(c) OrthodoxAnswers.gr
Τετάρτη , 20 Σεπτέμβριος 2017
Ειδοποιήσεις
Αρχική » ΛΚ. Κεφ. Α’

ΛΚ. Κεφ. Α’

saint_lucas

 ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ ΚΔ’ ΚΕΦΑΛΑΙΟΝ Α’ κεφ Β’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’  ΚΒ’  ΚΓ’  ΚΔ’ 

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΛΟΥΚΑΝ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων
2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
3 ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

Πρόρρησις τῆς γεννήσεως Ἰωάννου τοῦ Βαπτιστοῦ

5 ᾿Εγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
6 Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.
7 Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ,
9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου·
10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
11 Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
12 Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν.
13 Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.
15 Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν·
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.
18 Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
19 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
20 Καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ.
22 Ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός.
23 Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε,
25 λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.

Εὐαγγελισμὸς τῆς παρθένου Μαρίας

26 ᾿Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ,
27 πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
28 Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν.
29 Ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
30 Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ.
31 Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
32 Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
34 Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
35 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ.
36 Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ρῆμα.
38 Εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ρῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.

Ἡ παρθένος Μαρία ἐπισκέπτεται τὴν Ἐλισάβετ.
Ὁ ὕμνος τῆς Μαρίας

39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,
40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
41 Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ
42 καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
43 Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;
44 Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.
45 Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
46 Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον
47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί·
49 ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν τοῖς φοβουμένοις αὐτόν.
51 Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
52 καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς,
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους,
55 καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
56 ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Ἡ γέννησις τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ.
Ὁ ὕμνος τοῦ Ζαχαρία

57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
58 Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
59 Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
60 Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
61 Καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ·
62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.
63 Καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες.
64 Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.
65 Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο πάντα τὰ ρήματα ταῦτα,
66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ.
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου καὶ προεφήτευσε λέγων·
68 Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69 καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαυὶδ τοῦ παιδὸς αὐτοῦ,
70 καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ,
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 ὅρκον ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
74 ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ρυσθέντας, λατρεύειν αὐτῷ
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
76 Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
78 διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.

ΚΑΤΑ ΛΟΥΚΑΝ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Πρόλογος

1 Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν νὰ συντάξουν διήγησιν διὰ τὰ γεγονότα, ποὺ συνέβησαν μεταξύ μας,
2 σύμφωνα πρὸς ὅσα μᾶς παρέδωκαν ἐκεῖνοι ποὺ ἀπὸ τὴν ἀρχὴν ἦσαν αὐτόπται μάρτυρες καὶ ὑπηρέται τοῦ κηρύγματος,
3 ἀπεφάσισα καὶ ἐγώ, ποὺ παρακολούθησα ὅλα ἀπὸ τὴν ἀρχὴν μὲ ἀκρίβειαν, νὰ σοῦ τὰ καταγράψω κατὰ σειράν, εὐγενέστατε Θεόφιλε,
4 διὰ νὰ γνωρίσῃς τὴν βεβαιότητα τῶν πραγμάτων ποὺ ἐδιδάχθηκες.

