν ἐμφάνισιν αἱ ἀκρίδες ἔμοιαζαν μὲ ἄλογα ἕτοιμα πρὸς πόλεμον. Εἰς τὰ κεφάλια τους ἦτο κάτι σὰν στεφάνια χρυσὰ καὶ τὰ πρόσωπά τους ἦσαν σὰν πρόσωπα ἀνθρώπινα.
8 Εἶχαν τρίχες σὰν τὰ μαλλιὰ τῶν γυναικῶν, καὶ τὰ δόντια τους ἦσαν σὰν δόντια λιονταριῶν·
9 εἶχαν θώρακας σὰν σιδερένιους θώρακας καὶ ὁ θόρυβος τῶν πτερύγων τους ἦτο σὰν τὸν θόρυβον ἁρμάτων μὲ πολλὰ ἄλογα ποὺ τρέχουν εἰς τὸν πόλεμον.
10 Εἶχαν οὐρὰς σὰν τῶν σκορπιῶν καὶ κεντριά, καὶ εἰς τὰς οὐράς των ἐστηρίζετο ἡ δύναμις νὰ βλάψουν τοὺς ἀνθρώπους ἐπὶ πέντε μῆνες.
11 Εἶχαν βασιλέα των τὸν ἄγγελον τῆς ἀβύσσου. Τὸ ἑβραϊκόν του ὄνομα εἶναι Ἀβαδδών, τὸ δὲ ἑλληνικόν του Ἀπολλύων.
12 Τὸ πρῶτον οὐαὶ ἐπέρασε. Ἔρχονται ὕστερα δύο ἀκόμη οὐαί.
13 Τότε ἐσάλπισε ὁ ἕκτος ἄγγελος καὶ ἄκουσα μιὰ φωνὴ ἀπὸ τὰ τέσσερα κέρατα τοῦ χρυσοῦ θυσιαστηρίου, ποὺ εἶναι ἐμπρὸς εἰς τὸν Θεόν,
14 νὰ λέγῃ εἰς τὸν ἕκτον ἄγγελον ποὺ εἶχε τὴν σάλπιγγα, «Λῦσε τοὺς τέσσερις ἀγγέλους ποὺ εἶναι δεμένοι εἰς τὸν ποταμὸν τὸν μεγάλον, τὸν Εὐφράτην».
15 Καὶ ἐλύθηκαν οἱ τέσσερις ἄγγελοι ποὺ εἶχαν προετοιμασθῆ δι’ αὐτὴν τὴν ὥραν, τὴν ἡμέραν, τὸν μῆνα καὶ τὸ ἔτος, διὰ νὰ σκοτώσουν τὸ τρίτον τῶν ἀνθρώπων.
16 Ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ ἄκουσα ὅτι ἦτο διακόσια ἑκατομμύρια.
17 Οἱ ἵπποι καὶ οἱ ἀναβάται, ὅπως τοὺς εἶδα εἰς τὸ ὅραμα, εἶχαν θώρακας πυρίνους, κυανοῦς καὶ κιτρίνους, σὰν τὸ θειάφι. ὰ κεφάλια τῶν ἵππων ἦσαν σὰν κεφάλια λιονταριῶν καὶ ἀπὸ τὰ στόματά των ἔβγαινε φωτιά, καπνὸς καὶ θειάφι.
18 Ἀπὸ τὰς τρεῖς αὐτὰς πληγάς, δηλαδὴ ἀπὸ τὴν φωτιά, τὸν καπνὸν καὶ τὸ θειάφι, ποὺ ἔβγαινε ἀπὸ τὰ στόματά των, ἐσκοτώθηκε τὸ τρίτον τῶν ἀνθρώπων.
19 Ἡ δύναμις τῶν ἵππων ἦτο εἰς τὸ στόμα των καὶ εἰς τὰς οὐράς των. Διότι αἱ οὐραί των, ποὺ εἶχαν κεφάλια, ἔμοιαζαν μὲ φίδια καὶ μὲ αὐτὰς ἔβλαπταν.
20 Οἱ ὐπόλοιποι ἀπὸ τοὺς ἀνθρώπους, ποὺ δὲν ἐσκοτώθηκαν ἀπὸ τὰς πληγὰς αὐτάς, δὲν μετενόησαν ἀπὸ τὰ ἔργα τῶν χεριῶν τους, ὥστε νὰ παύσουν νὰ προσκυνοῦν δαιμόνια καὶ εἴδωλα χρυσᾶ, ἀργυρᾶ. Χάλκινα, πέτρινα καὶ ξύλινα, τὰ ὁποῖα δὲν μποροῦν νὰ βλέπουν, οὔτε νὰ ἀκούσουν οὔτε νὰ περπατοῦν.
21 Οὔτε μετενόησαν ἀπὸ τοὺς φόνους των ἢ τὰς μαγείας των ἢ τὰς πορνείας των ἢ τὰς κλοπάς των.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Ι’

Ὁ δυνατὸς ἄγγελος καὶ τὸ μικρὸν βιβλίον

1 Ὕστερα εἶδα ἄλλον ἄγγελον δυνατὸν νὰ κατεβαίνῃ ἀπὸ τὸν οὐρανόν, σκεπασμένον ἀπὸ ἕνα σύννεφο· εἰς τὸ κεφάλι του ἦτο οὐράνιον τόξον καὶ τὸ πρόσωπόν του ἦτο σὰν τὸν ἥλιον· τὰ πόδια του ἦσαν σὰν στῦλοι πύρινοι,
2 καὶ εἰς τὸ χέρι του ἐκρατοῦσε ἕνα μικρὸν βιβλίον ἀνοικτόν. Ἔβαλε τὸ πόδι του τὸ δεξὶ ἐπάνω εἰς τὴν θάλασσαν καὶ τὸ ἀριστερὸ ἐπάνω εἰς τὴν ξηράν.
3 Καὶ ἐφώναξε μὲ δυνατὴν φωνήν, σὰν νὰ βρυχᾶται λιοντάρι. Καὶ ὅταν ἐφώναξε, τότε ἐμίλησαν αἱ ἑπτὰ βρονταὶ μὲ τὰς δικάς των φωνάς.
4 Καὶ ὅταν ἐμίλησαν αἱ ἑπτὰ βρονταί, ἑτοιμάσθηκα νὰ γράψω, ἀλλ’ ἄκουσα φωνὴν ἀπὸ τὸν οὐρανὸν νὰ μοῦ λέγῃ, «Σφράγισε ἐκεῖνα ποὺ εἶπαν αἱ ἑπτὰ βρονταὶ καὶ μὴ τὰ γράψῃς».
5 Τότε ὁ ἄγγελος, ποὺ εἶδα νὰ στέκεται ἐπάνω εἰς τὴν θάλασσαν καὶ εἰς τὴν ξηράν, ἐσήκωσε τὸ δεξί του χέρι εἰς τὸν οὐρανόν.
6 Καὶ ὡρκίσθηκε εἰς ἐκεῖνον, ὁ ὁποῖος ζῆ εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὰ ὑπάρχοντα εἰς αὐτόν, τὴν γῆν καὶ τὰ ὑπάρχοντα εἰς αὐτήν, καὶ τὴν θάλασσαν καὶ τὰ ὑπάρχοντα εἰς αὐτήν, ὅτι δὲν θὰ ὑπάρξῃ πλέον καθυστέρησις,
7 ἀλλ’ ὅταν σαλπίσῃ ὁ ἕβδομος ἄγγελος καὶ ἀκουσθῇ ἡ φωνή του, τότε τὸ μυστικὸ σχέδιον τοῦ Θεοῦ θὰ ἐκπληρωθῇ, σύμφωνα μὲ τὸ χαρμόσυνο ἄγγελμα ποὺ ἔδωσε εἰς τοὺς δούλους του τοὺς προφήτας.
8 Ὕστερα, ἡ φωνὴ ποὺ ἄκουσα εἰς τὸν οὐρανόν, μοῦ μίλησε πάλιν καὶ εἶπε, «Πήγαινε, πάρε τὸ μικρὸν βιβλίον τὸ ἀνοικτόν, ποὺ κρατεῖ εἰς τὸ χέρι του ὁ ἄγγελος ποὺ στέκεται ἐπάνω εἰς τὴν θάλασσαν καὶ τὴν ξηράν».
9 Καὶ ἐπῆγα πρὸς τὸν ἄγγελον καὶ τοῦ εἶπα νὰ μοῦ δώσῃ τὸ μικρὸν βιβλίον. Αὐτὸς μοῦ εἶπε, «Πάρε το καὶ κατάφαγέ το· θὰ σοῦ πικράνῃ τὴν κοιλιά, ἀλλ’ εἰς τὸ στόμα σου θὰ εἶναι γλυκὸ σὰν μέλι».
10 Ἐπῆρα τὸ μικρὸν βιβλίον ἀπὸ τὸ χέρι τοῦ ἀγγέλου καὶ τὸ κατέφαγα· εἰς τὸ στόμα μου ἦτο γλυκὸ σὰν μέλι ἀλλ’ ὅταν τὸ ἔφαγα, ἐπικράθηκε ἡ κοιλιά μου.
11 Τότε μοῦ εἶπαν, «Πρέπει πάλιν νὰ προφητεύσῃς εἰς πολλοὺς λαοὺς καὶ ἔθνη καὶ γλώσσας καὶ βασιλεῖς».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΑ’

