(c) OrthodoxAnswers.gr
Τρίτη , 20 Νοέμβριος 2018
Ειδοποιήσεις
Αρχική » Μτθ. Κεφ. ΚΑ’

Μτθ. Κεφ. ΚΑ’

ApostolosMattheos03

 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ Κ’ ΚΕΦΑΛΑΙΟΝ ΚΑ’ κεφ ΚΒ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’  ΚΒ’  ΚΓ’  ΚΔ’  ΚΕ’  ΚΣΤ’  ΚΖ’  ΚΗ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ’

ΚΕΦΑΛΑΙΟΝ 21
Ἡ θριαμβευτικὴ εἴσοδος τοῦ ᾿Ιησοῦ εἰς τὰ ῾Ιεροσόλυμα

1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς
2 λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾿ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
3 Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστέλλει αὐτούς.
4 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν διὰ τοῦ προφήτου λέγοντος·
5 εἴπατε τῇ θυγατρὶ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.
6 Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ ᾿Ιησοῦς,
7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
8 Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
9 Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυὶδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
10 Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;
11 οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἔστιν Ἰησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.

Ὁ Ἰησοῦς Χριστὸς ἀποκαθαρίζει τὸν ναόν

12 Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
13 καὶ λέγει αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
14 Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς.
15 Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυὶδ, ἠγανάκτησαν
16 καὶ εἶπον αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.

Ἡ ἄκαρπη συκιά

18 Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασε·
19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾿ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
20 Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
21 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
22 καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε.

Ἡ ἐξουσία τοῦ Ἰησοῦ Χριστοῦ ἀμφισβητεῖται

23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
25 Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο παρ᾿ ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ·
26 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην.
27 Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ἡ παραβολὴ τῶν δύο υἱῶν

28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.
29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε.
30 Καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε.
31 Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; Λέγουσιν αὐτῷ· ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
32 Ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

Ἡ παραβολὴ τοῦ ἀμπελιοῦ

33 Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
34 Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
35 Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
36 Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
37 Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
38 Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
39 Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν.
40 Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
41 Λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
42 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
43 Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς·
44 καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.
45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ’

ΚΕΦΑΛΑΙΟΝ 21
Ἡ θριαμβευτικὴ εἴσοδος τοῦ Ἰησοῦ εἰς τὰ Ἱεροσόλυμα

1 Ὅταν ἐπλησίασαν εἰς τὰ Ἱεροσόλυμα καὶ ἦλθαν εἰς τὴν Βηθφαγῆ, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἔστειλε δύο μαθητάς,
2 καὶ τοὺς εἶπε, «Πηγαίνετε εἰς τὸ ἀπέναντι χωριὸ καὶ ἀμέσως θὰ βρῆτε ὄνον δεμένην καὶ ἕνα πουλάρι μαζί της. Ἀφοῦ τὴν λύσετε, φέρετέ την σὲ ἐμέ.
3 Καὶ ἐὰν κανεὶς σᾶς πῇ τίποτε, πέστε του, «Ὁ Κύριος τὰ ἔχει ἀνάγκην· καὶ ἀμέσως θὰ τὰ στείλῃ».
4 Τοῦτο δὲ ἔγινε γιὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη διὰ τοῦ προφήτου:
5 «Νὰ πῆτε εἰς τὴν θυγατέρα Σιών, Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται πρὸς σὲ ταπεινὰ καὶ καθισμένος ἐπάνω σ’ ἕνα πουλάρι, ποὺ εἶναι γέννημα ἑνὸς ὑποζυγίου ζώου».
6 Οἱ μαθηταί, ἀφοῦ ἐπῆγαν καὶ ἔκαναν ὅπως τοὺς διέταξε ὁ Ἰησοῦς,
7 ἔφεραν τὴν ὄνον καὶ τὸ πουλάρι καὶ ἔβαλαν ἐπάνω εἰς αὐτὰ τὰ ἐνδύματά τους καὶ ἐκάθησε πάνω εἰς αὐτά.
8 Καὶ οἱ περισσότεροι ἄνθρωποι ἔστρωσαν τὰ ἐνδύματά τους εἰς τὸν δρόμον, ἀλλοι δὲ ἔκοβαν κλάδους ἀπὸ τὰ δένδρα καὶ τοὺς ἔστρωναν εἰς τὸν δρόμον.
9 Ὁ κόσμος δὲ ποὺ ἐπήγαινε μπροστὰ καὶ ἀκολουθοῦσε, ἐφώναζε, «Ὠσαννὰ εἰς τὸν Υἱὸν τοῦ Δαυΐδ, Εὐλογημένος ἂς εἶναι ἐκεῖνος, ποὺ ἔρχεται εἰς τὸ ὄνομα τοῦ Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις».
10 Καὶ ὅταν αὐτὸς , ἐμπῆκε εἰς τὰ Ἱεροσόλυμα, ὁλόκληρη ἡ πόλις ἐσείσθηκε καὶ ἔλεγαν, «Ποιὸς εἶναι αὐτός;».
11 Τὰ δὲ πλήθη ἀπαντοῦσαν, «Αὐτὸς εἶναι ὁ προφήτης Ἰησοῦς, ὁ ὁποῖος κατάγεται ἀπὸ τὴν Ναζαρὲτ τῆς Γαλιλαίας».

