ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ
κεφ ΙΔ’ ΚΕΦΑΛΑΙΟΝ ΙΕ’ κεφ ΙΣΤ’
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΕ’
ΚΕΦΑΛΑΙΟΝ 15
Ὁ Ἰησοῦς Χριστὸς ἀπαντᾶ εἰς τὴν ἐπίκρισιν ὅτι παραβαίνει τὰς παραδόσεις
1 Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες·
2 διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
4 Ὁ γὰρ Θεὸς ἐνετείλατο λέγων· τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.
5 Ὑμεῖς δὲ λέγετε· ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ·
6 καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
7 Ὑποκριταί! καλῶς προεφήτευσε περὶ ὑμῶν ῾Ησαΐας λέγων·
8 ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ·
9 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε·
11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἐσκανδαλίσθησαν ἀκούσαντες τὸν λόγον;
13 Ὁ δὲ ἀποκριθεὶς εἶπε· πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
14 Ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· φράσον ἡμῖν τὴν παραβολὴν ταύτην.
16 Ὁ δὲ Ἰησοῦς εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
17 Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
18 Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
19 Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βασφημίαι.
20 Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
Θεραπεία μιᾶς ἐθνικῆς κόρης
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22 Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγαζεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
23 Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
24 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
25 Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.
26 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
27 Ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
28 Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Πολλοὶ θεραπεύονται
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθε παρὰ τὴν θάλασσαν τῆς
Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
30 Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς, τυφλούς, κωφούς, κυλλοὺς καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν αὐτούς,
31 ὥστε τοὺς ὄχλους θαυμάσαι βλέποντας κωφοὺς ἀκούοντας, ἀλάλους λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν Ἰσραήλ.
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
33 Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
35 Καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν.
36 Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
37 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις·
38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.
ΚΕΦΑΛΑΙΟΝ 15
Ὁ Ἰησοῦς Χριστὸς ἀπαντᾶ εἰς τὴν ἐπίκριση ὅτι παραβαίνει τὰς παραδόσεις
1 Τότε ἔρχονται πρὸς τὸν Ἰησοῦν ἀπὸ τὰ Ἱεροσόλυμα γραμματεῖς καὶ Φαρισαῖοι
2 καὶ τοῦ ἔλεγαν, «Γιατὶ οἱ μαθηταὶ σου παραβαίνουν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Δὲν πλένουν τὰ χέρια ὅταν πρόκειται νὰ φάγουν».
3 Αὐτὸς δὲ τοὺς ἀπεκρίθη, «Γιατὶ καὶ ἐσεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ χάριν τῆς παραδόσεώς σας;
4 Ὁ Θεὸς εἶπε, «Νὰ τιμᾷς τὸν πατέρα σου καὶ τὴν μητέρα σου», καὶ, «Ἐκεῖνος, ποὺ ὑβρίζει πατέρα ἢ μητέρα ὀφείλει νὰ θανατωθῇ».
5 Σεῖς δὲ λέγετε, «Ἐκεῖνος ποὺ θὰ πῇ εἰς τὸν πατέρα του ἢ τὴν μητέρα του, Ὅ,τι ἔχεις νὰ ὠφεληθῇς ἀπὸ ἐμέ, αὐτὸ δίδεται ὡς δῶρον εἰς τὸν Θεόν, αὐτὸς δὲν ἔχει ὑποχρέωσιν νὰ τιμήσῃ τὸν πατέρα του ἢ τὴν μητέρα του».
6 Καὶ ἀκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ χάριν τῆς παραδόσεώς σας.
7 Ὑποκριταί, εἶχε δίκηο ὁ Ἡσαΐας, ὅταν ἐπροφήτευσε γιὰ σᾶς:
8 Ὁ λαὸς ἀυτὸς μὲ τὸ στόμα τους μὲ πλησιάζει καὶ μὲ τὰ χείλη μὲ τιμᾶ,
9 ἐνῷ ἡ καρδιά τους εἶναι πολὺ μακρυὰ ἀπὸ ἐμέ· μάταια μὲ λατρεύουν, ἀφοῦ διδάσκουν διδασκαλίες καὶ ἐντολὲς ἀνθρώπινες».