Οἱ δύο μάρτυρες

1 Ὕστερα μοῦ ἐδόθηκε ἕνα καλάμι ὅμοιο μὲ ραβδὶ καὶ μοῦ εἶπαν, «Σήκω καὶ μέτρησε τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ ἐκείνους ποὺ προσκυνοῦν ἐκεῖ,
2 ἀλλὰ τὴν ἐξωτερικὴν αὐλὴν τοῦ ναοῦ νὰ τὴν ἐξαιρέσῃς. Μὴ τὴν μετρήσῃς, διότι ἐδόθηκε εἰς τοὺς ἐθνικοὺς καὶ θὰ καταπατήσουν τὴν πόλιν τὴν ἁγίαν ἐπὶ σαράντα δύο μῆνες.
3 Καὶ θὰ δώσω ἐντολὴν εἰς τοὺς δύο μάρτυράς μου νὰ προφητεύσουν ἐπὶ χιλίας διακοσίας ἑξῆντα ἡμέρας, ντυμένοι μὲ σάκους».
4 Αὐτοὶ εἶναι αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι, ποὺ βρίσκονται ἐμπρὸς εἰς τὸν Κύριον τῆς γῆς,
5 καὶ ἂν κανεὶς θέλῃ νὰ τοὺς βλάψῃ, βγαίνει φωτιὰ ἀπὸ τὸ στόμα των καὶ κατατρώγει τοὺς ἐχθρούς των· ἔτσι πρέπει νὰ σκοτωθῇ ὅποιος θελήσῃ νὰ τοὺς βλάψῃ.
6 Αὐτοὶ ἔχουν ἐξουσίαν νὰ κλείσουν τὸν οὐρανὸν γιὰ νὰ μὴν πέσῃ βροχὴ κατὰ τὰς ἡμέρας τῆς προφητείας των. Ἔχουν ἐπίσης ἐξουσίαν νὰ μεταβάλουν τὰ νερὰ εἰς αἷμα καὶ νὰ πατάξουν τὴν γῆν μὲ οἱανδήποτε πληγήν, ὅταν τὸ θελήσουν.
7 Ἀλλ’ ὅταν τελειώσουν τὴν μαρτυρίαν των, τὸ θηρίον ποὺ ἀνεβαίνει ἀπὸ τὴν ἄβυσσον θὰ κάνῃ πόλεμον ἐναντίον των καὶ θὰ τοὺς νικήσῃ καὶ θὰ τοὺς σκοτώση.
8 Τὰ πτώματά των θὰ ἀφεθοῦν εἰς τὴν πλατεῖαν τῆς πόλεως τῆς μεγάλης, ἡ ὁποία ἀλληγορικῶς καλεῖται Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριός των ἐσταυρώθηκε.
9 Καὶ ἄνθρωποι ἀπὸ τοὺς λαούς, τὰς φυλάς, τὰς γλώσσας καὶ τὰ ἔθνη θὰ βλέπουν τὰ πτώματά των ἐπὶ τρεῖς καὶ μισὴ ἡμέρες καὶ δὲν θὰ ἐπιτρέψουν νὰ ταφοῦν σὲ μνῆμα.
10 Οἱ κάτοικοι τῆς γῆς θὰ χαροῦν διὰ τὸν θάνατόν τους καὶ θὰ εὐφρανθοῦν καὶ θὰ στείλουν ὁ ἕνας εἰς τὸν ἄλλον δῶρα, διότι οἱ δύο αὐτοὶ προφῆται ἐβασάνισαν τοὺς κατοίκους τῆς γῆς.
11 Καὶ μετὰ τὰς τρεῖς καὶ μισὴ ἡμέρας πνοὴ ζωῆς ἀπὸ τὸν Θεὸν ἐμπῆκε μέσα τους καὶ στάθηκαν εἰς τὰ πόδια τους, καὶ φόβος μεγάλος κατέβαλε ἐκείνους ποὺ τοὺς ἔβλεπαν.
12 Τότε ἄκουσα φωνὴν δυνατὴν ἀπὸ τὸν οὐρανὸν ποὺ τοὺς ἔλεγε, «Ἀνεβῆτε ἐδῶ». Καὶ ἀνέβηκαν εἰς τὸν οὐρανόν, μέσα σὲ σύννεφο, καὶ οἱ ἐχθροί των τοὺς εἶδαν.
13 Κατ’ ἐκείνην τὴν ὥραν ἔγινε μεγάλος σεισμὸς καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε καὶ ἐφονεύθησαν ἀπὸ τὸν σεισμὸν ἑπτὰ χιλιάδες· οἱ λοιποὶ ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν Θεὸν τοῦ οὐρανοῦ.
14 Τὸ δεύτερον οὐαὶ ἐπέρασε· τὸ τρίτον οὐαὶ ἔρχεται γρήγορα.

Ἡ ἑβδομη σάλπιγγα

15 Τότε ἐσάλπισε ὁ ἕβδομος ἄγγελος καὶ ἀκούσθησαν φωναὶ δυναταὶ εἰς τὸν οὐρανὸν αἱ ὁποῖαι ἔλεγαν, «Ἡ βασιλεία τοῦ κόσμου ἔγινε βασιλεία τοῦ Κυρίου μας καὶ τοῦ Χριστοῦ του καὶ θὰ βασιλεύσῃ εἰς τοὺς αἰῶνας τῶν αἰώνων».
16 Καὶ οἱ εἴκοσι τέσσερις πρεσβύτεροι, ποὺ ἦσαν ἐμπρὸς εἰς τὸν θρόνον τοῦ Θεοῦ, καθήμενοι εἰς τοὺς θρόνους των, ἔπεσαν κάτω μὲ τὰ πρόσωπά των καὶ προσκύνησαν τὸν Θεὸν
17 καὶ ἔλεγαν, «Σὲ εὐχαριτοῦμεν, Κύριε Θεὲ Παντοκράτορ, σὺ ποὺ ὑπάρχεις καὶ ὑπῆρχες καὶ θὰ ἔλθῃς, διότι ἀνέλαβες τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσες.
18 Τὰ ἔθνη ὠργίσθησαν ἀλλὰ ἦλθε ἡ ὀργή σου καὶ ὁ καιρὸς νὰ κριθοῦν οἱ νεκροὶ καὶ νὰ ἀνταμείψῃς τοὺς δούλους σου τοὺς προφήτας καὶ τοὺς ἁγίους καὶ ἐκείνους ποὺ φοβοῦνται τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ νὰ καταστρέψῃς ἐκείνους ποὺ καταστρέφουν τὴν γῆν».
19 Τότε ἄνοιξε ὁ ναὸς τοῦ Θεοῦ, ποὺ εἶναι εἰς τὸν οὐρανόν, καὶ ἐφάνηκε ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Κυρίου εἰς τὸν ναόν του, καὶ ἔγιναν ἀστραπαί, φωναί, βρονταί, σεισμὸς καὶ χάλαζα μεγάλη.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΒ’

Ἡ ὅρασις τῆς γυναικὸς καὶ τοῦ δράκου

1 Ὕστερα ἐφάνηκε ἕνα μεγάλο σημεῖον εἰς τὸν οὐρανόν: Μιὰ γυναῖκα, ἡ ὁποία γιὰ ἔνδυμα εἶχε τὸν ἥλιον, ἡ σελήνη ἦτο κάτω ἀπὸ τὰ πόδια της καὶ εἰς τὸ κεφάλι της ἦτο στεφάνι μὲ δώδεκα ἄστρα.
2 Ἦτο ἔγκυος καὶ ἐφώναζε ἀπὸ τοὺς πόνους καὶ τὴν ἀγωνίαν νὰ γεννήσῃ.
3 Ἐφάνηκε τότε ἕνα ἄλλο σημεῖον εἰς τὸν οὐρανόν· ἰδού, ἕνας μεγάλος κόκκινος δράκος μὲ ἑπτὰ κεφάλια καὶ δέκα κέρατα· εἰς τὰ κεφάλια του ἦσαν ἑπτὰ στέμματα.
4 Καὶ ἡ οὐρά του ἔσυρε τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ τοὺς ἔρριξε εἰς τὴν γῆν. Ὕστερα ἐστάθηκε ὁ δράκος ἐμπρὸς εἰς τὴν γυναῖκα, ποὺ ἦτο ἑτοιμόγεννη, διὰ νὰ καταφάγῃ τὸ παιδί της, μόλις θὰ τὸ ἐγεννοῦσε.
5 Καὶ ἐγέννησε παιδὶ ἀρσενικό, ἐκεῖνον ὁ ὁποῖος μέλλει νὰ ποιμάνῃ ὅλα τὰ ἔθνη μὲ σιδερένια ράβδον· ἀλλὰ τὸ παιδί της ἁρπάχτηκε πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον του.
6 Καὶ ἡ γυναῖκα ἔφυγε εἰς τὴν ἔρημον, ὅπου ἔχει τόπον ἐτοιμασμένον δι’ αὐτὴν ἀπὸ τὸν Θεόν, διὰ νὰ τὴν τρέφουν ἐκεῖ χίλιες διακόσιες ἑξῆντα ἡμέρες.
7 Ὕστερα ἔγινε πόλεμος εἰς τὸν οὐρανόν· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοί του ἐπολεμοῦσαν κατὰ τοῦ δράκου.
8 Ὁ δράκος καὶ οἱ ἄγγελοί του ἐπολέμησαν, ἀλλὰ δὲν ἐνίκησαν, καὶ δὲν εὑρέθηκε πλέον δι’ αὐτοὺς τόπος εἰς τὸν οὐρανόν.
9 Καὶ ἐρρίχθηκε κάτω ὁ μεγάλος δράκος, τὸ ἀρχαῖο φίδι, ποὺ ὀνομάζεται Διάβολος καὶ Σατανᾶς, ἐκεῖνος ποὺ πλανᾶ ὁλόκληρην τὴν οἰκουμένην, ἐρρίχθηκε κάτω εἰς τὴν γῆν, καὶ μαζί του ἐρρίχθηκαν καὶ οἱ ἄγγελοί του.
10 Τότε ἄκουσα φωνὴν δυνατὴν εἰς τὸν οὐρανὸν νὰ λέγῃ, «Ἦλθε τώρα ἡ σωτηρία, ἡ δύναμις, ἡ βασιλεία τοῦ Θεοῦ μας καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ του, διότι ἐρρίχθηκε κάτω ὁ κατήγορος τῶν ἀδελφῶν μας ποὺ τοὺς κατηγοροῦσε ἐμπρὸς εἰς τὸν Θεόν μας ἡμέραν καὶ νύχτα.
11 Καὶ αὐτοὶ τὸν ἐνίκησαν χάρις εἰς τὸ αἷμα τοῦ Ἀρνίου καὶ χάρις εἰς τὸν λόγον τῆς μαρτυρίας των, καὶ ἀδιαφόρησαν διὰ τὴν ζωήν των μέχρι θανάτου.
12 Χαρῆτε γι’ αὐτό, ὦ οὐρανοὶ καὶ ὅσοι κατοικεῖτε εἰς αὐτούς. Ἀλλοίμονον εἰς τὴν γῆν καὶ τὴν θάλασσαν, διότι ὁ διάβολος κατέβηκε σ’ ἐσᾶς μὲ μεγάλον θυμόν, ἐπειδὴ ξέρει ὅτι λίγος εἶναι ὁ καιρός του».
13 Ὅταν εἶδε ὁ δράκος ὅτι ἐρρίχθηκε εἰς τὴν γῆν, κατεδίωξε τὴν γυναῖκα ποὺ ἐγέννησε τὸ ἀρσενικὸ παιδί.
14 Ἀλλ’ ἐδόθηκαν εἰς τὴν γυναῖκα δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, διὰ νὰ πετάξῃ εἰς τὸν τόπον της εἰς τὴν ἔρημον, ὅπου θὰ τρέφεται ἕνα καιρόν, δύο καιροὺς καὶ μισὸν καιρόν, μακρυὰ ἀπὸ τὸ φίδι.
15 Τότε τὸ φίδι ἔχυσε ἀπὸ τὸ στόμα του νερὸ σὰν ποτάμι, πίσω ἀπὸ τὴν γυναῖκα, διὰ νὰ τὴν παρασύρῃ.
16 Ἀλλ’ ἡ γῆ ἐβοήθησε τὴν γυναῖκα καὶ ἀνοιξε ἡ γῆ τὸ στόμα της καὶ κατάπιε τὸ ποτάμι ποὺ ἔχυσε ὁ δράκος ἀπὸ τὸ στόμα του.
17 Καὶ ὠργίσθηκε ὁ δράκος ἐναντίον τῆς γυναίκας καὶ ἔφυγε διὰ νὰ πολεμήσῃ ἐναντίων τῶν λοιπῶν παιδιῶν της, ἐκείνων ποὺ τηροῦν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ δίνουν μαρτυρίαν διὰ τὸν Ἰησοῦν.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΓ’