Ὁ Ἰησοῦς Χριστὸς ἀποκαθαρίζει τὸ ναόν

12 Καὶ ὅταν ἐμπῆκε ὁ Ἰησοῦς εἰς τὸ ναὸν τοῦ Θεοῦ, ἔδιωξε ἔξω ὅλους ἐκείνους, ποὺ ἐπωλοῦσαν καὶ ἀγόραζαν εἰς τὸν ναὸν καὶ ἀναποδογύρισε τὰ τραπέζια τῶν ἀργυραμοιβῶν καὶ τὰ καθίσματα ἐκείνων, ποὺ ἐπωλοῦσαν τὰ περιστέρια.
13 Καὶ τοὺς εἶπε, «Εἶναι γραμμένον, Ὁ οἶκος μου θὰ ὀνομάζεται οἶκος προσευχῆς, σεῖς ὅμως τὸν ἐκάνατε φωληὰ ληστῶν».
14 Καὶ ἦλθαν πρὸς αὐτὸν, εἰς τὸν ναόν, τυφλοὶ καὶ κουτσοὶ καὶ τοὺς ἐθεράπευσε.
15 Ὅταν εἶδαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαύματα τὰ ὁποία ἔκανε, καὶ τὰ παιδιὰ νὰ φωνάζουν εἰς τὸν ναὸν καὶ νὰ λέγουν,
16 «Ὡσαννὰ εἰς τὸν υἱὸν τοῦ Δαυΐδ», ἀγανάκτησαν καὶ τοῦ εἶπαν, «Ἀκοὺς τὶ αὐτοὶ λέγουν;», ὁ δὲ Ἰησοῦς τοὺς λέγει, «Ναί. Ποτὲ δὲν ἐδιαβάσατε, ὅτι Ἀπὸ τὸ στόμα τῶν νηπίων καὶ ἐκείνων ποὺ θηλάζουν ἔκανες τέλειον ὕμνον;».
17 Καὶ ὅταν τοὺς ἄφησε, ἐβγῆκε ἀπὸ τὴν πόλιν εἰς τὴν Βηθανίαν καὶ ἐκεῖ διανυκτέρευσε.

Ἡ ἄκαρπη συκιά

18 Τὸ πρωί, ὅταν ἐπέστρεψε στὴν πόλη, ἐπείνασε. Καὶ ὅταν εἶδε μία συκιὰ εἰς τὸν δρόμον,
19 ἦλθε πλησίον της ἀλλὰ δὲν εὑρῆκε εἰς αὐτὴν παρὰ μόνον φύλλα, καὶ τῆς λέγει, «Ποτὲ πλέον νὰ μὴ γίνῃ καρπὸς ἀπὸ σέ».
20 Καὶ ξεράθηκε ἀμέσως ἡ συκιά. Καὶ ὅταν εἶδαν οἱ μαθηταί, ἐθαύμασαν καὶ ἔλεγαν, «Πῶς ἀμέσως ἐξεράθηκε ἡ συκιά;».
21 Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Ἀλήθεια σᾶς λέγω, ἐὰν ἔχετε πίστιν καὶ δὲν ἀμφιβάλλετε, ὄχι μόνο τὸ θαῦμα τῆς συκιᾶς θὰ κάνετε, ἀλλὰ καὶ ἂν πῆτε εἰς τὸ βουνὸ τοῦτο, «Σήκω καὶ πήγαινε εἰς τὴν θάλασσαν», θὰ γίνῃ.
22 Καὶ ὅλα, ὅσα ζητήσετε εἰς τὴν προσευχήν, ἐὰν πιστεύετε, θὰ τα λάβετε».

