(c) OrthodoxAnswers.gr
Σάββατο , 24 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » Πράξεις κεφ. ΙΓ’

Πράξεις κεφ. ΙΓ’

 ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ

ΠΡΑΞΕΙΣ

κεφ ΙΒ’ ΚΕΦΑΛΑΙΟΝ ΙΓ’ κεφ ΙΔ’

Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’
  ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΓ’

ΚΕΦΑΛΑΙΟΝ 13
Ἡ ἐκκλησία τῆς Ἀντιοχείας

Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος.
2 Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
3 Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν.

Ὁ Βαρνάβας καὶ ὁ Σαῦλος εἰς Κύπρον

4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον,
5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην ᾿Ιουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
8 ἀνθίστατο δὲ αὐτοῖς ᾿Ελύμας ὁ μάγος – οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ – ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν
10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ραδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;
11 Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
12 Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

Εἰς Ἀντιόχειαν τῆς Πισιδίας.
Κήρυγμα τοῦ Παύλου πρὸς τοὺς Ἰουδαίους

13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16 Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
17 Ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν.
20 Καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα·
22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
23 Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν,
24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
25 Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
27 Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.
29 Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
30 Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
32 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν,
33 ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
34 Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
35 Διὸ καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν·
37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.
38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται,
39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωυσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
40 Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾿ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις·
41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42 Ἐξιόντων δὲ αὐτῶν ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ρήματα ταῦτα.
43 Λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.

Οἱ ἀπόστολοι στρέφονται εἰς τὰ ἔθνη

44 Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες.
46 Παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
47 Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48 Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδέξαντο τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
49 διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας.
50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
51 Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾿ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.
52 Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ ΙΓ’

ΚΕΦΑΛΑΙΟΝ 13
Ἡ ἐκκλησία τῆς Ἀντιοχείας

1 Εἰς τὴν ἐκκλησίαν τῆς Ἀντιοχείας ὑπῆρχαν μερικοὶ προφῆται καὶ διδάσκαλοι: ὁ Βαρνάβας, ὁ Συμεών,, ποὺ ἐπονομάζεται Νίγερ, ὁ Λούκιος ὁ Κυρηναῖος, ὁ Μαναήν, ποὺ εἶχε συναναστραφῆ τὸν Ἡρώδην τὸν τετράρχην, καὶ ὁ Σαῦλος.
2 Ἐνῷ δὲ ὑπηρετοῦσαν τὸν Κύριον καὶ ἐνήστευαν, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, «Ξεχωρίστε μου τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον, εἰς τὸ ὁποῖον τοὺς προσκάλεσα.
3 Τότε ἀφοῦ ἐνήστευσαν καὶ προσευχήθηκαν καὶ ἔβαλαν ἐπάνω τους τὰ χέρια, τοὺς ἄφησαν ἐλεύθερους νὰ φύγουν.

Ὁ Βαρνάβας καὶ ὁ Σαῦλος εἰς Κύπρον

4 Τότε οἱ ἀπεσταλμένοι αὐτοὶ τοῦ Πνεύματος τοῦ Ἁγίου κατέβηκαν εἰς τὴν Σελεύκειαν καὶ ἀπ’ ἐκεῖ ἔπλευσαν εἰς τὴν Κύπρον.
5 Ὅταν ἔφθασαν εἰς τὴν Σαλαμῖνα, ἐκήρυτταν τὸν λόγον τοῦ Θεοῦ εἰς τὰς συναγωγὰς τῶν Ἰουδαίων· εἶχαν δὲ καὶ τὸν Ἰωάννην εἰς τὰς συναγωγὰς τῶν Ἰουδαίων·
6 Ὅταν εἶχαν διέλθει ὅλην τὴν νῆσον μέχρι τῆς Πάφου, συνήντησαν κάποιον μάγον, Ἰουδαῖον ψευδοπροφήτην, ὀνομαζόμενον Βαριησοῦν.
7 Αὐτὸς ἦτο μαζὶ μὲ τὸν Σέργιον Παῦλον τὸν ἀνθύπατον, ἄνθρωπον συνετόν, ὁ ὁποῖος προσκάλεσε τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον καὶ ἐζήτησε νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ.
8 Ἀλλ’ ὁ Ἐλύμας ὁ μάγος – ἔτσι μεταφράζεται τὸ ὄνομά του – ἀντιστεκότανε καὶ ἐζητοῦσε νὰ ἀποτρέψῃ τὸν ἀνθύπατον ἀπὸ τὴν πίστιν.
9 Τότε ὁ Σαῦλος, ὁ γνωστὸς καὶ ὡς Παῦλος, γεμᾶτος Πνεῦμα Ἅγιον, ἔστρεψε τὸ βλέμμα πρὸς αὐτὸν
10 καὶ εἶπε, «Σὺ ποὺ εἶσαι γεμᾶτος ἀπὸ κάθε δόλον καὶ ραδιουργίαν, υἱὲ τοῦ διαβόλου, ποὺ ἐχθρεύεσαι κάθε τι καλό, δὲν θὰ παύσῃς νὰ διαστρέφῃς τοὺς ἴσιους δρόμους τοῦ Κυρίου;
11 Καὶ τώρα νά, τὸ χέρι τοῦ Κυρίου θὰ σὲ χτυπήσῃ· θὰ εἶσαι τυφλὸς καὶ δὲν θὰ βλέπῃς τὸν ἥλιον ἐπὶ ἕνα διάστημα». Ἀμέσως δὲ ἔπεσε ἐπάνω του θαμπάδα καὶ σκοτάδι καὶ περιεφέρετο ἐδῶ καὶ ἐκεῖ ζητῶντας νὰ τὸν ὁδηγήσουν ἀπὸ τὸ χέρι.
12 Ὅταν ὁ ἀνθύπατος εἶδε τὸ γεγονός;, ἐπίστεψε καὶ ἦτο κατάπληκτος διὰ τὴν διδασκαλίαν τοῦ Κυρίου.