Ἡ ὅρασις τῶν θηρίων

1 Καὶ στάθηκα εἰς τὴν ἀκτὴν τῆς θαλάσσης. Καὶ εἶδα νὰ ἀνεβαίνῃ ἀπὸ τὴν θάλασσαν θηρίον μὲ δέκα κέρατα καὶ ἑπτὰ κεφάλια. Ἐπάνω εἰς τὰ κέρατά του ἦσαν δέκα στέμματα καὶ εἰς τὰ κεφάλια του ὀνόματα βλάσφημα.
2 Τὸ θηρίον ποὺ εἶδα, ἦτο ὅμοιον πρὸς πάρδαλιν καὶ τὰ πόδια του ἦσαν σὰν τῆς ἀρκούδας καὶ τὸ στόμα του ἦτο σὰν στόμα λιονταριοῦ, καὶ ὁ δράκος τοῦ ἔδωσε τὴν δύναμίν του καὶ τὸν θρόνον του καὶ μεγάλην ἐξουσίαν.
3 Ἕνα ἀπὸ τὰ κεφάλια του φαινότανε νὰ ἔχῃ θανάσιμη πληγή, ἀλλ’ ἡ θανάσιμη πληγή του θεραπεύθηκε καὶ ὁλόκληρη ἡ γῆ ἀκολουθοῦσε τὸ θηρίον μὲ θαυμασμόν.
4 Οἱ ἄνθρωποι προσκύνησαν τὸν δράκον διότι ἔδωκε τὴν ἐξουσία εἰς τὸ θηρίον, καὶ προσκύνησαν τὸ θηρίον καὶ ἔλεγαν, «Ποιός εἶναι ὅμοιος πρὸς τὸ θηρίον; Ποιός μπορεῖ νὰ πολεμήσῃ ἐναντίον του;».
5 Καὶ τοῦ ἐδόθηκε στόμα ποὺ λαλοῦσε ὑπερήφανα καὶ βλάσφημα πράγματα καὶ τοῦ ἐδόθηκε ἐξουσία νὰ κάνῃ πόλεμον σαράντα δύο μῆνες.
6 Καὶ ἄνοιξε τὸ στόμα του διὰ βλασφημίαν κατὰ τοῦ Θεοῦ, νὰ βλασφημήσῃ τὸ ὄνομά του καὶ τὴν σκηνήν του καὶ ἐκείνους ποὺ κατοικοῦν εἰς τὸν οὐρανόν.
7 Τοῦ ἐπετράπη ἐπίσης νὰ κάνῃ πόλεμον κατὰ τῶν ἁγίων καὶ νὰ τοὺς νικήσῃ καὶ τοῦ ἐδόθηκε ἐξουσία ἐπάνω εἰς κάθε φυλὴν καὶ λαόν, γλῶσσαν καὶ ἔθνος.
8 Καὶ θὰ τὸ προσκυνήσουν ὅλοι οἱ κάτοικοι τῆς γῆς, τῶν ὁποίων τὸ ὄνομα δὲν ἔχει γραφῆ, ἀπὸ τὸν καιρὸν τῆς δημιουργίας τοῦ κόσμου, εἰς τὸ βιβλίον τῆς ζωῆς τοῦ Ἀρνίου ποὺ εἶχε σφαγῆ.
9 Ὅποιος ἔχει αὐτιά, ἂς ἀκούσῃ. Ὅποιος φέρει ἔλλους εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν θὰ μεταβῇ·
10 ὅποιος σκοτώνει μὲ μαχαίρι, θὰ σκοτωθῇ μὲ μαχαίρι. Ἐδῶ θὰ φανῇ ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11 Ὕστερα εἶδα ἄλλο θηρίον νὰ ἀνεβαίνῃ ἀπὸ τὴν γῆν· εἶχε δύο κέρατα σὰν τοῦ ἀρνιοῦ, ἀλλὰ μιλοῦσε σὰν δράκος.
12 Καὶ ἐκτελεῖ ὅλην τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου ἐνώπιόν του, καὶ κάνει τὴν γῆν καὶ τοὺς κατοίκους της νὰ προσκυνήσουν τὸ θηρίον τὸ πρῶτον, τοῦ ὁποίου ἡ θανάσιμη πληγὴ εἶχε θεραπευθῆ.
13 Καὶ κάνει σημεῖα μεγάλα, ὥστε καὶ φωτιὰ ἀκόμη νὰ κατεβάζῃ ἀπὸ τὸν οὐρανὸν εἰς τὴν γῆν ἐμπρὸς εἰς τοὺς ἀνθρώπους.
14 Καὶ παραπλανᾶ τοὺς κατοίκους τῆς γῆς μὲ τὰ σημεία ποὺ τοῦ ἐπετράπη νὰ κάνῃ ἐμπρὸς εἰς τὸ θηρίον, καὶ ἔλεγεν εἰς τοὺς κατοίκους τῆς γῆς νὰ κάνουν εἰκόνα εἰς τὸ θηρίον, τὸ ὁποῖον εἶχε τὴν πληγὴν ἀπὸ μαχαίρι καὶ ὅμως ἔζησε.
15 Καὶ τοῦ ἐπετράπη νὰ δώσῃ πνοὴν εἰς τὴν εἰκόνα τοῦ θηρίου, ὥστε καὶ νὰ μιλήσῃ ἡ εἰκόνα τοῦ θηρίου καὶ νὰ ἐνεργήσῃ, ὥστε ὅσοι δὲν θὰ προσκυνοῦσαν τὴν εἰκόνα τοῦ θηρίου νὰ σκοτωθοῦν.
16 Καὶ ὑπεχρέωσε ὅλους, μικροὺς καὶ μεγάλους, πλουσίους καὶ πτωχούς, ἐλεύθερους καὶ δούλους, νὰ ἔχουν ἕνα σημάδι χαραγμένο εἰς τὸ δεξί τους χέρι ἢ τὸ μέτωπόν τους,
17 ὥστε νὰ μὴ μπορῇ κανεὶς νὰ ἀγοράσῃ ἢ νὰ πωλήσῃ παρὰ ἐκεῖνος ποὺ ἔχει τὸ χαραγμένο σημάδι, δηλαδὴ τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματός του.
18 Ἐδῶ εἶναι ἀναγκαία ἡ σοφία. Ἐκεῖνος ποὺ ἔχει νόησιν ἂς λογαριάσῃ τὸν ἀριθμὸν τοῦ θηρίου· εἶναι ἀριθμὸς ἀνθρώπου καὶ ὁ ἀριθμός του εἶναι χξς’ (666).

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΔ’

Ἡ ὅρασις τοῦ Ἀρνίου καὶ τῶν λυτρωμένων

1 Ὕστερα ἐκύτταξα καὶ ἰδού, τὸ Ἀρνίον στεκότανε ἐπάνω εἰς τὸ ὄρος Σιὼν καὶ μαζί του ἑκατὸν σαράντα τέσσερις χιλιάδες, ποὺ εἶχαν τὸ ὄνομά του καὶ τὸ ὄνομα τοῦ Πατέρα του γραμμένον εἰς τὰ μέτωπά τους.
2 Καὶ ἄκουσα φωνὴν ἀπὸ τὸν οὐρανὸν σὰν βοὴν ἀπὸ πολλὰ νερὰ καὶ σὰν βοὴν μεγάλης βροντῆς· ἡ φωνὴ αὐτὴ ἦτο σὰν φωνὴ κιθαρωδῶν ποὺ ἔπαιζαν μὲ τὶς κιθάρες τους.
3 Καὶ τραγουδοῦσαν ἕνα καινούργιο ἆσμα ἐμπρὸς εἰς τὸν θρόνον καὶ ἐμπρὸς εἰς τὰ τέσσερα ζωντανὰ ὄντα καὶ τοὺς πρεσβυτέρους, καὶ δὲν μποροῦσε νὰ καταλάβῃ κανεὶς τὸ ἆσμα παρὰ αἱ ἑκατὸν σαράντα τέσσερις χιλιάδες, ποὺ εἶχαν ἀγορασθῆ ἐκ τῆς γῆς.
4 Αὐτοὶ εἶναι ποὺ δὲν ἐμολύνθησαν μὲ γυναῖκες, εἶναι δηλαδὴ παρθένοι. Αὐτοὶ εἶναι ποὺ ἀκολουθοῦν τὸ Ἀρνίον ὅπου πηγαίνει. Ἐξαγοράσθηκαν ἀπὸ τὴν ἀνθρωπότητα σὰν πρωτογεννήματα διὰ τὸν Θεὸν καὶ διὰ τὸ Ἀρνίον,
5 καὶ δὲν εὑρέθηκε ψεῦδος εἰς τὸ στόμα τους, διότι εἶναι ἄμεμπτοι.

Ἡ ὅρασις τῶν τριῶν ἀγγέλων

6 Ὕστερα εἶδα ἄλλον ἄγγελον νὰ πετᾷ εἰς τὸ μέσον τοῦ οὐρανοῦ, ὁ ὁποῖος εἶχε ἕνα αἰώνιον χαρμόσυνον ἄγγελμα νὰ κηρύξῃ εἰς τοὺς κατοίκους τῆς γῆς, εἰς κάθε ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, καὶ ἔλεγε μὲ φωνὴν δυνατήν,
7 «Φοβηθῆτε τὸν Θεὸν καὶ δοξάστε τον, διότι ἦλθε ἡ ὥρα νὰ κάνῃ κρίσιν· προσκυνῆστε ἐκεῖνον ποὺ δημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὰς πηγὰς τῶν νερῶν».
8 Καὶ ἄλλος ἄγγελος, δεύτερος, ἀκολούθησε καὶ ἔλεγε, «Ἔπεσε, ἔπεσε ἡ Βαβυλὼν ἡ μεγάλη, ἡ ὁποία ἔκανε ὅλα τὰ ἔθνη νὰ πιοῦν ἀπὸ τὸ κρασὶ τοῦ πάθους τῆς πορνείας της».
9 Καὶ ἄλλος ἄγγελος, τρίτος, τοὺς ἀκολούθησε καὶ ἔλεγε μὲ φωνὴν δυνατήν, «Ὅποιος προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα του καὶ ἔχει τὸ σημάδι χαραγμένο εἰς τὸ μέτωπόν του ἢ εἰς τὸ χέρι του,
10 θὰ πιῇ καὶ αὐτὸς ἀπὸ τὸ κρασὶ τοῦ θυμοῦ τοῦ Θεοῦ πού, ἀνόθευτο, περιέχεται εἰς τὸ ποτήρι τῆς ὀργῆς του, καὶ νὰ βασανισθῇ μὲ φωτιὰ καὶ θειάφι ἐμπρὸς εἰς τοὺς ἁγίους ἀγγέλους καὶ ἐμπρὸς εἰς τὸ Ἀρνίον.
11 Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ των θὰ ἀνεβαίνῃ εἰς αἰῶνας αἰώνων καὶ δὲν θὰ ἔχουν ἀνάπαυσιν ἡμέραν καὶ νύχτα ὅσοι προσκυνοῦν τὸ θηρίον καὶ τὴν εἰκόνα του καὶ ὅποιος ἔχει τὸ χαραγμένο σημάδι τοῦ ὀνόματός του».
12 Ἐδῶ θὰ φανῇ ἡ ὑπομονὴ τῶν ἁγίων οἱ ὁποῖοι τηροῦν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν εἰς τὸν Ἰησοῦν.
13 Καὶ ἄκουσα φωνὴν ἀπὸ τὸν οὐρανὸν νὰ λέγῃ, «Γράψε: Μακάριοι εἶναι εἰς τὸ ἑξῆς οἱ νεκροὶ ποὺ πεθαίνουν ἐν Κυρίῳ. Ναί», λέγει τὸ Πνεῦμα, «διὰ νὰ ἀναπαυθοῦν ἀπὸ τοὺς κόπους των, διότι τὰ ἔργα των τοὺς ἀκολουθοῦν».

