(c) OrthodoxAnswers.gr
Παρασκευή , 30 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » ΙΩΑΝ κεφ. ΣΤ’

ΙΩΑΝ κεφ. ΣΤ’

theologos

 ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ Ε’ ΚΕΦΑΛΑΙΟΝ ΣΤ’ κεφ Ζ’


Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 6
Ὁ χορτασμὸς τῶν πέντε χιλιάδων

1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος·
2 καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3 Ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
4 Ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
5 Ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;
6 Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.
7 Ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ.
8 Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου.
9 Ἔστι παιδάριον ἓν ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
10 Εἶπε δὲ ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι.
11 Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
12 Ὡς δέ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
13 Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν.
14 Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.

Ὁ Ἰησοῦς Χριστὸς ἀναχωρεῖ μόνος καὶ περπατεῖ ἐπάνω εἰς τὴν λίμνην

15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
17 καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,
18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
19 Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
20 Ὁ δέ λέγει αὐτοῖς· ἐγώ εἰμι· μὴ φοβεῖσθε.
21 Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

Ὁ ὄχλος ἐπιθυμεῖ νὰ ἰδῇ σημεῖα

22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
23 ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου·
24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοῖα καὶ ἦλθον εἰς Καπερναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.
25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ραββί, πότε ὧδε γέγονας;

Ὁ ἄρτος τῆς ζωῆς

26 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
27 Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός.
28 Εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τά ἔργα τοῦ Θεοῦ;
29 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
30 Εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;
31 Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
32 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
33 Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
34 Εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35 Εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.
36 Ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.
37 Πᾶν ὃ δίδωσί μοι ὁ πατήρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω·
38 ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
39 Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
40 Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ,
42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;
43 Ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ’ ἀλλήλων.
44 Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
45 Ἔστι γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Πᾶς ὁ ἀκούων παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρός με·
46 οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα.
47 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.
48 Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
49 Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον·
50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
51 Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν.
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;
53 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
54 Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
55 Ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις.
56 Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
57 Καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι’ ἐμέ.
58 Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.
59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.

Διστακτικοὶ μαθηταί

60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;
61 Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει;
62 Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
63 Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ρήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.
64 Ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
65 Καὶ ἔλεγε· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου.
66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν.

Ὁ Πέτρος ὁμολογεῖ ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός

67 Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
68 Ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ρήματα ζωῆς αἰωνίου ἔχεις·
69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
70 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.
71 Ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 6
Ὁ χορτασμὸς τῶν πέντε χιλιάδων

1 Ὕστερα ὁ Ἰησοῦς ἔφυγε πέραν ἀπὸ τὴν λίμνην τῆς Γαλιλαίας, δηλαδὴ τῆς Τιβεριάδος.
2 Καὶ τὸν ἀκολουθοῦσε λαὸς πολύς, διότι εἶδαν τὰ θαύματα ποὺ ἔκανε εἰς τοὺς ἀσθενεῖς.
3 Ὁ Ἰησοῦς ἀνέβηκε εἰς τὸ ὄρος καὶ ἐκαθότανε ἐκεῖ μαζί μὲ τοὺς μαθητάς του.
4 Ἐπλησίαζε δὲ τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
5 Ὅταν ὁ Ἰησοῦς ἐσήκωσε τὰ μάτια του καὶ εἶδε ὅτι ἔρχεται πρὸς αὐτὸν πολὺς κόσμος, λέγει εἰς τὸν Φίλιππον, «Ἀπὸ ποῦ θὰ ἀγοράσωμε ψωμιὰ διὰ νὰ φάγουν οἱ ἄνθρωποι αὐτοί;».
6 Αὐτὸ τὸ εἶπε διὰ νὰ τὸν δοκιμάσῃ, διότι αὐτὸς ἤξερε τί ἐπρόκειτο νὰ κάνῃ.
7 Απεκρίθη εἰς αὐτὸν ὁ Φίλιππος, «Διακοσίων δηναρίων ψωμιὰ δὲν ἀρκοῦν εἰς αὐτοὺς γιὰ νὰ πάρῃ ἀπὸ λίγο ὁ καθένας».
8 Λέγει εἰς αὐτὸν ἕνας ἀπὸ τοὺς μαθητάς του, ὁ Ἀνδρέας, ὁ ἀδελφὸς τοῦ Σίμωνος Πέτρου,
9 «Ὑπάρχει ἐδῶ ἕνα παιδὶ ποὺ ἔχει πέντε κριθαρένια ψωμιὰ καὶ δύο ψάρια· ἀλλὰ τί νὰ κάνουν αὐτὰ σὲ τόσους πολλούς;».
10 Ὁ Ἰησοῦς εἶπε, «Βάλτε τοὺς ἀνθρώπους νὰ ξαπλώσουν». Ὑπῆρχε ἐκεῖ πολὺ χορτάρι. Ἐξαπλώθηκαν λοιπὸν οἱ ἄνδρες, οἱ ὁποῖοι ἦσαν περίπου πέντε χιλιάδες.
11 Ἐπῆρε τότε ὁ Ἰησοῦς τὰ ψωμιὰ καὶ ἀφοῦ εὐχαρίστησε τὸν Θεόν, ἐμοίρασε εἰς τοὺς μαθητάς, οἱ δὲ μαθηταὶ εἰς τοὺς ξαπλωμένους· ἐπίσης καὶ ἀπὸ τὰ ψάρια, ὅσο ἤθελαν.
12 Ὅταν ἐχόρτασαν ὅλοι, λέγει εἰς τοὺς μαθητάς του, «Μαζέψετε τὰ κομμάτια ποὺ περίσσεψαν διὰ νὰ μὴ χαθῇ τίποτε».
13 Ἐμάζεψαν λοιπὸν καὶ γέμισαν δώδεκα κοφίνια μὲ κομμάτια ἀπὸ τὰ πέντε κριθαρένια ψωμιὰ ποὺ περίσσεψαν σ’ ἐκείνους ποὺ εἶχαν φάγει.
14 Ὅταν εἶδαν οἱ ἄνθρωποι τὸ θαῦμα ποὺ ἔκανε ὁ Ἰησοῦς, ἔλεγαν, «Αὐτὸς πραγματικὰ εἶναι ὁ προφήτης ποὺ μέλλει νὰ ἔλθῃ εἰς τὸν κόσμον».

