ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η’
ΚΕΦΑΛΑΙΟΝ 8
Θεραπεία λεπροῦ
1 Καταβάντι δὲ αὐτῷ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
2 Καὶ ἰδοὺ λεπρὸς ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
3 Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ ᾿Ιησοῦς λέγων· θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
4 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς.
Θεραπεία τοῦ δούλου τοῦ ἑκατοντάρχου
5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων·
6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
7 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8 Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
9 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
10 Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13 Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Θεραπεία τῆς πενθερᾶς τοῦ Πέτρου καὶ ἄλλων
14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ.
16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, 17 ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.
Ὁ Ἰησοῦς Χριστὸς δοκιμάζει ἀσταθεῖς μαθητάς
18 Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
20 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
21 Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
22 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
Τὸ γαλήνευμα τῆς τρικυμίας
23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 Καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε.
25 Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.
26 Καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
27 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
Οἱ δαιμονισμένοι Γαδαρηνοί
28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29 Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30 Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 Καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
34 Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
ΚΕΦΑΛΑΙΟΝ 8
Θεραπεία λεπροῦ
1 Ὅταν κατέβηκε ἀπὸ τὸ ὄρος, τὸν ἀκολούθησε κόσμος πολύς.
Καὶ ἕνας λεπρός, ἀφοῦ τὸν ἐπλησίασε, τὸν προσκυνοῦσε καὶ ἔλεγε, «Κύριε, ἐὰν θέλῃς, μπορεῖς νὰ μὲ καθαρίσῃς».
3 Καὶ ὁ Ἰησοῦς ἅπλωσε τὸ χέρι του, τὸν ἄγγιξε καὶ εἶπε, «Θέλω, καθαρίσου».
4 Καὶ ἀμέσως ἐκαθαρίσθηκε ἡ λέπρα του. Καὶ τοῦ λέγει ὁ Ἰησοῦς, «Κοίταξε, νὰ μὴν πῇς τίποτε σὲ κανέναν, ἀλλὰ πήγαινε, δεῖξε τὸν ἑαυτόν σου στὸν ἱερέα καὶ πρόσφερε τὸ δῶρον, ποὺ διέταξε ὁ Μωϋσῆς, γιὰ νὰ τοῦ δείξῃς τὴν ὑπακοή σου».
Θεραπεία τοῦ δούλου τοῦ ἑκατοντάρχου
5 Ὅταν ἐμπῆκε εἰς τὴν Καπερναούμ, ἦλθε πρὸς αὐτὸν ἕνας ἑκατόνταρχος,
6 ὁ ὁποῖος τὸν παρακαλοῦσε καὶ τοῦ ἔλεγε, «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος εἰς τὸ σπίτι, παράλυτος καὶ ὑποφέρει τρομερά».
7 Ὁ Ἰησοῦς τοῦ λέγει, «Ἐγὼ θὰ ἔλθω καὶ θὰ τὸν θεραπεύσω».
8 Ἀπεκρίθη ὁ ἑκατόνταρχος, «Κύριε, δὲν εἶμαι ἄξιος γιὰ νὰ μπῇς κάτω ἀπὸ τὴν στέγην μου, ἀλλὰ μόνον πὲς ἕναν λόγο καὶ θὰ θεραπευθῇ ὁ δούλος μου.
9 Διότι καὶ ἐγώ, ποὺ εἶμαι ἕνας ἄνθρωπος ὑπὸ τὴν ἐξουσίαν ἄλλων, ἔχω ὑπὸ τὰς διαταγάς μου στρατιῶτες καὶ λέγω εἰς τοῦτον, «Πήγαινε», καὶ πηγαίνει, καὶ εἰς τὸν ἄλλον, «Ἔλα», καὶ ἔρχεται καὶ εἰς τὸν δοῦλον μου, «Κάνε τοῦτο», καὶ τὸ κάνει.
10 Ὅταν ἄκουσε αὐτὰ ὁ Ἰησοῦς, ἐθαύμασε καὶ εἶπε εἰς ἐκείνους ποὺ τὸν ἀκολουθοῦσαν, «Σᾶς βεβαιῶ ὅτι οὔτε εἰς τοὺς Ἰσραηλίτας δὲν εὑρῆκα τόσον μεγάλην πίστην.
11 Σᾶς λέγω, ὅτι πολλοὶ θὰ ἔλθουν ἀπὸ τὴν Ἀνατολὴν καὶ τὴν Δύσιν καὶ θὰ καθίσουν εἰς τὸ τραπέζι μαζί μὲ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ στὴν βασιλείαν τῶν οὐρανῶν,
12 ἐνῷ τὰ παιδιὰ τῆς βασιλείας θὰ ριφθοῦν ἔξω εἰς τὸ σκοτάδι. Ἐκεῖ θὰ εἶναι τὸ κλάμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν».
13 Καὶ εἶπεν ὁ Ἰησοῦς εἰς τὸν ἑκατόνταρχον, «Πήγαινε καὶ ἂς σοῦ γίνῃ ὅπως ἐπίστεψες». Καὶ θεραπεύθηκε ὁ δοῦλος κατὰ τὴν ὥραν ἐκείνην.
Θεραπεία τῆς πενθερᾶς τοῦ Πέτρου καὶ ἄλλων
14 Ὅταν ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ Πέτρου, εἶδε τὴν πενθερὰ του κατάκοιτην καὶ μὲ πυρετόν.