Πρόρρησις τῆς γεννήσεως Ἰωάννου τοῦ Βαπτιστοῦ

5 Κατὰ τὰς ἡμέρας τοῦ Ἡρώδη τοῦ βασιλέως τῆς Ἰουδαίας, ἐζοῦσε κάποιος ἱερεύς, ὀνομαζόμενος Ζαχαρίας, ἀπὸ τὴν τάξιν τοῦ Ἀβιὰ καὶ εἶχε γυναῖκα ἀπὸ τὰς ἀπογόνους τοῦ Ἀαρών, τῆς ὁποίας τὸ ὄνομα ἦτο Ἐλισάβετ.
6 Ἦσαν καὶ οἱ δύο δίκαιοι ἐνώπιον τοῦ Θεοῦ, διότι ἐζοῦσαν ἄμεμπτον βίον σύμφωνα πρὸς ὅλας τὰς ἐντολὰς καὶ τὰς διατάξεις τοῦ Κυρίου.
7 Δὲν εἶχαν ὅμως παιδί, διότι ἡ Ἐλισάβετ ἦτο στεῖρα καὶ ἦσαν καὶ οἱ δύο προχωρημένης ἡλικίας.
8 Συνέβη δὲ κατὰ τὴν διάρκειαν τῆς τελέσεως τῶν ἱερατικῶν του καθηκόντων ἐνώπιον τοῦ Θεοῦ, κατὰ τὴν σειρὰν τῆς τάξεώς του,
9 νὰ πέσῃ εἰς αὐτόν, κατὰ τὴν συνήθειαν τῆς ἱερατικῆς ὑπηρεσίας, ὁ κλῆρος νὰ θυμιάσῃ καὶ νὰ εἰσέλθῃ εἰς τὸν ναὸν τοῦ Κυρίου.
10 Ὁλόκληρον δὲ τὸ πλῆθος τοῦ λαοῦ προσευχότανε ἔξω κατὰ τὴν ὥρα τοῦ θυμιάματος.
11 Τότε ἐμφανίσθηκε εἰς αὐτὸν ἄγγελος τοῦ Κυρίου, ὁ ὁποῖος ἐστεκότανε εἰς τὰ δεξιὰ τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
12 Καὶ ἐτεράχθηκε ὁ Ζαχαρίας, ὅταν τὸν εἶδε καὶ τὸν κατέλαβε φόβος.
13 Τοῦ εἶπε δὲ ὁ ἄγγελος, «Μὴ φοβᾶσαι, Ζαχαρία, διότι ἡ προσευχή σου ἔχει εἰσακουσθῆ καὶ ἡ γυναῖκά σου ἡ Ἐλισάβετ θὰ σοῦ γεννήσῃ υἱὸν καὶ θὰ τὸν ὀνομάσῃς Ἰωάννην,
14 καὶ θὰ σοῦ εἶναι χαρὰ καὶ ἀγαλλίασις καὶ πολλοὶ θὰ χαροῦν διὰ τὴν γέννησίν του, διότι θὰ εἶναι μέγας ἐνώπιον τοῦ Κυρίου.
15 Κρασὶ καὶ οἰνοπνευματώδη ποτὰ δὲν θὰ πιῇ. Θὰ εἶναι γεμάτος Πνεῦμα Ἅγιον ἀπὸ τὴν κοιλιὰ ἀκόμη τῆς μητέρας του,
16 καὶ πολλοὺς ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰσραὴλ θὰ τοὺς κάνῃ νὰ ἐπιστρέψουν εἰς τὸν Κύριον τὸν Θεόν τους.
17 Καὶ θὰ ἔλθῃ πρὶν ἀπ’ αὐτὸν μὲ τὸ πνεῦμα καὶ τὴν δύναμιν τοῦ Ἠλία, ὥστε νὰ κάμῃ νὰ γυρίσουν οἱ καρδιὲς τῶν γονέων εἰς τὰ παιδιά τους καὶ οἱ ἀπειθεῖς νὰ ἀποκτήσουν τὸ φρόνημα τῶν δικαίων καὶ ἔτσι νὰ ἐτοιμάσῃ διὰ τὸν Κύριον λαὸν προδιατεθειμένον».
18 Καὶ εἶπεν ὁ Ζαχαρίας εἰς τὸν ἄγγελον, «Πῶς θὰ πεισθῶ γι’ αὐτό; Διότι ἐγὼ εἶμαι ἡλικιωμένος καὶ ἡ γυναῖκά μου προχωρημένης ἡλικίας».
19 Καὶ ἀπεκρίθη ὁ ἄγγελος, «Ἐγὼ εἶμαι ὁ Γαβριήλ, ὁ ὁποῖος παρουσιάζομαι ἐνώπιον τοῦ Θεοῦ καὶ εἶμαι σταλμένος νὰ σοῦ μιλήσω καὶ νὰ σοῦ φέρω τὴν εὐχάριστη αὐτὴν ἀγγελίαν.
20 Καὶ ἰδοῦ, θὰ εἶσαι βουβός καὶ δὲν θὰ μπορῇς νὰ μιλῇς ἔως τὴν ἡμέραν, ποὺ θὰ γίνουν αὐτά, ἐπειδὴ δὲν ἐπίστεψες εἰς τοὺς λόγους μου, οἱ ὁποῖοι θὰ ἐκπληρωθοῦν εἰς τὸν καιρό τους».
21 Καὶ ὁ λαὸς ἀνέμενε τὸν Ζαχαρίαν καὶ ἀποροῦσαν, διότι ἀργοποροῦσε πολὺ εἰς τὸν ναόν.
22 Ὅταν ἐβγῆκε, δὲν μποροῦσε νὰ τοὺς μιλήσῃ καὶ κατάλαβαν ὅτι εἶχε ἰδῆ ὅραμα εἰς τὸν ναόν. Αὐτὸς δὲ τοὺς ἔκανε νεύματα καὶ παρέμενε βουβός.
23 Καὶ ὅταν συμπληρώθηκαν αἱ ἡμέραι τῆς ἱερατικῆς του ὑπηρεσίας, ἔφυγε διὰ τὸ σπίτι του.
24 Ὕστερα ἀπὸ τὰς ἡμέρας αὐτὰς ἡ Ἐλισάβετ, ἡ γυναῖκά του, ἔμεινε ἔγκυος καὶ ἔκρυβε τὸν ἑαυτόν της ἐπὶ πέντε μῆνας καὶ ἔλεγε,
25 «Αὐτὸ μοῦ ἔκανε ὁ Κύριος κατὰ τὰς ἡμέρας, ποὺ ἐνδιαφέρθηκε νὰ μοῦ ἀφαιρέσῃ τὴν ἐντροπὴν μεταξὺ τῶν ἀνθρώπων».

