(c) OrthodoxAnswers.gr
Δευτέρα , 21 Αύγουστος 2017
Ειδοποιήσεις
Αρχική » Μρκ. Κεφ. ΙΔ’

Μρκ. Κεφ. ΙΔ’

markos euaggelistis

 ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ ΙΓ’ ΚΕΦΑΛΑΙΟΝ ΙΔ’ κεφ ΙΕ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ’

ΚΕΦΑΛΑΙΟΝ 14
Συνωμοσία πρὸς θανάτωσιν τοῦ Ἰησοῦ Χριστοῦ

1 Ἣν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2 Ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.

Ὁ Ἰησοῦς μυρώνεται εἰς Βηθανίαν

3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
4 Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5 Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
6 Ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.
7 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 Ὅ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

Ἡ προδοσία τοῦ ᾿Ιούδα

10 Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
11 Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ

Τὸ τελευταῖον δεῖπνον

12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15 Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ.
19 Οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς· μήτι ἐγώ; Καὶ ἄλλος· μήτι ἐγώ;
20 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον.
21 Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.
23 Καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 Καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

Ὁ Ἰησοῦς προλέγει ὅτι θὰ τὸν ἀπαρνηθοῦν οἱ μαθηταί

26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 Ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ.
30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
31 Ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Ὁ Ἰησοῦς Χριστὸς εἰς Γεθσημανῆ

32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
33 Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
34 καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35 Καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα,
36 καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλ᾿ εἴ τι σύ.
37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;
38 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40 Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41 Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! Ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.

Ὁ Ἰησοῦς Χριστὸς συλλαμβάνεται

43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
45 Καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν.
46 Οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
49 καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι.
52 Ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.

Ὁ Ἰησοῦς Χριστὸς δικάζεται ἐνώπιον τοῦ ἀρχιερέως

53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ λέγοντες
58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59 Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;
61 Ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62 Ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 Ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. Καὶ οἱ ὑπηρέται ραπίσμασιν αὐτὸν ἔβαλον.

Ὁ Πέτρος ἀρνεῖται τὸν Ἰησοῦν Χριστόν

66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.
68 Ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε.
69 Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
70 Ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.
71 Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε.
72 Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ρῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.

ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ’

ΚΕΦΑΛΑΙΟΝ 14
Συνωμοσία πρὸς θανάτωσιν τοῦ Ἰησοῦ Χριστοῦ

1 Ὕστερα ἀπὸ δύο ἡμέρες ἦτο ἡ ἑορτὴ τοῦ πάσχα καὶ τῶν ἀζύμων. Καὶ ἐζητοῦσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τρόπον νὰ τὸν συλλάβουν μὲ δόλον καὶ νὰ τὸν σκοτώσουν.
2 Διότι ἔλεγαν νὰ μὴ τὸν συλλάβουν κατὰ τὴν ἑορτήν, μήπως γίνῃ θόρυβος ἐκ μέρους τοῦ λαοῦ.

Ὁ Ἰησοῦς μυρώνεται εἰς Βηθανίαν

3 Καὶ ὅταν ἤτανε εἰς τὴν Βηθανίαν εἰς τὸ σπίτι τοῦ Σίμωνος τοῦ λεπροῦ, ἐνῷ ἐκαθότανε εἰς τὸ τραπέζι, ἦλθε μία γυναῖκα, ἡ ὁποία εἶχε ἕνα δοχεῖον ἀλαβάστρινον μὲ μύρον, κατασκευασμένον ἀπὸ γνήσιον, πολύτιμον νάδρον. Καὶ ἀφοῦ ἔσπασε τὸ ἀλαβάστρινον δοχεῖον, ἔχυσε τὸ μῦρον εἰς τὸ κεφάλι του.
4 Μερικοὶ ἀπὸ τοὺς παρόντας ἀγανάκτησαν μέσα τους καὶ ἔλεγαν, «Γιατὶ ἔγινε ἡ σπατάλη αὐτὴ τοῦ μύρου;
5 Διότι θὰ μποροῦσε αὐτὸ τὸ μύρον νὰ πωληθῇ περισσότερον ἀπὸ τριακόσια δηνάρια καὶ νὰ δοθῇ εἰς τοὺς πτωχούς». Καὶ τὴν ἐπέπλητταν.
6 Ὁ δὲ Ἰησοῦς εἶπε, «Ἀφῆστέ την. Γιατὶ τὴν ἐνοχλεῖτε; Καλὴν πράξιν μοῦ ἔκανε,
7 διότι τοὺς πτωχοὺς ἔχετε πάντοτε μαζί σας καὶ ὅταν θέλετε, μπορεῖτε νὰ τοὺς εὐεργετήσετε. Ἐμὲ ὅμως δὲν μὲ ἔχετε πάντοτε.
8 Ἐκεῖνο ποὺ μποροῦσε αὐτὴ τὸ ἔκαμε. Ἐπρόλαβε νὰ ἀλείψῃ μὲ μῦρον τὸ σῶμά μου διὰ τὸν ἐνραφιασμό μου.
9 Ἀλήθεια σᾶς λέγω, ὅπου καὶ ἄν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὁλόκληρον τὸν κόσμον, θὰ διαλαληθῇ καὶ ἐκεῖνο ποὺ αὐτὴ ἔκανε, εἰς μνήμην της».