Εἰς Αντιόχειαν τῆς Πισιδίας. Κήρυγμα τοῦ Παύλου πρὸς τοὺς Ἰουδαίους

13 Ὁ Παῦλος καὶ ὅσοι ἦσαν μαζί του ἀνεχώρησαν ἀπὸ τὴν Πάφον καὶ ἦλθαν εἰς τὴν Πέργην τῆς Παμφυλίας, ἀλλ’ ὁ Ἰωάννης τοὺς ἄφησε καὶ ἐπέστρεψε εἰς τὰ Ἱεροσόλυμα.
14 Ἀπὸ τὴν Πέργην ἐπροχώρησαν καὶ ἔφθασαν εἰς τὴν Ἀντιόχειαν τῆς Πισιδίας, τὴν δὲ ἡμέραν τοῦ Σαββάτου ἐμπῆκαν εἰς τὴν συναγωγὴν καὶ ἐκάθησαν.
15 Ὕστερα ἀπὸ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν ἔστειλαν οἱ ἀρχισυναγωγοὶ νὰ τοὺς ποῦν: «Ἄνδρες ἀδελφοί, ἐὰν ἔχετε νὰ πῆτε τίποτε πρὸς νουθεσίαν τοῦ λαοῦ, πέστε το».
16 Ὁ Παῦλος ἐσηκώθηκε, ἔκανε νεῦμα μὲ τὸ χέρι του, καὶ εἶπε, «Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκοῦστε.
17 Ὁ Θεὸς τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἐδιάλεξε τοὺς πατέρας μας καὶ ἀνύψωσε τὸν λαόν, ὅταν ἔμεναν σὰν ξένοι εἰς τὴν γῆν τῆς Αἰγύπτου, καὶ τοὺς ἔβγαλε ἀπὸ ἐκεῖ μὲ δύναμιν μεγάλην.
18 Ἐπὶ σαράντα περίπου χρόνια ὑπέφερε τοὺς κακούς των τρόπους εἰς τὴν ἔρημον.
19 Ὕστερα ἐξωλόθρευσε εἰς τὴν Χαναὰν ἑπτὰ ἔθνη, τὴν χώραν τῶν ὁποίων τοὺς ἔδωκεν ὡς κληρονομίαν.
20 Κατόπιν, ἐπὶ τετρακόσια πενῆντα περίπου χρόνια, ἔδωκε κριτὰς μέχρι τοῦ Σαμουὴλ τοῦ προφήτου.
21 Ἀπὸ τότε ἐζήτησαν βασιλέα καὶ τοὺς ἔδωκεν ὁ Θεὸς τὸν Σαούλ, τὸν υἱὸν τοῦ Κὶς ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμίν, ἐπὶ σαράντα χρόνια·
22 καὶ μετὰ τὴν ἀπομάκρυνσίν του, ἤγειρε τὸν Δαυΐδ διὰ βασιλέα των, διὰ τὸν ὁποῖον ἔδωκε καὶ τὴν ἐξῆς μαρτυρίαν: Εὑρῆκα τὸν Δαυΐδ, τὸν υἱὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδιά μου, ὁ ὁποῖος θὰ κάνῃ ὅλα τὰ θελήματά μου.
23 Αὐτὸς εἶναι ὁ ἄνθρωπος, ἀπὸ τοὺς ἀπογόνους τοῦ ὁποίου ὁ Θεός, σύμφωνα μὲ τὴν ὑπόσχεσίν του, ἔφερε εἰς τὸν Ἰσραὴλ Σωτῆρα, τὸν Ἰησοῦν,
24 πρὶν δὲ ἔλθῃ εἶχε ἤδη κηρύξει ὁ Ἰωάννης βάπτισμα μετανοίας εἰς ὅλον τὸν λαὸν τοῦ Ἰσραήλ.
25 Καὶ ὅταν ὁ Ἰωάννης ἦτο πρὸς τὸ τέλος τῆς ἀποστολῆς του, ἔλεγε, «Ποιός νομίζετε ὅτι εἶμαι; Ὄχι, δὲν εἶμαι ἐγώ· ἀλλ’ ὕστερα ἀπὸ ἐμέ ἔρχεται ἕνας, τοῦ ὁποίου δὲν εἶμαι ἄξιος νὰ λύσω τὸ ὑπόδημα ἀπὸ τὰ πόδια του».
26 Ἄνδρες ἀδελφοί, ἀπόγονοι τοῦ Ἀβραάμ, καὶ ὅσοι μεταξύ σας εἶσθε ἐκ τῶν φοβουμένων τὸν Θεόν, σ’ ἐσᾶς ἐστάλη τὸ κήρυγμα τῆς σωτηρίας αὐτῆς·