10 Καὶ ἀφοῦ προσκάλεσε τὸν κόσμον τοὺς εἶπε, «Ἀκοῦτε καὶ καταλάβατε·
11 δὲν μολύνει τὸν ἄνθρωπον ἐκεῖνο ποὺ μπαίνει εἰς τὸ στόμα, ἀλλὰ ἐκεῖνο ποὺ βγαίνει ἀπὸ τὸ στόμα μολύνει τὸν ἄνθρωπον».
12 Τότε προσῆλθαν οἱ μαθηταὶ καὶ τοῦ εἶπαν, «Ξέρεις ὅτι οἱ Φαρισαῖοι, ὅταν ἄκουσαν ὅσα εἶπες, ἐσκανδαλίσθησαν;
13 Ἐκεῖνος δὲ ἀπεκρίθη, «Κάθε φυτὸν ποὺ δὲν ἐφύτεψεν ὁ Πατέρας μου ὁ οὐράνιος θὰ ξεριζωθῇ.
14 Ἀφῆστε τους. Εἶναι τυφλοὶ ὁδηγοὶ τυφλῶν ἀνθρώπων. Καὶ ὅταν ἕνας τυφλὸς ὁδηγῇ ἄλλον τυφλόν, θὰ πέσουν καὶ οἱ δύο σὲ λάκκο».
15 Ὁ Πέτρος τότε ἔλαβε τὸν λόγον καὶ τοῦ εἶπε, «Ἐξήγησέ μας τὴν παραβολήν».
16 Ὁ δὲ Ἰησοῦς εἶπε, «Ἀκόμη καὶ σεῖς εἶσθε ἀνόητοι;
17 Δὲν καταλαβαίνετε ὅτι κάθε τι ποὺ μπαίνει εἰς τὸ στόμα, προχωρεῖ εἰς τὴν κοιλιὰ καὶ ἀποβάλλεται εἰς τὸ ἀποχωρητήριον;
18 Ἀλλὰ ἐκεῖνα ποὺ βγαίνουν ἀπὸ τὸ στόμα, προέρχονται ἀπὸ τὴν καρδιά, καὶ ἐκεῖνα εἶναι ποὺ μολύνουν τὸν ἄνθρωπον.
19 Ἀπὸ τὴν καρδιὰ δηλαδὴ βγαίνουν σκέψεις πονηραί, φόνοι, μοιχεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
20 Αὐτὰ εἶναι ποὺ μολύνουν τὸν ἄνθρωπον. Ἀλλὰ τὸ νὰ φάγῃ κανεὶς μὲ ἄπλυτα χέρια, αὐτὸ δὲν τὸν μολύνει».
Θεραπεία μιᾶς ἐθνικῆς κόρης
21 Καὶ ἀφοῦ ἐβγῆκε ἀπὸ ἐκεῖ ὁ Ἰησοῦς, ἀνεχώρησε εἰς τὰ μέρη τῆς Τύρου καὶ τῆς Σιδῶνος.
22 Καὶ μία γυναῖκα Χαναναία ἀπὸ τὴν περιοχὴν ἐκείνην ἐβγῆκε καὶ ἐφώναζε, «Ἐλέησέ με, Κύριε, υἱὲ τοῦ Δαυΐδ. Ἡ θυγατέρα μου βασανίζεται ἀπὸ δαιμόνιον».
23 Αὐτὸς ὅμως δὲν ἀπεκρίθη οὔτε λέξιν. Καὶ ἦλθαν οἱ μαθηταί του καὶ τοῦ ἔλεγαν, «Διῶξε την, διότι φωνάζει ἀπὸ πίσω μας».
24 Αὐτὸς ἀπεκρίθη, «Δὲν εἶμαι σταλμένος παρὰ εἰς τὰ πρόβατα τὰ χαμένα τῆς γενεᾶς τοῦ Ἰσραήλ».
25 Αὐτὴ δὲ ἀφοῦ τὸν ἐπλησίασε, τὸν προσκυνοῦσε καὶ ἔλεγε, «Κύριε, βοήθησέ με».
26 Ἐκεῖνος τῆς ἀπεκρίθη, «Δὲν εἶναι σωστὸ νὰ πάρω τὸ ψωμὶ τῶν παιδιῶν καὶ νὰ τὸ ρίξω στὰ σκυλιά».
