ΕΠΙΣΤΟΛΕΣ ΠΑΥΛΟΥ
Β’ προς Κορινθίους ΠΡΟΣ ΓΑΛΑΤΑΣ προς Εφεσίους
προς Ρωμαίους – Α’ προς Κορινθίους – Β’ προς Κορινθίους – προς Γαλάτας – προς Εφεσίους – προς Φιλιππισίους – προς Κολοσσαείς – Α’ προς Θεσσαλονικείς – Β’ προς Θεσσαλονικείς – Α’ προς Τιμόθεον – Β’ προς Τιμόθεον – προς Τίτον – προς Φιλήμονα – προς Εβραίους
- κεφ.1-3 Πρωτότυπο
- κεφ.1-3 Ερμηνεία
- κεφ.4-6 Πρωτότυπο
- κεφ.4-6 Ερμηνεία
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός
1 Παῦλος, ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
4 τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν,
5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἀπογοήτευσις τοῦ Παύλου ἀπὸ τοὺς Γαλάτας
6 Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
7 ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
8 Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
9 Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
Τὸ εὐαγγέλιόν του τὸ ἔλαβε ἀπὸ τὸν Χριστὸν καὶ ὄχι ἀπὸ ἀνθρώπους
11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον·
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν,
14 καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·
19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
20 Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι.
21 Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
22 Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ·
23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει,
24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸ Θεόν.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
Ἡ ἀποστολή του γίνεται ἀποδεκτὴ εἰς τὰ Ἱεροσόλυμα
1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον·
2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
3 Ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι,
4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται·
5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
6 Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει· ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,
7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς·
8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη·
9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
Ἐπιπλήττεται ὁ Πέτρος
11 Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.
12 Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
13 Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
14 Ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων· εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν;
Ὁ τρόπος τῆς δικαιώσεως τοῦ ἀνθρώπου
15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.
17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο.
18 Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.
19 Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.
20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ πίστις καὶ ὄχι ὁ νόμος εἶναι ἡ βάσις τῆς ἀποδοχῆς τοῦ ἀνθρώπου ἀπὸ τὸν Θεόν
1 Ὤ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος;
2 Τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
3 Οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
4 Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ.
5 Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
6 Καθὼς ᾿Αβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ.
8 Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
9 Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά·
11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται.
12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ’ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·
14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
16 Τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνός, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.
17 Τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
18 Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεός.
Ὁ σκοπὸς τοῦ νόμου
19 Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου.
20 Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν.
21 Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη·
22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.
23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
24 Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
Τὸ ἀποτέλεσμα τῆς πίστεως
25 Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
26 Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·
27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
28 Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
29 Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός
1 Ὁ Παῦλος, ἀπόστολος ἐντεταλμένος ὄχι ἀπὸ ἀνθρώπους οὔτε δι’ ἀνθρώπου, ἀλλὰ διὰ τοῦ Ἰησοῦ Χριστοῦ καὶ τοῦ Θεοῦ Πατρός, ὁ ὁποῖος τὸν ἀνέστησεν ἐκ τῶν νεκρῶν,
2 καὶ ὅλοι οἱ ἀδελφοί, οἱ ὁποῖοι εἶναι μαζί μου, πρὸς τὰς ἐκκλησίας τῆς Γαλατίας·
3 χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ τὸν Θεὸν Πατέρα μας καὶ τὸν Κύριον Ἰησοῦν Χριστόν,
4 ὁ ὁποῖος ἔδωσε τὸν ἑαυτόν του διὰ τὰς ἁμαρτίας μας, διὰ νὰ μᾶς ἐλευθερώσῃ ἀπὸ τὸν σημερινὸν πονηρὸν κόσμον. Σύμφωνα πρὸς τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατέρα μας,
5 εἰς τὸν ὁποῖον ἀνήκει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπαγόρευσις τοῦ Παύλου ἀπὸ τοὺς Γαλάτας
6 Ἐκπλήττομαι διότι τόσον γρήγορα μεταπηδᾶτε ἐπὸ ἐκεῖνον, ὁ ὁποῖος σᾶς ἐκάλεσε διὰ τῆς χάριτος τοῦ Χριστοῦ, πρὸς ἄλλο εὐαγγέλιον,
7 τὸ ὁποῖο δὲν εἶναι ἄλλο, μόνον ποὺ ὑπάρχουν μερικοὶ οἱ ὁποῖοι σᾶς ταράσσουν καὶ θέλουν νὰ διαστρέψουν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
8 Ἀλλὰ καὶ ἂν ἐμεῖς οἱ ἴδιοι ἢ κάποιος ἄγγελος ἀπὸ τὸν οὐρανόν, σᾶς κηρύξῃ διαφορετικὸν εὐαγγέλιον ἀπὸ ἐκεῖνον, ποὺ σᾶς ἐκηρύξαμεν, αὐτὸς ἂς εἶναι ἀνάθεμα.