Ὁ θερισμὸς καὶ ὁ τρυγητὸς τοῦ κόσμου

14 Τότε, καθὼς ἐκύτταζα, ἰδού, ἕνα σύννεφο λευκὸ καὶ εἰς τὸ σύννεφο καθότανε κάποιος ὅμοιος μὲ υἱὸν ἀνθρώπου, ποὺ εἶχε εἰς τὸ κεφάλι του στεφάνι χρυσὸ καὶ εἰς τὸ χέρι του δρεπάνι κοφτερό.
15 Καὶ ἐβγῆκε ἄλλος ἄγγελος ἀπὸ τὸν ναὸν καὶ ἐφώναξε μὲ δυνατὴν φωνὴν εἰς ἐκεῖνον ποὺ καθότανε ἐπάνω εἰς τὸ σύννεφο, «Στεῖλε τὸ δρεπάνι σου καὶ θέρισε, διότι ἦλθε ἡ ὥρα νὰ θερίσῃς· ἡ συγκομιδὴ τῆς γῆς ἔχει ὡριμάσει».
16 Καὶ ἐκεῖνος ποὺ καθότανε εἰς τὸ σύννεφο ἔρριξε τὸ δρεπάνι του εἰς τὴν γῆν καὶ ἐθέρισε ἡ γῆ.
17 Ὕστερα ἐβγῆκε ἄλλος ἄγγελος ἀπὸ τὸν ναὸν τοῦ οὐρανοῦ καὶ εἶχε καὶ αὐτὸς δρεπάνι κοφτερό.
18 Ἐβγῆκε καὶ ἄλλος ἄγγελος ἀπὸ τὸ θυσιαστήριον ὁ ὁποῖος εἶχε ἐξουσίαν ἐπὶ τῆς φωτιᾶς, καὶ ἐφώναξε μὲ φωνὴν δυνατὴ εἰς ἐκεῖνον ποὺ εἶχε τὸ δρεπάνι τὸ κοφτερὸ καὶ τοῦ εἶπε, «Στεῖλε τὸ δρεπάνι σου τὸ κοφτερὸ καὶ τρύγησε τὰ σταφύλια τοῦ ἀμπελιοῦ τῆς γῆς, διότι ὡρίμασαν τὰ σταφύλια της».
19 Καὶ ἔρριξε ὁ ἄγγελος τὸ δρεπάνι του εἰς τὴν γῆν καὶ ἐτρύγησε τὰ σταφύλια της καὶ τὰ ἔβαλε εἰς τὸ μεγάλο πατητῆρι τοῦ θυμοῦ τοῦ Θεοῦ.
20 Καὶ ἐπατήθηκε τὸ πατητῆρι ἔξω ἀπὸ τὴν πόλιν καὶ ἔρρευσε αἷμα ἀπὸ τὸ πατητῆρι εἰς ὕψος ἕως τὰ χαλινάρια τῶν ἵππων καὶ εἰς ἔκτασιν χιλίων ἑξακοσίων σταδίων.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΑΩΑΝΝΟΥ ΙΕ’

Ἡ ὅρασις τῶν ἑπτὰ φιαλῶν καὶ τῶν ἑπτὰ πληγῶν

1 Ὕστερα εἶδα ἄλλο σημεῖον εἰς τὸν οὐρανόν, μεγάλο καὶ θαυμαστό: ἑπτὰ ἀγγέλους, οἱ ὁποῖοι εἶχαν τὰς ἑπτὰ πληγὰς τὰς τελευταίας, διότι μὲ αὐτὰς συμπληρώνεται ὁ θυμὸς τοῦ Θεοῦ.
2 Καὶ εἶδα σὰν μία θάλασσαν γυάλινη ἀνακατεμμένη μὲ φωτιά, καὶ ἐκείνους ποὺ ἐνίκησαν τὸ θηρίον καὶ τὴν εἰκόνα του καὶ τὸν ἀριθμὸν τοῦ ὀνόματός του, νὰ στέκωνται εἰς τὴν γυάλινη θάλασσα μὲ κιθάρες τοῦ Θεοῦ.
3 Καὶ ἔψαλλαν τὸ ἆσμα τοῦ Μωϋσέως, τοῦ δούλου τοῦ Θεοῦ, καὶ τὸ ἆσμα τοῦ Ἀρνίου καὶ ἔλεγαν, «Μεγάλα καὶ θαυμαστὰ εἶναι τὰ ἔργα σου, Κύριε Θεὲ Παντοκράτορ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, βασιλεῦ τῶν ἐθνῶν.
4 Ποιός δὲν θὰ φοβηθῇ, Κύριε, καὶ δὲν θὰ δοξάσῃ τὸ ὄνομά σου; Διότι σὺ μόνος εἶσαι ὅσιος. Ὅλα τὰ ἔθνη θὰ ἔλθουν νὰ προσκυνήσουν ἐνώπιόν σου, διότι φανερώθηκαν αἱ δίκαιαι πράξεις σου».
5 Ὕστερα ἀπὸ αὐτά, ἐκύτταξα καὶ ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου εἰς τὸν οὐρανόν, ἄνοιξε,
6 καὶ ἐβγῆκαν ἀπὸ τὸν ναὸν οἱ ἑπτὰ ἄγγελοι ποὺ εἶχαν τὰς ἑπτὰ πληγάς, ντυμένοι μὲ καθαρὸ λινὸ ποὺ ἔλαμπε, καὶ εἶχαν τὰ στήθη τους ζωσμένα μὲ ζῶνες χρυσές.
7 Καὶ ἕνα ἀπὸ τὰ τέσσερα ζωντανὰ ὄντα ἔδωκε εἰς τοὺς ἑπτὰ ἀγγέλους ἑπτὰ φιάλες χρυσὲς γεμᾶτες ἀπὸ τὸν θυμὸν τοῦ Θεοῦ ποὺ ζῆ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
8 Καὶ ἐγέμισε ὁ ναὸς μὲ καπνὸν ἀπὸ τὴν δόξαν τοῦ Θεοῦ καὶ τὴν δύναμίν του, ὥστε δὲν μποροῦσε νὰ μπῇ κανεὶς εἰς τὸν ναὸν πρὶν συμπληρωθοῦν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΣΤ’

1 Ὕστερα ἄκουσα δυνατὴν φωνὴν ἀπὸ τὸν ναὸν νὰ λέγῃ εἰς τοὺς ἑπτὰ ἀγγέλους, «Πηγαίνετε καὶ χύσατε τὶς ἑπτὰ φιάλες τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν».
2 Καὶ ἔφυγε ὁ πρῶτος ἄγγελος καὶ ἔχυσε τὴν φιάλην του εἰς τὴν γῆν· τότε ἦλθε μία ἄσχημη καὶ κακοήθης πληγὴ εἰς τοὺς ἀνθρώπους ποὺ εἶχαν τὸ σημάδι τοῦ θηρίου καὶ προσκυνοῦσαν τὴν εἰκόνα του.
3 Ὁ δεύτερος ἄγγελος ἔχυσε τὴν φιάλην του εἰς τὴν θάλασσαν καὶ ἔγινε σὰν αἷμα νεκροῦ ἀνθρώπου, καὶ κάθε ζωντανὸ ὄν εἰς τὴν θάλασσαν ἐπέθανε.
4 Ὁ τρίτος ἄγγελος ἔχυσε τὴν φιάλην του εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν νερῶν καὶ ἔγιναν αἷμα.
5 Καὶ ἄκουσα τὸν ἄγγελον τῶν νερῶν νὰ λέγῃ, «Δίκαιος εἶσαι εἰς τὰς κρίσεις σου, σὺ ὁ Ὅσιος ποὺ ὑπάρχεις καὶ ὑπῆρχες,
6 διότι αἷμα ἁγίων καὶ προφητῶν ἔχυσαν, καὶ αἷμα τοὺς ἔδωκες νὰ πιοῦν· τοὺς ἀξίζει».
7 Καὶ ἄκουσα τὸ θυσιαστήριον νὰ λέγῃ, «Ναί, Κύριε Θεὲ Παντοκράτορ, ἀληθιναὶ καὶ δίκαιαι εἶναι αἱ κρίσεις σου».
8 Ὁ τέταρτος ἄγγελος ἔχυσε τὴν φιάλην του εἰς τὸν ἥλιον καὶ τοῦ ἐπετράπη νὰ κάψῃ τοὺς ἀνθρώπους μὲ τὴν ζέστη.
9 Καὶ ἐκάησαν οἱ ἄνθρωποι ἀπὸ τὴν μεγάλη ζέστη καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ Θεοῦ ποὺ εἶχε ἐξουσίαν εἰς τὰς πληγὰς αὐτάς, καὶ δὲν μετενόησαν νὰ τὸν δοξάσουν.
10 Ὁ πέμπτος ἄγγελος ἔχυσε τὴν φιάλην του εἰς τὸν θρόνον τοῦ θηρίου καὶ ἐσκοτείνιασε τὸ βασίλειόν του· οἱ ἄνθρωποι ἐδάγκωναν τὶς γλῶσσές τους ἀπὸ τὸν πόνον,
11 καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ διὰ τοὺς πόνους των καὶ τὰ ἕλκη των ἀλλὰ δὲν μετενόησαν διὰ τὰς πράξεις των.
12 Ὁ ἕκτος ἄγγελος ἔχυσε τὴν φιάλην του εἰς τὸν ποταμὸν τὸν μεγάλον, τὸν Εὐφράτην· καὶ ἐξεράθησαν τὰ νερά του, διὰ νὰ ἑτοιμασθῇ ὁ δρόμος διὰ τοὺς βασιλεῖς ἀπὸ τὴν Ἀνατολήν.
13 Ὕστερα εἶδα νὰ βγαίνουν ἀπὸ τὸ στόμα τοῦ δράκου, ἀπὸ τὸ στόμα τοῦ θηρίου καὶ ἀπὸ τὸ στόμα τοῦ ψευδοπροφήτου τρία ἀκάθαρτα πνεύματα ποὺ ἦσαν σὰν βάτραχοι.
14 Αὐτὰ εἶναι πνεύματα δαιμονικὰ ποὺ κάνουν σημεῖα, καὶ ἐπῆγαν εἰς τοὺς βασιλεῖς ὅλης τῆς οἰκουμένης διὰ νὰ τοὺς συγκεντρώσουν εἰς τὸν πόλεμον τῆς Ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ Παντοκράτορος.
15 (Ἰδού, ἔρχομαι σὰν κλέφτης· μακάριος ἐκεῖνος ποὺ ἀγρυπνεῖ καὶ ἔχει τὰ ἐνδύματά του, διὰ νὰ μὴ περπατῇ γυμνὸς καὶ βλέπουν τὴν ἀσχημίαν του).
16 Καὶ τοὺς συγκέντρωσαν εἰς τὸν τόπον, ὁ ὁποῖος καλεῖται ἑβραϊστὶ Ἁρμαγεδών.
17 Ὁ ἕβδομος ἄγγελος ἔχυσε τὴν φιάλην του εἰς τὸν ἀέρα καὶ ἐκ τοῦ ναοῦ τοῦ οὐρανοῦ ἐβγῆκε φωνὴ δυνατὴ ἀπὸ τὸν θρόνον, ἡ ὁποία εἶπε, «Ἐτελείωσε».
18 Καὶ ἔγιναν ἀστραπαί, φωναί, βρονταὶ καὶ μεγάλος σεισμός, τέτοιος ποὺ δὲν ἔχει γίνει ποτὲ ἀφ’ ὅτου οἱ ἄνθρωποι ὑπῆρξαν εἰς τὴν γῆν, τόσον μεγάλος ἦτο ὁ σεισμὸς ἐκεῖνος.
19 Καὶ ἡ πόλις ἡ μεγάλη ἐχωρίσθηκε σὲ τρία μέρη καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. Καὶ ἐθυμήθηκε ὁ Θεὸς τὴν Βαβυλῶνα τὴν μεγάλην νὰ τῆς δώσῃ νὰ πιῇ τὸ ποτῆρι μὲ τὸ κρασὶ τῆς μεγάλης ὀργῆς του.
20 Τὰ νησιὰ ἐχάθηκαν καὶ τὰ βουνὰ ἐξαφανίσθηκαν.
21 Καὶ χάλαζα μεγάλη βάρους ἑνὸς περίπου ταλάντου ἔπεφτε ἀπὸ τὸν οὐρανὸν ἐπάνω εἰς τοὺς ἀνθρώπους καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐξ αἰτίας τῆς πληγῆς τῆς χαλάζης, διότι ἦτο πάρα πολὺ μεγάλη ἡ πληγὴ αὐτή.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΖ’

