(c) OrthodoxAnswers.gr
Κυριακή , 15 Ιούλιος 2018
Ειδοποιήσεις
Αρχική » Μτθ. Κεφ. ΚΒ’

Μτθ. Κεφ. ΚΒ’

ApostolosMattheos03

 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ ΚΑ’ ΚΕΦΑΛΑΙΟΝ ΚΒ’ κεφ ΚΓ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’  ΚΒ’  ΚΓ’  ΚΔ’  ΚΕ’  ΚΣΤ’  ΚΖ’  ΚΗ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ’

ΚΕΦΑΛΑΙΟΝ 22
Ἡ παραβολὴ τῶν γάμων

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων·
2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ.
3 Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ·
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
7 Ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.
8 Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους,
10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου,
12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
13 Τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
14 Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Περὶ καταβολῆς φόρου

15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
17 εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
18 Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί;
19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
20 Καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
21 Λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
22 Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

Περὶ ἀναστάσεως

23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
24 λέγοντες· διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
25 Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.
27 Ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.
28 Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι.
31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ρηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος,
32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Περὶ τῆς μεγαλυτέρας ἐντολῆς

34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,
35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτὸν καὶ λέγων·
36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
37 Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
38 Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.
39 Δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.

Περὶ τοῦ Μεσσίου

41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυῒδ.
43 Λέγει αὐτοῖς· πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων,
44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;
46 Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ’

ΚΕΦΑΛΑΙΟΝ 22
Ἡ παραβολὴ τῶν γάμων

1 Καὶ πάλι ἔλαβεν τὸν λόγον ὁ Ἰησοῦς καῖ τοὺς εἶπε μὲ παραβολάς:
2 «Ἡ βασιλεία τῶν οὐρανῶν μοιάζει μὲ ἕνα βασιλέα, ὁ ὁποῖος ἐπρόκειτο νὰ κάνῃ τοὺς γάμους τοῦ υἱοῦ του.
3 Καὶ ἔστειλε τοὺς δούλους του νὰ καλέσουν τοὺς καλεσμένους εἰς τοὺς γάμους, ἀλλὰ αὐτοὶ δὲν ἤθελαν νὰ ἔλθουν.
4 Πάλιν ἔστειλε ἄλλους δούλους μὲ τὴν ἐντολήν, «Νὰ πῆτε εἰς τοὺς καλεσμένους: ἑτοίμασα τὸ γεῦμα μου· οἱ ταῦροι καὶ τὰ μανάρια ἔχουν σφαγῆ καὶ ὅλα εἶναι ἔτοιμα. Ἐλᾶτε εἰς τοὺς γάμους».
5 Αὐτοὶ ὅμως τοὺς ἠγνόησαν καὶ ἔφυγαν, ὁ ἕνας εἰς τὸ χωράφι του, ἄλλος εἰς τὸ ἐμπόριόν του.
6 Οἱ λοιποί, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, τοὺς ἐκακοποίησαν καὶ τοὺς ἐσκότωσαν.
7 Καὶ ὁ βασιλεύς ἐκεῖνος, ὅταν τὸ ἄκουσε, ὠργίσθηκε καὶ ἔστειλε τὸν στρατόν του καὶ ἐξωλόθρευσε τοὺς φονηάδες ἐκείνους καὶ ἔκαψε τὴν πόλιν τους.
8 Τότε λέγει εἰς τοὺς δούλους του, «Ὁ μὲν γάμος εἶναι ἔτοιμος, οἱ καλεσμένοι ὅμως δὲν ἦσαν ἄξιοι.
9 Πηγαίνετε λοιπὸν εἰς τὰ σταυροδρόμια καὶ ὅσους βρῆτε, καλέστε τους εἰς τοὺς γάμους».
10 Καὶ οἱ δούλοι ἐβγῆκαν εἰς τοὺς δρόμους, ἐμάζεψαν ὅλους ὄσους εὑρῆκαν, κακοὺς καὶ καλούς, καὶ ἐγέμισε ἡ αἴθουσα τοῦ γάμου ἀπὸ φιλοξενούμενους.
11 Ὅταν δὲ ἐμπῆκε ὁ βασιλεὺς νὰ δεῖ τοὺς φιλοξενούμενους, εἶδε ἐκεῖ ἕναν, ὁ ὁποῖος δὲν εἶχε ἔνδυμα γάμου,
12 καὶ τοῦ λέγει, «Φίλε, πῶς ἐμπῆκες ἐδῶ χωρὶς νὰ ἔχῃς ἔνδυμα γάμου;», αὐτὸς δὲ ἔμεινε βουβός.
13 Τότε εἶπε ὁ βασιλεύς εἰς τοὺς ὑπηρέτας, «Ἀφοῦ τοῦ δέσετε τὰ πόδια καὶ τὰ χέρια, σηκώστε τον καὶ ρίξτε τον ἔξω εἰς τὸ σκοτάδι· ἐκεῖ θὰ εἶναι τὸ κλάμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν».
14 Διότι πολλοὶ εἶναι οἱ καλεσμένοι, λίγοι ὅμως εἶναι οἱ ἐκλεκτοί».
15 Τότε ἐπῆγαν οἱ Φαρισαῖοι καὶ ἔλαβαν ἀπόφασιν νὰ τὸν παγιδεύσουν μὲ λόγους.