9 Ὅπως εἴπαμε προηγουμένως, καὶ τώρα πάλιν σᾶς λέγω, ἐὰν κανεὶς σᾶς κηρύξῃ διαφορετικὸν εὐαγγέλιον ἀπὸ ἐκεῖνο ποὺ παραλάβατε, ἂς εἶναι ἀνάθεμα.
10 Ζητῶ τώρα τὴν εὔνοιαν τῶν ἀνθρώπων ἢ τοῦ Θεοῦ; Ἢ μήπως ζητῶ νὰ γίνω ἀρεστὸς εἰς ἀνθρώπους; Ἐὰν ἐζητοῦσα ἀκόμη νὰ εἶμαι ἀρεστὸς εἰς ἀνθρώπους, δὲν θὰ ἤμουν δοῦλος τοῦ Χριστοῦ.
Τὸ εὐαγγέλιόν του τὸ ἔλαβε ἀπὸ τὸν Χριστὸν καὶ ὄχι ἀπὸ ἀνθρώπους
11 Σᾶς κάνω γνωστόν, ἀδελφοί, ὅτι τὸ εὐαγγέλιον, τὸ ὁποῖον ἐκηρύχθηκε ἀπὸ ἐμέ, δὲν εἶναι ἀνθρώπινον,
12 διότι οὔτε τὸ ἐπῆρα οὔτε τὸ ἐδιδάχθηκα ἀπὸ ἀνθρώπους ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
13 Ἔχετε ἀκούσει, βέβαια, τὴν ἄλλοτε διαγωγήν μου εἰς τὸν Ἰουδαϊσμόν, ὅτι δηλαδὴ ὑπερβολικὰ κατεδίωκα τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὴν πολεμοῦσα.
14 Καὶ εἶχα μεγαλύτερες προόδους εἰς τὸν Ἰουδαϊσμὸν ἀπὸ πολλοὺς συνομηλίκους συμπατριώτας μου, μὲ τὸν ὑπερβολικὸν ζῆλον ποὺ ἔδειχνα διὰ τὰς πατρικάς μου παραδόσεις.
15 Ὅταν ὅμως εὐδόκησε ὁ Θεός, ὁ ὁποῖος μὲ ξεχώρισε ἀπὸ τὴν κοιλιὰ τῆς μητέρας μου καὶ μὲ ἐκάλεσε διὰ τῆς χάριτός του, νὰ ἀποκαλύψῃ μέσα μου τὸν Υἱόν του,
16 διὰ νὰ κηρύττω αὐτὸν εἰς τὰ ἔθνη, ἀμέσως δὲν συμβουλεύθηκα ἀνθρώπους,
17 οὔτε ἀνέβηκα εἰς τὰ Ἱεροσόλυμα πρὸς ἐκείνους ποὺ ἦσαν ἀπόστολοι πρὶν ἀπὸ ἐμέ, ἀλλ’ ἔφυγα εἰς τὴν Ἀραβίαν καὶ πάλιν ἐπέστρεψα εἰς τὴν Δαμασκόν.
18 Ἔπειτα, ὕστερα ἀπὸ τρία χρόνια, ἀνέβηκα εἰς τὰ Ἱεροσόλυμα διὰ νὰ γνωρίσω τὸν Πέτρον καὶ ἔμεινα κοντά του δέκα πέντε ἡμέρας.
19 Ἄλλον ἀπὸ τοὺς ἀποστόλους δὲν εἶδα παρὰ τὸν Ἰάκωβον, τὸν ἀδελφόν τοῦ Κυρίου.