15 Καὶ μόλις ἔπιασε τὸ χέρι της, τὴν ἄφησε ὁ πυρετὸς καὶ ἐσηκώθηκε καὶ τοὺς ὑπηρετοῦσε.
16 Ὅταν ἐβράδυασε, τοῦ ἔφεραν πολλοὺς δαιμονισμένους καὶ ἔβγαζε τὰ πονηρὰ πνεύματα μὲ ἕνα λόγον, καὶ ὅλους τοὺς ἀσθενεῖς ἐθεράπευσε,
17 διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, ποὺ ἐλέχθη διὰ τοῦ Ἡσαΐα τοῦ προφήτου, «Αὐτὸς ἐπῆρε τὰς ἀσθενείας μας καὶ τὰς νόσους μας ἐβάσταξε».
Ὁ Ἰησοῦς Χριστὸς δοκιμάζει ἀσταθεῖς μαθητάς
18 Ἐπειδὴ ὁ Ἰησοῦς εἶδε πολὺν κόσμο γύρω του, ἔδωσε διαταγὴν νὰ περάσουν εἰς τὴν ἀντικρυνὴν ὄχθην.
19 Καὶ ἕνας γραμματεὺς τὸν ἐπλησιάσε καὶ τοῦ εἶπε, «Διδάσκαλε, θὰ σὲ ἀκολουθήσω ὅπου καὶ ἂν πᾶς».
20 Καὶ ὁ Ἰησοῦς τοῦ λέγει, «Οἱ ἀλεποῦδες ἔχουν τρύπες καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ κατοικίες, ἐνῷ ὁ Υἱὸς τοῦ ἀνθρώπου δὲν ἔχει ποῦ νὰ γύρῃ τὸ κεφάλι».
21 Ἄλλος δὲ ἀπὸ τοὺς μαθητὰς τοῦ εἶπε, «Κύριε, ἐπίτρεψέ μου νὰ πάω πρῶτα νὰ θάψω τὸν πατέρα μου».
22 Ὁ Ἰησοῦς τοῦ λέγει, «Ἀκολούθησέ με καὶ ἄφησε τοὺς νεκροὺς νὰ θάψουν τοὺς δικούς των νεκρούς».
Τὸ γαλήνεμα τῆς τρικυμίας
23 Ὅταν ἐμπῆκε εἰς τὸ πλοιάριον, τὸν ἀκολούθησαν οἱ μαθηταὶ του.
24 Καὶ ἔγινε μεγάλη τρικυμία εἰς τὴν λίμνην, ὥστε τὸ πλοῖον νὰ σκεπάζεται ἀπὸ τὰ κύματα, αὐτὸς δὲ ἐκοιμότανε.
25 Τότε τὸν ἐπλησίασαν οἱ μαθηταί του, τὸν ξύπνησαν καὶ τοῦ λέγουν, «Κύριε, σῶσε μας, χανόμαστε».
26 Αὐτὸς τοὺς λέγει, «Γιατὶ εἶσθε δειλοί, ὀλιγόπιστοι;». Τότε ἐσηκώθηκε, ἐπέπληξε τοὺς ἀνέμους καὶ τὴν θάλασσαν καὶ ἔγινε μεγάλη γαλήνη.
27 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν καὶ ἔλεγαν, «Τὶ εἴδους ἄνθρωπος εἶναι αὐτός, ἀφοῦ καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα τὸν ὑπακούουν;».
Οἱ δαιμονισμένοι Γαδαρηνοί
28 Καὶ ὅταν ἦλθεν στὴν ἀπέναντι ὄχθην, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, τὸν προϋπάντησαν δύο δαιμονισμένοι, οἱ ὁποίοι ἔβγαιναν ἀπὸ τὰ μνημεῖα, πολὺ ἐπικίνδυνοι, ὥστε κανεὶς δὲν ἦτο δυνατὸν νὰ περάσῃ ἀπὸ τὸν δρόμον ἐκεῖνον.
29 Καὶ ἐφώναξαν, «Τὶ ἔχεις μαζί μας Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ;». Ἦλθες ἐδῶ προώρως γιὰ νὰ μᾶς βασανίσῃς;».
30 Μακρυὰ ἀπὸ αὐτοὺς ἦτο μιὰ μεγάλη ἀγέλη ἀπὸ χοίρους, ποὺ ἔβοσκαν.
31 Καὶ οἱ δαίμονες τὸν παρακαλοῦσαν καὶ ἔλεγαν, «Ἐὰν μᾶς διώξῃς, ἄφησέ μας νὰ πᾶμε εἰς τὴν ἀγέλην τῶν χοίρων».
32 Καὶ αὐτὸς τοὺς εἶπε, «Πηγαίνετε». Αὐτοὶ δὲ ἐβγῆκαν καὶ ἐπῆγαν εἰς τὴν ἀγέλη τῶν χοίρων. Καὶ ὁλόκληρη ἡ ἀγέλη κατακρημνίσθηκε εἰς τὴν θάλασσαν καὶ ἐχάθηκε εἰς τὰ νερά.
33 Οἱ δὲ βοσκοὶ ἔφυγαν καὶ ὅταν ἦλθαν εἰς τὴν πόλιν, τοὺς τὰ εἶπαν ὅλα διὰ τοὺς δαιμονισμένους.
34 Καὶ ὅλη ἡ πόλις ἐβγῆκε σὲ συνάντησιν τοῦ Ἰησοῦ καὶ ὅταν τὸν εἶδαν, τὸν παρεκάλεσαν νὰ φύγῃ ἀπὸ τὰ σύνορά τους.