ΕΠΙΣΤΟΛΕΣ ΠΑΥΛΟΥ
προς Γαλάτας ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ προς Φιλιππισίους
προς Ρωμαίους – Α’ προς Κορινθίους – Β’ προς Κορινθίους – προς Γαλάτας – προς Εφεσίους – προς Φιλιππισίους – προς Κολοσσαείς – Α’ προς Θεσσαλονικείς – Β’ προς Θεσσαλονικείς – Α’ προς Τιμόθεον – Β’ προς Τιμόθεον – προς Τίτον – προς Φιλήμονα – προς Εβραίους
- κεφ.1-3 Πρωτότυπο
- κεφ.1-3 Ερμηνεία
- κεφ.4-6 Πρωτότυπο
- κεφ.4-6 Ερμηνεία
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός
1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Δοξολογία
3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
4 καθὼς καὶ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ
5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,
6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ,
8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει,
9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ
10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ,
11 ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,
12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ·
13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ,
14 ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
Προσευχὴ διὰ τὴν ἐπίγνωσιν τοῦ Θεοῦ
15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,
18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
19 καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
Ἡ δύναμις τοῦ Θεοῦ φανερώνεται εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ
20 Ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
21 ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι·
22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
23 ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
Ἡ σωτηρία διὰ τῆς χάριτος τοῦ Θεοῦ
1 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις,
2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·
3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί·
4 ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι·
6 καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,
7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
8 Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον,
9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
10 Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
Οἱ ἐθνικοὶ καὶ οἱ Ἰουδαῖοι ἑνωμένοι εἰς τὴν ἐκκλησίαν
11 Διὸ μνημονεύετε ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
12 ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
13 Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
14 Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,
15 τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,
16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς,
18 ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
19 Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,
20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ,
21 ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ·
22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ ἀποστολὴ τοῦ Παύλου πρὸς ἀποκάλυψιν τοῦ μυστηρίου τοῦ Θεοῦ
1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν,
2 εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,
3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,
4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ,
5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι,
6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου,
7 οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
8 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ
9 καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ,
10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ,
11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ πίστεως αὐτοῦ.
13 Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.
Προσευχὴ πρὸς κατανόησιν τοῦ εὐαγγελίου
14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,
16 ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,
17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν,
18 ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος,
19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.
20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,
21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν Χριστῷ ᾿Ιησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός
1 Ὁ Παῦλος, ἀπόστολος τοῦ Ἰησοῦ Χριστοῦ μὲ τὸ θέλημα τοῦ Θεοῦ, πρὸς τοὺς ἁγίους, οἱ ὁποῖοι εἶναι εἰς τὴν Ἔφεσον, καὶ εἶναι πιστοὶ ἐν Χριστῷ Ἰησοῦ·
2 χάρις καὶ εἰρήνη νὰ εἶναι σ’ ἐσᾶς ἀπὸ τὸν Θεὸν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν.
Δοξολογία
3 Εὐλογητὸς ἂς εἶναι ὁ Θεὸς καὶ Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ὁ ὁποῖος μᾶς εὐλόγησε ἐν Χριστῷ μὲ κάθε εὐλογίαν πνευματικὴν εἰς τὰ ἐπουράνια,
4 ὅπως καὶ μᾶς ἐξέλεξε ἐν αὐτῷ πρὶν δημιουργηθῇ ὁ κόσμος, διὰ νὰ εἴμεθα ἅγιοι καὶ ἄψογοι ἐνώπιόν του,
5 ἀφοῦ δι’ ἀγάπης μᾶς προώρισε νὰ εἴμεθα υἱοί του διὰ τοῦ Ἰησοῦ Χριστοῦ, σύμφωνα πρὸς τὴν εὐαρέσκειαν τοῦ θελήματός του,
6 πρὸς ἔπαινον τῆς ἐνδόξου χάριτός του, μὲ τὴν ὁποίαν μᾶς ἐπροίκισε πλούσια διὰ τοῦ Ἀγαπημένου.
7 Δι’ αὐτοῦἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματός του, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, σύμφωνα πρὸς τὸν πλοῦτον τῆς χάριτός του,
8 τὴν ὁποίαν πλούσια ἐχάρισε σ’ ἐμᾶς μὲ κάθε σοφίαν καὶ φρόνησιν,
9 καὶ μᾶς ἐγνώρισε τὸ μυστικὸν θέλημά του κατὰ τὴν εὐαρέσκειάν του,
10 τὴν ὁποίαν ἐσχεδίασε ὁ ἴδιος διὰ νὰ πραγματοποιηθῇ κατὰ τὸ πλήρωμα τῶν χρόνων, ὥστε τὰ πάντα, τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, νὰ ἑνωθοῦν ἐν τῷ Χριστῷ·
11 ἐν αὐτῷ, διὰ τοῦ ὁποίου ἐγίναμεν κληρονόμοι ἐμεῖς οἱ ὁποῖοι προωρισθήκαμε σύμφωνα πρὸς τὸ σχέδιον ἐκείνου, ὁ ὁποῖος ἐνεργεῖ τὰ πάντα κατὰ τὴν ἀπόφασιν τοῦ θελήματός του,
12 νὰ εἴμεθα εἰς ἔπαινον τῆς δόξης του, ἐμεῖς ποὺ πρῶτοι ἐλπίσαμεν εἰς τὸν Χριστόν.