Ἡ ἐξουσία τοῦ Ἰησοῦ Χριστοῦ ἀμφισβητεῖται

23 Καὶ ὅταν ἦλθε εἰς τὸν ναόν, τὸν ἐπλησίασαν, ἐνῷ ἐδίδασκε, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, καὶ τοῦ εἶπαν, «Μὲ ποιὰν ἐξουσίαν κάνεις αὐτά, καὶ ποιὸς σοῦ ἔδωκε τὴν ἐξουσίαν αὐτήν;».
24 Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Θὰ σᾶς κάνω καὶ ἐγὼ μίαν ἐρώτησιν, καὶ ἐὰν μοῦ ἀπαντήσετε, θὰ σᾶς πῶ καὶ ἐγὼ μὲ ποιὰν ἐξουσία κάνω αὐτά.
25 Τὸ βάπτισμα τοῦ Ἰωάννου ἀπὸ ποῦ ἦτο; Ἀπὸ τὸν οὐρανὸν ἢ ἀπὸ τοὺς ἀνθρώπους;». Αὐτοὶ συζητοῦσαν μεταξύ τους καὶ ἔλεγαν, «Ἐὰν ποῦμε, Ἀπὸ τὸν οὐρανόν, θὰ μᾶς πεῖ, Γιατὶ λοιπὸν δὲν ἐπιστέψατε σὲ αὐτόν;
26 Ἐὰν δὲ ποῦμε, ἀπὸ τοὺς ἀνθρώπους, φοβούμεθα τὸν λαό, διότι ὅλοι ἔχουν τὸν Ἰωάννην γιὰ προφήτην».
27 Καὶ ἀπεκρίθησαν εἰς τὸν Ἰησοῦν, «Δὲν γνωρίζομεν». Καὶ αὐτὸς τοὺς εἶπε, «Οὔτε καὶ ἐγὼ σᾶς λέγω μὲ ποιὰν ἐξουσίαν κάνω αὐτά».

Ἡ παραβολὴ τῶν δύο υἱῶν

28 «Ἀλλὰ τὶ νομίζετε περὶ τούτου; Ἕνας ἄνθρωπος εἶχε δύο παιδιά, καὶ ἐπῆγε στὸ πρῶτο καὶ εἶπε, «Παιδί μου, πήγαινε σήμερα νὰ ἐργασθῇς στὸ ἀμπέλι».
29 Αὐτὸς δὲ ἀπεκρίθη, «Δὲν θέλω». Ἀλλὰ ὑστερα μετανόησε καὶ ἐπῆγε.
30 Καὶ ἐπῆγε εἰς τὸν δεύτερον καὶ τοῦ εἶπε τὰ ἴδια. Αὐτὸς δὲ ἀπεκρίθη, «Μάλιστα, κύριε», ἀλλὰ δὲν ἐπῆγε.
31 Ποιὸς λοιπὸν ἀπὸ τοὺς δύο ἔκανε τὸ θέλημα τοῦ πατέρα του;». Λέγουν εἰς αὐτὸν, «Ὁ πρῶτος». Ὁ δὲ Ἰησοῦς τοὺς λέγει, «Ἀλήθεια σᾶς λέγω, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι πηγαίνουν πρὶν ἀπὸ σᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
32 Διότι ἦλθε ὁ Ἰωάννης σ’ ἐσᾶς καὶ ἐβάδιζε τὸν δρόμον τῆς δικαιοσύνης ἀλλὰ δὲν τὸν ἐπιστέψατε, οἱ τελῶνες ὅμως καὶ αἱ πόρναι τὸν ἐπίστεψαν. Σεῖς δὲ, ἂν καὶ τὰ εἴδατε, οὔτε ὕστερα μετανοήσατε, ὥστε νὰ τὸν πιστέψετε».