Περὶ καταβολῆς φόρου

16 Καὶ στέλνουν εἰς αὐτὸν τοὺς μαθητάς των μαζὶ μὲ τοὺς Ἡρωδιανοὺς καὶ τοῦ λέγουν, «Διδάσκαλε, γνωρίζομεν ὅτι εἶσαι ἀληθὴς καὶ διδάσκεις ἀληθινὰ τὸν δρόμον τοῦ Θεοῦ, καὶ δὲν σὲ μέλει γιὰ κανένα, διότι δὲν λαμβάνεις ὑπ’ ὄψιν σου τὸ πρόσωπον τῶν ἀνθρώπων.
17 Πὲς μας λοιπόν, τὶ φρονεῖς; Ἐπιτρέπεται νὰ δίνωμεν φόρον εἰς τὸν Καίσαρα ἢ ὄχι;».
18 Ἐπειδὴ ὁ Ἰησοῦς κατάλαβε τὴν πονηρία των, τοὺς εἶπε,
19 «Γιατὶ μὲ πειράζετε, ὑποκριταί; Δείξατέ μου τὸ νόμισμα τοῦ φόρου». Αὐτοὶ δὲ τοῦ ἔφεραν ἕνα δηνάριον.
20 Καὶ τοὺς λέγει, «Τίνος εἶναι ἡ εἰκόνα αὐτὴ καὶ ἡ ἐπιγραφὴ;».
21 Αὐτοὶ τοῦ λέγουν, «Τοῦ Καίσαρος». Τότε τοὺς λέγει, «Δῶστε λοιπόν, εἰς τὸν Καίσαρα ὅσα ὀφείλονται εἰς τὸν Καίσαρα καὶ εἰς τὸν Θεὸν ὅσα ὀφείλονται εἰς τὸν Θεόν».
22 Καὶ ὅταν ἄκουσαν αὐτό, ἐθαύμασαν καὶ τὸν ἄφησαν καὶ ἔφυγαν.