13 Καὶ σεῖς, ἀφοῦ ἀκούσατε τὸν λόγον τῆς ἀληθείας, τὸ χαρμόσυνον ἄγγελμα τῆς σωτηρίας σας, καὶ τὸ ἐπιστέψατε, ἑνωθήκατε μὲ τὸν Χριστὸν καὶ ἐσφραγισθήκατε μὲ τὸ Πνεῦμα τὸ Ἅγιον, ποὺ ὑποσχέθηκε ὁ Θεὸς
14 καὶ τὸ ὁποῖον εἶναι ἀρραβὼν τῆς κληρονομίας μας μέχρι τῆς ἀπολυτρώσεως τοῦ λαοῦ ποὺ ὁ Θεὸς ἀπέκτησε πρὸς ἔπαινον τῆς δόξης του.
Προσευχὴ διὰ τὴν ἐπίγνωσιν τοῦ Θεοῦ
15 Διὰ τοῦτο καὶ ἐγώ, ἀφ’ ὅτου ἄκουσα διὰ τὴν πίστιν σας πρὸς τὸν Κύριον Ἰησοῦν καὶ διὰ τὴν ἀγάπην ποὺ ἔχετε πρὸς ὅλους τοὺς ἁγίους,
16 δὲν παύω νὰ εὐχαριστῶ τὸν Θεὸν γιὰ σᾶς, ὅταν σᾶς ἐνθυμοῦμαι εἰς τὰς προσευχάς μου,
17 καὶ ζητῶ νὰ σᾶς δώσῃ ὁ Θεὸς τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ὁ Πατέρας τῆς δόξης, πνεῦμα σοφίας καὶ ἀποκαλύψεως διὰ νὰ τὸν γνωρίσετε βαθειὰ καὶ νὰ φωτίσῃ τὰ μάτια τῆς καρδιᾶς σας,
18 ὥστε νὰ γνωρίσετε ποιά εἶναι ἡ ἐλπίδα, ἡ ὁποία εἶναι συνδεδεμένη μὲ τὴν πρόσκλησίν του, καὶ ποιός εἶναι ὁ πλοῦτος τῆς ἐνδόξου κληρονομίας του μεταξὺ των ἁγίων,
19 καὶ πόσον πολὺ μεγάλη εἶναι ἡ δύναμίς του σ’ ἐμᾶς ποὺ πιστεύομεν, σύμφωνα μὲ τὴν ἐνέργειαν τῆς ἰσχυρᾶς του δυνάμεως.
Ἡ δύναμις τοῦ Θεοῦ φανερώνεται εἰς τὴν ἀνάστασιν τοῦ Χριστοῦ
20 Τὴν ὁποίαν ἔδειξε ἐνεργὸν ἐν τῷ Χριστῷ, ὅταν τὸν ἀνέστησε ἐκ νεκρῶν καὶ τὸν ἐκάθισε εἰς τὰ δεξιά του εἰς τὰ ἐπουράνια,
21 ὑπεράνω ἀπὸ κάθε ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ κυριότητα καὶ ἀπὸ κάθε ὄνομα ποὺ ὀνομάζεται ὄχι μόνον εἰς τὸν κόσμον τοῦτον, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα.
22 Καὶ ὅλα ὑπέταξε κἀτω ἀπὸ τὰ πόδια του καὶ αὐτὸν ἔκανε Κεφαλὴν ὑπεράνω ὅλων εἰς τὴν ἐκκλησίαν,
23 ἡ ὁποία εἶναι τὸ σῶμά του, τὸ συμπλήρωμα ἐκείνου ποὺ γεμίζει τὰ πάντα ἐν πᾶσι.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
Ἡ σωτηρία διὰ τῆς χάριτος τοῦ Θεοῦ
1 Καὶ σᾶς ποὺ ἤσαστε νεκροὶ ἕνεκα τῶν παραπτωμάτων καὶ τῶν ἁμαρτιῶν,
2 μέσα εἰς τὰς ὁποίας ἐζήσατε κάποτε σύμφωνα μὲ τὴν πορείαν τοῦ κόσμου τούτου, ἀκολουθοῦντες τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τὸ πνεῦμα ποὺ τώρα ἐνεργεῖ μεταξὺ τῶν ἀπειθῶν ἀνθρώπων
3 – μεταξὺ τῶν ὁποίων καὶ ὅλοι ἐμεῖς κάποτε ἐζήσαμεν μέσα εἰς τὰς ἐπιθυμίας τῆς σαρκός μας, κάνοντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν μας καὶ ἤμαστε ἐκ φύσεως παιδιὰ ὀργῆς, ὅπως καὶ οἱ λοιποί –
4 ἀλλ’ ὁ Θεός, ἐπειδὴ εἶναι πλούσιος εἰς εὐσπλαγχνίαν ἕνεκα τῆς πολλῆς ἀγάπης μὲ τὴν ὁποίαν μᾶς ἀγάπησε,
5 ἂν καὶ ἤμαστε νεκροὶ ἕνεκα τῶν παραπτωμάτων, μᾶς ἐζωοποίησε μαζὶ μὲ τὸν Χριστόν, – διὰ χάριτος εἶσθε σωσμένοι –,
6 καὶ μᾶς ἀνέστησε μαζὶ καὶ μᾶς ἐκάθησε μαζὶ εἰς τὰ ἐπουράνια ἐν Χριστῷ Ἰησοῦ,
7 διὰ νὰ δείξῃ εἰς τοὺς μέλλοντας αἰῶνας τὸν ὑπερβολικὸν πλοῦτον τῆς χάριστός του εἰς καλωσύνην ποὺ ἔδειξε σ’ ἐμᾶς διὰ τοῦ Χριστοῦ Ἰησοῦ.
8 Διότι διὰ τῆς χάριτος εἶσθε σωσμένοι διὰ τῆς πίστεως καὶ αὐτὸ δὲν προέρχεται ἀπὸ σᾶς, ἀλλὰ εἶναι τοῦ Θεοῦ δῶρον,
9 ὄχι ἀπὸ ἔργα, διὰ νὰ μὴ μπορῇ κανεὶς νὰ καυχηθῇ.