Εὐαγγελισμὸς τῆς παρθένου Μαρίας

26 Κατὰ δὲ τὸν ἕκτον μῆνα ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τὸν Θεὸν εἰς πόλιν τῆς Γαλιλαίας, ποὺ ὠνομάζετο Ναζαρέτ, πρὸς παρθένον,
27 ἡ ὁποία ἦτο μνηστευμένη μὲ ἄνδρα ὀνομαζόμενον Ἰωσὴφ ἀπὸ τὸν οἶκον τοῦ Δαυΐδ καὶ τὸ ὄνομα τῆς παρθένου ἦτο Μαριάμ.
28 Καὶ ὅταν παρουσιάσθηκε εἰς αὐτὴν ὁ ἄγγελος τῆς εἶπε, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος εἶναι μαζί σου, εὐλογημένη εἶσαι σὺ μεταξὺ τῶν γυναικῶν».
29 Αὐτὴ δὲ μόλις τὸν εἶδε, ἐταράχθηκε μὲ τὰ λόγια αὐτὰ καὶ ἐσκέπτετο τί σημαίνει ὁ χαιρετισμὸς αὐτός.
30 Καὶ ὁ ἄγγελος τῆς εἶπε, «Μὴ φοβᾶσαι, Μαριάμ, διότι εὑρῆκες χάριν ἐκ μέρους τοῦ Θεοῦ.
31 Θὰ μείνῃς ἔγκυος καὶ θὰ γεννήσῃς υἱὸν καὶ θὰ τὸν ὀνομάσῃς Ἰησοῦν.
32 Αὐτὸς θὰ εἶναι μέγας καὶ θὰ ὀνομασθῇ Υἱὸς τοῦ Ὑψίστου καὶ θὰ τοῦ δώσῃ ὁ Θεὸς τὸν θρόνον τοῦ Δαυΐδ τοῦ πατέρα του,
33 καὶ θὰ βασιλεύσῃ εἰς τὸν οἶκον τοῦ Ἰακὼβ αἰωνίως καὶ ἡ βασιλεία του δὲν θὰ ἔχῃ τέλος».
34 Εἶπε δὲ ἡ Μαριὰμ πρὸς τὸν ἄγγελον, «Πῶς θὰ γίνῃ αὐτὸ, ἀφοῦ δὲν ἔχω ἄνδρα;».
35 Ὁ ἄγγελος ἀπεκρίθη, «Πνεῦμα Ἅγιον θὰ ἔλθῃ σ’ ἐσὲ καὶ ἡ δύναμις τοῦ Ὑψίστου θὰ σὲ σκιάσῃ· διὰ τοῦτο καὶ τὸ ἅγιον ποὺ θὰ γεννηθῇ θὰ ὀνομασθῇ Υἱὸς τοῦ Θεοῦ.
36 Καὶ ἡ Ἐλισάβετ ἡ συγγενής σου, συνέλαβε καὶ αὐτὴ υἱὸν εἰς τὰ γεράματά της καὶ αὐτὴ ποὺ θεωρεῖται στεῖρα, εἶναι τώρα εἰς τὸν ἕκτον μῆνα της,
37 διότι κανένα πρᾶγμα δὲν εἶναι ἀδύνατον εἰς τὸν Θεόν».
38 Εἶπε τότε ἡ Μαριάμ, «Ἰδοῦ ἡ δούλη τοῦ Κυρίου· ἂς μοῦ γίνῃ ὅπως εἶπες». Καὶ ἔφυγε ἀπ’ αὐτὴν ὁ ἄγγελος.