Ἡ παραβολὴ τοῦ ἀμπελιοῦ

33 «Ἄλλην παραβολὴν ἀκοῦστε: Ὑπῆρχε κάποτε ἕνας οἰκοδεσπότης, ὁ ὁποῖος ἐφύτεψε ἕνα ἀμπέλι, ἔβαλε γύρω του ἕνα φράχτη, ἔσκαψε εἰς αὐτὸ ἕνα πατητῆρι καὶ ἔκτισε ἕνα πύργο. Ὕστερα τὸ ἐνοίκιασε εἰς γεωργοὺς καὶ ἔφυγε εἰς ξένην χώραν.
34 Ὅταν δὲ ἐπλησίασε ὁ καιρὸς τῶν καρπῶν, ἔστειλε τοὺς δούλους του πρὸς τοὺς γεωργοὺς διὰ νὰ πάρουν τοὺς καρπούς του.
35 Ἀλλὰ οἱ γεωργοί, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, ἕναν ἔδειραν, ἄλλον ἐσκότωσαν, ἄλλον ἐλιθοβόλησαν.
36 Πάλιν ἔστειλε ἄλλους δούλους περισσότερους ἀπὸ τοὺς πρώτους καὶ ἔκαναν εἰς αὐτοὺς τὰ ἴδια.
37 Τελευταῖον ἔστειλε πρὸς αὐτοὺς τὸν υἱό του καὶ εἶπε, «Θὰ ἐντραποῦν τὸν υἱόν μου».
38 Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱὸν, εἶπαν ἀναμεταξύ τους, «Αὐτὸς εἶναι ὁ κληρονόμος. Ἐμπρὸς ἂς τὸν σκοτώσωμεν καὶ ἂς πάρωμεν τὴν κληρονομίαν του»,
39 καὶ ἀφοῦ τὸν συνέλαβαν, τὸν ὡδήγησαν ἔξω ἀπὸ τὸ ἀμπέλι καὶ τὸν ἐσκότωσαν».
40 Ὅταν λοιπὸν ἔλθῃ ὁ ἰδιοκτήτης τοῦ ἀμπελιοῦ, τὶ θὰ κάνῃ στοὺς γεωργοὺς ἐκείνους;».
41 Λέγουν εἰς αὐτόν, «Θὰ τοὺς ἐξολοθρεύσῃ μὲ τὸν χειρότερον τρόπον καὶ τὸ ἀμπέλι θὰ τὸ παραδώσῃ εἰς ἄλλους γεωργούς, οἱ ὁποίοι θὰ τοῦ παραδώσουν τοὺς καρποὺς εἰς τὸν καιρόν τους».
42 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Ποτὲ δὲν ἐδιαβάσατε εἰς τὰς γραφὰς, ὅτι, «Ὁ λίθος ποὺ ἀπέρριψαν οἱ οἰκοδόμοι, ἔγινε ἀκρογωνιαῖος λίθος· ἀπὸ τὸν Κύριον ἔγινε αὐτό, καὶ φαίνεται θαυμαστὸν εἰς τὰ μάτια μας;».
43 Διὰ τοῦτο σᾶς λέγω, ὅτι θὰ ἀφαιρεθῇ ἀπὸ σᾶς ἡ βασιλεία τοῦ Θεοῦ καὶ θὰ δοθῇ εἰς ἔθνος, τὸ ὁποῖο θὰ ἀποφέρῃ τοὺς καρπούς της,
44 καὶ ἐκεῖνος, ποὺ θὰ πέσῃ πάνω σ’ αὐτὸν τὸν λίθο, θὰ συντριβῇ, καῖ ἐκεῖνον εἰς τὸν ὁποῖον θὰ πέσῃ, θὰ τὸν κάνῃ κομμάτια».
45 Καὶ ὅταν ἄκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολάς του, κατάλαβαν ὅτι μιλεῖ γι’ αὐτοὺς.
46 Καὶ ἐνῷ ἐζητοῦσαν νὰ τὸν συλλάβουν, ἐφοβήθηκαν τὰ πλήθη τοῦ λαοῦ, διότι τὸν ἐθεωροῦσαν προφήτην.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.