10 Διότι εἴμεθα δικό του ἔργον, δημιουργηθέντες ἐν Χριστῷ Ἰησοῦ δι’ ἔργα ἀγαθά, τὰ ὁποία ὁ Θεὸς προετοίμασε, διὰ νὰ ἀποτελέσουν τὸν τρόπον τῆς ζωῆς μας.
Οἱ ἐθνικοὶ καὶ οἱ Ἰουδαῖοι ἑνωμένοι εἰς τὴν ἐκκλησίαν
11 Διὰ τοῦτο νὰ θυμᾶσθε ὄτι κάποτε σεῖς οἱ ἐθνικοὶ κατὰ τὴν σάρκα, οἱ λεγόμενοι ἀπερίτμητοι ἀπὸ τὴν λεγομένην περιτομήν, ποὺ γίνεται εἰς τὴν σάρκα μὲ χέρι ἀνθρώπινο,
12 ὅτι ἤσαστε κατὰ τὸν καιρὸν ἐκεῖνον χωρὶς Χριστὀν, ἀποξενωμένοι ἀπὸ τὴν ἰθαγένειαν τοῦ Ἰσραὴλ καὶ ξένοι ἀπὸ τὰς διαθήκας τῆς ὑποσχέσεως, χωρὶς νὰ ἔχετε ἐλπίδα καὶ ἄθεοι εἰς τὸν κόσμον.
13 Ἀλλὰ τώρα διὰ τοῦ Ἰησοῦ Χριστοῦ σεῖς, ποὺ κάποτε ἤσαστε μακρυά, ἤλθατε πλησίον διὰ τοῦ αἵματος τοῦ Χριστοῦ.
14 Διότι αὐτὸς εἶναι ἡ εἰρήνη μας, ὁ ὁποῖος συνήνωσε τὰ δύο μέρη καὶ κατέρριψε τὸ μεσότοιχον τοῦ φραγμοῦ, δηλαδὴ τὴν ἔχθραν,
15 καταργήσας διὰ τῆς σαρκός του τὸν νόμον τῶν ἐντολῶν ποὺ συνίστατο εἰς διαταγάς, διὰ νὰ δημιουργήσῃ εἰς τὸν ἑαυτόν του, ἀπὸ τὰ δύο μέρη, ἕνα νέον ἄνθρωπον καὶ νὰ φέρῃ εἰρήνην
16 καὶ νὰ συμφιλιώσῃ μὲ τὸν Θεὸν καὶ τὰ δύο μέρη εἰς ἕνα σῶμα διὰ τοῦ σταυροῦ, διὰ τοῦ ὁποίου ἐθανάτωσε τὴν ἔχθραν.
17 Καὶ ὅταν ἦλθε, ἐκήρυξε τὸ χαρμόσυνον ἄγγελμα εἰρήνης σ’ ἐσᾶς ποὺ ἤσαστε μακρυά, καὶ εἰς τοὺς πλησίον,
18 διότι δι’ αὐτοῦ ἔχομεν καὶ οἱ δύο εἴσοδον πρὸς τὸν Πατέρα μὲ ἕνα Πνεῦμα.
19 Ὥστε λοιπόν, δὲν εἶσθε πλέον ξένοι καὶ παρεπίδημοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,
20 διότι ἔχετε οἰκοδομηθῆ ἐπάνω εἰς τὸ θεμέλιον τῶν ἀποστόλων καὶ τῶν προφητῶν, τοῦ ὁποίου ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἀκρογωνιαῖος λίθος,
21 ἐπάνω εἰς τὸν ὁποῖον ἡ ὅλη οἰκοδομὴ συναρμολογεῖται καὶ αὐξάνει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ.
22 Ἐν αὐτῷ καὶ σεῖς συνοικοδομεῖσθε, ὥστε νὰ γίνετε τόπος κατοικίας τοῦ Θεοῦ διὰ τοῦ Πνεύματος.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ ἀποστολὴ τοῦ Παύλου πρὸς ἀποκάλυψιν τοῦ μυστηρίου τοῦ Θεοῦ
1 Διὰ τοῦτο ἐγὼ ὁ Παῦλος, ὁ φυλακισμένος τοῦ Ἰησοῦ Χριστοῦ γιὰ σᾶς τοὺς ἐθνικούς,
2 ἀφοῦ ἀκούσατε διὰ τὸ σχέδιον τῆς χάριτος τοῦ Θεοῦ, ποὺ μοῦ ἐδόθηκε γιὰ σᾶς,
3 ὅτι δηλαδὴ κατ’ ἀποκάλυψιν μοῦ ἐγνώρισε τὸ μυστήριον, ὅπως σᾶς ἔγραψα προηγουμένως μὲ λίγα λόγια,
4 εἰς τὰ ὁποία μπορεῖτε, ἐὰν τὰ ἀναγνώσετε, νὰ ἐννοήσετε πῶς ἀντιλαμβάνομαι τὸ μυστήριον τοῦ Χριστοῦ,
5 τὸ ὁποῖον εἰς ἄλλας γενεὰς δὲν ἔγινε γνωστὸν εἰς τοὺς ἀνθρώπους, ὅπως ἀποκαλύφθηκε τώρα εἰς τοὺς ἁγίους ἀποστόλους του καὶ εἰς τοὺς προφήτας διὰ τοῦ Πνεύματος,
6 ὅτι δηλαδὴ οἱ ἐθνικοὶ εἶναι κληρονόμοι μαζὶ μ’ ἐσᾶς καὶ συσσωματωμένοι καὶ συμμέτοχοι τῆς ὑποσχέσεώς του ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου,
7 τοῦ ὁποίου ἔγινα ὑπηρέτης σύμφωνα πρὸς τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, ἡ ὁποία μοῦ ἐδόθηκε κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεώς του.
