(c) OrthodoxAnswers.gr
Τετάρτη , 23 Αύγουστος 2017
Ειδοποιήσεις
Αρχική » Μέγας Παρακλητικός Κανών (youtube + κείμενο)

Μέγας Παρακλητικός Κανών (youtube + κείμενο)

Ποιήμα του βασιλέως Θεοδώρου Δούκα του Λασκάρεως.

Ευλογήσαντος του ιερέως λέγομεν τον παρόντα ψαλμόν.

Ψαλμός ρμβ’ (142).

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου· Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιον σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρος σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήv μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου· και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί. Και ευθύς το Θεός Κύριος, μετά των στίχων αυτού εξ έκατέρων των χορών.

Είτα τα παρόντα τροπάρια.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν, εν μετανοία κράζοντες εκ βάθους ψυχής· Δέσποινα βοήθησον, εφ’ ημίν σπλαγχνισθείσα· σπεύσον απολλύμεθα, υπό πλήθους πταισμάτων· μη αποστρέψης σους δούλοι κενούς· σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Δόξα. Δόξα. Και νυν.

Ου σιωπήσομεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι· ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, έως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σου· σους γαρ δούλους σώζει αεί εκ παντοίων δεινών.

Ψαλμός ν'(50).

Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα˙ όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτήριας μου· αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν˙ ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφορά και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ωδή α’.

Αρματηλάτην Φαραώ εβύθισε, τερατουργούσα ποτέ, μωσαϊκή ράβδος, σταυροτύπως πλήξασα και διελούσα θάλασσαν· Ισραήλ δε φυγάδα, πεζόν οδίτην διέσωσεν, άσμα τω Θεώ αναμέλποντα.

Τροπάρια.

Των λυπηρών επαγωγαί χειμάζουσι την ταπεινήν μου ψυχήν, και συμφορών νέφη, την εμήν καλύπτουσι, καρδίαν Θεονύμφευτε· αλλ’ η φως τετοκυία, το θείον και προαιώνιον, λάμψον μοι το φως το χαρμόσυνον.

Εξ αμέτρητων αναγκών και θλίψεων, και εξ εχθρών δυσμενών, και συμφορών βίου, λυτρωθείς Πανάχραντε, τη κραταιά δυνάμει σου, ανυμνώ μεγαλώνω, την άμετρόν σου συμπάθειαν, και την εις εμέ σου παράκλησιν.

Νυν πεποιθώς επί την σην κατέφυγον, αντίληψιν κραταιάν, και προς την σην σκέπην, ολοψύχως έδραμον, και γόνυ κλίνω Δέσποινα, και θρηνώ και στενάζω, μη με παρίδης τον άθλιον, των Χριστιανών καταφύγιον.

Ου σιωπήσω του βοάν τρανώτατα, τα μεγαλεία τα σα, ειμή γαρ συ Κόρη, πάντοτε προΐστασο, υπέρ εμού πρεσβεύουσα, τω Υιώ και Θεώ σου, τις εκ τοσούτου με κλύδωνος, και δεινών κινδύνων ερρύσατο.

Ωδή γ’.

Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη ση, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια.

Απορήσας εκ πάντων, οδυνηρώς κράζω σοι· πρόφθασον θερμή προστασία, και σην βοήθειαν, δός μοι τω δούλω σου, τω ταπεινώ και αθλίω, τω την σην αντίληψιν, επιζητούντι θερμώς.

Εθαυμάστωσας όντως, νυν επ’ εμοί Δέσποινα, τας ευεργεσίας σου Κόρη, και τα ελέη σου· όθεν δοξάζω σε, και ανυμνώ και γεραίρω, την πολλήν και άμετρον, κηδεμονίαν σου.

Καταιγίς με χειμάζει, των συμφορών Δέσποινα, και των λυπηρών τρικυμίαι, καταποντίζουσιν· αλλά προφθάσασα, χείρα μοι δος βοηθείας, η θερμή αντίληψις, και προστασία μου.