Ἡ προδοσία τοῦ Ἰούδα

10 Ὁ Ἰούδας ὁ Ἰσκαριώτης, ἕνας ἀπὸ τοὺς δώδεκα, ἐπῆγε εἰς τοὺς ἀρχιερεῖς διὰ νὰ τοὺς τὸν παραδώσῃ.
11 Αὐτοὶ δέ, ὅταν ἀκουσαν, ἐχάρησαν καὶ τοῦ ὑπεσχέθησαν νὰ τοῦ δώσουν χρήματα. Καὶ αὐτὸς ἐζητοῦσε εὐκαιρίαν νὰ τὸν παραδώσῃ.

Τὸ τελευταῖον δεῖπνο

12 Τὴν πρώην ἡμέραν τῆς ἑορτῆς τῶν ἀζύμων, ὅταν ἐθυσίαζαν τὸν πασχαλινὸν ἀμνόν, τοῦ λέγουν οἱ μαθηταί του, «Ποῦ θέλεις νὰ πᾶμε νὰ ἑτοιμάσωμεν διὰ νὰ φάγῃς τὸ πάσχα;».
13 Καὶ στέλλει δύο ἀπὸ τοὺς μαθητάς του καὶ τοὺς λέγει, «Πηγαίνετε εἰς τὴν πόλιν καὶ θὰ σᾶς συναντήσῃ ἕνας, ποὺ θὰ κρατῆ μία στάμνα νερό. Ἀκολουθῆστέ τον.
14 Καὶ ὅπου αὐτὸς μπῇ νὰ πῆτε εἰς τὸν οἰκοδεσπότην ὅτι ὁ δάσκαλος ἐρωτᾶ, «Ποῦ εἶναι τὸ κατάλυμά μου, ὅπου θὰ φάγω τὸ πάσχα μαζὶ μὲ τοὺς μαθητάς μου;»
15 καὶ αὐτὸς θὰ σᾶς δείξῃ ἕνα μεγάλο ἀνῶγι στρωμένο, ἔτοιμο, ἐκεῖ ἑτοιμάστε μας».
16 Καὶ ἀνεχώρησαν οἱ μαθηταὶ καὶ ἦλθαν εἰς τὴν πόλιν καὶ εὑρῆκαν ὅπως τοὺς εἶπε καὶ ἑτοίμασαν τὸ πάσχα.
17 Καὶ ὅταν ἐβράδυασε, ἔρχεται μαζὶ μὲ τοὺς δώδεκα.
18 Καὶ ἐνῷ ἦσαν καθισμένοι εἰς τὸ τραπέζι καὶ ἔτρωγαν, εἶπε ὁ Ἰησοῦς, «Ἀλήθεια σᾶς λέγω, ὅτι ἕνας ἀπὸ σᾶς θὰ μὲ παραδώσῃ, ἐκεῖνος ποὺ τρώγει μαζί μου».
19 Αὐτοὶ ἄρχισαν νὰ λυποῦνται καὶ νὰ τοῦ λέγουν ὁ καθένας μὲ τὴν σειράν, «Μήπως εἶμαι ἐγώ;». Καὶ ἄλλος, «Μήπως εἶμαι ἐγώ;».
20 Αὐτὸς δὲ τοὺς εἶπε, «Ἕνας ἀπὸ τοὺς δώδεκα ποὺ βουτᾶ τὸ χέρι του μαζί μου εἰς τὸ πιάτο.
21 Καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου πηγαίνει, καθὼς εἶναι γραμμένον γι’ αὐτόν, ἀλλοίμονον ὅμως εἰς τὸν ἄνθρωπον ἐκεῖνον, ἐὰν δὲν εἶχε γεννηθῆ»».
22 Καὶ ἐνῷ ἔτρωγαν, ἔλαβε ὁ Ἰησοῦς ἄρτον, εὐλόγησε, τὸν ἔκοψε καὶ ἔδωκε εἰς αὐτοὺς καὶ εἶπε, «Λάβετε φάγετε· εὐτὸ εἶναι τὸ σῶμά μου».
23 Καὶ ἀφοῦ ἔλαβε τὸ ποτήριον, εὐχαρίστησε τὸν Θεὸν καὶ τοὺς τὸ ἔδωκε καὶ ἤπιαν ἀπὸ αὐτὸ ὅλοι.
24 Καὶ τοὺς εἶπε, «Αὐτὸ εἶναι τὸ αἷμά μου τῆς Νέας Διαθήκης, τὸ ὁποῖον χύνεται ὑπὲρ πολλῶν.
25 Αλήθεια σᾶς λέγω, ὅτι δὲν θὰ πιῶ πλέον ἀπὸ τὸ προϊὸν τῆς ἀμπέλου μέχρι τῆς ἡμέρας ἐκείνης, ποὺ θὰ τὸ πίνω καινούργιο εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
26 Καὶ ἀφοῦ ἔψαλαν ὕμνον, ἐβγῆκαν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Ὁ Ἰησοῦς προλέγει ὅτι θὰ τὸν ἀπαρνηθοῦν οἱ μαθηταί