20 Γιὰ ὅσα σᾶς γράφω ὁμολογῶ ἐνώπιον τοῦ Θεοῦ, ὅτι δὲν λέγω ψέμματα.
21 Ἔπειτα ἦλθα εἰς τὰ μέρη τῆς Συρίας καὶ τῆς Κιλικίας.
22 Προσωπικῶς μάλιστα ἤμουν ἄγνωστος εἰς τὰς ἐκκλησίας τοῦ Χριστοῦ εἰς τὴν Ἰουδαίαν.
23 Μόνον ἄκουαν ὅτι, «Ἐκεῖνος, ποὺ ἄλλοτε μᾶς κατεδίωκε, τώρα κηρύττει τὴν πίστιν, τὴν ὁποίαν ἄλλοτε ἐζητοῦσε νὰ ἐξαφανίσῃ»,
24 καὶ ἐδόξαζαν ἐξ αἰτίας μου τὸν Θεόν.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
Ἡ ἀποστολή του γίνεται ἀποδεκτὴ εἰς τὰ Ἱεροσόλυμα
1 Κατόπιν, μετὰ ἀπὸ δέκα τέσσερα χρόνια, ἀνέβηκα πάλιν εἰς τὰ Ἱεροσόλυμα μὲ τὸν Βαρνάβαν καὶ ἐπῆρα μαζί μου καὶ τὸν Τίτον.
2 Ἀνέβηκα δὲ ἔπειτα ἀπὸ ἀποκάλυψιν καὶ ἀνέπτυξα εἰς αὐτούς, ἰδιαιτέρως δὲ εἰς τοὺς φημισμένους, τὸ εὐαγγέλιον, τὸ ὁποῖον κηρύττω εἰς τὰ ἔθνη, μήπως μάταια τρέχω ἢ ἔτρεξα.
3 Ἀλλ’ οὔτε καὶ ὁ Τίτος, ὁ ὁποῖος ἦτο μαζί μου, ἀναγκάσθηκε νὰ περιτμηθῇ, ἂν καὶ ἦτο ἐθνικός,
4 ἀκριβῶς ἕνεκα τῶν παρεισάκτων ψευταδέλφων, οἱ ὁποῖοι παρεισέφρυσαν διὰ νὰ ἐπιβουλευθοῦν τὴν ἐλευθερίαν μας, ποὺ ἔχομεν ὡς πιστοὶ τοῦ Χριστοῦ Ἰησοῦ, πρὸς τὸν σκοπὸν νὰ μᾶς ὑποδουλώσουν,
5 εἰς τοὺς ὁποίους οὐδὲ πρὸς στιγμὴν ἐδεχθήκαμε νὰ ὑποταχθοῦμε, διὰ νὰ παραμείνῃ σ’ ἐσᾶς ἡ ἀλήθεια τοῦ εὐαγγελίου.
6 Ἀπὸ δὲ τοὺς φημισμένους, – τί ἦσαν μιὰ φορὰ δὲν μὲ ἐνδιαφέρει, ὁ Θεὸς δὲν λαβαίνει ὑπ’ ὄψιν του τὸ πρόσωπον τοῦ ἀνθρώπου – εἰς ἐμὲ λοιπὸν οἱ φημισμένοι τίποτε δὲν μοῦ προσέθεσαν ἀλλὰ τοὐναντίον,
7 ὅταν εἶδαν ὅτι ἐγὼ ἤμουν ἐμπιστευμένος μὲ τὸ εὐαγγέλιον διὰ τοὺς ἀπεριτμήτους ὅπως ὁ Πέτρος διὰ τοὺς περιτμημένους,
8 – διότι ἐκεῖνος ὁ ὁποῖος ἐνήργησε εἰς τὸν Πέτρον, ὥστε νὰ γίνῃ ἀπόστολος τῶν περιτμημένων, ἐνήργησε καὶ εἰς ἐμὲ διὰ νὰ γίνω ἀπόστολος εἰς τὰ ἔθνη –
9 καὶ ὅταν αὐτοὶ ἀνεγνώρισαν τὴν χάριν, ποὺ μοῦ εἶχε δοθῆ, τότε ὁ Ἰάκωβος καὶ ὁ Κῆφας καὶ ὁ Ἰωάννης, οἱ ὁποῖοι ἐθεωροῦντο ὅτι εἶναι στύλοι, ἔδωκαν εἰς ἐμὲ καὶ εἰς τὸν Βαρνάβαν τὸ δεξί τους χέρι εἰς σημεῖον ἐπικοινωνίας καὶ συμφώνησαν νὰ εἴμεθα ἐμεῖς ἀπόστολοι εἰς τὸν ἐθνικὸν κόσμον, αὐτοὶ δὲ εἰς τοὺς περιτμημένους.