8 Εἰς ἐμὲ τὸν ἐλαχιστότερον ἀπὸ ὅλους τοὺς ἁγίους ἐδόθηκε ἡ χάρις αὐτή, νὰ κηρύξω εἰς τοὺς ἐθνικοὺς τὸ χαρμόσυνον ἄγγελμα διὰ τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ
9 καὶ νὰ φωτίσω ὅλους ποιό εἶναι τὸ μυστικὸν σχέδιον ποὺ ἦτο κρυμμένον ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, ὁ ὁποῖος ἐδημιούργησε τὰ πάντα διὰ τοῦ Ἰησοῦ Χριστοῦ,
10 διὰ νὰ γνωρισθῇ τώρα εἰς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας εἰς τὰ ἐπουράνια, διὰ τῆς ἐκκλησίας, ἡ πολυποίκιλη σοφία τοῦ Θεοῦ,
11 σύμφωνα πρὸς τὸν προαιώνιον σκοπὸν τοῦ ὁποίου ἐπραγματοποίησε διὰ τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μας,
12 διὰ τοῦ ὁποίου ἔχομεν τὸ θάρρος καὶ προσερχόμεθα μὲ πεποίθησιν διὰ τῆς πίστεως εἰς αὐτόν.
13 Διὰ τοῦτο παρακαλῶ νὰ μὴ ἀποθαρρύνεσθε διὰ τὰς θλίψεις ποὺ ὑποφέρω γιὰ σᾶς, αἱ ὁποῖαι εἶναι δόξα σας.
Προσευχὴ πρὸς κατανόησιν τοῦ εὐαγγελίου
14 Δι’ αὐτὸν τὸν λόγον γονατίζω προσευχόμενος πρὸς τὸν Πατγέρα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ,
15 ἀπὸ τὸν ὁποῖον κάθε γένος εἰς τοὺς οὐρανοὺς καὶ τὴν γῆν παίρνει τὸ ὄνομα,
16 νὰ σᾶς δώσῃ κατὰ τὸν πλοῦτον τῆς δόξης σου, νὰ ἐνισχυθῆτε μὲ δύναμιν διὰ τοῦ Πνεύματός του εἰς τὸν ἐσωτερικόν σας ἄνθρωπον,
17 νὰ κατοικήσῃ ὁ Χριστὸς διὰ τῆς πίστεως στὶς καρδιές σας, νὰ εἶσθε ριζωμένοι καὶ θεμελιωμένοι εἰς τὴν ἀγάπην,
18 διὰ νὰ μπορέσετε νὰ καταλάβετε μαζὶ μὲ ὅλους τοὺς ἁγίους ποιό εἶναι τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος,
19 καὶ νὰ γνωρίσετε τὴν ἀγάπην τοῦ Χριστοῦ, ἡ ὁποία ξεπερνᾶ τὴν γνῶσιν, διὰ νὰ καταστῆτε πλήρεις μὲ ὅλην τὴν πληρότητα τοῦ Θεοῦ.
20 Εἰς ἐκεῖνον δέ, ποὺ μπορεῖ νὰ κάνῃ πολὺ περισσότερα ἀπὸ ὅλα ὅσα ζητοῦμεν ἢ σκεπτόμεθα, σύμφωνα μὲ τὴν δύναμιν, ἡ ὁποία ἐνεργεῖται μέσα μας,
21 εἰς αὐτὸν ἂς εἶναι ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
Ἡ κλῆσις τοῦ Θεοῦ συνεπάγεται ἑνότητα
1 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.
4 Ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
5 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα·
6 εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν.
7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
8 Διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις.
9 Τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
10 Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
11 Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης,
15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός,
16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
Ἡ παλαιὰ καὶ ἡ νέα ζωή
17 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
18 ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
19 οἵτινες, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
20 Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν,
21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ,
22 ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,
23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν
24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
Παραγγέλματα διὰ τὴν καθημερινὴν ζωήν
25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη.
26 Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν,
27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
28 Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
29 Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.
30 Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
31 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ.
32 Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Ε’
ΚΕΦΑΛΑΙΟΝ 5
1 Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά,
2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
3 Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία.
5 Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
7 Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν.
8 Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε·
9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ·
10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
11 Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε·
12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν·
13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι.
14 Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί,
16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.
17 Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου.
18 Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι,
19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ,
20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί,
21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
Χριστιανικὴ οἰκογενειακὴ ζωή
22 Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ,
23 ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος.
24 Ἀλλ’ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
25 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ρήματι,
27 ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ρυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
28 Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ·
29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν·
30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ·
31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
32 Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
33 Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΣΤ’
ΚΕΦΑΛΑΙΟΝ 6
1 Τά τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον.
2 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ,
3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.
4 Καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
5 Οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
6 μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς,
7 μετ’ εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις,
8 εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
9 Καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ’ αὐτῷ.
Ἡ πανοπλία τοῦ χριστιανοῦ
10 Τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
11 Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου·
12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
13 Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
14 Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης,
16 ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι·
17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ρῆμα Θεοῦ,
18 διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων,
19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου,
20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι ὡς δεῖ με λαλῆσαι.
Ἐπίλογος
21 Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ,
22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.