ΚΕΦΑΛΑΙΟΝ 17
Ἡ ὅρασις τῆς Πόρνης καὶ τοῦ Θηρίου

1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾿ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ ὑδάτων πολλῶν,
2 μεθ᾿ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.
3 Καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ τὸ θηρίον τὸ κόκκινον, γέμον ὀνόματα βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4 Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων, καὶ τὰ ἀκάθαρτα τῆς πορνείας τῆς γῆς,
5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
6 καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα.
7 Καὶ εἶπέ μοι ὁ ἄγγελος· διατί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
8 Τὸ θηρίον ὃ εἶδες, ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν· καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν, καὶ οὐκ ἔστι καὶ παρέσται.
9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ὄρη ἑπτά εἰσιν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾿ αὐτῶν,
10 καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἐστιν, ὁ ἄλλος οὔπω ἦλθε, καὶ ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι.
11 Καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12 Καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾿ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.
13 Οὗτοι μίαν γνώμην ἔχουσι, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
14 Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾿ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15 Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι.
16 Καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
17 Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ.
18 Καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΗ’

ΚΕΦΑΛΑΙΟΝ 18
Ἡ πτῶσις τῆς μεγάλης πόλεως

1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ,
2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων· ἔπεσεν, ἔπεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾿ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἵνα ἐκ τῶν πληγῶν αὐτῆς μὴ λάβητε·
5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε, καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.
7 Ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. Ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι κάθημαι καθὼς βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω,
8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς Κύριος Θεὸς ὁ κρίνας αὐτήν.
9 Καὶ κλαύσουσιν αὐτὴν καὶ κόψονται ἐπ᾿ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾿ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν ἐπ᾿ αὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαρίτου, καὶ βυσσίνου καὶ πορφύρας καὶ σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13 καὶ κινάμωμον καὶ ἄμωμον καὶ θυμιάματα, καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ρεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14 Καὶ ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπώλετο ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπῆλθεν ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσεις.
15 Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ᾿ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες,
16 λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
17 Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν,
18 καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19 Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες· οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς· ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 Εὐφραίνου ἐπ᾿ αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς.
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων· οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι, καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24 καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΘ’

ΚΕΦΑΛΑΙΟΝ 19
Νίκη εἰς τὸν οὐρανὸν καὶ ὁ γάμος τοῦ Ἀρνίου

1 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,
2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
3 Καὶ δεύτερον εἴρηκαν· ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
4 Καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῶα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες· ἀμήν, ἀλληλούϊα.
5 Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα· αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων· ἀλληλούϊα· ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.
7 Χαίρωμεν καὶ ἀγαλλιώμεθα καὶ δῶμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
8 Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
9 Καὶ λέγει μοι· γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.
10 Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ ᾿Ιησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.

Ὁ Χριστὸς θριαμβευτής

11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτόν, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ·
12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὀνόματα γεγραμμένα, καὶ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον ἐν αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ.
14 Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
15 Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ρομφαία ὀξεῖα δίστομος, ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ράβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
16 Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.

Ἡ καταστροφὴ τῶν ἐχθρῶν του

17 Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾿ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων.
19 Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
20 Καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾿ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ.
21 Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ρομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Κ’

ΚΕΦΑΛΑΙΟΝ 20
Ὁ Σατανᾶς δένεται διὰ χίλια χρόνια

1 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.
2 Καὶ ἐκράτησε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι Διάβολος καὶ ὁ Σατανᾶς ὁ πλανῶν τὴν οἰκουμένην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,
3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· μετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναι μικρὸν χρόνον.
4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθησαν ἐπ᾿ αὐτούς, καὶ κρῖμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὔτε τὴν εἰκόνα αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον αὐτῶν καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ χίλια ἔτη·
5 καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἕως τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
6 Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾿ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι μετ᾿ αὐτοῦ χίλια ἔτη.

Ὁ Σατανᾶς λύεται. Ἡ τελικὴ νίκη

7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,
8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς αὐτῶν ὡς ἡ ἄμμος τῆς θαλάσσης.
9 Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ καὶ κατέφαγεν αὐτούς·
10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἡ γενικὴ ἀνάστασις καὶ ἡ τελευταία κρίσις

11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ᾿ αὐτῷ, οὗ ἀπὸ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
12 Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἠνοίχθησαν· καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστι τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
13 Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.
14 Καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν.
15 Καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΚΑ’

ΚΕΦΑΛΑΙΟΝ 21
Ὁ νέος Οὐρανὸς καὶ ἡ νέα Γῆ

1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθον, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
2 Καὶ τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης· ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾿ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ᾿ αὐτῶν ἔσται,
4 καὶ ἐξαλείψει ἀπ᾿ αὐτῶν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.
5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· ἰδοὺ καινὰ ποιῶ πάντα. καὶ λέγει μοι· γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσι.
6 Καὶ εἶπέ μοι· γέγονεν. ἐγὼ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. Ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
7 Ὁ νικῶν, ἔσται αὐτῷ ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός.
8 Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ ἐν πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.

Ἡ οὐράνιος ῾Ιερουσαλήμ

9 Καὶ ἦλθεν εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾿ ἐμοῦ λέγων· δεῦρο δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου.
10 Καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπ᾿ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ,
11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν ὀνόματα τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ.
13 Ἀπ᾿ ἀνατολῶν πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς.
14 Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐπ᾿ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15 Καὶ ὁ λαλῶν μετ᾿ ἐμοῦ εἶχε μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς.
16 Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον καὶ τὸ πλάτος. Καὶ ἐμέτρησε τὴν πόλιν ἐν τῷ καλάμῳ ἐπὶ σταδίους δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί.
17 Καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.
18 Καὶ ἦν ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρόν, ὅμοιον ὑάλῳ καθαρῷ.
19 Οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,
20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος.
21 Καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. Καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον.
23 Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον.
24 Καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν,
25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ·
26 καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
27 Καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ὁ ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΚΒ’

ΚΕΦΑΛΑΙΟΝ 22
1 Καὶ ἔδειξέ μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου.
2 Ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 Καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἐπίλογος

6 Καὶ λέγει μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 Καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 Καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ρυπαρὸς ρυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
13 Ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος.
14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ρίζα καὶ τὸ γένος Δαυΐδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· ἔρχου. Καὶ ὁ διψῶν ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. Ἐάν τις ἐπιθῇ ἐπὶ ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ᾿ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα· ναὶ ἔρχομαι ταχύ. ἀμήν, ναὶ ἔρχου, Κύριε Ἰησοῦ.
21 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων· ἀμήν.


ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΖ’

Ἡ ὅρασις τῆς Πόρνης καὶ τοῦ Θηρίου

1 Τότε ἦλθε ἕνας ἀπὸ τοὺς ἑπτὰ ἀγγέλους ποὺ εἶχαν τὶς ἑπτὰ φιάλες καὶ μοῦ εἶπε, «Ἔλα νὰ σοῦ δείξω τὴν καταδίκην τῆς πόρνης τῆς μεγάλης ποὺ κάθεται ἐπάνω σὲ πολλὰ νερά,
2 μὲ τὴν ὁποίαν ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς καὶ ἐμέθυσαν οἱ κάτοικοι τῆς γῆς ἀπὸ τὸ κρασὶ τῆς πορνείας της».
3 Καὶ μὲ ἔφερε ἐν ἐκστάσει εἰς ἔρημον. Καὶ εἶδα γυναῖκα νὰ κάθεται ἐπάνω σὲ θηρίον κόκκινο, τὸ ὁποῖο ἦτο γεμᾶτο ἀπὸ βλάσφημα ὀνόματα καὶ εἶχε ἑπτὰ κεφάλια καὶ δέκα κέρατα.
4 Ἡ γυναῖκα εἶχε ἔνδυμα πορφυρὸν καὶ κόκκινο καὶ ἦτο στολισμένη μὲ χρυσάφι καὶ πολυτίμους λίθους καὶ μαργαριτάρια. Εἰς τὸ χέρι της εἶχε ἕνα ποτῆρι χρυσό, γεμᾶτο ἀπὸ βδελύγματα καὶ ἀπὸ τὰς ἀκαθαρσίας τῆς πορνείας τῆς γῆς,
5 καὶ εὶς τὸ μέτωπόν της ἦτο γραμμένον ἕνα ὄνομα, ἕνα μυστήριον: Ἡ Βαβυλὼν ἡ μεγάλη, ἡ μητέρα τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς».
6 Καὶ εἶδα τὴν γυναῖκα νὰ μεθάῃ ἀπὸ τὸ αἷμα τῶν ἁγίων καὶ ἀπὸ τὸ αἷμα ἐκείνων ποὺ εἶχαν δώσει μαρτυρίαν διὰ τὸν Ἰησοῦν.
7 Ὅταν τὴν εἶδα, ἔμεινα κατάπληκτος. Ἀλλ’ ὁ ἄγγελος μοῦ εἶπε, «Γιατὶ ἐκπλήττεσαι; Ἐγὼ θὰ σοῦ ἐξηγήσω τὸ μυστήριον τῆς γυναίκας καὶ τοῦ θηρίου ποὺ τὴν βαστάζει καὶ ποὺ ἔχει τὰ ἑπτὰ κεφάλια καὶ τὰ δέκα κέρατα.
8 Τὸ θηρίον ποὺ εἶδες ὑπῆρχε καὶ δὲν ὑπάρχει τώρα, ἀλλὰ μέλλει νὰ ἀνεβῇ ἀπὸ τὴν ἄβυσσον καὶ νὰ ὑπάγῃ εἰς τὴν ἀπώλειαν, καὶ οἱ κάτοικοι τῆς γῆς, τῶν ὁποίων τὰ ὀνόματα δὲν ἔχουν γραφῆ εἰς τὸ βιβλίον τῆς ζωῆς, ἀπὸ τὸν καιρὸν τῆς δημιουργίας τοῦ κόσμου, θὰ ἐκπλαγοῦν, ὅταν θὰ βλέπουν τὸ θηρίον, διότι ὑπῆρχε καὶ δὲν ὑπάρχει τώρα, ἀλλὰ θὰ ὑπάρξῃ.
9 Ἐδῶ χρειάζεται ὁ νοῦς ποὺ ἔχει σοφίαν. Τὰ ἑπτὰ κεφάλια εἶναι ἑπτὰ λόφοι, ἐπὶ τῶν ὁποίων κάθεται ἡ γυναῖκα.
10 Παριστάνουν ἐπίσης ἑπτὰ βασιλεῖς· οἱ πέντε ἔπεσαν, ὁ ἕνας ὑπάρχει, ὁ ἄλλος ἀκόμη δὲν ἦλθε καὶ ὅταν ἔλθῃ, ὀλίγον χρόνον πρόκειται νὰ μείνῃ.
11 Ὡς πρὸς τὸ θηρίον, τὸ ὁποῖον ὑπῆρχε καὶ δὲν ὑπάρχει τώρα, αὐτὸς εἶναι ὄγδοος καὶ ὅμως εἶναι ἕνας ἀπὸ τοὺς ἑπτὰ καὶ πηγαίνει εἰς τὴν ἀπώλειαν.
12 Τὰ δέκα κέρατα ποὺ εἶδες εἶναι δέκα βασιλεῖς, οἱ ὁποῖοι δὲν ἐπῆραν ἀκόμη βασιλείαν, ἀλλὰ θὰ πάρουν ἐξουσίαν σὰν βασιλεῖς διὰ μίαν ὥραν μαζὶ μὲ τὸ θηρίον.
13 Αὐτοὶ ἔχουν μίαν γνώμην καὶ θὰ δώσουν τὴν δύναμιν καὶ τὴν ἐξουσίαν των εἰς τὸ θηρίον.
14 Θὰ πολεμήσουν μὲ τὸ Ἀρνίον, ἀλλὰ τὸ Ἀρνίον θὰ τοὺς νικήσῃ, δίοτι εἶναι ὁ Κύριος τῶν κυρίων καὶ ὁ Βασιλεὺς τῶν βασιλέων, καὶ ἐκεῖνοι ποὺ εἶναι μαζί του εἶναι καλεσμένοι καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15 Καὶ συνέχισε, «Τὰ νερὰ ποὺ εἶδες, ὅπου κάθεται ἡ πόρνη, εἶναι λαοὶ καὶ ὄχλοι, ἔθνη καὶ γλῶσσαι.
16 Καὶ τὰ δέκα κέρατα ποὺ εἶδες, αὐτοὶ καὶ τὸ θηρίον θὰ μισήσουν τὴν πόρνην· θὰ τὴν ἐρημώσουν καὶ θὰ τὴν γυμνώσουν· θὰ φάγουν τὶς σάρκες της καὶ θὰ τὴν κάψουν μὲ φωτιά.
17 Διότι ὁ Θεὸς ἔβαλε εἰς τὶς καρδιές τους τὴν ἰδέαν νὰ πραγματοποιήσουν τὸ σχέδιόν του καὶ νὰ ἐνεργήσουν μὲ μίαν γνώμην καὶ νὰ δώσουν τὴν βασιλείαν τους εἰς τὸ θηρίον μέχρις ὅτου πραγματοποιηθοῦν οἱ λόγοι τοῦ Θεοῦ.
18 Καὶ ἡ γυναῖκα ποὺ εἶδες εἶναι ἡ πόλις ἡ μεγάλη, ἡ ὁποία βασιλεύει ἐπάνω εἰς τοὺς βασιλεῖς τῆς γῆς».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΗ’