Αλήθη Θεοτόκον, ομολογώ Δέσποινα, σε την του θανάτου το κράτος, εξαφανίσασαν· ως γαρ φυσίζωος, εκ των δεσμών των του άδου, προς ζωήν ανήγαγες, εις γην με ρεύσαντα.

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Κάθισμα.

Πρεσβεία θερμή, και τείχος απροσμάχητον, ελέους πηγή, του κόσμου καταφύγιον, εκτενώς βοώμεν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδή δ’.

Συ μου ισχύς Κύριε, συ μου και δύναμις, συ Θεός μου, συ μου αγαλλίαμα, ο πατρικούς, κόλπους μη λιπών, και την ημετέραν, πτωχείαν επισκεψάμενος· διό συν τω προφήτη, Αββακούμ σοι κραυγάζω· Τη δυνάμει σου δόξα φιλάνθρωπε.

Τροπάρια.

Και πού λοιπόν, άλλην ευρήσω αντίληψιν; πού προσφύγω; πού δε και σωθήσομαι; τίνα θερμήν έξω βοηθόν, θλίψεσι του βίου και ζάλαις οίμοι! κλονούμενος; Εις σε μόνην ελπίζω, και θαρρώ και καυχώμαι, και προστρέχω τη σκέπη σου· σώσον με.

Τον ποταμόν, τον γλυκερόν του ελέους σου, τον πλουσίαις δωρεαίς δροσίσαντα, την παναθλίαν και ταπεινήν, πάναγνε ψυχήν μου, των συμφορών και των θλίψεων, καμίνω φλογισθείσαν, μεγαλύνω κηρύττω, και προστρέχω τη σκέπη σου· σώσον με.

Σε την αγνήν, σε την Παρθένον και άσπιλον, μόνην φέρω, τείχος απροσμάχητον, καταφυγήν σκέπην κραταιάν, όπλον σωτηρίας· μη με παρίδης τον άσωτον, ελπίς απηλπισμένων, ασθενών συμμαχία, θλιβομένων χαρά και αντίληψις.

Πώς εξειπείν, σου κατ’ αξίαν δυνήσομαι, τους αμέτρους, οικτιρμούς ω Δέσποινα, τους την εμήν πάντοτε ψυχήν, δεινώς πυρουμένην, ως ύδωρ περιδροσίσαντας; Αλλ’ ω της σης προνοίας, και της ευεργεσίας, ης αφθόνως αυτός παραπήλαυσα!

Ωδή ε’. 

Ίνα τι με απώσω, από του προσώπου σου το φως το άδυτον, και εκάλυψέ με, το αλλότριον σκότος τον δείλαιον; Αλλ’ επίστρεψόν με, και προς το φως των εντολών σου, τας οδούς μου κατεύθυνον δέομαι.

Τροπάρια.

Ευχαρίστως βοώ σοι· χαίρε Μητροπάρθενε, χαίρε Θεόνυμφε· χαίρε θεία σκέπη, χαίρε όπλον και τείχος απόρθητον· χαίρε προστασία, και βοηθέ και σωτηρία, των εις σε προστρεχόντων εκ πίστεως.

Οι μισούντες με μάτην, βέλεμνα και ξίφη και λάκκον ηυτρέπισαν, και επιζητούσι, το πανάθλιον σώμα σπαράξαι μου, και καταβιβάσαι, προς γην Αγνή επιζητούσιν· αλλ’ εκ τούτων προφθάσασα σώσον με.

Από πάσης ανάγκης, θλίψεως και νόσου και βλάβης με λύτρωσαι, και τη ση δυνάμει, εν τη σκέπη σου φύλαξον άτρωτον, εκ παντός κινδύνου, και εξ εχθρών των πολεμούντων, και μισούντων με Κόρη πανύμνητε.

Τί σοι δώρον προσάξω, της ευχαριστίας ανθ’ ώνπερ απήλαυσα, των σων δωρημάτων, και της σης αμέτρητου χρηστότητος; Τοιγαρούν δοξάζω, υμνολογώ και μεγαλύνω, σου την άμετρον προς με συμπάθειαν.

