ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΙΩΑΝΝΗΝ Κ’
ΚΕΦΑΛΑΙΟΝ 20
Τὸ κενὸν μνῆμα
1 Τὴ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
2 Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
3 Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
4 Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον,
5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
6 Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
8 Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν·
9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
Ὁ ᾿Ιησοῦς Χριστὸς ἐμφανίζεται εἰς τὴν Μαρίαν
10 Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ κλαίουσα ἔξω.
12 Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾿Ιησοῦ.
13 Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; Λέγει αὐτοῖς· ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
14 Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι.
15 Λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, τί κλαίεις; Τίνα ζητεῖς; Ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
16 Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ραββουνί, ὃ λέγεται, διδάσκαλε.
17 Λέγει αὐτῇ ὁ Ἰησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.
18 Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
Ὁ Ἰησοῦς Χριστὸς ἐμφανίζεται εἰς τοὺς ἀποστόλους
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
20 Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.
21 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
22 Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον·
23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
Ὁ Ἰησοῦς Χριστὸς ἐμφανίζεται εἰς τὸν Θωμᾶν
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.
25 Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.
27 Εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.
28 Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου.
29 Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Ὁ σκοπὸς τοῦ παρόντος εὐαγγελίου
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
ΚΕΦΑΛΑΙΟΝ 20
Τὸ κενὸν μνῆμα
1 Ἐνωρὶς τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, ἐνῷ ἤτανε ἀκόμη σκοτάδι, ἡ Μαρία ἡ Μαγδαληνὴ ἦλθε εἰς τὸ μνημεῖον, καὶ εἶδε ὅτι ὁ λίθος εἶχε ἀφαιρεθῆ ἀπὸ τὸ μνῆμα.
2 Τρέχει τότε καὶ ἔρχεται εἰς τὸν Σίμωνα Πέτρον καὶ εἰς τὸν ἄλλον μαθητήν, τὸν ὁποῖον ἀγαποῦσε ὁ Ἰησοῦς, καὶ τοὺς λέγει, «Ἐπῆραν τὸν Κύριον ἀπὸ τὸ μνῆμα καὶ δὲν ξέρομεν ποῦ τὸν ἔβαλαν».
3 Τότε ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς ἔφυγαν καὶ ἐπήγαιναν εἰς τὸ μνῆμα.
4 Ἔτρεχαν δὲ οἱ δύο μαζί· ἀλλ’ ὁ ἄλλος μαθητὴς ἔτρεχε γρηγορώτερα, ἐπέρασε τὸν Πέτρον καὶ ἦλθε πρῶτος εἰς τὸ μνῆμα·
5 ἔσκυψε καὶ βλέπει τὰ σεντόνια νὰ εἶναι ἐκεῖ, ἀλλὰ δὲν ἐμπῆκε μέσα.
6 Ἔρχεται κατόπιν ὁ Σίμων Πέτρος, ὁ ὁποῖος τὸν ἀκολουθοῦσε, καὶ ἐμπῆκε εἰς τὸ μνῆμα καὶ βλέπει τὰ σεντόνια νὰ εἶναι ἐκεῖ,
7 ἀλλὰ τὸ μαντῆλι, ποὺ εἶχε εἰς τὴν κεφαλήν του, δὲν εὑρίσκετο μαζὶ μὲ τὰ σεντόνια ἀλλὰ χωριστά, τυλιγμένο σὲ μιὰ μεριά.
8 Τότε ἐμπῆκε καὶ ὁ ἄλλος μαθητής, ὁ ὁποῖος εἶχε ἔλθει πρῶτος εἰς τὸ μνῆμα, καὶ εἶδε καὶ ἐπίστεψε,
9 – διότι δὲν εἶχαν ἀκόμη ἐννοήσει τὴν γραφὴν ὅτι πρέπει ὁ Ἰησοῦς νὰ ἀναστηθῇ ἐκ νεκρῶν.
Ὁ Ἰησοῦς Χριστὸς ἐμφανίζεται εἰς τὴν Μαρίαν
10 Οἱ μαθηταὶ τότε ἐπῆγαν πάλιν στὸ σπίτι τους.
11 Ἀλλ’ ἡ Μαρία στεκότανε κοντὰ στὸ μνῆμα ἔξω καὶ ἔκλαιε. Ἐνῷ δὲ ἔκλαιε, ἔσκυψε στὸ μνῆμα
12 καὶ βλέπει δύο ἀγγέλους μὲ λευκὰ ἐνδύματα νὰ κάθωνται μέσα, ἕνας πρὸς τὸ μέρος τῆς κεφαλῆς καὶ ἕνας πρὸς τὸ μέρος τῶν ποδιῶν, ὅπου εἶχε τοποθετηθῆ τὸ σῶμα τοῦ Ἰησοῦ.
13 Καὶ τῆς λέγουν ἐκεῖνοι, «Γυναῖκα, γιατὶ κλαῖς;». Αὐτὴ ἀπήντησε, «Διότι ἐπῆραν τὸν Κύριόν μου καὶ δὲν ξέρω ποῦ τὸν ἔβαλαν».
14 Ὅταν εἶπε αὐτὰ, ἔστρεψε πρὸς τὰ πίσω καὶ εἶδε νὰ στέκεται ἐκεῖ ὁ Ἰησοῦς ἀλλὰ δὲν κατάλαβε ὅτι ἦτο αὐτός.