23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
24 Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ· ἀμήν.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
Ἡ κλῆσις τοῦ Θεοῦ συνεπάγεται ἑνότητα
1 Σᾶς προτρέπω λοιπὸν ἐγὼ ὁ φυλακισμένος διὰ τὸν Κύριον, νὰ φέρεσθε ἀντάξια πρὸς τὴν κλῆσιν,
2 τὴν ὁποίαν ἐλάβατε, μὲ πᾶσαν ταπεινοφροσύνην καὶ πραότητα, μὲ ὑπομονὴν εἰς τὸ νὰ ἀνέχεσθε ὁ ἕνας τὸν ἄλλον μὲ ἀγάπην,
3 καὶ νὰ φροντίζετε νὰ διατηρῆτε τὴν ἑνότητα τοῦ Πνεύματος διὰ τοῦ συνδέσμου τῆς εἰρήνης.
4 Ἕνα σῶμα ὑπάρχει καὶ ἕνα Πνεῦμα, καθὼς καὶ μία εἶναι ἡ ἐλπίδα τῆς κλήσεώς σας, τὴν ὁποίαν ἐλάβατε.
5 Ἕνας Κύριος, μία πίστις, ἕνα βάπτισμα,
6 ἕνας Θεὸς καὶ Πατέρας ὅλων, ὁ ὁποῖος εἶναι ὑπεράνω ὅλων καὶ δι’ ὅλων καὶ εἰς ὅλους ἐμᾶς.
7 Ἀλλ’ εἰς τὸν καθένα ἀπὸ μᾶς ἐδόθηκε ἡ χάρις σύμφωνα πρὸς τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
8 Διὰ τοῦτο λέγε, Ὅταν ἀνέβηκε εἰς τὰ ὕψη ἔλαβε αἰχμαλώτους καὶ ἔδωκε δῶρα εἰς τοὺς ἀνθρώπους.
9 Τὸ δὲ ἀνέβηκε, τί σημαίνει παρὰ ὅτι καὶ κατέβηκε πρῶτα εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
10 Ἒκεῖνος ποὺ κατέβηκε εἶναι αὐτὸς ποὺ καὶ ἀνέβηκε ὑπεράνω ὅλων τῶν οὐρανῶν, διὰ νὰ γεμίσῃ τὰ πάντα.
11 Καὶ τὰ δῶρά του ἦσαν: μερικοὶ νὰ εἶναι ἀπόστολοι, ἄλλοι εὐαγγελιστές, ἄλλοι ποιμένες καὶ διδάσκαλοι,
12 πρὸς τὸν σκοπὸν νὰ καταρτίσουν τοὺς ἁγίους, διὰ τὸ ἔργον ὑπηρεσίας,
13 διὰ τὴν οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρις ὅτου φθάσωμεν ὅλοι εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς πλήρους γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς τὸ μέτρον τοῦ τελείου ἀναστήματος τοῦ Χριστοῦ,
14 ὥστε νὰ μὴ εἴμεθα πλέον νήπιοι, κυμαινόμενοι καὶ παρασυρόμενοι ἀπὸ κάθε ἄνεμον τῆς διδασκαλίας, μέσα εἰς τὴν δολιότητα τῶν ἀνθρώπων, μέσα εἰς τὴν πανουργίαν τους πρὸς τὸν σκοπὸν τῆς μεθοδικῆς παραπλανήσεως,
15 ἀλλά, ὁμολογοῦντες τὴν ἀλήθειαν ἐν ἀγάπῃ, ἂς αὐξήσωμεν μὲ κάθε τρόπον εἰς αὐτόν, ὁ ὁποῖος εἶναι ἡ Κεφαλή, ὁ Χριστός,
16 ἐκ τοῦ ὁποίου τὸ ὅλον σῶμα, τὸ ὁποῖον συναρμολογεῖται καὶ συγκρατεῖται διὰ τῆς ὑπηρεσίας κάθε ἀρθρώσεως μὲ τὴν ὁποίαν εἶναι ἐφωδιασμένον, διὰ τῆς καταλλήλου δὲ ἐνεργείας κάθε μέρους γίνεται ἡ αὔξησις τοῦ σώματος μὲ σκοπὸν τὴν ἰδίαν του οἰκοδομὴν ἐν ἀγάπῃ.
Ἡ παλαιὰ καὶ ἡ νέα ζωή
17 Τοῦτο λοιπὸν λέγω καὶ σᾶς ἐξορκίζω ἐν Κυρίῳ, νὰ μὴ φέρεσθε πλέον ὅπως φέρονται καὶ οἱ ἄλλοι ἐθνικοὶ μέσα εἰς τὰς ματαίας σκέψεις τοῦ νοῦ των,
18 σκοτισμένοι κατὰ τὴν διάνοιαν, ἀποξενωμένοι ἀπὸ τὴν ζωὴν τοῦ Θεοῦ ἐξ αἰτίας τῆς ἀγνοίας ποὺ ὑπάρχει μέσα τους, ἕνεκα τῆς πωρώσεως τῆς καρδιᾶς των,
19 οἱ ὁποῖοι, ἀφοῦ ἔγιναν ἀναίσθητοι, παρέδωκαν τὸν ἑαυτόν τους εἰς τὴν ἀσέλγειαν διὰ νὰ κάνουν ἀχόρταγα κάθε ἀκαθαρσίαν.
20 Ἂλλὰ σεῖς δὲν ἐμάθατε ἔτσι τὸν Χριστόν,
21 ἐὰν βέβαια τὸν ἀκούσατε καὶ ἐδιδαχθήκατε εἰς αὐτόν, καθὼς ὑπάρχει ἀλήθεια εἰς τὸν Ἰησοῦν.
