ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
Ὁ πειρασμὸς τοῦ ᾿Ιησοῦ Χριστοῦ εἰς τὴν ἔρημον
1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου,
2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε.
3 Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4 Ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται, οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ
6 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτόν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7 Ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
9 καὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Ὁ Ἰησοῦς Χριστὸς ἐγκαθίσταται εἰς τὴν Καπερναοὺμ τῆς Γαλιλαίας
12 Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν,
13 καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ,
14 ἵνα πληρωθῇ τὸ ρηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·
15 γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
Ὁ Ἰησοῦς Χριστὸς ἀρχίζει νὰ κηρύττῃ
17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Ὁ Ἰησοῦς Χριστὸς καλεῖ τοὺς πρώτους μαθητάς του
18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς·
19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. 22 Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Ὁ Ἰησοῦς Χριστὸς περιέρχεται τὴν Γαλιλαίαν διδάσκων καὶ θεραπεύων
23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24 Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς·
25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
Ὁ πειρασμὸς τοῦ Ἰησοῦ Χριστοῦ εἰς τὴν ἔρημον
1 Τότε ὁ Ἰησοῦς ὡδηγήθηκε ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον, διὰ να πειρασθῇ ἀπὸ τὸν διάβολον καὶ,
2 ἀφοῦ ἐνήστεψε σαράντα ἡμέρες καὶ σαράντα νύχτες, κατόπιν ἐπείνασε.
3 Καὶ τὸν ἐπλησίασε ὁ διάβολος καὶ τοῦ εἶπε, «Ἐὰν εἶσαι Υἱὸς τοῦ Θεοῦ, πὲς νὰ γίνουν αὐτὲς οἱ πέτρες ψωμί».
4 Ὁ Ἰησοῦς ἀπεκρίθη, «Εἶναι γραμμένον ὅτι ὁ ἄνθρωπος δὲν θὰ ζήσῃ μόνον μὲ ψωμὶ ἀλλὰ μὲ κάθε λόγον, ὁ ὁποῖος ἐξέρχεται ἀπὸ τὸ στόμα τοῦ Θεοῦ».
5 Τότε ὁ διάβολος τὸν φέρνει εἰς τὴν ἁγίαν πόλιν καὶ τὸν βάζει νὰ σταθῇ εἰς τὴν ἄκρη τῆς στέγης τοῦ ναοῦ
6 καὶ τοῦ λέγει, «Ἐὰν εἶσαι Υἱὸς τοῦ Θεοῦ, πέσε κάτω, διότι εἶναι γραμμένον ὅτι θὰ διατάξῃ τοὺς ἀγγέλους νὰ σὲ προσέχουν καὶ νὰ σὲ σηκώνουν εἰς τὰ χέρια, γιὰ νὰ μὴν σκοντάψῃ τὸ πόδι σου σὲ πέτρα».
7 Ἀλλὰ ὁ Ἰησοῦς τοῦ ἀπάντησε, «Πάλι εἶναι γραμμένον, δεν πρέπει νὰ πειράξῃς Κύριον, τὸν Θεόν σου».
8 Πάλιν τὸν φέρνει ὁ διάβολος σὲ ἕνα πολὺ ψηλὸ βουνὸ καὶ τοῦ δείχνει ὅλας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν τους, καὶ τοῦ λέγει,
9 «Αὐτὰ θὰ σοῦ τὰ δώσω, ἐὰν πέσῃς καὶ μὲ προσκυνήσῃς».
10 Τότε τοῦ λέγει ὁ Ἰησοῦς, Πήγαινε ὀπίσω μου, Σατανᾶ, διότι εἶναι γραμμένον, Κύριον τὸν Θεόν σου πρέπει νὰ προσκυνήσῃς καὶ αὐτὸν μόνο νὰ λατρεύσῃς».
11 Τότε ὁ διάβολος τὸν ἄφησε καὶ ἦλθαν ἄγγελοι καὶ τὸν ὑπηρετοῦσαν.
Ὁ Ἰησοῦς Χριστὸς ἐγκαθίσταται εἰς τὴν Καπερναοὺμ τῆς Γαλιλαίας
12 Ὅταν ὁ Ἰησοῦς ἄκουσε ὅτι ὁ Ἰωάννης συνελήφθη, ἔφυγε εἰς τὴν Γαλιλαίαν.