Ὁ Ἰησοῦς Χριστὸς ἀναχωρεῖ μόνος καὶ περπατεῖ ἐπάνω εἰς τὴν λίμνην

15 Ὁ Ἰησοῦς, ἐπειδὴ ἀντελήφθη ὅτι ἐπρόκειτο νὰ ἔλθουν καὶ νὰ τὸν ἀρπάξουν, διὰ νὰ τὸν κάνουν βασιλέα, ἔφυγε πάλιν εἰς τὸ ὄρος μόνος.
16 Ὅταν ἐβράδυασε, κατέβηκαν οἱ μαθηταί του εἰς τὴν λίμνην,
17 ἐμπῆκαν εἰς πλοιάριον καὶ ἐπήγαιναν πρὸς τὴν ἀπέναντι ὄχθην τῆς λίμνης εἰς τὴν Καπερναούμ, εἶχε δὲ πιὰ σκοτεινιάσει καὶ ὁ Ἰησοῦς δὲν εἶχε ἔλθει
18 καὶ ἡ λίμνη ἐφούσκωνε, διότι ἔπνεε δυνατὸς ἄνεμος.
19 Ὅταν εἶχαν προχωρήσει περὶ τὰ εἴκοσι πέντε ἢ τριάντα στάδια, βλέπουν τὸν Ἰησοῦν νὰ περπατῇ ἐπάνω εἰς τὴν λίμνην καὶ νὰ πλησιάζῃ εἰς τὸ πλοιάριον καὶ ἐφοβήθηκαν.
20 Ἀλλ’ αὐτὸς τοὺς λέγει, «Ἐγὼ εἶμαι, μὴ φοβᾶσθε».
21 Ἤθελαν τότε νὰ τὸν παραλάβουν εἰς τὸ πλοιάριον καὶ ἀμέσως τὸ πλοιάριον ἔφθασε εἰς τὴν ξηράν, εἰς τὴν ὁποίαν ἐπήγαιναν.