22 Πρέπει νὰ ἀποβάλετε τὸν παλαιὸν ἄνθρωπον τῆς προτέρας σας ζωῆς, ὁ ὁποῖος φθείρεται ἀπὸ τὰς ἀπατηλὰς ἐπιθυμίας,
23 νὰ ἀνανεώνεσθε δὲ ὡς πρὸς τὸ πνεῦμα τοῦ νοῦ σας,
24 καὶ νὰ ἐνδυθῆτε τὸν νέον ἄνθρωπον, τὸν δημιουργηθέντα κατὰ Θεὸν πρὸς ἀληθινὴν δικαιοσύνην καὶ ἁγιότητα.
Παραγγέλματα διὰ τὴν καθημερινὴν ζωήν
25 Διὰ τοῦτο ἀποβάλατε τὸ ψεῦδος καὶ ὁμιλεῖτε ἀλήθειαν ὁ καθένας μὲ τὸν πλησίον του, διότι εἴμεθα μέλη ὁ Ἕνας τοῦ ἄλλου.
26 Ὀργίζεσθε ἀλλὰ μὴ ἁμαρτάνετε· ὁ ἥλιος ἂς μὴ δύῃ, ἐνῷ ἐξακολουθεῖ ἀκόμη ἡ ὀργή σας,
27 οὔτε νὰ δίδετε τόπον εἰς τὸν διάβολον.
28 Ὁ κλέφτης νὰ μὴ κλέβῃ πλέον, ἀλλὰ μᾶλλον νὰ κοπιάζῃ ἐργαζόμενος μὲ τὰ χέρια του τὸ καλόν, διὰ νὰ ἔχῃ νὰ δώσῃ κάτι εἰς ἐκεῖνον ποὺ ἔχει ἀνάγκην.
29 Κακὸς λόγος νὰ μὴ ἐξέρχεται ἀπὸ τὸ στόμα σας ἀλλὰ μόνον καλός, διὰ νὰ οἰκοδομήσῃ ἐκεῖ ποὺ ὑπάρχει ἀνάγκη καὶ νὰ ὠφελήσῃ ἐκείνους ποὺ θὰ τὸν ἀκούσουν.
30 Καὶ μὴ λυπῆτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ,, μὲ τὸ ὁποῖον ἐσφραγισθήκατε διὰ τὴν ἡμέραν τῆς ἀπολυτρώσεως.
31 Κάθε πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ κακολογία ἂς εἶναι μακρυὰ ἀπὸ σᾶς μαζὶ μὲ κάθε κακίαν.
32 Καὶ νὰ εἶσθε καλοὶ ὁ ἕνας πρὸς τὸν ἄλλον, εὔσπλαγχνοι καὶ νὰ συγχωρῆτε ἀλλήλους, καθὼς καὶ ὁ Θεὸς σᾶς συγχώρησεν ἐν Χριστῷ.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Ε’
ΚΕΦΑΛΑΙΟΝ 5
1 Νὰ γίνεσθε λοιπὸν μιμηταὶ τοῦ Θεοῦ σὰν παιδιὰ ἀγαπητά.
2 Νὰ φέρεσθε μὲ ἀγάπην ὅπως καὶ ὁ Χριστὸς μᾶς ἀγάπησε καὶ παρέδωκε τὸν ἑαυτόν του γιὰ μᾶς, προσφορὰν καὶ εὐωδιάζουσαν θυσίαν εἰς τὸν Θεόν.
3 Πορνεία δὲ καὶ κάθε ἀκαθαρσία ἢ πλεονεξία οὔτε νὰ ἀναφέρεται μεταξύ σας, καθὼς πρέπει εἰς ἁγίους,
4 οὔτε αἰσχρότης καὶ μωρολογία ἢ εὐτράπελα πράγματα, τὰ ὁποία δὲν εἶναι πρέποντα, ἀλλὰ μᾶλλον εὐχαριστία.
5 Διότι τοῦτο νὰ ξέρετε, ὅτι κάθε πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, δηλαδὴ εἰδωλολάτρης, δὲν ἔχει κληρονομίαν εἰς τὴν βασιλείαν τοῦ Χριστοῦ καὶ Θεοῦ.
6 Κανεὶς ἂς μὴ σᾶς ἀπατᾶ μὲ κούφια λόγια, διότι δι’ αὐτὰ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ εἰς τοὺς ἀπειθεῖς ἀνθρώπους.
7 Νὰ μὴ ἔχετε λοιπὸν τίποτε τὸ κοινὸν μαζί τους,
8 διότι ἤσαστε κάποτε σκοτάδι, ἂλλὰ τώρα εἶσθε φῶς ἐν Κυρίῳ· νὰ φέρεσθε σὰν παιδιὰ τοῦ φωτός
9 – διότι ὁ καρπὸς τοῦ Πνεύματος φανερώνεται μὲ κάθε καλωσύνην, δικαιοσύνην καὶ ἀλήθειαν –
10 νὰ ἐξετάζετε τί εἶναι εὐάρεστον εἰς τὸν Κύριον,
11 καὶ μὴ ἐπικοινωνῆτε μὲ τὰ ἔργα τὰ ἄκαρπα τοῦ σκότους, μᾶλλον δὲ καὶ νὰ τὰ ἐλέγχετε,
12 διότι ἐκεῖνα ποὺ γίνονται ἀπ’ αὐτοὺς κρυφὰ εἶναι ἐντροπὴ καὶ νὰ τὰ ἀναφέρῃ κανείς.
13 Ἀλλὰ κάθε τι ποὺ ἀποκαλύπτεται ἀπὸ τὸ φῶς γίνεται φανερόν, καὶ κάθε τι ποὺ φανερώνεται εἶναι φωτεινόν.
14 Διὰ τοῦτο σοῦ λέγει, Σήκω ἐπάνω σὺ ποὺ κοιμᾶσαι καὶ ἀναστήσου ἀπὸ τοὺς νεκροὺς καὶ ὁ Χριστὸς θὰ σὲ φωτίσῃ.