13 Ἄφησε τὴν Ναζαρὲτ καὶ ἦλθε νὰ κατοικήσῃ εἰς τὴν Καπερναούμ, ἡ ὁποία ἦτο κοντὰ εἰς τὴν λίμνην εἰς τὰ σύνορα Ζαβουλὼν καὶ Νεφθαλείμ,
14 διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, ποὺ ἐλέχθη διὰ τοῦ Ἡσαΐα τοῦ προφήτου,
15 Ἡ χώρα τοῦ Ζαβουλὼν καὶ ἡ χώρα τοῦ Νεφθαλείμ, ἡ ὁποία ἐκτείνεται κοντὰ εἰς τὴν θάλασσαν, ἡ γῆ πέραν ἀπὸ τὸν Ἰορδάνην, ἡ Γαλιλαία τῶν ἐθνικῶν, ὁ λαός, ποὺ κάθεται εἰς τὸ σκοτάδι,
16 εἶδε μεγάλο φῶς καὶ εἰς ἐκείνους ποὺ κάθονται εἰς τὴν χώραν καὶ τὴν σκιὰν τοῦ θανάτου, ἀνέτειλε γι’ αὐτοὺς φῶς.
Ὁ Ἰησοῦς ἀρχίζει νὰ κηρύττῃ
17 Ἀπὸ τότε ἄρχισε ὁ Ἰησοῦς νὰ κηρύττῃ καὶ νὰ λέγῃ, «Μετανοεῖτε, διότι ἐπλησίασε ἡ βασιλεία τῶν οὐρανῶν».
Ὁ Ἰησοῦς Χριστὸς καλεῖ τοὺς πρώτους μαθητὰς του
18 Ὅταν περπατοῦσε κοντὰ εἰς τὴν λίμνην τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, τὸν Σίμωνα, ὁ ὁποῖος ἐλέγετο Πέτρος, καὶ τὸν Ἀνδρέαν τὸν ἀδελφόν του, νὰ ρίχνουν δίχτυ εἰς τὴν λίμνην, διότι ἦσαν ψαράδες.
19 Καὶ τοὺς λέγει, «Ἐλᾶτε, ἀκολουθῆστε με, καὶ θὰ σᾶς κάνω ψαράδες ἀνθρώπων».
20 Αὐτοὶ ἐγκατέλειψαν ἀμέσως τὰ δίχτυα καὶ τὸν ἀκολούθησαν.
21 Καὶ ὅταν ἐπροχώρησε ἀπὸ ἐκεῖ, εἶδε ἄλλους δύο ἀδελφούς, τὸν Ἰάκωβον, τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του, μέσα σὲ πλοιάριον μαζὶ μὲ τὸν Ζεβεδαῖον, τὸν πατέρα τους, νὰ ἐπισκευάζουν τὰ δίχτυα τους καὶ τοὺς ἐκάλεσε.
22 Αὐτοὶ ἀμέσως ἄφησαν τὸ πλοιάριον καὶ τὸν πατέρα τους καὶ τὸν ἀκολούθησαν.
Ὁ Ἰησοῦς Χριστὸς περιέρχεται τὴν Γαλιλαίαν διδάσκων καὶ θεραπεύων
23 Ὁ Ἰησοῦς ἐγύριζε ὁλόκληρη τὴν Γαλιλαίαν καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν εἰς τὸν λαόν.
24 Καὶ ἡ φήμη του διαδόθηκε εἰς ὅλην τὴν Συρίαν καὶ τοῦ ἔφεραν ὅλους ὅσοι ἔπασχαν ἀπὸ διάφορες ἀρρώστιες καὶ ὅλους ὅσοι ἐβασανίζοντο ἀπὸ ἀσθενείας, ὅσους ἦσαν δαιμονιζόμενοι καὶ σεληνιαζόμενοι καὶ παραλυτικοί, καὶ τοὺς ἐθεράπευσε.
25 Καὶ πολλὰ πλήθη λαοῦ τὸν ἀκολούθησαν ἀπὸ τὴν Γαλιλαίαν, ἀπὸ τὴν Δεκάπολιν, τὰ Ἱεροσόλυμα, τὴν Ἰουδαίαν καὶ ἀπὸ τὴν χώραν πέρα ἀπὸ τὸν Ἰορδάνην.