ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
κεφ Θ’ ΚΕΦΑΛΑΙΟΝ Ι’ κεφ ΙΑ’
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’
ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ι’
ΚΕΦΑΛΑΙΟΝ 10
Ὁ Πέτρος καὶ ὁ Κορνήλιος
1 Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός,
3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
4 Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; Εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
5 Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον·
6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
10 Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις,
11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς,
12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14 Ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
19 Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσί σε·
20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;
22 Οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν ᾿Ιουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ρήματα παρὰ σοῦ.
23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ,
24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
26 Ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
27 Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
28 ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;
30 Καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
31 καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
32 Πέμψον οὖν εἰς ᾿Ιόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.
33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
Ὁμιλία τοῦ Πέτρου
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός,
35 ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι.
36 Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς ᾿Ισραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος·
37 ὑμεῖς οἴδατε τὸ γενόμενον ρῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ·
39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.
40 Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῶ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
42 καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
Ἐθνικοὶ λαμβάνουν τὸ Ἅγιον Πνεῦμα καὶ βαπτίζονται
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ρήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·
46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν.
47 Τότε ἀπεκρίθη ὁ Πέτρος· μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς;
48 Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
ΚΕΦΑΛΑΙΟΝ 10
Ὁ Πέτρος καὶ ὁ Κορνήλιος
1 Εἰς τὴν Καισάρειαν ὑπῆρχε κάποιος ὀνομαζόμενος Κορνήλιος, ἑκατόνταρχος, ἀπὸ τὴν στρατιωτικὴν μονάδα ποὺ ὠνομάζετο Ἰταλική.
2 Ἦτο εὐσεβὴς καὶ φοβούμενος ἀπὸ τὸν Θεὸν μαζὶ μὲ ὅλην τὴν οἰκογένειάν του· ἔκανε πολλὰς ἐλεημοσύνας εἰς τὸν λαὸν καὶ προσευχότανε πάντοτε εἰς τὸν Θεόν.
3 Μίαν ἡμέραν, περὶ τὴν ἐνάτην ὥραν, εἶδε καθαρὰ σ’ ἕνα ὅραμα ἄγγελον τοῦ Θεοῦ νὰ ἔρχεται πρὸς αὐτὸν καὶ νὰ τοῦ λέγῃ, «Κορνήλιε».
4 Αὐτὸς προσήλωσε τὸ βλέμμα του εἰς αὐτὸν καί, φοβισμένος, εἶπε, «Τί συμβαίνει, Κύριε;». Καὶ ὁ ἄγγελος τοῦ εἶπε, «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβηκαν εἰς τὸν οὐρανόν, διὰ νὰ σὲ θυμηθῇ ὁ Θεός.
5 Καὶ τώρα στείλε εἰς τὴν Ἰόππην ἄνδρας καὶ κάλεσε κάποιον Σίμωνα ποὺ ὀνομάζεται Πέτρος.
6 Αὐτὸς φιλοξενεῖται ἀπὸ κάποιον Σίμωνα βυρσοδέψην, τοῦ ὁποίου τὸ σπίτι εἶναι κοντὰ εἰς τὴν θάλασσαν».
7 Ὅταν ἔφυγε ὁ ἄγγελος ποὺ τοῦ μιλοῦσε, φώναξε δύο ἀπὸ τοὺς ὑπηρέτας του καὶ ἕνα στατιώτην εὐσεβῆ, ἀπὸ ἐκείνους ποὺ εἶχε εἰς τὴν ὑπηρεσίαν του,
8 καὶ ἀφοῦ τοὺς ἀφηγήθηκε ὅλα, τοὺς ἔστειλε εἰς τὴν Ἰόππην.
9 Τὴν ἑπομένην ἡμέραν, ἐνῷ ἐκεῖνοι περπετοῦσαν ἀκόμη καὶ ἐπλησίαζαν εἰς τὴν πόλιν, ἀνέβξκε ὁ Πέτρος εἰς τὸ ἀνῶγι, κατὰ τὴν ἕκτην ὥραν, διὰ νὰ προσευχηθῇ.
