(c) OrthodoxAnswers.gr
Τετάρτη , 28 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » Μρκ. Κεφ. ΙΒ’

Μρκ. Κεφ. ΙΒ’

markos euaggelistis

 ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ ΙΑ’ ΚΕΦΑΛΑΙΟΝ ΙΒ’ κεφ ΙΓ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΒ’

ΚΕΦΑΛΑΙΟΝ 12
Ἡ παραβολὴ τοῦ ἀμπελιοῦ

1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε.
2 Καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.
3 Καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
4 Καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον.
5 Καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
6 Ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.
7 Ἐκεῖνοι δὲ οἱ γεωργοί, θεασάμενοι αὐτὸν ἐρχόμενον, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
8 Καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
9 Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
10 Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. Καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

Περὶ καταβολῆς δασμοῦ εἰς τὸν Καίσαρα

13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.
14 Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. Εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; Δῶμεν ἢ μὴ δῶμεν;
15 Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω·
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον· Καίσαρος.
17 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ.

Περὶ ἀναστάσεως

18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
19 διδάσκαλε, Μωυσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα.
21 Καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς οὐκ ἀφῆκε σπέρμα. Καὶ ὁ τρίτος ὡσαύτως.
22 Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή.
23 Ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;
25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς.
26 Περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωυσέως, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ;
27 Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.

Περὶ τῆς μεγαλυτέρας ἐντολῆς

28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;
29 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Αὕτη πρώτη ἐντολή.
31 Καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.
32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
34 Καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

Ὁ Χριστὸς υἱὸς τοῦ Δαυίδ

35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυὶδ ἐστι;
36 Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
37 Αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

Ποῖοι οἱ γραμματεῖς

38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις.
40 Οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι! Οὗτοι λήψονται περισσότερον κρῖμα.

Ἡ προσφορὰ τῆς χήρας

41 Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον.
42 Καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης.
43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΒ’

ΚΕΦΑΛΑΙΟΝ 12
Ἡ παραβολὴ τοῦ ἀμπελιοῦ

1 Καὶ ἄρχισε νὰ τοὺς μιλῇ μὲ παραβολές, «Ἕνας ἄνθρωπος ἐφύτεψε ἕνα ἀμπέλι, τὸ περιέφραξε, ἔσκαψε στέρνα κάτω ἀπὸ τὸ πατητῆρι καὶ ἔκτισε πύργον. Τὸ ἐνοίκιασε εἰς γεωργοὺς καὶ ἔφυγε εἰς ξένην χώραν.
2 Ὅταν ἦλθε ὁ καιρὸς ἔστειλε εἰς τοὺς γεωργοὺς ἕνα δοῦλον, διὰ νὰ πάρῃ ἀπὸ τοὺς γεωργοὺς τὸ μερίδιόν του ἀπὸ τοὺς καρποὺς τοῦ ἀμπελιοῦ.
3 Αὐτοὶ τὸν ἔπιασαν, τὸν ἔδειραν καὶ τὸν ἔστειλαν πίσω μὲ ἀδειανὰ χέρια.
4 Καὶ πάλιν ἔστειλε εἰς αὐτοὺς ἄλλον δοῦλον, τὸν ὁποῖον ἐλιθοβόλησαν, τὸν ἐτραυμάτισαν εἰς τὸ κεφάλι καὶ τὸν ἀπέστειλαν κακοποιημένον.
5 Ἔστειλε καὶ ἄλλον, τὸν ὁποῖον ἐσκότωσαν, καὶ πολλοὺς ἄλλους, ἐκ τῶν ὁποίων μερικοὺς ἔδειραν καὶ ἄλλους ἐσκότωσαν.
6 Τοῦ ἔμεινε ἀκόμη ἕνας, ὁ υἱός του ὁ ἀγαπητός, τοὺς ἔστειλε καὶ αὐτὸν τελευταῖον καὶ εἶπε, «Θὰ ἐντραποῦν τὸν υἱόν μου».
7 Οἱ γεωργοὶ ὅμως εἶπαν μεταξύ τους, «Αὐτὸς εἶναι ὁ κληρονόμος. Ἐμπρὸς νὰ τὸν σκοτώσουμε καὶ ἡ κληρονομία θὰ εἶναι δική μας».
8 Καὶ ἀφοῦ τὸν συνέλαβαν, τὸν ἐσκότωσαν καὶ τὸν ἔρριξαν ἔξω ἀπὸ τὸ ἀμπέλι.
9 Τί λοιπὸν θὰ κάμῃ ὁ κύριος τοῦ ἀμπελιοῦ; Θὰ ἔλθῃ καὶ θὰ ἐξολοθρεύσῃ τοὺς γεωργοὺς τούτους καὶ θὰ δώσῃ τὸ ἀμπέλι σὲ ἄλλους.
10 Οὔτε τὴν γραφὴν αὐτὴν διαβάσατε: Ὁ λίθος ποὺ ἀπέρριψαν οἱ οἰκοδόμοι, ἔγινε ἀκρογωνιαῖος λίθος·
11 ἀπὸ τὸν Κύριον ἔγινε αὐτὸν καὶ φαίνεται θαυμαστὸν εἰς τὰ μάτια μας;».
12 Ἐζητοῦσαν δὲ νὰ τὸν συλλάβουν διότι ἐννόησαν ὅτι δι’ αὐτοὺς εἶπε τὴν παραβολήν, ἀλλ’ ἐφοβήθησαν τὸν λαόν. Καὶ τὸν ἄφησαν καὶ ἔφυγαν.