10 Ἐζήτησαν μόνον νὰ ἐνθυμούμεθα τοὺς πτωχοὺς καὶ αὐτὸ ἐφρόντισα νὰ τὸ κάνω.
Ἐπιπλήττεται ὁ Πέτρος
11 Ὅταν ὅμως ἦλθε ὁ Πέτρος εἰς τὴν Ἀντιόχειαν, τότε κατὰ πρόσωπον ἐναντιώθηκα εἰς αὐτόν, ἐπειδὴ ἦτο ἄξιος κατακρίσεως.
12 Διότι πρὶν ἔλθουν μερικοὶ ἀπὸ τὸν Ἰάκωβον, ἔτρωγε μαζὶ μὲ τοὺς ἐθνικούς, ὅταν ὅμως ἦλθαν, ἀπεσύρθη καὶ ἀπεχωρίζετο, διότι ἐφοβεῖτο ἐκείνους ποὺ προήρχοντο ἀπὸ τὴν περιτομήν.
13 Καὶ μαζὶ μὲ αὐτὸν ὑποκρίθηκαν καὶ ἄλλοι Ἰουδαῖοι Χριστιανοί, ὥστε καὶ ὁ Βαρνάβας συμπαρασύρθηκε εἰς τὴν ὑποκρισίαν τους.
14 Ἀλλ’ ὅταν εἶδα ὅτι δὲν βαδίζουν τὸν ὀρθὸν δρόμον σύμφωνα πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπα εἰς τὸν Πέτρον ἐνώπιον ὅλων, «Ἐὰν ἐσύ, ποὺ εἶσαι Ἰουδαῖος, ζῇς κατὰ τρόπον ἐθνικὸν καὶ ὄχι Ἰουδαϊκόν, πῶς ἀναγκάζεις τοὺς ἐθνικοὺς νὰ ζοῦν κατὰ τρόπον Ἰουδαϊκόν;».
Ὁ τρόπος τῆς δικαιώσεως τοῦ ἀνθρώπου
15 Ἐμεῖς εἴμεθα ἐκ γενετῆς Ἰουδαῖοι καὶ ὄχι ἁμαρτωλοὶ ἐθνικοί,
16 ἀλλ’ ἐπειδὴ γνωρίζομεν ὅτι ὁ ἄνθρωπος δὲν δικαιώνεται ἀπὸ τὰ ἔργα τοῦ νόμου ἀλλὰ διᾶ τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστόν, ἐπιστέψαμε καὶ ἐμεῖς εἰς τὸν Χριστὸν Ἰησοῦν, διὰ νὰ δικαιωθοῦμε διὰ τῆς πίστεως εἰς τὸν Χριστὸν καὶ ὄχι ἀπὸ τὰ ἔργα τοῦ νόμου, διότι ἀπὸ τὰ ἔργα τοῦ νόμου κανεὶς ἄνθρωπος δὲν θὰ δικαιωθῇ.
17 Ἀλλ’ ἐὰν ἐμεῖς ποὺ ἐζητήσαμε νὰ δικαιωθοῦμε διὰ τοῦ Χριστοῦ, εὑρεθήκαμε καὶ ἐμεῖς ἁμαρτωλοί, ἆραγε ὁ Χριστὸς ἐξυπηρετεῖ τὴν ἁμαρτίαν; Μὴ γένοιτο!
18 Ἐὰν ὅμως οἰκοδομῶ πάλιν, ἐκεῖνα ποὺ ἐγκρέμισα, ἀποδεικνύω τὸν ἑαυτόν μου παραβάτην.
19 Διότι ἐγὼ διὰ τοῦ νόμου ἐπέθανα ὡς πρὸς τὸν νόμον, διὰ νὰ ζήσω ὡς πρὸς τὸν Θεόν. Ἔχω σταυρωθῆ μαζὶ μὲ τὸν Χριστόν.