Ὁ ὄχλος ἐπιθυμεῖ νὰ ἰδῇ σημεῖα

22 Τὴν ἄλλην ἡμέραν ὁ κόσμος, ποὺ ἐστέκετο εἰς τὴν ἄλλην ὄχθην τῆς λίμνης, εἶδε ὅτι δὲν ὑπῆρχε ἐκεῖ ἄλλον πλοιάριον παρὰ ἕνα, ἐκεῖνο, εἰς τὸ ὁποῖον ἐμπῆκαν οἱ μαθηταί του, καὶ ὅτι ὁ Ἰησοῦς δὲν εἶχε μπῆ εἰς τὸ πλοιάριον μαζί μὲ τοὺς μαθητάς του ἀλλ’ ὅτι οἱ μαθηταί του εἶχαν ἀναχωρήσει μόνοι.
23 Ἦλθαν ὅμως ἄλλα πλοιάρια ἀπὸ τὴν Τιβεριάδα πλησίον εἰς τὸν τόπον, ὅπου ἔφαγαν ψωμὶ μετὰ τὴν εὐχαριστήριον εὐχήν τοῦ Κυρίου.
24 Ὅταν λοιπὸν ὁ λαὸς εἶδε ὅτι ὁ Ἰησοῦς δὲν ἦτο ἐκεῖ οὔτε οἱ μαθηταί του, ἐμπῆκαν καὶ αὐτοὶ εἰς πλοιάρια καὶ ἦλθαν εἰς τὴν Καπερναοὺμ καὶ ἀναζητοῦσαν τὸν Ἰησοῦν.
25 Καὶ ὅταν τὸν εὑρῆκαν εἰς τὴν ἀπέναντι ὄχθην τῆς λίμνης τοῦ εἶπαν, «Ραββί, πότε ἦλθες ἐδῶ;».