10 Ἐπείνασε δὲ καὶ ἤθελε νὰ φάγῃ κάτι.
11 Ἐνῷ τοῦ ἐτοίμαζαν φαγητὸν ἦλθε εἰς ἔκστασιν, καὶ βλέπει τὸν οὐρανὸν ἀνοικτὸν καὶ νὰ κατεβαίνῃ κάτι σὰν ἕνα μεγάλο σινδόνι, δεμένο στὶς τέσσερις γωνίες, καὶ κατέβαινε εἰς τὴν γῆν.
12 Μέσα σ’ αὐτὸ ὑπῆρχαν ὅλα τὰ τετράποδα ζῶα τῆς γῆς, θηρία, ἑρπετὰ καὶ πτηνὰ τοῦ οὐρανοῦ.
13 Καὶ μιὰ φωνὴ τοῦ ἐφώναξε, «Σήκω, Πέτρε, σφάξε καὶ φάγε!».
14 Ἀλλ’ ὁ Πέτρος εἶπε, «Ἐπ’ οὐδενὶ λόγῳ, Κύριε, διότι ποτὲ δὲν ἔφαγα τίποτε μολυσμένον ἢ ἀκάθαρτον».
15 Ἦλθε πάλιν εἰς αυτὸν φωνὴ διὰ δευτέραν φοράν: «Ἐκεῖνα ποὺ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ τὰ θεωρῆς ἀκάθαρτα».
16 Αὐτὸ ἔγινε τρεῖς φορὲς καὶ τὸ ἀντικείμενον ἀνυψώθηκε πάλιν εἰς τὸν οὐρανόν.
17 Ἐνῷ ὁ Πέτρος εὑρίσκετο εἰς ἀπορίαν περὶ τοῦ τί ἆραγε ἐσήμαινε τὸ ὅραμα ποὺ εἶδε, οἱ ἄνδρες, ποὺ εἶχαν σταλῆ ἀπὸ τὸν Κορνήλιον, ἀφοῦ ἐρώτησαν διὰ τὸ σπίτι τοῦ Σίμωνος, ἦλθαν εἰς τὴν ἐξώπορτα.
18 Καὶ ἐφώναξαν διὰ νὰ ἐρωτήσουν ἐὰν φιλοξενῆται ἐκεῖ ὁ Σίμων ποὺ ὀνομάζεται Πέτρος.
19 Ἐνῷ δὲ ὁ Πέτρος ἐσκέπτετο τὸ ὅραμα, εἶπε εἰς αὐτὸν τὸ Πνεῦμα, «Τρεῖς ἄνδρες σὲ ζητοῦν·
20 σήκω, κατέβα καὶ πήγαινε μαζί τους χωρὶς κανένα δισταγμόν, διότι ἐγὼ τοὺς ἔχω στείλει».
21 Ὁ Πέτρος κατέβηκε καὶ εἶπε εἰς τοὺς ἄνδρας, «Ἐγὼ εἶμαι ἐκεῖνος ποὺ ζητᾶτε. Ποιά εἶναι ἡ αἰτία ποὺ ἤλθατε ἐδῶ;».
22 Αὐτοὶ δὲ εἶπαν, «Ὁ Κορνήλιος ὁ ἑκατόνταρχος, ἄνθρωπος δίκαιος καὶ φοβούμενος τὸν Θεόν, ὁ ὁποῖος ἔχει τέτοιαν μαρτυρίαν ἀπὸ ὅλον τὸ ἔθνος τῶν Ἰουδαίων,
23 ἔλαβε ἐντολὴν ἀπὸ ἕνα ἅγιον ἄγγελον νὰ στείλῃ νὰ σὲ καλέσῃ εἰς τὸ σπίτι του
24 καὶ νὰ ἀκούσῃ τί ἔχεις νὰ πῇς». Ὁ Πέτρος τοὺς ἐκάλεσε μέσα καὶ τοὺς ἐφιλοξένησε.