Ωδή ς’.

Την δέησιν, εκχεώ προς Κύριον, και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω άδη προσήγγισε· και δέομαι ως Ιωνάς· Εκ φθοράς ο Θεός με ανάγαγε.

Τροπάρια.

Τα νέφη, των λυπηρών εκάλυψαν, την αθλίαν μου ψυχήν και καρδίαν, και σκοτασμόν εμποιούσι μοι Κόρη· αλλ’ η γεννήσασα φως το απρόσιτον, απέλασον ταύτα μακράν, τη εμπνεύσει της θείας πρεσβείας σου.

Παράκλησιν, εν ταις θλίψεσιν οίδα, και των νόσων ιατρόν σε γινώσκω, και παντελή συντριμμόν του θανάτου, και ποταμόν της ζωής ανεξάντλητον, και πάντων των εν συμφοραίς, ταχινήν και οξείαν αντίληψιν.

Ου κρύπτω σου, τον βυθόν του ελέους, και την βρύσιν των απείρων θαυμάτων, και την πηγήν την αέναον όντως, της προς εμέ συμπαθείας σου Δέσποινα, αλλ’ άπασιν ομολογώ, και βοώ και κηρύττω και φθέγγομαι.

Εκύκλωσαν, αι του βίου με ζάλαι, ώσπερ μέλισσαι κηρίον Παρθένε, και την εμήν κατασχούσαι καρδίαν, κατατιτρώσκουσι βέλει των θλίψεων· αλλ’ εύροιμί σε βοηθόν, και διώκτην και ρύστην Πανάχραντε.

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Κοντάκιον. 

Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς· αλλά πρόφθασον ως αγαθή εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι· Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Ευαγγέλιον.

Εκ του κατά Λουκάν (κεφ. ι’ 38 και ια’ 27).

Τω καιρώ εκείνω, εισήλθεν ο Ιησούς εις κώμην τινά· γυνή δε τις, ονόματι Μάρθα, υπεδέξατο αυτόν εις τον οίκον αυτής. Και τήδε ην αδελφή, καλουμένη Μαρία, η και παρακαθήσασα παρά τους πόδας του Ιησού, ήκουε των λόγων αυτού· η δε Μάρθα περιεσπάτο περί πολλήν διακονίαν· επιστάσα δε είπε· Κύριε, ου μέλει σοι, ότι η αδελφή μου μόνην με κατέλιπε διακονείν; ειπέ ουν αυτή ίνα μοι συναντιλάβηται. Αποκριθείς δε ο Ιησούς είπεν αυτή· Μάρθα, Μάρθα, μεριμνάς και τυρβάζη περί πολλά· ενός δε εστί χρεία· Μαρία δε την αγαθήν μερίδα εξελέξατο, ήτις ουκ αφαιρεθήσεται απ’ αυτής. Εγένετο δε εν τω λέγειν αυτόν ταύτα, επάρασά τις γυνή φωνήν εκ του όχλου είπεν αυτώ· Μακαρία η κοιλία η βαστάσασά σε και μαστοί, ους εθήλασας. Αυτός δε είπε· Μενούνγε, μακάριοι οι ακούοντες τον λόγον του Θεού και φυλάσσοντες αυτόν.

Δόξα.

Πάτερ Λόγε Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νυν.

Ταις της Θεοτόκου, πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Είτα· Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Μη καταπιστεύσης με, ανθρωπινή προστασία, Παναγία Δέσποινα, αλλά δέξαι δέησιν του ικέτου σου· θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα· σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος. Και παραμυθίαν ουκ έχω πλην σου· Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρίδης την δέησιν· το συμφέρον ποίησον.

Ουδείς προστρέχων επί σοι, κατησχυμμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε· αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζόμενων η γαλήνη, η μόνη προστασία των πιστών.

Ο ιερεύς.