Ἡ πτῶσις τῆς μεγάλης πόλεως

1 Ὕστερα ἀπὸ αὐτά, εἶδα ἄλλον ἄγγελον νὰ κατεβαίνῃ ἀπὸ τὸν οὐρανόν, μὲ μεγάλην ἐξουσίαν καὶ ἡ γῆ ἐφωτίσθηκε ἀπὸ τὴν λαμπρότητά του,
2 καὶ ἐφώναξε μὲ δυνατὴν φωνὴν καὶ εἶπε, «Ἔπεσε, ἔπεσε ἡ Βαβυλὼν ἡ μεγάλη καὶ ἔγινε κατοικία δαιμονίων, καταφύγιο διὰ κάθε πνεῦμα ἀκάθαρτον, καταφύγιον διὰ κάθε ἀκάθαρτον καὶ μισητὸν ὄρνεον,
3 διότι ὅλα τὰ ἔθνη ἔχουν πιῆ ἀπὸ τὸ κρασὶ τοῦ πάθους τῆς πορνείας της καὶ οἱ βασιλεῖς τῆς γῆς ἐπόρνευσαν μὲ αὐτὴν καὶ οἱ ἔμποροι τῆς γῆς ἐπλούτισαν ἀπὸ τὸν πλοῦτον τῆς χλιδῆς της».
4 Ὕστερα ἄκουσα ἄλλην φωνὴν ἀπὸ τὸν οὐρανὸν νὰ λέγῃ, «Βγὲς ἔξω ἀπ’ αὐτήν, λαέ μου, διὰ νὰ μὴ γίνετε μέτοχοι τῶν ἁμαρτιῶν της καὶ συμμερισθῆτε τὰς πληγάς της·
5 διότι αἱ ἁμαρτίαι της ἔφθασαν ἕως τὸν οὐρανὸν καὶ ἐθυμήθηκε ὁ Θεὸς τὰ ἐγκλήματά της.
6 Νὰ τῆς ἀνταποδώσετε ὅπως καὶ αὐτὴ ἀνταπέδωκε, νὰ τῆς πληρώσετε διπλᾶ σύμφωνα πρὸς τὰ ἔργα της· εἰς τὸ ποτῆρι, ποὺ ἔκανε τὸ δικό της μῖγμα, δῶστε της διπλῆν ποσότητα μίγματος.
7 Ὅσον ἐδόξασε τὸν ἑαυτόν της καὶ παραδόθηκε εἰς ἀκολασίαν, τοσον βασανίστε την καὶ κάμετέ την νὰ πενθήσῃ, ἐπειδὴ μέσα της λέγει, «Κάθομαι σὰν βασίλισσα, δὲν εἶμαι χήρα καὶ δὲν θὰ ἰδῶ πένθος».
8 Γι’ αὐτὸ θὰ ἔλθουν σὲ μιὰ ἡμέρα αἱ πληγαί της, θάνατος, πένθος καὶ πεῖνα, καὶ θὰ καῇ μὲ φωτιὰ, διότι εἶναι ἰσχυρὸς ὁ Κύριος ὁ Θεὸς ποὺ τὴν ἔκρινε.
9 Θὰ τὴν κλάψουν καὶ θὰ τὴν θρηνήσουν οἱ βασιλεῖς τῆς γῆς, ποὺ ἐπόρνευσαν μαζί της καὶ διέπραξαν ἀκολασίες, ὅταν θὰ ἰδοῦν τὸν καπνὸν τῆς φωτιᾶς της·
10 θὰ στέκωνται μακρυὰ ἀπὸ τὸν φόβον τοῦ βασανισμοῦ της καὶ θὰ λέγουν, «Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ δυνατή, σὲ μιὰ ὥρα ἦλθε ἡ καταδίκη σου».
11 Οἱ ἔμποροι τῆς γῆς ἐπίσης θὰ κλάψουν καὶ θὰ πενθήσουν γι’ αὐτήν,
12 διότι τὸ φορτίον τους κανεὶς δὲν θὰ τὸ ἀγοράζῃ πλέον, φορτίον ἀπὸ χρυσάφι καὶ ἀσῆμι, πολύτιμους λίθους καὶ μαργαριτάρια, λινὰ καὶ πορφύραν, μεταξωτὰ καὶ κόκκινα· κάθε ξύλον μυρωδᾶτο καὶ ἀντικείμενο ἐλεφάντινον, καὶ κάθε πρᾶγμα ἀπὸ πολύτιμον ξύλον, χαλκὸν, σίδηρον ἢ μάρμαρον·
13 κινάμωμον καὶ ἄμωμον, θυμιάματα, μύρον καὶ λιβάνι· κρασὶ, λάδι, σιμιγδάλι καὶ σιτάρι, ζῶα καὶ πρόβατα, ἄλογα, ἁμάξια, δούλους καὶ ψυχὰς ἀνθρώπων.
14 «Τὰ φροῦτα ποὺ ἐπιθυμοῦσε ἡ ψυχή σου ἐχάθηκαν ἀπὸ σὲ καὶ ὅλα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἔφυγαν ἀπὸ σὲ καὶ δὲν θὰ τὰ βρεῖς πλέον».
15 Οἱ ἐμπορευόμενοι εἰς ὅλα αὐτὰ τὰ εἴδη, ποὺ ἐπλούτισαν ἀπὸ αὐτήν, θὰ σταθοῦν μακρυὰ ἀπὸ τὸν φόβον τοῦ βασανισμοῦ της, θὰ κλαίουν καὶ θὰ πενθοῦν
16 καὶ θὰ λέγουν, «Ἀλλοίμονον, ἀλλοίμονον, ἡ πόλις ἡ μεγάλη, ποὺ φοροῦσε ἐκλεκτὸν λινὸν καὶ πορφυρὸν καὶ κόκκινον ἔνδυμα, καὶ ἦτο στολισμένη μὲ χρυσάφι καὶ πολύτιμους λίθους καὶ μαργαριτάρια,
17 σὲ μιὰ ὥρα ἐρημώθηκε ὅλος αὐτὸς ὁ πλοῦτος». Ὅλοι οἱ κυβερνῆται πλοίων καὶ θαλασσοπόροι, οἱ ναῦται καὶ ὅσοι ἔμπορεύονται διὰ θαλάσσης ἐστάθηκαν ἀπὸ μακρυὰ καὶ ἐφώναζαν, ὅταν ἔβλεπαν τὸν καπνὸν τῆς φωτιᾶς της,
18 καὶ ἔλεγαν, «Ὑπῆρξε ποτὲ πόλις σὰν τὴν πόλιν τὴν μεγάλην;».
19 Καὶ ἔρριχναν χῶμα εἰς τὰ κεφάλια τους καὶ ἐφώναζαν κλαίοντες καὶ πενθοῦντες, καὶ ἔλεγαν, «Ἀλλοίμονον, ἀλλοίμονον, ἡ πόλις ἡ μεγάλη, εἰς τὴν ὁποίαν ὅλοι ὅσοι εἶχαν πλοῖα εἰς τὴν θάλασσαν ἐπλούτισαν ἀπὸ τὸν πλοῦτόν της.
20 Σὲ μιὰ ὥρα ἐρημώθηκε». Χαρῆτε, οὐρανὲ καὶ σεῖς οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, διότι ὁ Θεὸς σᾶς ἐδικαίωσε διὰ τῆς ἐναντίον της κρίσεως.
21 Καὶ ἕνας ἄγγελος δυνατὸς ἐσήκωσε μιὰ πέτρα, σὰν μιὰ μεγάλη μυλόπετρα καὶ τὴν ἔρριξε εἰς τὴν θάλασσαν καὶ εἶπε, «Ἔτσι μὲ ὁρμὴν θὰ καταπέσῃ ἡ Βαβυλών, ἡ πόλις ἡ μεγάλη, καὶ δὲν θὰ βρεθῇ πλέον.
22 Καὶ φωνὴ κιθαρωδῶν καὶ μουσικῶν, αὐλητῶν καὶ σαλπιγγτῶν δὲν θ’ ἀκουσθῇ πλέον σ’ ἐσέ· καὶ τεχνίτης οἱουδήποτε εἴδους τέχνης δὲν θὰ βρεθῇ πλέον σ’ ἐσὲ καὶ θόρυβος μύλου δὲν θ’ ἀκουσθῇ πλεόν σ’ ἐσέ·
23 φῶς ἀπὸ λυχνάρι δὲν θὰ φέξῃ πλέον σ’ ἐσέ· φωνὴ γαμβροῦ καὶ νύφης δὲν θ’ ἀκουσθῇ πλέον σ’ ἐσέ. Οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς καὶ μὲ τὴν μαγείαν σου ἐπλανήθησαν ὅλα τὰ ἔθνη».
24 Τὸ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθηκε σ’ αὐτὴν καὶ ὅλων ποὺ ἔχουν σφαγῆ εἰς τὴν γῆν».