20 Δὲν ζῶ πλέον ἐγώ, ἀλλὰ ζῆ μέσα μου ὁ Χριστός, τὴν ζωὴν δὲ τὴν ὁποίαν τώρα ζῶ εἰς τὸ σῶμα, τὴν ζῶ μὲ πίστιν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ ὁποῖος μὲ ἀγάπησε καὶ παρέδωκε τὸν ἑαυτόν του πρὸς χάριν μου.
21 Δὲν καταργῶ τὴν χάριν τοῦ Θεοῦ, διότι ἐὰν διὰ τοῦ νόμου δίδεται δικαίωσις, τότε ματαίως πέθανε ὁ Χριστός.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ πίστις καὶ ὄχι ὁ νόμος εἶναι ἡ βάσις τῆς ἀποδοχῆς τοῦ ἀνθρώπου ἀπὸ τὸν Θεόν
1 Ὦ ἀνόητοι Γαλάται, ποιός σᾶς ἐβάσκανε, νὰ μὴ πείθεσθε εἰς τὴν ἀλήθειαν, σεῖς ἐμπρὸς εἰς τὰ μάτια τῶν ὁποίων ἐζωγραφήθηκε ὁ Ἰησοῦς Χριστὸς σταυρωμένος;
2 Τοῦτο μόνον θέλω νὰ μάθω ἀπὸ σᾶς: διὰ τῶν ἔργων τοῦ νόμου ἐλάβατε τὸ Πνεῦμα ἢ διὰ τῆς πίστεως εἰς ὅ,τι ἀκούσατε;
3 Τόσον ἀνόητοι εἶσθε; Ἀφοῦ ἀρχίσατε διὰ τοῦ Πνεύματος, θέλετε τώρα νὰ τελειώσετε μὲ τὴν σάρκα;
4 Τόσα ποὺ ἐδοκιμάσατε ἐκ πείρας, ἀπέβησαν μάταια; Ἐὰν μόνον μάταια!
5 Ἐκεῖνος λοιπόν, ὁ ὁποῖος σᾶς δίνει τὸ Πνεῦμα καὶ κάνει θαύματα μεταξύ σας, τὰ κάνει ἐπειδὴ τηρεῖτε τὸν νόμον ἢ ἐπειδὴ ἐπιστέψατε εἰς ὅ,τι ἀκούσατε;
6 Καθώς, Ὁ Ἀβραὰμ ἐπίστεψε εἰς τὸν Θεὸν καὶ αὐτὸ τοῦ λογαριάσθηκε πρὸς δικαίωσιν.
7 Βλέπετε λοιπόν, ὅτι ὅσοι εἶναι ἄνθρωποι πίστεως, αὐτοὶ εἶναι παιδιὰ τοῦ Ἀβραάμ.
8 Καὶ ἡ γραφή, ἐπειδὴ προεῖδε ὅτι ὁ Θεὸς ἐπὶ τῇ βάσει τῆς πίστεως δικαιώνει τοὺς ἐθνικούς, προανήγγειλε εἰς τὸν Ἀβραὰμ τὸ χαρμόσυνον ἄγγελμα: Διὰ σοῦ θὰ εὐλογηθοῦν ὅλα τὰ ἔθνη.
9 Ὥστε, ἐκεῖνοι ποὺ εἶναι ἄνθρωποι πίστεως εὐλογοῦνται μαζὶ μὲ τὸν πιστὸν Ἀβραάμ.
10 Ὅσοι βασίζονται εἰς τὰ ἔργα τοῦ νόμου, αὐτοὶ εἶναι ὑπὸ κατάραν, διότι εἶναι γραμμένον, Καταραμένος εἶναι ὅποιος δὲν μένει σταθερῶς εἰς ὅλα τὰ γραμμένα εἰς τὸ βιβλίον τοῦ νόμου διὰ νὰ τὰ ἐκτελῇ.
11 Ὅτι δὲ διὰ τοῦ νόμου κανεὶς δὲν δικαιώνεται ἀπὸ τὸν Θεόν, εἶναι φανερόν, διότι, Ἐκεῖνος ποὺ δικαιώνεται διὰ τῆς πίστεως θὰ ζήσῃ.