Περὶ καταβολῆς δασμοῦ εἰς τὸν Καίσαρα

13 Στέλλουν εἰς αὐτὸν μερικοὺς ἀπὸ τοὺς Φαρισαίους καὶ τοὺς Ἡρωδιανοὺς διὰ νὰ τὸν πιάσουν μὲ λόγια.
14 Αὐτοὶ δὲ ἦλθαν καὶ τοῦ λέγουν, «Διδάσκαλε, ξέρομεν ὅτι εἶσαι ἀληθὴς καὶ δὲν σὲ μέλει γιὰ κανένα, διότι δὲν λαβαίνεις ὑπ’ ὄψιν σου τὸ πρόσωπον τῶν ἀνθρώπων ἀλλὰ διδάσκεις τὸν δρόμον τοῦ Θεοῦ σύμφωνα πρὸς τὴν ἀλήθειαν. Ἐπιτρέπεται νὰ δώσωμεν φόρον εἰς τὸν Καίσαραν ἢ ὄχι; Νὰ δώσωμεν ἢ νὰ μὴ δώσωμεν;».
15 Αὐτὸς, ἐπειδὴ γνώριζε τὴν ὑποκρισίαν τους, τοὺς εἶπε, «Γιατὶ μὲ πειράζετε;Φέρετέ μου ἕνα δηνάριον νὰ ἰδῶ».
16 Ὅταν τοῦ τὸ ἔφεραν, τοὺς λέγει, «Τίνος εἶναι αὐτὴ ἡ εἰκόνα καὶ ἡ ἐπιγραφή;». Ἐκεῖνοι εἶπαν, «Τοῦ Καίσαρος».
17 Καὶ ὁ Ἰησοῦς τοὺς εἶπε, «Δῶστε εἰς τὸν Καίσαρα ὅσα ὀφείλονται εἰς τὸν Καίσαρα καὶ εἰς τὸν Θεὸν ὅσα ὀφείλονται εἰς τὸν Θεόν». Καὶ αὐτοὶ τὸν ἐθαύμασαν.