Ἡ παρθένος Μαρία ἐπισκέπτεται τὴν Ἐλισάβετ. Ὁ ὕμνος τῆς Μαρίας

39 Καὶ ἐσηκώθηκε ἡ Μαριὰμ κατὰ τὰς ἡμέρας αὐτὰς καὶ ἐπῆγε γρήγορα εἰς τὴν ὀρεινὴν περιοχὴν εἰς πόλιν τοῦ Ἰούδα
40 καὶ ἐμπῆκε εἰς τὸ σπίτι τοῦ Ζαχαρία καὶ ἐχαιρέτισε τὴν Ἐλισάβετ.
41 Καὶ μόλις ἡ Ἐλισάβετ ἄκουσε τὸν χαιρετισμὸν τῆς Μαρίας, ἀπήδησε τὸ βρέφος εἰς τὴν κοιλιά της καὶ ἐπληρώθη ἡ Ἐλισάβετ ἀπὸ Πνεῦμα Ἅγιον,
42 καὶ μὲ μεγάλην φωνὴν ἐφώναξε καὶ εἶπε, «Εὐλογημένη εἶσαι σὺ μεταξὺ τῶν γυναικῶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σας.
43 Καὶ πῶς συνέβη τοῦτο, νὰ ἔλθῃ ἡ μητέρα τοῦ Κυρίου πρὸς ἐμέ;
44 Διότι μόλις ἦλθε εἰς τὰ αὐτιά μου ἡ φωνὴ τοῦ χαιρετισμοῦ σου, ἐπείδησε ἀπὸ χαρὰν τὸ βρέφος εἰς τὴν κοιλιά μου.
45 Καὶ μακαρία εἶναι ἐκείνη, ποὺ ἐπίστεψε, ὅτι θὰ ἐκπληρωθοῦν ὄσα τῆς εἰπώθηκαν ἀπὸ τὸν Κύριον».
46 Καὶ εἶπε ἡ Μαριάμ, «Δοξάζει ἡ ψυχή μου τὸν Κύριον
47 καὶ εὐφραίνεται τὸ πνεῦμά μου διὰ τὸν Θεόν, τὸν Σωτῆρα μου,
48 διότι εἶδε μὲ εὐμένειαν τὴν ταπεινὴν δούλην του. Διότι ἀπὸ τώρα θὰ μὲ μακαρίζουν ὅλαι αἱ γενεαί.
49 Μεγάλα τῷ ὄντι πράγματα μοῦ ἔκανε ὁ Δυνατὸς καὶ ἅγιον εἶναι τὸ ὄνομά του,
50 καὶ ἡ εὐσπλαγχνία του ἁπλώνεται εἰς γενεὰς γενεῶν εἰς ἐκείνους, ποὺ τὸν φοβοῦνται.
51 Ἔδειξε δύναμιν μὲ τὸν βραχίονά του, διεσκόρπισε ἀνθρώπους μὲ ὑπερήφανη καρδιά.
52 Κατέβασε ἀπὸ θρόνους ἄρχοντας καὶ ἀνύψωσε ταπεινούς,
53 ἀνθρώπους ποὺ ἐπεινοῦσαν τοὺς ἐγέμισε μὲ ἀγαθά, καὶ ἀνθρώπους πλουσίους τοὺς ἔδιωξε ἀδειανούς.
54 Ἐβοήθησε τὸν δοῦλον του Ἰσραὴλ ἐνθυμούμενος, ὅπως εἶχε ὑποσχεθῆ εἰς τοὺς πατέρας μας,
55 νὰ δείξῃ ἔλεος εἰς τὸν Ἀβραὰμ καὶ εἰς τοὺς ἀπογόνους του αἰωνίως».
56 Ἔμεινε δὲ ἡ Μαριὰμ πλησίον της περίπου τρεῖς μῆνες καὶ ὕστερα ἐπέστρεψε εἰς τὸ σπίτι της.

Ἡ γέννησις τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ. Ὁ ὕμνος τοῦ Ζαχαρία