15 Προσέχετε λοιπὸν πῶς ἀκριβῶς φέρεσθε, ὄχι ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί,
16 ἐπωφελούμενοι τοῦ χρόνου, διότι αἱ ἡμέραι εἶναι πονηραί.
17 Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ νὰ κατανοῆτε ποιό εἶναι τὸ θέλημα τοῦ Κυρίου.
18 Καὶ νὰ μὴ μεθᾶτε μὲ κρασί, πρᾶγμα ποὺ εἶναι ἀσωτία, ἀλλὰ νὰ γεμίζετε ἀπὸ Πνεῦμα
19 καὶ νὰ μιλᾶτε μεταξύ σας μὲ ψαλμούς, ὕμνους καὶ ἄσματα πνευματικά, καὶ νὰ ἄδετε καὶ ψάλλετε μὲ τὴν καρδιά σας εἰς τὸν Κύριον·
20 νὰ εὐχαριστῆτε τὸν Θεὸν καὶ Πατέρα πάντοτε διὰ τὸ κάθε τι εἰς τὸ ὄνομα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ,
21 καὶ νὰ ὑποτάσσεσθε ὁ ἕνας εἰς τὸν ἄλλον μὲ φόβον Χριστοῦ.
Χριστιανικὴ οἰκογενειακὴ ζωή
22 Αἱ γυναῖκες, νὰ ὑποτάσσεσθε εἰς τοὺς ἄνδρας σας, ὅπως εἰς τὸν Κύριον,
23 διότι ὁ ἄνδρας εἶναι κεφαλὴ τῆς γυναίκας ὅπως καὸ ὁ Χριστὸς εἶναι Κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτὸς εἶναι σωτὴρ τοῦ σώματος.
24 Ἀλλ’ ὅπως ἡ ἐκκλησία ὑποτάσσεται εἰς τὸν Χριστόν, ἔτσι πρέπει νὰ ὑποτάσσονται καὶ αἱ γυναῖκες εἰς τοὺς ἄνδρας των εἰς τὸ κάθε τι.
25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκάς σας. Ὅπως καὶ ὁ Χριστὸς ἀγάπησε τὴν ἐκκλησίαν καὶ παρέδωκε τὸν ἑαυτόν του δι’ αὐτήν,
26 διὰ νὰ τὴν ἁγιάσῃ, ἀφοῦ τὴν ἐκαθάρισε μὲ τὸ λουτρὸν τοῦ ὕδατος, διὰ τοῦ λόγου,
27 διὰ νὰ παρουσιάσῃ εἰς τὸν ἑαυτόν του ἔνδοξη τὴν ἐκκλησίαν, χωρὶς νὰ ἔχῃ κηλῖδα ἢ ρυτίδα ἢ τίποτε ἄλλο ἀπὸ τὰ τοιαῦτα, ἀλλὰ νὰ εἶναι ἁγία καὶ ἄψογος.
28 Ἔτσι ὀφείλουν καὶ οἱ ἄνδρες νὰ ἀγαποῦν τὰς γυναῖκάς των ὅπως τὰ δικά των σώματα. Ἐκεῖνος ποὺ ἀγαπᾶ τὴν γυναῖκά του, ἀγαπᾶ τὸν ἑαυτόν του,
29 διότι κανεὶς ποτὲ δὲν ἐμίσησε τὴν σάρκα του, ἀλλὰ τὴνν τρέφει καὶ τὴν περιποιεῖται, ὅπως καὶ ὁ Κύριος τὴν ἐκκλησίαν,
30 διότι εἴμεθα μέλη τοῦ σώματός του, ἀπὸ τὴν σάρκα καὶ ἀπὸ τὰ όστᾶ του.
31 Διὰ τοῦτο ὁ ἄνθρωπος θὰ ἐγκαταλείψῃ τὸν πατέρα του καὶ τὴν μητέρα του καὶ θὰ προσκοληθῇ πρὸς τὴν γυναῖκά του καὶ θὰ γίνουν οἱ δύο σάρκα μία.
32 Τὸ μυστήριον αὐτὸ εἶναι μεγάλο· ἐγὼ τὸ ἐξηγῶ ὅτι ἀναφέρεται εἰς τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν.
33 Ἀλλὰ καὶ σεῖς, ἂς ἀγαπᾶ ὁ καθένας τὴν γυναῖκά του ὅπως τὸν ἑαυτόν του, ἡ δὲ γυναῖκα νὰ σέβεται τὸν ἄνδρα της.
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ ΣΤ’
ΚΕΦΑΛΑΙΟΝ 6
1 Τὰ παιδιά, ὑπακούετε εἰς τοὺς γονεῖς σας ἐν Κυρίῳ, διότι αὐτὸ εἶναι τὸ σωστό.
2 Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, αὐτὴ εἶναι ἡ πρώτη ἐντολὴ ποὺ συνοδεύεται μὲ τὴν ὑπόσχεσιν:
3 διὰ νὰ εὐτηχήσῃς καὶ νὰ γίνῃς μακροχρόνιος εἰς τὴν γῆν.
4 Καὶ σεῖς πατέρες, μὴ ἐξοργίζετε τὰ παιδιά σας, ἀλλὰ νὰ τὰ ἀνατρέφετε μὲ τὴν παιδείαν καὶ τὴν νουθεσίαν τοῦ Κυρίου.