Περὶ ἀναστάσεως

23 Κατ’ ἐκείνην τὴν ἡμέραν, ἦλθαν εἰς αὐτὸν Σαδδουκαῖοι, οἱ ὁποίοι ἰσχυρίζονται ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν καὶ τὸν ἐρώτησαν, «Διδάσκαλε, ὁ Μωϋσῆς εἶπεν,
24 Ἐὰν ἕνας πεθάνῃ ἄτεκνος, τότε πρέπει ὁ ἀδελφός του νὰ νυμφευθῇ τὴν γυναῖκα του καὶ νὰ φέρῃ ἀπογόνους εἰς τὸν ἀδελφόν του.
25 Ἦσαν λοιπὸν σ’ ἐμᾶς ἐπτὰ ἀδελφοί. Ὁ πρῶτος ἀφοῦ ἐνυμφεύθη, ἐπέθανε καὶ, ἐπειδὴ δὲν εἶχε ἀπογόνους, ἄφησε τὴν γυναῖκα του εἰς τὸν ἀδελφόν του.
26 Τὸ ἴδιο συνέβη καὶ εἰς τὸν δεύτερον καὶ εἰς τὸν τρίτον ἕως τὸν ἕβδομον.
27 Τελαυταία δὲ ἀπ’ ὅλους ἐπέθανε ἡ γυναῖκα.
28 Κατὰ τὴν ἀνάστασιν λοιπόν, εἰς ποιὸν ἀπὸ τοὺς ἑπτὰ θὰ ἀνήκῃ ἡ γυναῖκα; Διότι ὅλοι τὴν εἶχαν γυναῖκα».
29 Ἀπεκρίθη ὁ Ἰησοῦς, «Πλανᾶσθε, ἐπειδὴ δὲν γνωρίζετε τὰς γραφὰς οὔτε τὴν δύναμιν τοῦ Θεοῦ.
30 Διότι κατὰ τὴν ἀνάστασιν οὔτε νυμφεύονται οὔτε παντρεύονται, ἀλλὰ εἶναι ὅπως οἱ ἄγγελοι εἰς τὸν οὐρανόν.
31 Ὅσον ἀφορᾷ δὲ τὴν ἀνάστασιν τῶν νεκρῶν, δὲν ἐδιαβάσατε ἐκεῖνον, τὸ ὁποῖον σᾶς εἶπε ὁ Θεός.
32 Ἐγὼ εἶμαι ὁ Θεὸς τοῦ Ἀβραάμ, ὁ Θεὸς τοῦ Ἰσαὰκ καὶ ὁ Θεὸς τοῦ Ἰακώβ; Δὲν εἶναι ὁ Θεὸς, Θεὸς νεκρῶν, ἀλλὰ ζώντων».
33 Καὶ ὅταν τὰ πλήθη ἄκουσαν αὐτά, ἐξεπλάγησαν διὰ τὴν διδασκαλίαν του.

Περὶ τῆς μεγαλυτέρας ἐντολῆς

34 Οἱ Φαρισαῖοι, ὅταν ἄκουσαν ὅτι ἀποστόμωσε τοὺς Σαδδουκαίους,
35 ἐμαζεύτηκαν γύρω του, καὶ ἕνας ἀπὸ αὐτοὺς, νομικός, τὸν ἐρώτησε μὲ σκοπὸν νὰ τὸν πειράξῃ,
36 «Διδάσκαλε, ποιὰ ἐντολὴ μεγάλη ὑπάρχει εἰς τὸν Νόμον;».
37 Αὐτὸς δὲ τοῦ εἶπε, «Νὰ ἀγαπήσῃς Κύριον τὸν Θεόν σου μὲ ὅλην σου τὴν καρδιὰ καὶ μὲ ὅλην σου τὴν ψυχὴν καὶ μὲ ὅλον σου τὸν νοῦν».
38 Αυτὴ εἶναι ἡ πρώτη καὶ μεγάλη ἐντολή.
39 Δεύτερη ὅμοια μὲ αὐτήν, εἶναι τὸ, Νὰ ἀγαπήσῃς τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου.
40 Ἀπὸ αὐτὰς τὰς δύο ἐντολὰς ἐξαρτῶνται ὅλος ὁ νόμος καὶ οἱ προφῆται».

Περὶ τοῦ Μεσσίου

41 Ἐνῷ δὲ ἦσαν μαζεμένοι οἱ Φαρισαῖοι, τοὺς ἐρώτησε ὁ Ἰησοῦς,
42 «Τὶ φρονεῖτε διὰ τὸν Χριστόν; Ποίου εἶναι υἱός;». Λέγουν εἰς αὐτὸν, «Τοῦ Δαυΐδ».
43 Αὐτὸς τοὺς λέγει, «Πῶς λοιπὸν ὁ Δαυΐδ, ἐμπνευσμένος ἀπὸ τὸ Πνεῦμα, τὸν ὀνομάζει Κύριον καὶ λέγει,
44 Εἶπε ὁ Κύριος εἰς τὸν Κύριόν μου, Κάθησε εἰς τὰ δεξιά μου, ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου;
45 Ἐὰν λοιπὸν ὁ Δαυΐδ, τὸν ὀνομάζῃ Κύριον, πῶς εἶναι δυνατὸν νὰ εἶναι υἱός του;
46 Καὶ κανεὶς δὲν ἦτο εἰς θέσιν νὰ τοῦ ἀποκριθῇ ἕνα λόγον, οὔτε ἐτόλμησε κανεὶς ἀπὸ ἐκείνην τὴν ἡμέραν νὰ τὸν ἐρωτήσῃ πλέον.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.