12 Ὁ νόμος ὅμως δὲν στηρίζεται εἰς τὴν πίστιν, ἀλλὰ λέγει, Ἐκεῖνος ὁ ὁποῖος θὰ ἐκτελέσῃ αὐτά, θὰ ζήσῃ διὰ τῆς ἐκτελέσεως αὐτῶν.
13 Ὁ Χριστὸς μᾶς ἐξηγόρασε ἀπὸ τὴν κατάραν τοῦ νόμου, μὲ τὸ νὰ γίνῃ ὁ ἴδιος πρὸς χάριν μας κατάρα, – διότι εἶναι γραμμένον, Καταραμένος εἶναι ὅποιος κρεμᾶται εἰς τὸ ξύλον,
14 – διὰ νὰ ἔλθῃ ἡ εὐλογία τοῦ Ἀβραὰμ εἰς τοὺς ἐθνικοὺς διὰ τοῦ Ἰησοῦ Χριστοῦ, διὰ νὰ λάβωμεν τὴν ὑπόσχεσιν τοῦ Πνεύματος διὰ τῆς πίστεως.
15 Ἀδελφοί, θὰ σᾶς μιλήσω μὲ ἕνα ἀνθρώπινον παράδειγμα. Μίαν ἐπικυρωμένην διαθήκην ἑνὸς ἀνθρώπου κανεὶς δὲν μπορεῖ νὰ ἀκυρώσῃ ἢ νὰ προσθέσῃ κάτι.
16 Εἰς τὴν περίπτωσιν τοῦ Ἀβραάμ, αἱ ὑποσχέσεις ἐγένοντο εἰς αὐτὸν καὶ εἰς τὸν ἀπόγονόν του. Δὲν λέγει, «καὶ εἰς τοὺς ἀπογόνους» σὰν νὰ ἐπρόκειτο περὶ πολλῶς ἀλλὰ περὶ ἑνός· «Καὶ εἰς τὸν ἀπόγονόν σου», ὁ ὁποῖος εἶναι ὁ Χριστός.
17 Ἐννοῶ δὲ τὸ ἑξῆς: Ὁ νόμος ὁ ὁποῖος ἦλθε μετὰ τετρακόσια τριάντα ἔτη δὲν μπορεῖ νὰ ἀκυρώσῃ μία διαθήκην, ἡ ὁποῖα εἶχε ἐπικυρωθῆ προηγουμένως ἀπὸ τὸν Θεὸν καὶ ἀναφέρεται εἰς τὸν Χριστόν, ὥστε νὰ καταργήσῃ τὴν ὑπόσχεσιν.
18 Διότι ἐὰν ἡ κληρονομία βασίζεται εἰς τὴν τήρησιν τοῦ νόμου, τότε δὲν δίδεται βάσει ὑποσχέσεως. Εἰς τὸν Ἀβραὰμ ὅμως ὁ Θεὸς τὴν ἐχάρισε δι’ ὑποσχέσεως.
Ὁ σκοπὸς τοῦ νόμου
19 Ποιόν σκοπὸν λοιπὸν ἔχει ὁ νόμος; Προσετέθη ἕνεκα τῶν παραβάσεων, ἕως ὅτου ἔλθῃ ὁ ἀπόγονος εἰς τὸν ὁποῖον ἔγινε ἡ ὑπόσχεσις· διετάχθη δὲ ὁ νόμος δι’ ἀγγέλων καὶ μὲ τὴν μεσολάβησιν μεσίτου.
20 Ἀλλ’ ὁ μεσίτης δὲν εἶναι ἑνὸς, ὁ Θεὸς ὅμως εἶναι ἕνας.
21 Ὁ νόμος λοιπὸν εἶναι ἐναντίον τῶν ὑποσχέσεων τοῦ Θεοῦ; Μὴ γένοιτο! Διότι ἐὰν ἐδίδετο νόμος, ὁ ὁποῖος νὰ μποροῦσε νὰ ζωοποιήσῃ, τότε πραγματικὰ θὰ προήρχετο ἐκ τοῦ νόμου ἡ δικαίωσις.