27 Καὶ τοὺς λέγει ὁ Ἰησοῦς, «Ἡ ἐμπιστοσύνη ὅλων σας σ’ ἐμέ, θὰ κλονισθῇ αὐτὴν τὴν νύχτα διότι εἶναι γραμμένον, θὰ κτυπήσω τὸν ποιμένα καὶ τὰ πρόβατα θὰ διασκορπισθοῦν.
28 Ἀλλὰ μετὰ τὴν ἀνάστασίν μου, θὰ πάω πρὶς ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν».
29 Ὁ Πέτρος τοῦ εἶπε, «Καὶ ἄν ὅλοι κλονισθοῦν, ὄχι ὅμως ἐγώ».
30 Καὶ ὁ Ἰησοῦς τοῦ λέγει, «Ἀλήθεια σοῦ λέγω, ὅτι σὺ σήμερα, αὐτὴν τὴν νύχτα, πρὶν ὁ πετεινὸς λαλήσῃ δύο φορὲς, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές».
31 Ἀλλ’ ὁ Πέτρος ἀκόμη περισσότερον ἔλεγε, «Καὶ ἄν χρειασθῇ νὰ πεθάνω μαζί σου, δὲν θὰ σὲ ἀπαρνηθῶ». Τὸ ἴδιο ἔλεγαν ὄλοι.

Ὁ Ἰησοῦς Χριστὸς εἰς Γεθσημανῆ

32 Καὶ ἔρχονται εἰς ἕνα μέρος ποὺ ἐλέγετο Γεθσημανῆ. Καὶ λέγει εἰς τοὺς μαθητάς του, «Καθῆστε ἐδῶ ἕως ὅτου προσευχηθῶ».
33 Καὶ παίρνει μαζί του τὸν Πέτρον, τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην,
34 καὶ ἄρχισε νὰ λυπᾶται καὶ νὰ ἀγωνιᾷ καὶ τοὺς λέγει, «Εἶναι λυπημένη ἡ ψυχή μου μέχρι θανάτου· μείνατε ἐδῶ καὶ ἀγρυπνεῖτε».
35 Καὶ ἀφοῦ ἐπροχώρησε ὀλίγον, ἔπεσε εἰς τὴν γῆν καὶ προσευχότανε, διὰ νὰ παρέλθῃ ἀπ’ αὐτὸν ἐκείνη ἡ ὥρα ἐὰν ἦτο δυνατόν.
36 Καὶ ἔλεγε, «Ἀββᾶ, Πατέρα, ὅλα σοῦ εἶναι δυνατά· ἀπομάκρυνε ἀπὸ ἐμὲ τὸ ποτῆρι αὐτό· ἀλλ’ ἄς γίνῃ ὄχι ὅ,τι ἐγὼ θέλω ἀλλὰ ὅ,τι σὺ θέλεις».
37 Καὶ ἔρχεται καὶ τοὺς βρίσκει νὰ κοιμοῦνται καὶ λέγει εἰς τὸν Πέτρον. «Σίμων, κοιμᾶσαι; Δὲν μπόρεσες μίαν ὥραν νὰ ἀγρυπνήσῃς;
38 Ἀγρυπνεῖτε καὶ προσεύχεσθε διὰ νὰ μὴν πέσετε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα εἶναι πρόθυμον, ἀλλὰ ἡ σάρκα εἶναι ἀδύνατη».
39 Καὶ πάλιν ἐπῆγε καὶ προσευχήθηκε καὶ εἶπε τὰ ἴδια λόγια.
40 Καὶ ὅταν ἐπέστρεψε, τοὺς εὑρῆκε πάλιν νὰ κοιμοῦνται, διότι τὰ μάτια τους ἦσαν πολὺ κουρασμένα καὶ δὲν ἤξεραν τὶ νὰ τοῦ ἀπαντήσουν.
41 Καὶ ἔρχεται διὰ τρίτην φορὰν καὶ τοὺς λέγει, «Κοιμᾶσθε λοιπὸν καὶ ἀναπαύεσθε. Ἀρκετόν. Ἦλθε ἡ ὥρα· ἰδοὺ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδεται στὰ χέρια ἁμαρτωλῶν.
42 Σηκωθῆτε, ἄς φύγωμεν· νά, ἐπλησίασε ἐκεῖνος ποὺ θὰ μὲ παραδώσῃ».