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΙΘ’

Νίκη εἰς τὸν οὐρανὸν καὶ ὁ γάμος τοῦ Ἀρνίου

1 Ὕστερα ἀπὸ αὐτά, ἄκουσα σὰν φωνὴν δυνατὴν ἀπὸ λαὸν πολὺν εἰς τὸν οὐρανόν, οἱ ὁποῖοι ἔλεγαν, «Ἀλληλούϊα!
2 Ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις εἶναι τοῦ Θεοῦ μας, διότι αἱ κρίσεις του εἶναι ἀληθιναὶ καὶ δίκαιαι. Κατεδίκασε τὴν πόρνην τὴν μεγάλην ἡ ὁποία μὲ τὴν πορνεία της διέφθειρα τὴν γῆν, καὶ ἐκδικήθηκε τὸ αἷμα τῶν δούλων του ἐναντίον της».
3 Καὶ διὰ δευτέραν φορὰν εἶπαν, «Ἀλληλούϊα! Ὁ καπνός της ἀνεβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων».
4 Καὶ ἔπεσαν οἱ εἴκοσι τέσσερις πρεσβύτεροι καὶ τὰ αἴκοσι τέσσερα ζωντανὰ ὄντα καὶ προσκύνησαν τὸν Θεὸν ποὺ ἐκαθότανε εἰς τὸν θρόνον, καὶ ἔλεγαν, «Ἀμήν, ἀλληλούϊα».
5 Καὶ ἀπὸ τὸν θρόνον ἐβγῆκε φωνὴν ποὺ ἔλεγε, «Αἰνεῖτε τὸν Θεόν μας ὅλοι οἱ δοῦλοί του καὶ ἐκεῖνοι ποὺ τὸν φοβοῦνται, μικροὶ καὶ μεγάλοι».
6 Καὶ ἄκουσα σὰν φωνὴν ἀπὸ λαὸν πολὺν καὶ σὰν βοὴν ἀπὸ πολλὰ νερὰ καὶ σὰν βοὴν ἀπὸ δυνατὲς βροντές ποὺ ἔλεγαν, «Ἀλληλούϊα, διότι ἐβασίλευσεν ὁ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ.
7 Ἂς χαίρωμεν καὶ ἂς ἀγαλλώμεθα καὶ ἂς τὸν δοξάζωμεν, διότι ἦλθε ἡ ἡμέρα τοῦ γάμου τοῦ Ἀρνίου καὶ ἡ γυναῖκά του ἔχει ἑτοιμασθῇ· τὴς ἐδόθηκε ἐκλεκτὸν λινὸν ἔνδυμα λαμπρόν, καθαρόν».
8 Τὸ λινὸν δηλοῖ τὰς δικαίας πράξεις τῶν ἁγίων.
9 Τότε ὁ ἄγγελος μοῦ εἶπε, «Γράψε: Μακάριοι οἱ καλεσμένοι εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου». Καὶ πρόσθεσεν, «Αὐτοὶ εἶναι ἀληθινοὶ λόγοι τοῦ Θεοῦ».
10 Καὶ ἔπεσα ἐμπρὸς εἰς τὰ πόδια του νὰ τὸν προσκυνήσω, ἀλλ’ αὐτὸς μοῦ εἶπε, «Πρόσεξε, μή. Εἶμαι δοῦλος σὰν ἐσένα καὶ σὰν τοὺς ἀδελφούς σου ποὺ δίνουν μαρτυρίαν διὰ τὸν Ἰησοῦν. Τὸν Θεὸν νὰ προσκυνήσῃς». Ἡ μαρτυρίαν διὰ τὸν Ἰησοῦν εἶναι τὸ πνεῦμα τῆς προφητείας.

Ὁ Χριστὸς θριαμβευτής

11 Ὕστερα εἶδα τὸν οὐρανὸν ἀνοιχτόν, καὶ ἰδού, ἕνας ἵππος λευκὸς καὶ ὁ ἀναβάτης καλεῖται Πιστὸς καὶ Ἀληθινός· μὲ δικαιοσύνην κρίνει καὶ πολεμεῖ.
12 Τὰ μάτια του ἦσαν σὰν πύρινη φλόγα καὶ εἰς τὸ κεφάλι του ἦσαν στέμματα πολλὰ. Ἐπάνω του ἦτο γραμμένον ἕνα ὄνομα, τὸ ὁποῖο κανεὶς δὲν ξέρει παρὰ αὐτός, καὶ φοροῦσε ἕνα ἔνδυμα βαμμένο εἰς τὸ αἷμα.
13 Τὸ ὄνομα μὲ τὸ ὁποῖον καλεῖται εἶναι ὁ Λόγος τοῦ Θεοῦ·
14 τὰ στρατεύματα τοῦ οὐρανοῦ, μὲ ἔνδυμα λινὸν λευκόν, καθαρόν, τὸν ἀκολουθοῦσαν ἐπάνω σὲ ἵππους λευκούς.
15 Ἀπὸ τὸ στόμα του ἔβγαινε ρομφαία δίστομη κοφτερή, διὰ νὰ πατάξῃ μὲ αὐτὴν τὰ ἔθνη. Αὐτὸς θὰ τοὺς ποιμάνη μὲ ράβδον σιδερένια καὶ θὰ πατήσῃ τὸ πατητῆρι ποὺ βγάζει τὸ κρασὶ τῆς μεγάλης ὀργῆς τοῦ Θεοῦ τοῦ Παντοκράτορος.
16 Ἐπάνω εἰς τὸ ἔνδυμα καὶ εἰς τὸν μηρόν του ἔχει ὄνομα γραμμένον, «Βασιλεὺς τῶν βασιλέων καὶ Κύριος τῶν κυρίων».

Ἡ καταστροφὴ τῶν ἐχθρῶν του

17 Ὕστερα εἶδα ἕνα ἄγγελον νὰ στέκεται εἰς τὸν ἥλιον καὶ ἐφώναξε μὲ φωνὴ δυνατὴν εἰς ὅλα τὰ ὄρνεα ποὺ πετοῦν εἰς τὸ μέσον τοῦ οὐρανοῦ, «Ἐμπρός! συγκεντρωθῆτε εἰς τὸ μεγάλο δεῖπνον τοῦ Θεοῦ,
18 διὰ νὰ φᾶτε σάρκας βασιλέων καὶ στρατηγῶν καὶ πολεμιστῶν καὶ σάρκας ἵππων καὶ τῶν ἀναβατῶν καὶ σάρκας ὅλων τῶν ἀνθρώπων, ἐλεύθερων καὶ δούλων, μικρῶν καὶ μεγάλων».
19 Ὕστερα εἶδα τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματά των συγκεντρωμένα διὰ νὰ κάνουν πόλεμον ἐναντίον τοῦ ἀναβάτου τοῦ ἵππου καὶ τοῦ στρατεύματός του.
20 Καὶ ἐπιάσθηκε τὸ θηρίον καὶ μαζί του ὁ ψευδοπροφήτης ποὺ ἔκανε τὰ θαύματα ἐμπρός του, μὲ τὰ ὁποῖα ἐπλάνησε ἐκείνους ποὺ εἶχαν πάρει τὸ χαραγμένο σημάδι τοῦ θηρίου καὶ προσκυνοῦσαν τὴν εἰκόνα του. Ἐρρίχθηκαν καὶ οἱ δύο ζωντανοὶ εἰς τὴν λίμνην τῆς φωτιᾶς ποὺ ἔκαιε μὲ θειάφι.
21 Οἱ λοιποὶ ἐφονεύθησαν μὲ τὴν ρομφαίαν τοῦ ἀναβάτου τοῦ ἵππου, ποὺ ἔβγαινε ἀπὸ τὸ στόμα του, καὶ ὅλα τὰ ὄρνεα ἐχόρτασαν ἀπὸ τὰς σάρκας των.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ Κ’

Ὁ Σατανᾶς δένεται διὰ χίλια χρόνια

1 Ὕστερα εἶδα ἄγγελον νὰ κατεβαίνῃ ἀπὸ τὸν οὐρανόν, ὁ ὁποῖος εἶχε τὸ κλειδὶ τῆς ἀβύσσου καὶ μιὰ μεγάλη ἁλυσίδα εἰς τὸ χέρι του.
2 Καὶ ἔπιασε τὸν δράκον, τὸ φίδι τὸ ἀρχαῖον, ποὺ εἶναι ὁ Διάβολος καὶ ὁ Σατανᾶς,
3 καὶ τὸν ἔδεσε διὰ χίλια χρόνια, καὶ τὸν ἔρριξε εἰς τὴν ἄβυσσον, τὴν ὁποίαν ἔκλεισε καὶ ἐσφράγισε ἀπὸ πάνω του, διὰ νὰ μὴ πλανᾷ πλέον τὰ ἔθνη, ἕως ὅτου συμπληρωθοῦν τὰ χίλια χρόνια. Ἔπειτα πρέπει νὰ λυθῇ διὰ μικρὸν χρόνον.
4 Ὕστερα εἶδα θρόνους καὶ εἰς αὐτοὺς ἐκάθοντο ἐκεῖνοι εἰς τοὺς ὁποίους ἐδόθηκε δικαστικὴ ἐξουσία. Εἶδα ἐπίσης τὰς ψυχὰς ἐκείνων ποὺ εἶχαν ἀποκεφαλισθῆ διὰ τὴν μαρτυρίαν των περὶ τοῦ Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ οἱ ὁποῖοι δὲν εἶχαν προσκυνήσει τὸ θηρίον οὔτε τὴν εἰκόνα του καὶ δὲν εἶχαν λάβει τὸ χαραγμένο σημάδι εἰς τὸ πρόσωπόν τους ἢ τὸ χέρι τους. Αὐτοὶ ἦλθαν πάλι εἰς τὴν ζωὴν καὶ ἐβασίλευσαν μαζὶ μὲ τὸν Χριστὸν χίλια χρόνια.
5 Οἱ ὑπόλοιποι ἀπὸ τοὺς νεκροὺς δὲν ἀνέζησαν πρὶν συμπληρωθοῦν τὰ χίλια χρόνια. Αὐτὴ εἶναι ἡ πρώτη ἀνάστασις.
6 Μακάριος καὶ ἅγιος ἐκεῖνος ποὺ συμμετέχει εἰς τὴν πρώτην ἀνάστασιν. Ὁ δεύτερος θάνατος δὲν ἔχει ἐξουσίαν ἐπάνω τους, ἀλλὰ θὰ εἶναι ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ θὰ βασιλεύσουν μαζί του χίλια χρόνια.