Ὁ ἄρτος τῆς ζωῆς

26 Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, μὲ ζητᾶτε ὄχι διότι εἴδατε θαύματα ἀλλὰ διότι ἐφάγατε ἀπὸ τὰ ψωμιὰ καὶ χορτάσατε.
27 Νὰ ἐργάζεσθε ὄχι διὰ τὴν τροφὴν τὴν φθαρτήν, ἀλλὰ διὰ τὴν τροφὴν, ποὺ μένει εἰς ζωὴν αἰώνιον, τὴν ὁποίαν θὰ σᾶς δώσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Διότι τοῦτον ὁ Πατέρας, ὁ Θεὸς, ἐσφράγισε».
28 Ἐκεῖνοι τοῦ εἶπαν, «Τί πρέπει νὰ κάνωμε διὰ νὰ ἐργαζώμεθα τὰ ἔργα ποὺ ὁ Θεὸς θέλει;».
29 Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Τοῦτο εἶναι τὸ ἔργον ποὺ θέλει ὁ Θεός, νὰ πιστεύετε εἰς αὐτὸν ποὺ ἔστειλε ἐκεῖνος».
30 Τότε τοῦ εἶπαν, «Τί σημεῖον λοιπὸν κάνεις, διὰ νὰ τὸ ἰδοῦμε καὶ νὰ σὲ πιστέψουμε; Ποιό εἶναι τὸ ἔργο ποὺ κάνεις;
31 Οἱ πατέρες μας ἔφαγαν τὸ μάννα εἰς τὴν ἔρημον καθὼς εἶναι γραμμένον, Ἄρτον ἀπὸ τὸν οὐρανὸν τοὺς ἔδωκε νὰ φάγουν».
32 Εἶπε εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, δὲν σᾶς ἔδωκε ὁ Μωϋσῆς τὸν ἄρτον ἀπὸ τὸν οὐρανόν, ἀλλὰ ὁ Πατέρας μου σᾶς δίνει τὸν ἄρτον τὸν ἀληθινὸν ἀπὸ τὸν οὐρανόν.
33 Διότι ὁ ἄρτος τοῦ Θεοῦ εἶναι ἐκεῖνος ποὺ κατεβαίνει ἀπὸ τὸν οὐρανὸν καὶ δίνει ζωὴν εἰς τὸν κόσμον».
34 Ἐκεῖνοι τοῦ εἶπαν, «Κύριε, δός μας πάντοτε τὸν ἄρτον τοῦτον».
35 Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε, «Ἐγὼ εἶμαι ὁ ἄρτος τῆς ζωῆς· ἐκεῖνος ποὺ ἔρχεται σ’ ἐμὲ δὲν θὰ πεινάσῃ καὶ ἐκεῖνος ποὺ πιστεύει σ’ ἐμὲ δὲν θὰ διψάσῃ ποτέ.
36 Ἀλλ’ ὅπως σᾶς εἶπα, ἂν καὶ μὲ εἴδατε, ὅμως δὲν πιστεύετε.
37 Κάθε τι ποὺ μοῦ δίνει ὁ Πατέρας, θὰ ἔλθῃ σ’ ἐμὲ καὶ ἐκεῖνον ποὺ ἔρχεται σ’ ἐμὲ δὲν θὰ τὸν βγάλω ἔξω,
38 διότι κατέβηκα ἀπὸ τὸν οὐρανὸν ὄχι διὰ νὰ κάνω τὸ θέλημα τὸ δικό μου ἀλλὰ τὸ θέλημα ἐκείνου ποὺ μὲ ἔστειλε.
39 Τοῦτο εἶναι τὸ θέλημα τοῦ Πατέρα μου, ὁ ὁποῖος μὲ ἔστειλε, νὰ μὴ χάσω τίποτε ἀπὸ ὅ,τι μοῦ ἔχει δώσει ἀλλὰ νὰ τὸ ἀναστήσω τὴν ἐσχάτην ἡμέραν.
40 Διότι τοῦτο εἶναι τὸ θέλημα ἐκείνου, ποὺ μὲ ἔστειλε: ὁ καθένας, ποὺ βλέπει τὸν Υἱὸν καὶ πιστεύει εἰς αὐτόν, νὰ ἔχῃ ζωὴν αἰώνιον καὶ ἐγὼ θὰ τὸν ἀναστήσω τὴν ἐσχάτην ἡμέραν».
41 Ἐγόγγυζαν τότε οἱ Ἰουδαῖοι ἐναντίον του, διότι εἶπε, «Ἐγὼ εἶμαι ὁ ἄρτος ποὺ κατέβηκε ἀπὸ τὸν οὐρανὸν»
42 καὶ ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσήφ, τοῦ ὁποίου τὸν πατέρα καὶ τὴν μητέρα ἐμεῖς γνωρίζωμεν; Πῶς λοιπὸν λέγει, «Ἔχω κατεβῆ ἀπὸ τὸν οὐρανόν»;
43 Ὁ Ἰησοῦς τότε τοὺς ἀπεκρίθη, «Μὴ γογγύζετε μεταξύ σας.
44 Κανεὶς δὲν μπορεῖ νὰ ἔλθῃ σ’ ἐμὲ, ἐὰν ὁ Πατέρας ποὺ μὲ ἔστειλε δὲν τὸν ἑλκύσῃ, καὶ ἐγὼ θὰ τὸν ἀναστήσω τὴν ἐσχάτην ἡμέραν.
45 Εἶναι γραμμένον εἰς τοὺς προφήτας, Καὶ θὰ εἶναι ὅλοι διδαγμένοι ἀπὸ τὸν Θεόν. Ὅποιος λοιπὸν ἄκουσε ἀπὸ τὸν Πατέρα καὶ ἔμαθε, αὐτὸς ἔρχεται σ’ ἐμέ.
46 Ὄχι ὅτι ἔχει ἰδῆ κανεὶς τὸν Πατέρα, ἀλλὰ μόνον ἐκεῖνος ποὺ εἶναι ἀπὸ τὸν Θεόν, ἐκεῖνος ἔχει ἰδῆ τὸν Πατέρα.
47 Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, ἐκεῖνος ποὺ πιστεύει σ’ ἐμὲ ἔχει ζωὴν αἰώνιον.
48 Ἐγὼ εἶμαι ὁ ἄρτος τῆς ζωῆς.
49 Οἱ πατέρες σας ἔφαγαν τὸ μάννα εἰς τὴν ἔρημον καὶ πέθαναν.
50 Αὐτὸς εἶναι ὁ ἄρτος, ποὺ κατεβαίνει ἀπὸ τὸν οὐρανόν, διὰ νὰ φάγῃ ὁ ἄνθρωπος ἀπὸ αὐτὸν καὶ νὰ μὴ πεθάνῃ.
51 Ἐγὼ εἶμαι ὁ ἄρτος ὁ ζωντανός, ποὺ κατέβηκε ἀπὸ τὸν οὐρανόν· ἐὰν φάγῃ κανεὶς ἀπὸ τὸν ἄρτον αὐτόν, θὰ ζήσῃ αἰωνίως, ὁ ἄρτος δὲ τὸν ὁποῖον ἐγὼ θὰ δώσω, εἶναι ἡ σάρκα μου, τὴν ὁποίαν θὰ δώσω ὑπὲρ τῆς ζωῆς τοῦ κόσμου».
52 Οἱ Ἰουδαῖοι ἐφιλονεικοῦσαν μεταξύ τους καὶ ἔλεγαν, «Πῶς μπορεῖ αὐτὸς νὰ μᾶς δώσῃ νὰ φάγωμεν τὴ σάρκα του;».
53 Τότε ὁ Ἰησοῦς τοὺς εἶπε, «Ἀλήθεια, ἀλήθεια σᾶς λέγω, ἐὰν δὲν φάγετε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ δὲν πιῆτε τὸ αἷμά του, δὲν ἔχετε ζωὴν μέσα σας.
54 Ἐκεῖνος ποὺ τρώγει τὴν σάρκα μου καὶ πίνει τὸ αἷμά μου ἔχει ζωὴν αἰώνιον καὶ ἐγὼ θὰ τὸν ἀναστήσω τὴν ἐσχάτην ἡμέραν.
55 Διότι ἡ σάρκα μου εἶναι ἀληθινὴ τροφὴ καὶ τὸ αἷμά μου ἀληθινὸν ποτόν.
56 Ἐκεῖνος ποὺ τρώγει τὴν σάρκα μου καὶ πίνει τὸ αἷμά μου μένει μέσα μου καὶ ἐγὼ μέσα του.
57 Καθὼς μὲ ἔστειλε ὁ ζωντανὸς Πατέρας καὶ ζῶ ἕνεκα τοῦ Πατέρα, ἔτσι καὶ ἐκεῖνος ποὺ μὲ τρώγει θὰ ζήσῃ ἕνεκα ἐμοῦ.
58 Αὐτὸς εἶναι ὁ ἄρτος, ὁ ὁποῖος κατέβηκε ἀπὸ τὸν οὐρανόν, ὄχι ὅπως τὸ μάννα ποὺ ἔφαγαν οἱ πατέρες σας καὶ πέθαναν· ἐκεῖνος ποὺ τρώγει αὐτὸν τὸν ἄρτον θὰ ζήσῃ αἰωνίως».

