ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΑ’
ΚΕΦΑΛΑΙΟΝ 11
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Ἀπορία τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ
2 Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ
3 εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·
5 τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
6 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
7 Τούτων δὲ πορευομένων ἤρξατο ὁ ᾿Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
8 Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν.
9 Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
10 Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
11 ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
12 Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
13 Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν.
14 Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι.
15 Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Παρομοίωσις τῆς «γενεᾶς αὐτῆς»
16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶ παιδίοις καθημένοις ἐν ἀγοραῖς, ἃ προσφωνοῦντα τοῖς ἑταίροις αὐτῶν λέγουσιν·
17 ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε.
18 Ἦλθε γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει.
19 Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς!
Προλεγόμενα δεινὰ ἀπίστων πόλεων
20 Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·
21 οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν.
22 Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
23 Καὶ σὺ Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον.
24 Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
Ὁ ἁπλὸς παιδικὸς νοῦς
25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
26 ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Ἡ ἀποστολὴ τοῦ Ἰησοῦ Χριστοῦ
27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
29 Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·
30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
ΚΕΦΑΛΑΙΟΝ 11
1 Καὶ ὅταν ὁ Ἰησοῦς ἐτελείωσε τὰς ἐντολὰς στοὺς δώδεκα μαθητάς του, ἔφυγε ἀπὸ ἐκεῖ, γιὰ νὰ διδάξῃ καὶ νὰ κηρύξῃ εἰς τὰς πόλεις των.
Ἀπορία τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ
2 Ὁ Ἰωάννης, ὅταν ἄκουσε εἰς τὴν φυλακὴν διὰ τὰ ἔργα τοῦ Χριστοῦ,
3 ἔστειλε δύο ἀπὸ τοὺς μαθητάς του καὶ τοῦ εἶπε, «Σὺ εἶσαι ἐκεῖνος, ὁ ὁποῖος πρόκειται νὰ ἔλθῃ ἢ πρέπει νὰ περιμένωμεν ἄλλον;
4 Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Πηγαίνετε νὰ πῆτε εἰς τὸν Ἰωάννην ἐκεῖνα, ποὺ ἀκοῦτε καὶ βλέπετε:
5 τυφλοὶ ξαναβλέπουν καὶ κουτσοὶ περπατοῦν, λεπροὶ καθαρίζονται καὶ κουφοὶ ἀκούουν, νεκροὶ ἀνασταίνονται καὶ πτωχοὶ ἀκούουν τὸ χαρμόσυνον ἄγγελμα,
6 καὶ μακάριος εἶναι ἐκεῖνος, ποὺ δὲν θὰ κλονισθῇ δι’ ἐμέ.
7 Ἀφοῦ δὲ αὐτοὶ ἔφυγαν, ἄρχισε ὁ Ἰησοῦς νὰ μιλῇ εἰς τὰ πλήθη διὰ τὸν Ἰωάννην, «Τὶ ἐβγήκατε εἰς τὴν ἔρημον νὰ ἰδῆτε; Ἕνα καλάμι, ποὺ σαλεύεται ἀπὸ τὸν ἀέρα; Ὄχι;
8 Ἀλλὰ τότε τὶ ἐβγήκατε νὰ ἰδῆτε; Ἄνθρωπον ποὺ φορεῖ μαλακὰ φορέματα; Ἐκείνοι, ποὺ φοροῦν μαλακά, βρίσκονται εἰς τὰ παλάτια τῶν βασιλέων.
9 Ἀλλὰ γιατὶ ἐβγήκατε; Διὰ νὰ ἰδῆτε προφήτην; Ναί, σᾶς λέγω, καὶ κάτι περισσότερον ἀπὸ προφήτην.
10 Αὐτὸς εἶναι ἐκεῖνος, διὰ τὸν ὁποῖον εἶναι γραμμένον, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἀγγελιοφόρον μου πρὶν ἀπὸ σέ, ὁ ὁποῖος θὰ προετοιμάσῃ τὸν δρόμον σου ἐμπρός σου».
11 Σᾶς βεβαιῶ, ὅτι μεταξὺ τῶν γεννηθέντων ὑπὸ τῶν γυναικῶν δὲν ἐμφανίσθηκε μεγαλύτερος ἀπὸ τὸν Ἰωάννην τὸν Βαπτιστήν. Καὶ ὅμως ὁ μικρότερος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἶναι μεγαλύτερος ἀπὸ αὐτόν.
12 Ἀπὸ τὸν καιρὸν τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ μέχρι σήμερον ἐκβιάζουν τὴν βασιλείαν τῶν οὐρανῶν καὶ βιασταὶ τὴν ἁρπάζουν.
13 Ὅλοι οἱ προφῆται καὶ ὁ νόμος μέχρι τοῦ Ἰωάννου ἐπροφήτευσαν καὶ, ἐὰν θέλετε νὰ τὸ παραδεχθῆτε,
14 αὐτὸς εἶναι ὁ Ἠλίας, ὁ ὁποῖος ἔμελλε νὰ ἔλθῃ.