Περὶ ἀναστάσεως

18 Ἔρχονται εἰς αὐτὸν οἱ Σαδδουκαῖοι, οἱ ὁποῖοι λέγουν ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν, καὶ τοῦ ἔθεσαν τὴν ἑξῆς ἐρώτησιν,
19 «Διδάσκαλε, ὁ Μωϋσῆς μᾶς ἄφησε γραπτὴν ἐντολὴν ὅτι ἐὰν πεθάνῃ ὁ ἀδελφὸς ἑνὸς καὶ ἀφήσῃ γυναῖκα ἀλλὰ δὲν ἀφήσῃ παιδί, νὰ πάρῃ ὁ ἀδελφός του τὴν γυναῖκα διὰ νὰ φέρῃ ἀπογόνους εἰς τὸν ἀδελφόν του.
20 Ὴσαν λοιπὸν ἑπτὰ ἀδελφοί. Καὶ ὁ πρῶτος ἐπῆρε μιὰ γυναῖκα καὶ ὅταν πέθανε δὲν ἄφησε ἀπόγονον.
21 Καὶ ὁ δεύτερος τὴν ἐπῆρε καὶ ἐπέθανε, ἀλλ’ οὔτε καὶ αὐτὸς ἄφησε ἀπόγονον καὶ ὁ τρίτος ὁμοίως.
22 Καὶ οἱ ἑπτὰ τὴν ἐπῆραν καὶ δὲν ἄφησαν ἀπόγονον. Τελευταία ἀπὸ ὅλους ἐπέθανε καὶ ἡ γυναῖκα.
23 Κατὰ τὴν ἀνάστασιν, ὅταν θὰ ἀναστηθοῦν, σὲ ποιὸν ἀπὸ αὐτοὺς θὰ ἀνήκῃ ἡ γυναῖκα; Διότι καὶ οἱ ἑπτὰ τὴν εἶχαν σύζυγον».
24 Ὁ Ἰησοῦς τοὺς ἀπήντησε, «Δὲν εἶναι αὐτὸς ὁ λόγος ποὺ πλανᾶσθε, τὸ ὅτι δὲν γνωρίζετε τὰς γραφὰς οὔτε τὴν δύναμιν τοῦ Θεοῦ;
25 Διότι ὅταν ἀναστηθοῦν ἐκ νεκρῶν, οὔτε νυμφεύονται οὔτε ὑπανδρεύονται, ἀλλὰ εἶναι ὅπως οἱ ἄγγελοι εἰς τοὺς οὐρανούς.
26 Ὅσον ἀφορᾶ δὲ τοὺς νεκροὺς ὅτι θὰ ἀναστηθοῦν, δὲν ἐδιαβάσατε εἰς τὸ βιβλίον τοῦ Μωϋσέως ὅπου γίνεται λόγος περὶ τῆς βάτου, τί εἶπε εἰς αὐτὸν ὁ Θεός, Ἐγὼ εἶμαι ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ ὁ Θεὸς τοὺ Ἰσαὰκ καὶ ὁ Θεὸς τοῦ Ἰακώβ;
27 Δὲν εἶναι Θεὸς νεκρῶν ἀλλὰ ζώντων. Βρίσκεσθε εἰς μεγάλην πλάνην.

Περὶ τῆς μεγαλυτέρας ἐντολῆς

28 Καὶ ἐπλησίασε ἕνας άπὸ τοὺς γραμματεῖς, ὁ ὁποῖος τοὺς ἄκουσε νὰ συζητοῦν καὶ ἐπειδὴ ἐκατάλαβε ὅτι καλὰ ἀπεκρίθη, τὸν ἐρώτησε, «Ποιὰ εἶναι ἡ πρώτη ἀπὸ ὅλας τὰς ἐντολάς;.
29 Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἡ πρώτη ἐντολὴ εἶναι, Ἄκουε, Ἰσραήλ, ὁ Κύριος ὁ Θεός μας εἶναι ἕνας Κύριος.
30 Καὶ νὰ ἀγαπᾷς τὸν Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδιὰ καὶ μὲ ὅλην σου τὴν ψυχὴν καὶ μὲ ὅλην σου τὴν διάνοιαν καὶ μὲ ὅλην σου τὴν δύναμιν.
31 Αὐτὴ εἶναι ἡ πρώτη ἐντολή. Ἡ δεύτερη εἶναι αὐτή, Νὰ ἀγαπᾷς τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου. Δὲν ὑπάρχει ἐντολὴ μεγαλύτερη ἀπὸ αὐτές».
32 Καὶ εἶπε εἰς αὐτὸν ὁ γραμματεύς, «Καλά, Διδάκαλε. Ὀρθὰ εἶπες ὅτι ἕνας Θεὸς ὑπάρχει καὶ δὲν ὑπάρχει ἄλλος ἐκτὸς ἀπὸ αὐτόν,
33 καὶ τὸ νὰ ἀγαπᾶμε αὐτὸν μὲ ὅλην τὴν καρδιὰ καὶ μὲ ὅλην τὴν διάνοιαν καὶ μὲ ὅλην τὴν ψυχὴν καὶ τὸ νὰ ἀγαπᾶμε τὸν πλησίον ὅπως τὸν ἑαυτόν μας, ἀξίζει περισσότερον ἀπὸ ὅλα τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας».
34 Καὶ ὁ Ἰησοῦς, ἐπειδὴ εἶδε ὅτι συνετὰ ἀπεκρίθη, τοῦ εἶπε, «Δὲν εἶσαι μακρυὰ ἀπὸ τὴν βασιλείαν τοῦ Θεοῦ». Καὶ κανεὶς πλέον δὲν ἐτολμοῦσε νὰ τὸν ἐρωτήσῃ.