Ὁ Σατανᾶς λύεται. Ἡ τελικὴ νίκη

7 Ὅταν τελειώσουν τὰ χίλια χρόνια, θὰ λυθῇ ὁ Σατανᾶς ἀπὸ τὴν φυλακήν του
8 καὶ θὰ βγῇ διὰ νὰ πλανήσῃ τὰ ἔθνη εἰς τὶς τέσσερις γωνίες τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, καὶ νὰ τοὺς συγκεντρώσῃ εἰς τὸν πόλεμον· εἶναι ἀναρίθμητοι σὰν τὴν ἄμμον τῆς θαλάσσης.
9 Καὶ ἀνέβηκαν εἰς ὅλον τὸ πλάτος τῆς χώρας καὶ περικύκλωσαν τὴν κατασκήνωσιν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἀγαπημένην. Ἀλλὰ κατέβηκε φωτιὰ ἀπὸ τὸν οὐρανὸν ἀπὸ τὸν Θεόν, καὶ τοὺς κατέφαγε·
10 καὶ ὁ διάβολος ποὺ τοὺς πλανᾶ ἐρρίχθηκε εἰς τὴν λίμνην ποὺ εἶχε τὴν φωτιὰ καὶ τὸ θειάφι, ὅπου ἦσαν τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ θὰ βασανισθοῦν ἡμέραν καὶ νύχτα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἡ γενικὴ ἀνάστασις καὶ ἡ τελευταία κρίσις

11 Ὕστερα εἶδα ἕνα μεγάλον θρόνον λευκόν, καὶ ἐκεῖνον ποὺ ἐκαθότανε εἰς αὐτόν, ἀπὸ τοῦ προσώπου τοῦ ὁποίου ἐξαφανίσθηκε ἡ γῆ καὶ ὁ οὐρανὸς χωρὶς νὰ ἀφήσουν ἴχνη.
12 Καὶ εἶδα τοὺς νεκρούς, μεγάλους καὶ μικρούς, νὰ στέκωνται ἐμπρὸς εἰς τὸν θρόνον· καὶ ἀνοίχθηκαν βιβλία. Ὕστερα ἀνοίχθηκε ἄλλο βιβλίον, τὸ ὁποῖον εἶναι τὸ βιβλίον τῆς ζωῆς, καὶ ἐκρίθησαν οἱ νεκροὶ ἀπὸ τὰ γραμμένα εἰς τὰ βιβλία, σύμφωνα πρὸς τὰ ἔργα των.
13 Ἡ θάλασσα ἀπέδωκε τοὺς νεκρούς της καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἀπέδωκαν τοὺς νεκροὺς ποὺ ἐφύλαγαν, καὶ ὅλοι ἐκρίθησαν σύμφωνα πρὸς τὰ ἔργα τους.
14 Τότε ὁ θάνατος καὶ ὁ ᾅδης ἐρρίχθηκαν εἰς τὴν λίμνην τῆς φωτιᾶς.
15 Αὐτὸς εἶναι ὁ δεύτερος θάνατος. Καὶ ὅποιος δὲν εὑρέθηκε γραμμένος εἰς τὸ βιβλίον τῆς ζωῆς, ἐρρίχθηκε εἰς τὴν λίμνην τῆς φωτιᾶς.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΚΑ’

Ὁ νέος Οὐρανὸς καὶ ἡ νέα Γῆ

1 Ὕστερα εἶδα καινούργιον οὐρανὸν καὶ καινούργιαν γῆν, διότι ὁ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἔφυγαν, καὶ ἡ θάλασσα δὲν ὑπάρχει πλέον.
2 Καὶ εἶδα τὴν πόλιν τὴν ἁγίαν, τὴν νέαν Ἱερουσαλήμ, νὰ κατεβαίνῃ ἀπὸ τὸν οὐρανὸν ἀπὸ τὸν Θεόν, ἑτοιμασμένη σὰν νύμφη στολισμένη διὰ τὸν ἄνδρα της.
3 Καὶ ἄκουσα φωνὴν μεγάλην ἀπὸ τὸν οὐρανὸν νὰ λέγῃ, «Ἰδού, ἡ κατοικία τοῦ Θεοῦ εἶναι μεταξὺ τῶν ἀνθρώπων· θὰ κατοικήσῃ μαζί τους καὶ αὐτοὶ θὰ εἶναι λαός του καὶ ὁ ἴδιος ὁ Θεὸς θὰ εἶναι μαζί τους.
4 Θὰ ἐξαλείψῃ ὁ Θεὸς κάθε δάκρυ ἀπὸ τὰ μάτια τους· ὁ θάνατος δὲν θὰ ὑπάρχῃ πλέον, οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος θὰ ὑπάρχει πλέον, διότι τὰ παλαιὰ παρῆλθαν».
5 Τότε ἐκεῖνος ποὺ κάθεται εἰς τὸν θρόνον εἶπε, «Ἰδού, τὰ κάνω ὅλα καινούργια». Καὶ εἰς ἐμὲ εἶπε, «Γράψε το, διότι, αὐτοὶ οἱ λόγοι εἶναι ἀξιόπιστοι καὶ ἀληθινοί».
6 Καὶ προσέθεσε, «Ἐκπληρώθηκαν ὅλα. Ἐγὼ εἶμαι τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. Εἰς ἐκεῖνον ποὺ διψᾶ ἐγὼ θὰ τοῦ δώσω δωρεὰν ἀπὸ τὴν πηγὴν τοῦ νεροῦ τῆς ζωῆς.
7 Αὐτὰ θὰ κληρονομήσῃ ἐκεῖνος ποὺ νικᾶ καὶ ἐγὼ θὰ τοῦ εἶμαι Θεὸς καὶ αὐτὸς θὰ μοῦ εἶναι υἱός.
8 Ἀλλ’ οἱ δειλοί, οἱ ἄπιστοι καὶ οἱ βδελυροί, οἱ φονηάδες, οἱ πόρνοι, οἱ μάγοι, οἱ εἰδωλολάτραι καὶ ὅλοι οἱ ψεῦτες θὰ ἔχουν τὴν θέσιν τους εἰς τὴν λίμνην ποὺ καίεται μὲ φωτιὰ καὶ θειάφι. Αὐτὸς εἶναι ὁ δεύτερος θάνατος».

Ἡ οὐράνιος Ἱερουσαλήμ

9 Ὕστερα ἦλθε ἕνας ἀπὸ τοὺς ἑπτὰ ἀγγέλους, ποὺ εἶχαν τὰς ἑπτὰ φιάλας μὲ τὰς ἑπτὰ τελευταίας πληγάς, καὶ μοῦ μίλησε καὶ εἶπε, «Ἔλα νὰ σοῦ δείξω τὴν νύμφην, τὴν γυναῖκα τοῦ Ἀρνίου».
10 Καὶ μὲ ἔφερε ἐν ἐκστάσει σ’ ἕνα μεγάλο, ψηλὸ βουνό, καὶ μοῦ ἔδειξε τὴν πόλιν τὴν ἁγίαν Ἱερουσαλὴμ νὰ κατεβαίνῃ ἀπὸ τὸν οὐρανὸν ἀπὸ τὸν Θεόν, ἔχουσα τὴν δόξαν τοῦ Θεοῦ.
11 Ἡ λάμψις της ἔμοιαζε μὲ πολυτιμότατον λίθον, σὰν τὸν ἴασπιν λίθον ποὺ λάμπει σὰν κρύσταλλο.
12 Εἶχε μεγάλο καὶ ψηλὸ τεῖχος μὲ δώδεκα πύλας, εἰς τὰς ὁποίας ἦσαν δώδεκα ἄγγελοι· καὶ εἰς τὰς πύλας ἦσαν γραμμένα τὰ ὀνόματα τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ.
13 Πρὸς ἀνατολὰς ὑπῆρχαν τρεῖς πύλαι, πρὸς βορρᾶν τρεῖς πύλαι, πρὸς νότον τρεῖς πύλαι καὶ πρὸς δυσμὰς τρεῖς πύλαι.
14 Τὸ τεῖχος τῆς πόλεως εἶχε δώδεκα θεμελίους λίθους, ἐπὶ τῶν ὁποίων ἦσαν τὰ δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ Ἀρνίου.
15 Καὶ ὁ ἄγγελος ποὺ μιλοῦσε μαζί μου εἶχε ἕνα μέτρον, ἕνα χρυσὸ καλάμι, διὰ νὰ μετρήσῃ τὴν πόλιν, τὰς πύλας της καὶ τὸ τεῖχός της.
16 Καὶ ἡ πόλις εἶναι οἰκοδομημένη τετράγωνη, τὸ μῆκός της ἤτανε ὅσον τὸ πλάτος της. Καὶ ἔμέτρησε τὴν πόλιν μὲ τὸ καλάμι δώδεκα χιλιάδες στάδια. Τὸ μῆκος, τὸ πλάτος καὶ τὸ ὕψος της ἦσαν ἴσα.
17 Ἐμέτρησε ἐπίσης τὸ τεῖχός της, ἑκατὸ σαράντα τέσσερις πήχεις, κατὰ τὸ ἀνθρώπινον μέτρον, τὸ ὁποῖον ἐχρησιμοποιοῦσε ὁ ἄγγελος.
18 Τὸ τεῖχος ἦτο κτισμένο ἀπὸ ἴασπιν καὶ ἡ πόλις ἀπὸ καθαρὸ χρυσάφι, ποὺ ἔλαμπε σὰν καθαρὸ γυαλί.
19 Τὰ θεμέλια τοῦ τείχους ἦσαν στολισμένα μὲ κάθε εἶδος πολυτίμου λίθου. Ὁ πρῶτος θεμέλιος λίθος ἤτανε ἴασπις, ὁ δεύτερος σάπφειρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος,
20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἐνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος.
21 Αἱ δώδεκα πύλαι ἦσαν δώδεκα μαργαριτάρια· κάθε πύλη ἤτανε καμωμένη ἀπὸ ἕνα μαργαριτάρι. Ἡ πλατεῖα τῆς πόλεως ἦτο ἀπὸ καθαρὸ χρυσάφι σὰν γυαλὶ διαυγές.
22 Ναὸν δὲν εἶδα εἰς τὴν πόλιν, διότι ναός της εἶναι ὁ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ καὶ τὸ Ἀρνίον.
23 Καὶ ἡ πόλις δὲν ἔχει ἀνάγκην ἀπὸ τὸν ἥλιον οὔτε ἀπὸ τὴν σελήνην διὰ νὰ τὴν φωτίζουν, διότι ἡ δόξα τοῦ Θεοῦ εἶναι τὸ φῶς της καὶ τὸ λυχνάρι της εἶναι τὸ Ἀρνίον.
24 Μὲ τὸ φῶς της θὰ περπατήσουν τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς θὰ φέρουν τὴν δόξαν καὶ τὴν τιμήν των εἰς αὐτήν.
25 Αἱ πύλαι της δὲν θὰ κλεισθοῦν ποτὲ τὴν ἡμέραν· νύχτα ἐκεῖ δὲν θὰ ὑπάρχῃ.
26 Καὶ θὰ φέρουν εἰς αὐτὴν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν·
27 ἀλλὰ δὲν θὰ μπῇ εἰς αὐτὴν τίποτε τὸ μολυσμένον, οὔτε κανεὶς ποὺ κάνει βδελυκτὰ πράγματα καὶ ψευδῆ, παρὰ μόνον οἱ γραμμένοι εἰς τὸ βιβλίον τῆς ζωῆς τοῦ Ἀρνίου.

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ ΚΒ’

ΚΕΦΑΛΑΙΟΝ 22
1 Καὶ ἔδειξέ μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου.
2 Ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 Καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἐπίλογος

6 Καὶ λέγει μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 Καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 Καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ρυπαρὸς ρυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
13 Ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος.
14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ὁ φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ρίζα καὶ τὸ γένος Δαυΐδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· ἔρχου. Καὶ ὁ διψῶν ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. Ἐάν τις ἐπιθῇ ἐπὶ ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ᾿ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα· ναὶ ἔρχομαι ταχύ. ἀμήν, ναὶ ἔρχου, Κύριε Ἰησοῦ.
21 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων· ἀμήν.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.