57 Καὶ ἦλθε ὁ καιρὸς τῆς Ἐλισάβετ νὰ γεννήσῃ, καὶ ἐγέννησε υἱόν.
58 Καὶ ἄκουσαν οἱ γείτονες καὶ οἱ συγγενεῖς της ὄτι ὁ Κύριος ἔδειξε πολὺ ἔλεος εἰς αὐτὴν καὶ τὴν συνέχαιραν.
59 Τὴν ὀγδόην ἡμέραν ἦλθαν διὰ νὰ έκτελέσουν τὴν περιτομὴν τοῦ παιδιοῦ καὶ ἤθελαν νὰ τὸ ὀνομάσουν μὲ τὸ ὄνομα τοῦ πατέρα του, Ζαχαρίαν.
60 Ἀλλ’ ἡ μητέρα του εἶπε, «Ὄχι, θὰ ὀνομασθῇ Ἰωάννης».
61 Καὶ αὐτοὶ τῆς εἶπαν, «Δὲν εἶναι κανεὶς ἀπὸ τοὺς συγγενεῖς σου ποὺ νὰ ἔχῃ τὸ ὄνομα αὐτό».
62 Μὲ νεύματα δὲ ἐρωτοῦσαν τὸν πατέρα του πῶς ἤθελε αὐτὸς νὰ τὸ ὀνομάσουν.
63 Καὶ αὐτὸς ἐζήτησε μικρὴ πλάκα καὶ ἔγραψε τὰ ἑξῆς: «Ἰωάννης εἶναι τὸ ὄνομά του».
64 Καὶ ἐξεπλάγησαν ὅλοι. Ἄνοιξε δὲ ἀμέσως τὸ στόμα του καὶ ἡ γλῶσσα του καὶ εὐλογοῦσε τὸν Θεόν.
65 Καὶ κατέλαβε φόβος ὅλους, ὅσοι κατοικοῦσαν γύρω, καὶ τὰ γεγονότα αὐτὰ διεδίδοντο εἰς ὅλην τὴν ὀρεινὴν περιοχὴν τῆς Ἰουδαίας.
66 Καὶ ὅλοι, ὅσοι τὰ ἄκουσαν, τὰ ἔβαλαν εἰς τὴν καρδιά τους καὶ ἔλεγαν, «Τί ἄραγε θὰ γίνῃ τὸ παιδὶ αὐτό;». Καὶ πραγματικὰ τὸ χέρι τοῦ Κυρίου ἦτο μαζί του.
67 Καὶ ὁ Ζαχαρίας, ὁ πατέρας του, ἐπληρώθη ἀπὸ Πνεῦμα Ἅγιον καὶ ἐπροφήτευσε καὶ εἶπε,
68 «Εὐλογητὸς ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, διότι ἐνδιαφέρθηκε καὶ ἐλύτρωσε τὸν λαόν του
69 καὶ ἤγειρε δύναμιν σωτηρίας γιὰ μᾶς ἀπὸ τὸν οἶκον τοῦ Δαυΐδμ τοῦ δούλου του
70 καθὼς εἶχε ὑποσχεθῆ διὰ τοῦ στόματος τῶν ἁγίων του προφητῶν ἀπὸ ἀρχαιοτάτων χρόνων
71 διὰ νὰ μᾶς σώσῃ ἀπὸ τοὺς ἐχθρούς μας καὶ ἀπὸ τὰ χέρια ὅλων ἐκείνων ποὺ μᾶς μισοῦν,
72 διὰ νὰ δείξῃ ἔλεος εἰς τοὺς πατέρας μας καὶ ἐνθυμηθῇ τὴν ἁγίαν του διαθήκην,
73 τὸν ὅρκον ποὺ ἔδωκε εἰς τὸν Ἀβραάμ, τὸν πατέρα μας,
74 νὰ μᾶς ἀξιώσῃ ὥστε ἀφοῦ σωθοῦμε ἀπὸ τὰ χέρια τῶν ἐχθρῶν μας,
75 νὰ τὸν λατρεύωμεν χωρὶς φόβον μὲ ὁσιότητα καὶ δικαιοσύνην ἐνώπιόν του ὅλας τὰς ἡμέρας τῆς ζωῆς μας.
76 Καὶ σύ, παιδί, θὰ ὀνομασθῇς προφήτης τοῦ Ὑψίστου·
77 διότι θὰ προηγηθῇς πρὶν ἀπὸ τὸν Κύριον, διὰ νὰ τοῦ ἐτοιμάσῃς τοὺς δρόμους του, διὰ νὰ κάμῃς γνωστὴν εἰς τὸν λαόν του τὴν σωτηρίαν διὰ τῆς συγχωρήσεως τῶν ἁμαρτιῶν των
78 χάρις εἰς τὸ μεγάλο ἔλεος τοῦ Θεοῦ μας, ὅταν θὰ ἀνατείλῃ ἐπάνω μας ὁ ἥλιος ἀπὸ τὸν οὐρανόν,
79 διὰ νὰ φωτίσῃ ἐκείνους, ποὺ κάθονται εἰς τὸ σκοτάδι καὶ εἰς τὴν σκιὰν τοῦ θανάτου, διὰ νὰ ὁδηγήσῃ τὰ πόδια μας εἰς τὸν δρόμον τῆς εἰρήνης».
80 Τὸ δὲ παιδὶ ἐμεγάλωνε καὶ ἐδυνάμωνε κατὰ τὸ πνεῦμα καὶ ἦτο εἰς τὰς ἐρήμους ἕως τὴν ἡμέραν τῆς ἐμφανίσεώς του εἰς τὸν Ἰσραήλ.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.