Σώσον ο Θεός τον λαόν σου και ευλόγησον την κληρονομίαν σου· επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς· ύψωσον κέρας Χριστιανών ορθοδόξων και κατάπεμψον εφ’ ημάς τα ελέη σου τα πλούσια· πρεσβείαις της πανάχραντου Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας· δυνάμει του τιμίου και ζωοποιού Σταυρού· προστασίαις των τιμίων επουρανίων δυνάμεων ασωμάτων ικεσίαις του τιμίου και ένδοξου προφήτου, Προδρόμου και Βαπτιστού Ιωάννου· των αγίων ενδόξων και πανευφήμων Αποστόλων· των εν αγίοις πατέρων ημών, μεγάλων ιεραρχών και οικουμενικών διδασκάλων Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου· του εν αγίοις πατρός ημών Νικολάου, αρχιεπισκόπου Μύρων της Λυκίας, του θαυματουργού· των αγίων ενδόξων και καλλινίκων Μαρτύρων· των οσίων και θεοφόρων Πατέρων ημών· των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης· του αγίου (της ημέρας), και πάντων σου των Αγίων. Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε· επάκουσον ημών των αμαρτωλών δεομένων σου, και ελέησον ημάς.

Κύριε ελέησον ιβ’. Μετά δε το Ελέει και οικτιρμοίς, αποπληρούμεν τας λοιπάς ωδάς του κανόνος.

Ωδή ζ’.

Παίδες Εβραίων εν καμίνω, κατεπάτησαν την φλόγα θαρσαλέως, και εις δρόσον το πυρ μετέβαλον βοώντες· Ευλογητός ει Κύριε, ο Θεός εις τους αιώνας.

Τροπάρια.

Φως η τεκούσα Θεοτόκε, σκοτισθέντα με νυκτί αμαρτημάτων, φωταγώγησον συ, φωτός ούσα δοχείον, το καθαρόν και άμωμον, ίνα ποθώ σε δοξάζω.

Σκέπη γενού και προστασία, και αντίληψις και καύχημα Παρθένε, γυμνωθέντι μοι νυν, απάσης βοηθείας, αβοήθητων δύναμις, και ελπίς απηλπισμένων.

Όλη ψυχή και διανοία, και καρδία σε και χείλεσι δοξάζω, απολαύσας των σων, μεγάλων χαρισμάτων· αλλ’ ω της σης χρηστότητος, και απείρων σου θαυμάτων!

Βλέψον ιλέω όμματί σου, και επίσκεψαι την κάκωσιν ην έχω, και δεινών συμφορών, και βλάβης και κινδύνων, και πειρασμών με λύτρωσαι, αμετρήτω σου ελέει.

Ωδή η’.

Τον εν όρει αγίω δοξασθέντα, και εν βάτω πυρί το της Αειπαρθένου, τω Μωυσή μυστήριον γνωρίσαντα, Κύριον υμνείτε, και υπερυψούτε, εις πάντας τους αιώνας.

Τροπάρια.

Δια σπλάγχνα ελέους σου Παρθένε, μη παρίδης σεμνή, ποντούμενόν με σάλω, βιωτικών κυμάτων, αλλά δίδου μοι χείρα βοηθείας, καταπονουμένω, κακώσεσι του βίου.

Περιστάσεις και θλίψεις και ανάγκαι, εύροσάν με Αγνή, και συμφοραί του βίου, και πειρασμοί με πάντοθεν εκύκλωσαν· αλλά πρόστηθί μοι, και αντιλαβού μου, τη κραταιά σου σκέπη.

Εν ταις ζάλαις εφεύρον σε λιμένα, εν ταις λύπαις χαράν και ευφροσύνην, και εν ταις νόσοις ταχινήν βοήθειαν, και εν τοις κινδύνοις, ρύστιν και προστάτιν, εν τοις πειρατηρίοις.