25 Τὴν ἑπομένην ἀνεχώρησε μαζί τους καὶ τοὺς συνώδευσαν καὶ μερικοὶ ἀπὸ τοὺς ἀδελφοὺς τῆς Ἰόππης. Τὴν ἄλλην ἡμέραν ἔφθασαν εἰς τὴν Καισάρειαν.
26 Ὁ Κορνήλιος τοὺς ἐπερίμενε καὶ εἶχε καλέσει συγγενεῖς του καὶ στενοὺς φίλους του.
27 Μόλις ἔφθασε ὁ Πέτρος, τὸν προϋπάντησε ὁ Κορνήλιος καὶ ἔπεσε στὰ πόδια του καὶ τὸν προσκύνησε.
28 Ἀλλ’ ὁ Πέτρος τὸν ἐσήκωσε καὶ εἶπε, «Σήκω, καὶ ἐγὼ ὁ ἴδιος ἄνθρωπος εἶμαι». Συνομιλῶν μαζί του ἐμπῆκε εἰς τὸ σπίτι καὶ εὑρῆκε πολλοὺς νὰ ἔχουν μαζευθῆ καὶ τοὺς εἶπε, «Ξέρετε ὅτι δὲν ἐπιτρέπεται σὲ Ἰουδαῖον νὰ συναναστρέφεται ἢ νὰ πλησιάζῃ ἀλλόφυλον, ἀλλὰ σ’ ἐμὲ ὁ Θεὸς ἔδειξε καθαρὰ νὰ μὴ θεωρῶ κανένα ἄνθρωπον μολυσμένον ἢ ἀκάθαρτον.
29 Γι’ αὐτὸ ἦλθα χωρὶς ἀντίρρησιν, ὅταν ἐστείλατε γιὰ μένα. Ἐρωτῶ λοιπόν, γιὰ ποιόν λόγον μὲ προσκαλέσατε;».
30 Καὶ ὁ Κορνήλιος εἶπε, «Πρὸ τεσσάρων ἡμερῶν ἐνῷ προσευχόμουν τὴν ἐνάτην ὥραν, εἰς τὸ σπίτι μου, ἐστάθηκε μπροστά μου ἕνας ἄνθρωπος μὲ λάμπουσαν ἐνδυμασίαν,
31 καὶ μοῦ λέγει, «Κορνήλιε, ἡ προσευχή σου εἰσακούσθηκε καὶ ὁ Θεὸς ἐθυμήθηκε τὶς ἐλεημοσύνες σου.
32 Στεῖλε εἰς τὴν Ἰόππην καὶ κάλεσε τὸν Σίμωνα, ὁ ὁποῖος ὀνομάζεται Πέτρος. Φιλοξενεῖται εἰς τὸ σπίτι τοῦ Σίμωνος τοῦ βυρσοδέψη, κοντὰ εἰς τὴν θάλασσαν. Αὐτὸς ὅταν ἔλθῃ θὰ σοῦ μιλήσῃ.
33 Ἀμέσως λοιπὸν ἔστειλα νὰ σὲ καλέσω καὶ καλὰ ἔκανες καὶ ἦλθες. Καὶ τώρα εἴμεθα ὅλοι ἐδῶ παρόντες ἐνώπιον τοῦ Θεοῦ, διὰ νὰ ἀκούσωμεν ὅλα ὅσα σὲ ἔχει διατάξει ὁ Θεὸς νὰ πῇς».
Ὁμιλία τοῦ Πέτρου
34 Τότε ὁ Πέτρος ἄνοιξε τὸ στόμα του καὶ εἶπε, «Ἀναγνωρίζω πράγματι ὅτι ὁ Θεὸς δὲν εἶναι προσωπολήπτης
35 ἀλλὰ σὲ κάθε ἔθνος, ἐκεῖνος ποὺ τὸν φοβᾶται καὶ κάνει τὸ ὀρθὸν εἶναι δεκτὸς εἰς αὐτόν.
36 Ἔστειλε τὸν λόγον του εἰς τοὺς Ἰσραηλίτας μὲ τὸ χαρμόσυνον ἄγγελμα εἰρήνης διὰ τοῦ Ἰησοῦ Χριστοῦ, αὐτὸς εἶναι ὁ Κύριος ὅλων.