27 διότι οἱ κατοικοῦντες τὴν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντές των ἠγνόησαν αὐτόν, καὶ ἔτσι καταδικάσαντες αὐτὸν ἐπραγματοποίησαν τὰ λόγια τῶν προφητῶν ποὺ διαβάζονται κάθε Σάββατον,
28 καὶ χωρὶς νὰ βροῦν καμμίαν αἰτίαν θανάτου, ἐζήτησαν ἀπὸ τὸν Πιλᾶτον νὰ θανατωθῇ.
29 Ὅταν ἐξεπλήρωσαν ὅλα ὅσα εἶχαν γραφῆ δι’ αὐτόν, τὸν κατέβασαν ἀπὸ τὸν σταυρὸν καὶ τὸν ἔβαλαν σὲ μνημεῖον.
30 Ὁ Θεὸς ὅμως τὸν ἀνέστησε ἐκ νεκρῶν,
31 καὶ κατὰ τὸ διάστημα πολλῶν ἡμερῶν ἐφανερώθηκε εἰς ἐκείνους ποὺ εἶχαν ἀνεβῆ μαζί του ἀπὸ τὴν Γαλιλαίαν εἰς τὴν Ἱερουσαλήμ, καὶ οἱ ὁποῖοι εἶναι μάρτυρές του εἰς τὸν λαόν.
32 Καὶ ἐμεῖς σᾶς φέρομεν τὸ χαρμόσυνον ἄγγελμα, ὅτι τὴν ὑπόσχεσιν, ποὺ ἔδωκεν ὁ Θεὸς εἰς τοὺς πατέρας, τὴν ἐπραγματοποίησε σ’ ἐμᾶς τοὺς ἀπογόνους των μὲ τὸ νὰ ἀναστήσῃ τὸν Ἰησοῦν,
33 ὅπως εἶναι γραμμένον καὶ εἰς τὸν δεύτερον Ψαλμόν: Υἱός μου εἶσαι σύ, ἐγὼ σήμερα σὲ ἐγέννησα.
34 Ὅτι δὲν τὸν ἀνέστησε ἐκ νεκρῶν διὰ νὰ μὴ ἐπιστρέψῃ ποτὲ εἰς τὴν φθοράν, τὸ εἶπε ὡς ἑξῆς: Θὰ σᾶς δώσω τὰς ἱερὰς καὶ βεβαίας εὐλογίας ποὺ ὑποσχέθηκα εἰς τὸν Δαυΐδ.
35 Διὰ τοῦτο καὶ εἰς ἄλλον Ψαλμὸν λέγει: Δὲν θὰ ἐπιτρέψῃς ὁ ὅσιός σου νὰ ἰδῇ φθοράν.
36 Καὶ ὁ μὲν Δαυΐδ, ἀφοῦ ὑπηρέτησε, εἰς τὸν καιρόν του, τὰ σχέδια τοῦ Θεοῦ, ἐπέθανε καὶ ἐνταφιάσθηκε κοντὰ εἰς τοὺς πατέρας του καὶ ἐγνώρισε φθοράν.
37 Ἐκεῖνος ὅμως ποὺ ὁ Θεὸς ἀνέστησε δὲν εἶδε φθοράν.
38 Μάθετε, λοιπόν, ἄνδρες ἀδελφοί, ὅτι δι’ αὐτοῦ κηρύττεται σ’ ἐσᾶς ἄφεσις ἁμαρτιῶν
39 καὶ δι’ αὐτοῦ καθένας ποὺ πιστεύει δικαιώνεται ἀπὸ ὅλα ὅσα δὲν ἠμπορούσατε νὰ δικαιωθῆτε μὲ τὸν Μωσαϊκὸν νόμον.
40 Προσέχετε λοιπὸν μὴ τυχὸν πραγματοποιηθῇ σ’ ἐσᾶς ἐκεῖνο ποὺ ἐλέχθη ἀπὸ τοὺς προφήτας:
41 Ἰδέτε σεῖς οἱ καταφρονηταί, θαυμάσατε καὶ ἀφανισθῆτε, διότι ἐγὼ κάνω ἕνα ἔργον εἰς τὰς ἡμέρας σας, ἔργον ποὺ ποτὲ δὲν θὰ τὸ πιστέψετε, ἐὰν κάποιος σᾶς τὸ διηγηθῇ».
42 Ἐνῷ ἔβγαιναν ἀπὸ τὴν συναγωγὴν τῶν Ἰουδαίων, οἱ ἐθνικοὶ παρακαλοῦσαν νὰ τοὺς κηρυχθοῦν τὰ λόγια αὐτὰ κατὰ τὸ ἑπόμενον Σάββατον.
43 Ὅταν διελύθη ἡ συναγωγὴ, πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους καὶ τοὺς προσήλυτους εἰς τὸν Ἰουδαϊσμὸν ἀκολούθησαν τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, οἱ ὁποῖοι τοὺς ἐμιλοῦσαν καὶ τοὺς ἔπειθαν νὰ μένουν στερεοὶ εἰς τὴν χάριν τοῦ Θεοῦ.