27 Αὐτὴ δὲ εἶπε, «Ναί, Κύριε, ἀλλὰ καὶ τὰ σκυλιὰ τρώγουν ἀπὸ τὰ ψίχουλα, ποὺ πέφτουν ἀπὸ τὸ τραπέζι τῶν κυρίων τους».
28 Τότε ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Ὦ γυναῖκα, μεγάλη εἶναι ἡ πίστις σου· ἂς σοῦ γίνῃ ὅπως θέλεις». Καὶ ἐθεραπεύθηκε ἡ θυγατέρα της ἀπὸ τὴν ὥραν ἐκείνην.
Πολλοὶ θεραπεύονται
29 Καὶ ὅταν ἔφυγε ἀπὸ ἐκεῖ ὁ Ἰησοῦς, ἦλθε κοντὰ εἰς τὴν λίμνην τῆς Γαλιλαίας καὶ ἀνέβηκε στὸ ὄρος καὶ ἐκαθότανε ἐκεῖ.
30 Καὶ ἦλθε εἰς αὐτὸν πολὺς κόσμος ποὺ εἶχαν μαζί τους χωλούς, τυφλούς, βωβούς, κουλοὺς καὶ ἄλλους πολλοὺς καὶ τοὺς ἔρριξαν εἰς τὰ πόδια του καὶ τοὺς ἐθεράπευσε,
31 ὥστε ὁ κόσμος ἐθαύμαζε, ὅταν ἔβλεπε βωβοὺς νὰ μιλοῦν, κουλοὺς νὰ γίνωνται ὑγιεῖς, κουτσοὺς νὰ περπατοῦν καὶ τυφλοὺς νὰ βλέπουν.
32 Καὶ ἐδόξασαν τὸν Θεὸν τοῦ Ἰσραήλ. Ὁ Ἰησοῦς τότε ἐκάλεσε τοὺς μαθητάς του καὶ τοὺς εἶπε, «Σπλαγχνίζομαι τὸν κόσμον, διότι ἐπὶ τρεῖς τώρα ἡμέρες παραμένουν κοντά μου καὶ δὲν ἔχουν τὶ νὰ φάγουν, καὶ νὰ τοὺς διαλύσω νηστικοὺς δὲν θέλω, μήπως ἀποκάμουν εἰς τὸν δρόμον».
33 Καῖ τοῦ λέγουν οἱ μαθηταί, «Ἀπὸ ποῦ νὰ πάρωμεν ἐδῶ εἰς τὴν ἔρημον τόσα ψωμιά, ὥστε νὰ χορτάσῃ τόσος πολὺς κόσμος;»
34 Καὶ ὁ Ἰησοῦς τοὺς λέγει, «Πόσα ψωμιὰ ἔχετε;», αὐτοὶ δὲ εἶπαν, «Ἑπτὰ καὶ λίγα ψαράκια».
35 Καὶ ἀφοῦ διέταξε τὸν κόσμο νὰ πλαγιάσῃ εἰς τὴν γῆν,
36 ἐπῆρε τὰ ἑπτὰ ψωμιὰ καὶ τὰ ψάρια καὶ ἀφοῦ εὐχαρίστησε τὸν Θεόν, τὰ ἔκοψε καὶ τὰ ἐμοίρασε εἰς τοὺς μαθητάς, οἱ δὲ μαθηταὶ εἰς τὸν κόσμον.
37 Καὶ ἔφαγαν ὅλοι καὶ ἐχόρτασαν καὶ ἐσήκωσαν τὰ κομμάτια ποὺ ἐπερίσσεψαν, ἑπτὰ γεμάτα καλάθια.
38 Ἐκεῖνοι δὲ ποὺ ἔφαγαν, ἦσαν τέσσερις χιλιάδες ἄνδρες, ἐκτὸς ἀπὸ τὶς γυναῖκες καὶ τὰ παιδιά.
39 Καὶ ἀφοῦ διάλυσε τὸν κόσμον ἐμπῆκε εἰς τὸ πλοιάριον καὶ ἦλθε εἰς τὴν περιοχὴν τῆς Μαγδαλᾶ.