Χαίρε θρόνε πυρίμορφε Κυρίου, χαίρε θεία και μανναδόχε στάμνε, χαίρε χρυσή λυχνία, λαμπάς άσβεστος, χαίρε των παρθένων, δόξα και μητέρων, ωράισμα και κλέος.

Ωδή θ’. 

Εξέστη επί τούτω ο ουρανός, και της γης κατεπλάγη τα πέρατα, ότι Θεός, ώφθη τοις άνθρωποις σωματικώς, και η γαστήρ σου γέγονεν, ευρυχωροτέρα των ουρανών· διό σε Θεοτόκε, Αγγέλων και ανθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

Τροπάρια.

Προς τίνα καταφύγω άλλην Αγνή; πού προσδράμω λοιπόν και σωθήσομαι; πού πορευθώ; ποίαν δε εφεύρω καταφυγήν; ποίαν θερμήν αντίληψιν; ποίον εν ταις θλίψεσι βοηθόν; Εις σε μόνην ελπίζω, εις σε μόνην καυχώμαι, και επί σε θαρρών κατέφυγον.

Ουκ έστιν αριθμήσασθαι δυνατόν, μεγαλεία τα σα Θεονύμφευτε, και τον βυθόν, τον ανεξερεύνητον εξειπείν, των υπέρ νουν θαυμάτων σου, των τετελεσμένων διηνεκώς, τοις πόθω σε τιμώσι, και πίστει προσκυνούσιν, ως αληθή Θεού λοχεύτριαν.

Εν ύμνοις ευχαρίστοις δοξολογώ, και γεραίρω το άμετρον έλεος, και την πολλήν, δύναμίν σου ομολογώ· και τας ευεργεσίας σου, ας υπερεκένωσας εις εμέ, κηρύττω, μεγαλύνω, ψυχή τε και καρδία, και λογισμώ και γλώσση πάντοτε.

Την δέησίν μου δέξαι την πενιχράν, και κλαυθμόν μη παρίδης και δάκρυα, και στεναγμόν, αλλ’ αντιλαβού μου ως αγαθή, και τας αιτήσεις πλήρωσον· δύνασαι γαρ πάντα ως πανσθενούς, Δεσπότου Θεού Μήτηρ, ει νεύσεις έτι μόνον, προς την εμήν οικτράν ταπείνωσιν.

Και ευθύς το Άξιον εστίν ως αληθώς.

Και θυμιά ο ιερεύς το θυσιαστήριον καί τον ναόν, ή τον οίκον, όπου ψάλλεται η Παράκλησις, και ημείς ψάλλομεν τα παρόντα Μεγαλυνάρια.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν, λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή· προς σε καταφεύγω, την Κεχαριτωμένην· ελπίς απηλπισμένων, συ μοι βοήθησον.

Δέσποινα και Μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης, προς τον εκ σου τεχθέντα· ω Δέσποινα του κόσμου, γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν, νυν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς· μετά του Προδρόμου, και πάντων των Αγίων, δυσώπει Θεοτόκε, του οικτειρήσαι ημάς.

Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την Εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του Αποστόλου, Λουκά Ιερωτάτου, την Οδηγήτριαν.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Είτα· Τρισάγιον, Παναγία Τριάς, Πάτερ ημών, και γεγωνοτέρα τη φωνή τα παρόντα εξαποστειλάρια.

Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τω χωρίω, κηδεύσατέ μου το σώμα· και συ, Υιέ και Θεέ μου, παράλαβε μου το πνεύμα.

Ο γλυκασμός των Αγγέλων, των θλιβομένων η χαρά, Χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου και ρύσαι, των αιωνίων βασανών.

Και σε μεσίτριαν έχω, προς τον φιλάνθρωπον Θεόν, μη μου ελέγξη τας πράξεις, ενώπιον των Αγγέλων· παρακαλώ σε Παρθένε, βοήθησόν μοι εν τάχει.

Χρυσοπλοκώτατε πύργε, και δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα του Βασιλέως, ακατανόητον θαύμα, πώς γαλουχείς τον Δεσπότην.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.