Οἱ ἀπόστολοι στρέφονται εἰς τὰ ἔθνη

44 Τὸ ἑπόμενον Σάββατον σχεδὸν ὅλη ἡ πόλις ἐμαζεύθηκε διὰ νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ.
45 Ἀλλ’ ὅταν οἱ Ἰουδαῖοι εἶδαν τὰ πλήθη, κατελήφθησαν ἀπὸ φθόνον καὶ μὲ ὑβριστικὴν γλῶσσαν ἔφερναν ἀντιρρήσεις εἰς ὅσα ἔλεγε ὁ Παῦλος.
46 Ὁ Παῦλος ὅμως καὶ ὁ Βαρνάβας γεμᾶτοι θάρρος εἶπαν, «Ἦτο ἀναγκαῖον νὰ κηρυχθῇ ὁ λόγος τοῦ Θεοῦ πρῶτα σ’ ἐσᾶς. Ἐπειδὴ ὅμως τὸν ἀποκρούετε καὶ δὲν κρίνετε τοὺς ἑαυτούς σας ἀξίους τῆς αἰωνίου ζωῆς, στρεφόμεθα τῶρα πρὸς τὰ ἔθνη.
47 Διότι ἔτσι μᾶς διέταξε ὁ Κύριος: Σὲ ἔχω θέσει νὰ εἶσαι φῶς εἰς τὰ ἔθνη, νὰ εἶσαι τὸ μέσον σωτηρίας μέχρις ἐσχάτων τῆς γῆς».
48 Ὅταν ἄκουσαν αὐτὰ οἱ ἐθνικοί, ἀχάρησαν καὶ ἐδέχθησαν τὸν λόγον τοῦ Κυρίου καὶ ἐπίστεψαν ὅσοι εἶχαν ταχθῆ εἰς ζωὴν αἰώνιον,
49 ὁ δὲ λόγος τοῦ Θεοῦ διεδίδετο σ’ ὅλην τὴν χώραν.
50 Ἀλ’ οἱ Ἰουδαῖοι παρεκίνησαν τὰς εὐσεβεῖς γυναῖκας καὶ τὰς γυναῖκας καλῆς τάξεως καὶ τοὺς προὔχοντας τῆς πόλεως καὶ ἤγειραν διωγμὸν ἐναντίον τοῦ Παύλου καὶ τοῦ Βαρνάβα καὶ τοὺς ἔδιωξαν ἔξω ἀπὸ τὰ ὅριά τους.
51 Αὐτοί, ἀφοῦ ἐτίναξαν ἐναντίον τους τὸν σκόνιν τῶν ποδιῶν τους, ἦλθα είς Ἰκόνιον.
52 Οἱ δὰ μαθηταὶ ἦσαν γεμάτοι χαρὰν καὶ Πνεῦμα Ἅγιον.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.