Ὁ Ἰησοῦς Χριστὸς συλλαμβάνεται

43 Ἀμέσως, ἐνῷ αὐτὸς ἀκόμη μιλοῦσε, ἔρχεται ὁ Ἰούδας, ἕνας ἀπὸ τοὺς δώδεκα, καὶ μαζί του ὄχλος πολὺς μὲ μαχαίρια καὶ ξύλα, ἐκ μέρους τῶν ἀρχιερέων, τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 Ἐκεῖνος ποὺ θὰ τὸν παρέδιδε τοὺς εἶχε δώσει σύνθημα καὶ τοὺς εἶχε πῆ, «Ἐκεῖνον ποὺ θὰ φιλήσω, αὐτὸς εἶναι· συλλάβετέ τον καὶ φέρετέ τον μὲ ἀσφάλειαν».
45 Καὶ ὅταν ἦλθε, ἀμέσως τὸν ἐπλησίασε καὶ τοῦ λέγει, «Ραββί», καὶ τὸν κατεφίλησε.
46 Ἐκεῖνοι ἔβαλαν τὰ χέρια ἐπάνω του καὶ τὸν συνέλαβαν.
47 Ἕνας ἀπὸ ἐκείνους ποὺ παρευρίσκοντο, ἔσυρε τὴν μάχαιραν καὶ ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἔκοψε τὸ αὐτί.
48 Τότε ὁ Ἰησοῦς τοὺς εἶπε, «Ἤλθατε σὰν νὰ ἐπρόκειτο γιὰ κανένα ληστὴν νὰ μὲ συλλάβετε μὲ μαχαίρια καὶ ξύλα;
49 Κἀθε ἡμέρα ἤμουν κοντά σας εἰς τὸν ναὸν καὶ ἐδίδασκα καὶ δὲν μὲ πιάσατε. Ἀλλ’ ἄς ἐκπληρωθοῦν αἱ γραφαί».
50 Καὶ ὅλοι τὸν ἄφησαν καὶ ἔφυγαν.
51 Κάποιος νέος τὸν ἀκολουθοῦσε γυμνός, τυλιγμένος κατάσαρκα μὲ ἕνα σινδόνι καὶ τὸν συνέλαβαν.
52 Ἀλλ’ αὐτὸς ἄφησε τὸ σινδόνι καὶ τοὺς ἔφυγε γυμνός.