15 Ὁ Ἰησοῦς τῆς λέγει, «Γυναῖκα, γιατὶ κλαῖς; Ποιόν ζητᾶς;». Έκείνη ἐπειδὴ ἐνόμισε ὅτι εἶναι ὁ κηπουρός, τοῦ λέγει, «Κύριε, ἐὰν σὺ τὸν πῆρες, πές μου ποῦ τὸν ἔβαλες καὶ ἐγὼ θὰ τὸν σηκώσω».
16 Ὁ Ἰησοῦς τῆς λέγει, «Μαρία!». Ἐκείνη ἔστρεψε καὶ τοῦ λέγει, «Ραββουνί!» τὸ ὁποῖον σημαίνει: Διδάσκαλε.
17 Λέγει εἰς αὐτήν ὁ Ἰησοῦς, «Μὴ μὲ ἐγγίζῃς, διότι δὲν ἀνέβηκα ἀκόμη εἰς τὸν Πατέρα μου. Πήγαινε ὅμως εἰς τοὺς ἀδελφούς μου καὶ πές τους, «Ἀνεβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα σας καὶ Θεόν μου καὶ Θεόν σας».
18 Ἡ Μαρία ἡ Μαγδαληνὴ ἐπῆγε καὶ ἀνήγγειλε εἰς τοὺς μαθητὰς ὅτι εἶδε τὸν Κύριον καὶ τί τῆς εἶπε.
Ὁ Ἰησοῦς Χριστὸς ἐμφανίζεται εἰς τοὺς ἀποστόλους
19 Κατὰ τὴν ἑσπέραν τῆς ἡμέρας ἐκείνης, τῆς πρώτης τῆς ἑβδομάδος, καὶ ἐνῷ οἱ πόρτες ἦσαν κλειστές, ἐκεῖ ὅπου ἦσαν συγκεντρωμένοι οἱ μαθηταί, διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἦλθε ὁ Ἰησοῦς καὶ στάθηκε εἰς τὸ μέσον καὶ τοὺς λέγει, «Εἰρήνη νὰ εἶναι μαζί σας».
20 Ὅταν εἶπε αὐτό, τοὺς ἔδειξε τὰ χέρια του καὶ τὴν πλευράν του. Οἱ μαθηταὶ ἐχάρησαν διότι εἶδαν τὸν Κύριον.
21 Ὁ Ἰησοῦς τοὺς εἶπε καὶ πάλιν, «Εἰρήνη νὰ εἶναι μαζί σας. Καθὼς ἔστειλε ἐμὲ ὁ Πατέρας καὶ ἐγὼ στέλλω ἐσᾶς».
22 Ὅταν εἶπε αὐτό, ἐφύσησε εἰς τὸ πρόσωπον καὶ τοὺς λέγει, «Λάβετε Πνεῦμα Ἅγιον·
23 ἐὰν συγχωρέσετε τὶς ἁμαρτίες κανενὸς τοῦ εἶναι συγχωρημένες· ἂν κανενὸς δὲν τὶς συγχωρήσετε, θὰ μείνουν ἀσυγχώρητες».
Ὁ Ἰησοῦς Χριστὸς ἐμφανίζεται εἰς τὸν Θωμᾶν
24 Ὁ Θωμᾶς, ἕνας ἀπὸ τοὺς δώδεκα, ὁ ὀνομαζόμενος Δίδυμος, δὲν ἦτο μαζί τους ὅταν ἦλθε ὁ Ἰησοῦς.
25 Τοῦ εἶπαν λοιπὸν οἱ ἄλλοι μαθηταί, «Εἴδαμε τὸν Κύριον». Αὐτὸς δὲ τοὺς εἶπε, «Ἐὰν δὲν ἰδῶ εἰς τὰ χέρια του τὸ σημάδι ἀπὸ τὰ καρφιὰ καὶ δὲν βάλω τὸ δάκτυλό μου εἰς τὸ σημάδι ἀπὸ τὰ καρφιὰ καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν πλευράν του, δὲν θὰ πιστέψω».
26 Ὕστερα ἀπὸ ὀκτὼ ἡμέρες ἦσαν πάλιν μέσα εἰς τὸ σπίτι οἱ μαθηταί του καὶ ὁ Θωμᾶς μαζί τους. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ οἱ πόρτες ἦσαν κλειστές, ἐστάθηκε εἰς τὸ μέσον καὶ εἶπε, «Εἰρήνη νὰ εἶναι μαζί σας».
27 Ἐπειτα λέγει εἰς τὸν Θωμᾶν, «Φέρε τὸ δάκτυλό σου ἐδῶ καὶ κύτταξε τὰ χέρια μου καὶ φέρε τὸ χέρι σου καὶ βάλε το εἰς τὴν πλευράν μου καὶ μὴ γίνεσαι ἄπιστος ἀλλὰ πιστός».
28 Ὁ Θωμᾶς τοῦ ἀπεκρίθη, «Ὁ Κύριός μου καὶ ὁ Θεός μου».
29 Ὁ Ἰησοῦς τοῦ λέγει, «Ἐπειδὴ μὲ εἶδες, ἐπίστεψες. Μακάριοι εἶναι ἐκεῖνοι ποὺ δὲν μὲ εἶδαν καὶ ὅμως ἐπίστεψαν».
Ὁ σκοπὸς τοῦ παρόντος εὐαγγελίου
30 Καὶ ἄλλα πολλὰ θαὐματα ἔκανε ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν του, τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον τοῦτο.
31 Αλλ’ αὐτὰ ἔχουν γραφῆ γιὰ νὰ πιστέψετε ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ πιστεύοντες νὰ ἔχετε ζωὴν εἰς τὸ ὄνομα αὐτοῦ.