37 Ξέρετε τί συνέβη εἰς ὅλην τὴν Ἰουδαίαν, ἀφοῦ ἔγινε ἀρχὴ ἀπὸ τὴν Γαλιλαίαν μετὰ τὸ βάπτισμα ποὺ ἐκήρυξε ὁ Ἰωάννης.
38 Ξέρετε διὰ τὸν Ἰησοῦν ἀπὸ τὴν Ναζαρέτ, πῶς τὸν ἔχρισε ὁ Θεὸς μὲ Πνεῦμα Ἅγιον καὶ μὲ δύναμιν, ὁ ὁποῖος περιώδευε εὐεργετῶν καὶ θεραπεύων ὅλους τοὺς καταδυναστευομένους ἀπὸ τὸν διάβολον, διότι ὁ Θεὸς ἦτο μαζί του.
39 Καὶ ἐμεῖς εἴμεθα μάρτυρες ὅλων ὅσα ἔκαμε καὶ εἰς τὴν χώραν τῶν Ἰουδαίων καὶ εἰς τὴν Ἱερουσαλήμ. Αὐτὸν ἐσκότωσαν κρεμάσαντες αὐτὸν εἰς τὸν σταυρόν.
40 Ἀλλ’ ὁ Θεὸς τὸν ἀνέστησε τὴν τρίτην ἡμέραν καὶ τὸν ἔκανε νὰ ἐμφανισθῇ,
41 ὄχι εἰς ὅλον τὸν λαόν, ἀλλὰ εἰς μάρτυρας, ποὺ τοὺς εἶχε διαλέξει ὁ Θεὸς ἀπὸ πρίν, δηλαδὴ σ’ ἐμᾶς, οἱ ὁποῖοι ἐφάγαμε καὶ ἤπιαμε μαζί του μετὰ τὴν ἀνάστασίν του ἐκ νεκρῶν
42 καὶ μᾶς παρήγγειλε νὰ κηρύξωμεν εἰς τὸν λαὸν καὶ νὰ δώσωμεν μαρτυρίαν ὅτι αὐτὸς εἶναι ὁ προωρισμένος ἀπὸ τὸν Θεὸν κριτὴς ζώντων καὶ νεκρῶν.
43 Δι’ αὐτὸν μαρτυροῦν ὅλοι οἱ προφῆται, ὅτι ὅποιος πιστεύει εἰς αὐτὸν θὰ λάβῃ ἄφεσιν ἁμαρτιῶν διὰ τοῦ ὀνόματός του».
Ἐθνικοὶ λαμβάνουν τὸ Ἅγιον Πνεῦμα καὶ βαπτίζονται
44 Ἐνῷ ὁ Πέτρος ἐμιλοῦσε ἀκόμη, ἔπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπάνω εἰς ὅλους ποὺ ακουσαν τὸν λόγον.
45 Καὶ ἐξεπλάγησαν οἱ ἐξ Ἰουδαίων πιστοί, ὅσοι εἶχαν ἔλθει μαζὶ μὲ τὸν Πέτρον, διότι ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐχύθηκε καὶ εἰς τὰ ἔθνη,
46 ἐπειδὴ τοὺς ἄκουσαν νὰ μιλοῦν γλώσσας καὶ νὰ δοξολογοῦν τὸν Θεόν.
47 Τότε εἶπε ὁ Πέτρος, «Μήπως μπορεῖ κανεὶς νὰ ἐμποδίσῃ τὸ νερὸ ὥστε νὰ μὴ βαπτισθοῦν αὐτοὶ ποὺ ἔλαβαν τὸ Πνεῦμα τὸ Ἅγιον ὅπως καὶ ἐμεῖς;».
48 Καὶ τοὺς διέταξε νὰ βαπτισθοῦν εἰς τὸ ὄνομα τοῦ Κυρίου. Τότε τὸν παρεκάλεσαν νὰ παραμείνῃ μερικὲς ἡμέρες.