Ὁ Ἰησοῦς δικάζεται ἐνώπιον τοῦ ἀρχιερέως

53 Καὶ ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν ἀρχιερέα καὶ μαζεύονται ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 Ὁ Πέτρος τὸν ἀκολούθησε ἀπὸ μακρυὰ ἕως μέσα εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἐκαθότανε μαζὶ μὲ τοὺς ὑπηρέτας καὶ ζεσταινότανε στὴν φωτιά.
55 Οἱ ἀρχιερεῖς καὶ ὁλόκληρον τὸ συνέδριον ἐζητοῦσαν κάποιαν μαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὥστε νὰ τὸν θανατώσουν, ἀλλὰ δὲν εὕρισκαν.
56 Πολλοὶ ψευδομάρτυρες παρουσιάσθησαν ἐναντίον του ἀλλ’ αἱ μαρτυρίαι δὲν ἦσαν σύμφωνοι.
57 Μερικοὶ ἐσηκώθηκαν καὶ ψευδομαρτυροῦσαν ἐναντίον του καὶ ἔλεγαν,
58 «Ἐμεῖς τὸν ἔχομε ἀκούσει νὰ λέγῃ, «Ἐγὼ θὰ γκρεμίσω τὸν ναὸν αὐτὸν τὸν χειροποίητον καὶ σὲ τρεῖς ἡμέρες θὰ ἀνοικοδομήσω ἀλλον ἀχειροποίητον».
59 Ἀλλ’ οὔτε καὶ στὴν περίπτωσιν αὐτὴν ἦτο σύμφωνη ἡ μαρτυρία τους.
60 Τότε ἐσηκώθηκε ὁ ἀρχιερεὺς εἰς τὸ μέσον καὶ ἐρώτησε τὸν Ἰησοῦν, «Δὲν ἀπαντᾶς τίποτε; Διατὶ μαρτυροῦν ἐναντίον σου;».
61 Αὐτὸς ἐσιωποῦσε καὶ δὲν ἀπαντοῦσε τίποτε. Πάλιν ὁ ἀρχιερεὺς τὸν ἐρώτησε, «Σὺ εἶσαι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Εὐλογητοῦ;».
62 Ὁ δὲ Ἰησοῦς εἶπε, «Ἐγὼ εἶμαι· καὶ θὰ ἰδῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ κάθεται εἰς τὰ δεξιὰ τῆς Δυνάμεως καὶ νὰ ἔρχεται ἐπάνω εἰς τὰ σύννεφα τοῦ οὐρανοῦ».
63 Ὁ ἀρχιερεὺς ἔσχισε τὰ ἐνδύματά του καὶ λέγει, «Τὶ ἀνάγκην ἔχομεν ἀπὸ μάρτυρας;
64 Ἀκούσατε τὴν βλασφημίαν. Τί νομίζετε;». Ὅλοι δὲ τὸν κατέκριναν ὅτι εἶναι ἔνοχος θανάτου.
65 Καὶ μερικοὶ ἄρχισαν νὰ τὸν φτύνουν καὶ νὰ σκεπάζουν τὸ πρόσωπόν του καὶ νὰ τὸν κτυποῦν μὲ γροθιὲς καὶ νὰ τοῦ λέγουν, «Προφήτευσε». Καὶ οἱ ὑπηρέται τὸν ἐρράπιζαν.

Ὁ Πέτρος ἀρνεῖται τὸν Ἰησοῦν Χριστόν

66 Ἐνῷ ὁ Πέτρος ἦτο κάτω εἰς τὴν αὐλήν, ἔρχεται μία ἀπὸ τὶς ὑπηρέτριες τοῦ ἀρχιερέως,
67 καὶ ὅταν εἶδε τὸν Πέτρον νὰ ζεσταίνεται, ἀφοῦ τὸν ἐκύτταξε καλά, τοῦ λέγει, «Καὶ σὺ ἤσουνα μαζὶ μὲ τὸν Ναζαρηνόν, τὸν Ἰησοῦν».
68 Αὐτὸς ὅμως ἀρνήθηκε καὶ εἶπε, «Οὔτε ξέρω, οὔτε καταλαβαίνω τὶ λές». Καὶ ἐβγῆκε ἔξω εἰς τὸ προαύλιον καὶ ἕνας πετεινὸς ἐλάλησε.
69 Καὶ ἡ ὑπηρέτρια, ὅταν τὸν εἶδε, ἄρχισε πάλιν νὰ λέγῃ εἰς ἐκείνους ποὺ εὑρίσκοντο ἐκεῖ, «Αὐτὸς εἶναι ἀπὸ αὐτούς».
70 Ἀλλ’ ὁ Πέτρος πάλιν ἀρνήθηκε. Καὶ ὕστερα ἀπὸ λίγο οἱ εὑρισκόμενοι ἐκεῖ πάλιν τοῦ ἔλεγαν, «Ἀλήθεια, εἶσαι ἀπ’ αὐτοὺς, διότι εἶσαι Γαλιλαῖος καὶ ἡ προφορά σου μοιάζει».
71 Ἐκεῖνος δὲ ἄρχισε μὲ κατάρες καὶ ὅρκους νὰ λέγῃ, «Δὲν ξέρω τὸν ἄνθρωπον αὐτόν γιὰ τὸν ὁποῖον μιλᾶτε».
72 Καὶ γιὰ δεύτερη φορὰ ἐλάλησε ὁ πετεινός. Καὶ ἐθυμήθηκε ὁ Πέτρος ὅτι ὁ Ἰησοῦς τοῦ εἶχε πῇ, «Πρὶν λαλήσῃ δυὸ φορὲς ὁ πετεινὸς, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές», καὶ ἄρχισε νὰ κλαίῃ.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.