Ὁ Χριστός υἱὸς τοῦ Δαυΐδ

35 Καὶ ἔλεγε ὁ Ἰησοῦς κατὰ τὴν διδασκαλίαν του εἰς τὸν ναόν, «Πῶς λέγουν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς εἶναι υἱὸς τοῦ Δαυΐδ;
36 Διότι ὁ ἴδιος ὁ Δαυΐδ εἶπε, ἐμπνευσθεὶς ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον, «Εἶπε ὁ Κύριος εἰς τὸν Κύριόν μου, Κάθησε εἰς τὰ δεξιά μου ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου.
37 Ὁ ἴδιος λοιπὸν ὁ Δαυΐδ τὸν λέγει Κύριον, πῶς λοιπὸν εἶναι υἱός του;».

Ποῖοι οἱ γραμματεῖς

38 Πολὺς λαὸς τὸν ἄκουε εὐχάριστα. Καὶ κατὰ τὴν διδασκαλίαν του ἔλεγε, «Προσέχετε ἀπὸ τοὺς γραμματεῖς, εἰς τοὺς ὁποίους ἀρέσει νὰ κυκλοφοροῦν στολισμένοι καὶ ἀγαποῦν τοὺς χαιρετισμοὺς εἰς τὰς ἀγορᾶς
39 καὶ τὰς πρωτοκαθεδρίας εἰς τὰς συναγωγὰς καὶ τὰς πρώτας θέσεις εἰς τὰ δείπνα.
40 Αὐτοὶ ποὺ τρώγουν τὰς περιουσίας τῶν χηρῶν καὶ γιὰ πρόφασι κάνουν μακρὰς προσευχὰς, αὐτοὶ θὰ κατακριθοῦν περισσότερον».

Ἡ προσφορὰ τῆς χήρας

41 Ὅταν ὁ Ἰησοῦς ἐκάθησε ἀπέναντι ἀπὸ τὸ θησαυροφυλάκιον, παρατηροῦσε πῶς ὁ κόσμος ρίχνει χάκλινα νομίσματα εἰς τὸ θησαυροφυλάκιον καὶ πολλοὶ πλούσιοι ἔριχναν πολλά.
42 Ἦλθε καὶ μία χήρα πτωχὴ καὶ ἔρριξε δύο λεπτά, δηλαδὴ ἕνα κοδράντην.
43 Καὶ προσκάλεσε τοὺς μαθητάς του καὶ τοὺς εἶπε, «Ἀλήθεια σᾶς λέγω, ὅτι αὐτὴ ἡ πτωχὴ χήρα ἔρριξε περισσότερον ἀπὸ ὄλους ὅσοι ρίχνουν εἰς τὸ θησαυροφυλάκιον.
44 Διότι ὅλοι ἔρριξαν ἀπὸ τὸ περίσσευμά τους, ἀλλ’ αὐτὴ ἀπὸ τὸ ὑστέρημά της, ὅλα ὅσα εἶχε τὰ ἔρριξε, ὁλόκληρη τὴν περιουσία της».

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.