Διστακτικοὶ μαθηταί

59 Αὐτὰ εἶπε σὲ συναγωγήν, ὅταν ἐδίδασκε εἰς τὴν Καπερναούμ.
60 Πολλοὶ ἀπὸ τοὺς μαθητάς του, ὅταν τὰ ἄκουσαν, εἶπαν, «Εἶναι σκληρὸς ὁ λόγος αὐτός· ποιός μπορεῖ νὰ τὸν ἀκούῃ;».
61 Ὁ Ἰησοῦς ἤξερε ἐσωτερικῶς ὅτι γογγύζουν γι’ αὐτὸ οἱ μαθηταί του καὶ τοὺς εἶπε,
62 «Αὐτὸ σᾶς κλονίζει; Ἐὰν ἰδῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ ἀνεβαίνῃ ἐκεῖ ὅπου ἦτο προτύτερα, τί θὰ λέγατε;
63 Τὸ πνεῦμα εἶναι ἐκεῖνο ποὺ δίνει ζωήν, ἡ σάρκα δὲν ὠφελεῖ τίποτε. Τὰ λόγια, τὰ ὁποῖα ἐγὼ σᾶς μιλῶ, εἶναι πνεύμα καὶ ζωή.
64 Καὶ ὅμως ὑπάρχουν μερικοὶ ἀπὸ σᾶς ποὺ δὲν πιστεύουν». Διότι ἤξερε ἀπὸ τὴν ἀρχὴ ὁ Ἰησοῦς ποιοὶ εἶναι ἐκεῖνοι ποὺ δὲν πιστεύουν καὶ ποιός εἶναι ἐκεῖνος ποὺ θὰ τὸν παραδώσῃ.
65 Καὶ ἔλεγε, «Διὰ τοῦτο σᾶς εἶπα ὅτι κανεὶς δὲν μπορεῖ νὰ ἔλθῃ σ’ ἐμέ, ἐὰν δὲν εἶναι δοσμένο εἰς αὐτὸν ἀπὸ τὸν Πατέρα μου».
66 Γι’ αὐτὸν τὸν λόγον πολλοὶ ἀπὸ τοὺς μαθητάς του ἔφυγαν καὶ δὲν ἐπήγαιναν πλέον μαζί του.

Ὁ Πέτρος ὁμολογεῖ ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός

67 Εἶπε τότε ὁ Ἰησοῦς εἰς τοὺς δώδεκα, «Μήπως καὶ σεῖς θέλετε νὰ φύγετε;».
68 Ἀπεκρίθη τότε ὁ Σίμων Πέτρος, «Κύριε, σὲ ποιόν νὰ πᾶμε;
69 Ἔχεις λόγια ζωῆς αἰωνίου, καὶ ἐμεῖς ἔχομε πιστέψει καὶ γνωρίσει ὅτι σὺ εἶσαι ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζωντανοῦ».
70 Ἀπεκρίθη εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Δὲν ἐδιάλεξα ἐγὼ ἐσᾶς τοὺς δώδεκα; Καὶ ὅμως ἕνας ἀπὸ σᾶς εἶναι διάβολος».
71 Ἐννοοῦσε τὸν Ἰούδαν, τὸν υἱὸν τοῦ Σίμωνος, τὸν Ἰσκαριώτην, ποὺ ἦτο ἕνας ἀπὸ τοὺς δώδεκα καὶ αὐτὸς θὰ τὸν παρέδιδε.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.