15 Ἐκεῖνος, ποὺ ἔχει αὐτιὰ διὰ νὰ ἀκούῃ, ἂς ἀκούῃ».
Παρομοίωσις τῆς «γενεᾶς αὐτῆς»
16 «Μὲ τὶ νὰ παρομοιάσω τὴν γενεὰν αὐτήν; Μοιάζει μὲ παιδιὰ, ποὺ κάθονται εἰς τὰς ἀγορὰς καὶ φωνάζουν εἰς τοὺς φίλους των,
17 «Σᾶς ἐπαίξαμε φλογέρα, ἀλλὰ δὲν ἐχορέψατε· σᾶς ἐτραγουδήσαμε μοιρολόγια ἀλλὰ δὲν ἐκλάψατε».
18 Ἦλθε δηλαδὴ ὁ Ἰωάννης, ὁ ὁποῖος οὔτε τρώγει οὔτε πίνει καὶ λέγουν, «Δαιμόνιον ἔχει».
19 Ἦλθε ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὁποῖος τρώγει καὶ πίνει καὶ λέγουν, «Νὰ, ἕνας ἄνθρωπος φαγᾶς καὶ κρασοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν». Καὶ ἠ σοφία ἐπαλήθευσε ἀπὸ τὰ παιδιά της».
Προλεγόμενα δεινά ἀπίστων πόλεων
20 Τότε ἄρχισε ὁ Ἰησοῦς νὰ κατηγορῇ τὰς πόλεις, εἰς τὰς ὁποίας εἶχαν γίνει τὰ περισσότερα θαύματά του, διότι δὲν μετανόησαν.
21 «Ἀλλοίμονόν σου, Χοραζίν· ἀλλοίμονόν σου, Βηθσαϊδά· διότι ἐὰν τὰ θαύματα, τὰ ὁποῖα ἔγιναν σὲ ἐσᾶς, εἶχαν γίνει εἰς τὴν Τύρον καὶ τὴν Σιδῶνα, θὰ εἶχαν δείξει μετάνοια πρὸ πολλοῦ, μὲ σάκκον καὶ στάκτην.
22 Ἐν τούτοις σᾶς λέγω, ἡ Τύρος καὶ ἡ Σιδὼν θὰ ὑποφέρουν πιὸ λίγο ἀπὸ σᾶς κατὰ τὴν ἡμέραν τῆς κρίσεως.
23 Καὶ σὺ Καπερναούμ, ποὺ ὑψώθηκες ἕως τὸν οὐρανόν, θὰ καταβιβασθῇς ἕως τὸν Ἅδην, διότι, ἐὰν εἰς τὰ Σόδομα εἶχαν γίνει τὰ θαύματα τὰ ὁποῖα ἔγιναν σ’ ἐσέ, θὰ παρέμεναν μέχρι σήμερον.
24 Ἀλλὰ σᾶς λέγω, ὅτι ἡ χώρα τῶν Σοδόμων θὰ ὑποφέρῃ πιὸ λίγο ἀπὸ σένα κατὰ τὴν ἡμέραν τῆς κρίσεως».
Ὁ ἁπλὸς παιδικὸς νοῦς
25 Κατ’ ἐκεῖνον τὸν καιρὸν ἔλαβε τὸν λόγον ὁ Ἰησοῦς καὶ εἶπε, «Σὲ δοξάζω Πατέρα, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, διότι ἔκρυψες αὐτὰ ἀπὸ σοφοὺς καὶ εὐφυεῖς καὶ τὰ ἐφανέρωσες σὲ νήπια. Ναὶ, Πατέρα, διότι αὐτὸ ἦτο τὸ θέλημά σου».
Ἡ ἀποστολὴ τοῦ Ἰησοῦ Χριστοῦ
27 «Ὅλα μοῦ παρεδόθησαν ἀπὸ τὸν Πατέρα μου καὶ κανεὶς δὲν γνωρίζει καλὰ τὸν Υἱόν, παρὰ ὁ Πατέρας, οὔτε τὸν Πατέρα γνωρίζει καλὰ κανείς, παρὰ ὁ Υἱὸς καὶ ἐκεῖνος εἰς τὸν ὁποῖον θέλει ὁ Υἱὸς νὰ τὸν ἀποκαλύψῃ.
28 Ἐλᾶτε σ’ ἐμὲ ὅλοι σεῖς, ποὺ εἶσθε κουρασμένοι καὶ φορτωμένοι, καὶ ἐγὼ θὰ σᾶς δώσω ἀνάπαυσιν.
29 Σηκῶστε ἐπάνω σας τὸν ζυγόν μου καὶ μάθετε ἀπὸ ἐμέ, ὅτι εἶμαι πρᾶος καὶ ταπεινὸς στὴν καρδιά καὶ θὰ βρῆτε ἀνάπαυσιν στὶς ψυχές σας. Ὁ ζυγός μου εἶναι ἁπαλὸς καὶ τὸ φορτίο μου ἐλαφρόν».