5 Οἱ δοῦλοι, νὰ ὑπακούετε εἰς τοὺς κυρίους σας τοῦ κόσμου αὐτοῦ μὲ φόβον καὶ τρόπον, μὲ τὴν εἰλικρίνειαν τῆς καρδιᾶς σας, ὅπως εἰς τὸν Χριστόν,
6 νὰ δουλεύετε ὄχι γιὰ τὰ μάτια, ὅπως κάνουν ὅσοι θέλουν νὰ φανοῦν ἀρεστοί εἰς τοὺς ἀνθρώπους, ἀλλὰ σὰν δοῦλοι τοῦ Χριστοῦ, ποὺ κάνουν τὸ θέλημα τοῦ Θεοῦ μὲ τὴν καρδιά τους,
7 ὑπηρετοῦντες μὲ καλὴν διάθεσιν σὰν νὰ ὑπηρετῆτε τὸν Κύριον καὶ ὄχι ἀνθρώπους.
8 Ξέρετε ὅτι ὁ καθένας, ὅ,τι καλὸ κάνει θὰ τὸ πάρῃ πάλιν ἀπὸ τὸν Κύριον, εἴτε δοῦλος εἶναι εἴτε ἐλεύθερος.
9 Καὶ σεῖς, κύριοι, νὰ τοὺς κάνετε τὰ ἴδια, νὰ ἀφήσετε τὴν φοβέρα, διότι πρέπει νὰ ξέρετε ὅτι καὶ σεῖς ἔχετε Κύριον εἰς τοὺς οὐρανοὺς καὶ δὲν ὑπάρχει εἰς αὐτὸν προσωποληψία.
Ἡ πανοπλία τοῦ Χριστιανοῦ
10 Τέλος, ἀδελφοί μου, γίνεσθε δυνατοὶ διὰ τοῦ Κυρίου καὶ διὰ τοῦ κράτους τῆς δυνάμεώς του.
11 Ἐνδυθῆτε τὴν πανοπλίαν τοῦ Θεοῦ διὰ νὰ μπορέσετε νὰ ἀντισταθῆτε εἰς τὰ τεχνάσματα τοῦ διαβόλου,
12 διότι δὲν διεξάγομεν πάλην μὲ σάρκα καὶ αἷμα, ἀλλὰ μὲ τὰς ἀρχάς, τὰς ἐξουσίας, τοὺς κοσμοκράτορας τοῦ σκοτεινοῦ τούτου κόσμου, μὲ τὰ πονηρὰ πνεύματα εἰς τοὺς οὐρανούς.
13 Διὰ τοῦτο ἐνδυθῆτε μὲ τὴν πανοπλίαν τοῦ Θεοῦ, διὰ νὰ μπορέσετε νὰ ἀντισταθῆτε κατὰ τὴν πονηρὰν ἡμέραν καί, ἀφοῦ ἐκτελέσετε ὅλα, νὰ σταθῆτε.
14 Σταθῆτε ὄρθιοι λοιπόν, ἀφοῦ ζωσθῆτε τὴν μέση σας μὲ τὴν ἀλήθειαν καὶ ἐνδυθῆτε τὸν θώρακα τῆς δικαιώσεως·
15 εἰς τὰ πόδια σας ὑποδήματα διὰ νὰ εἶσθε ἕτοιμοι διὰ τὸ χαρμόσυνον ἄγγελμα τῆς εἰρήνης.
16 Πάνω ἀπὸ ὅλ’ αὐτὰ νὰ πάρετε τὴν ἀσπίδα τῆς πίστεως, μὲ τὴν ὁποίαν θὰ μπορέσετε νὰ σβήσετε ὅλα τὰ φλογερὰ βέλη τοῦ πονηροῦ,
17 καὶ δεχθῆτε τὴν σωτηρίαν διὰ περικεφαλαίαν, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, δηλαδὴ τὸν λόγον τοῦ Θεοῦ.
18 Νὰ ἐμμένετε εἰς τὴν προσευχὴν καὶ τὴν δέησιν, προσευχόμενοι πάντοτε ἐν Πνεύματι καὶ πρὸς τὸν σκοπὸν αὐτὸν νὰ ἀγρυπνῆτε μὲ πλήρη ἐπιμονὴν καὶ δέησιν δι’ ὅλους τοὺς ἁγίους,
19 καὶ δι’ ἐμέ, διὰ νὰ μοῦ δοθῇ λόγος ὅταν ἀνοίξω τὸ στόμα μου, διὰ νὰ κάνω γνωστὸν μὲ πολὺ θάρρος τὸ μυστήριον τοῦ εὐαγγελίου,
20 διὰ τὸ ὁποῖον, δεμένος μὲ ἁλυσίδες, ἐκτελῶ ἔργον πρεσβευτοῦ. Προσεύχεσθε διὰ νὰ μιλήσω μὲ θάρρος περὶ αὐτοῦ καθὼς πρέπει.
Ἐπίλογος
21 Διὰ νὰ μάθετε δὲ καὶ σεῖς νέα μου καὶ τί κάνω, θὰ σᾶς τὰ γνωρίσῃ ὅλα ὁ Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ,
22 τὸν ὁποῖον σᾶς στέλλω δι’ αὐτὸν ἀκριβῶς τὸν σκοπόν, διὰ νὰ μάθετε τὰ δικά μας νέα καὶ διὰ νὰ σᾶς ἐνθαρρύνῃ.
23 Εἰρήνη νὰ εἶναι εἰς τοὺς ἀδελφοὺς καὶ ἀγάπη μὲ πίστιν ἀπὸ τὸν Θεὸν Πατέρα καὶ τὸν Κύριον Ἰησοῦν Χριστόν.
24 Ἡ χάρις νὰ εἶναι μαζὶ μὲ ὅλους ποὺ ἀγαποῦν τὸν Κύριό μας Ἰησοῦν Χριστὸν μὲ ἄφθαρτον ἀγάπην. Ἀμήν.