22 Ἡ γραφὴ ὅμως περιέκλεισε τὰ πάντα κάτω ἀπὸ τὴν ἁμαρτίαν, διὰ νὰ δοθῇ εἰς τοὺς πιστεύοντας ἡ ὑπόσχεσις βάσει τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστόν.
23 Προτοῦ ἔλθῃ ἡ πίστις, ἐφρουρούμεθα κλεισμένοι κάτω ἀπὸ τὸν νόμον, μέχρις ὅτου ἀποκαλυφθῇ ἡ πίστις.
24 Ὥστε ὁ νόμος ἦτο παιδαγωγός μας ἕως ὅτου ἔλθη ὁ Χριστός, διὰ νὰ δικαιωθοῦμε διὰ τῆς πίστεως.
Τὸ ἀποτέλεσμα τῆς πίστεως
25 Τώρα δέ, ποὺ ἦλθεν ἡ πίστις, δὲν εἴμεθα πλέον ὑπὂ παιδαγωγόν,
26 διότι διὰ τῆς πίστεως εἶσθε ὅλοι υἱοὶ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ,
27 διότι ὅσοι ἐβαπτισθήκατε εἰς τὸν Χριστόν, ἔχετε ἐνδυθῆ τὸν Χριστόν.
28 Δὲν ὑπάρχει Ἰουδαῖος οὔτε Ἕλλην, δὲν ὑπάρχει δοῦλος οὔτε ἐλεύθερος, δὲν ὑπάρχει ἄρρεν καὶ θῆλυ, διότι ὅλοι σεῖς εἶσθε ἕνας ἄνθρωπος ἐν Χριστῷ Ἰησοῦ.
29 Ἐὰν δὲν εἶσθε τοῦ Χριστοῦ, ἄρα εἶσθε ἀπόγονοι τοῦ Ἀβραάμ, καὶ κληρονόμοι βάσει ὑποσχέσεως.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
Θεία υἱοθεσία διὰ τῆς πίστεως εἰς τὸν Χριστόν
1 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν,
2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
3 Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι·
4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ.
7 ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
Ὁ Παῦλος προτρέπει τοὺς πιστοὺς νὰ μὴ ἐπιστρέφουν πρὸς τὰ ὀπίσω
8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς·
9 νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
10 Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς!
11 Φοβοῦμαι ὑμᾶς μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς.
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε.
13 Οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
14 καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ’ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
15 Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.
16 Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
17 Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
18 Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
19 Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν!
20 Ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
Παράδειγμα ἀπὸ τὴν Παλαιὰν Διαθήκην
21 Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι· τὸν νόμον οὐκ ἀκούετε;
22 Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
23 Ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.
24 Ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ·
25 τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς·
26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.
27 Γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ρῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
28 Ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.
29 Ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν.
30 Ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ μὴ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
31 Ἄρα, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Ε’
ΚΕΦΑΛΑΙΟΝ 5
1 Τὴ ἐλευθερίᾳ οὖν, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
Πρέπει νὰ ἐκλέξουν μεταξὺ τοῦ Χριστοῦ καὶ τοῦ νόμου
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
4 Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε·
5 ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
6 Ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.
11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
Ἡ ἐλευθερία πρέπει νὰ κατευθύνεται ἀπὸ τὴν ἀγάπην
13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.
Ἡ ὁδηγία τοῦ Πνεύματος
16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε.
18 Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
19 Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
21 φθόνοι, φόνοι, μέθαι, κῶμοι καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.
24 Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
25 Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΣΤ’
ΚΕΦΑΛΑΙΟΝ 6
Πρακτικὰ παραγγέλματα
1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
2 Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
3 Εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ.
4 Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον·
5 ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
7 Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
9 Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
10 Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
Ἐπίλογος
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.
13 Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.
15 Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ Θεοῦ.
17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
Θεία υἱοθεσία διὰ τῆς πίστεως εἰς τὸν Χριστόν
1 Ἐκεῖνο ποὺ ἐννοῶ εἶναι ὅτι, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος εἶναι ἀνήλικος, δὲν διαφέρει καθόλου ἀπὸ τὸν δοῦλον, ἂν καὶ εἶναι κύριος ὅλης τῆς περιουσίας,
2 ἀλλὰ εἶναι ὑπὸ τὴν ἐξουσίαν ἐπιτρόπων καὶ διαχειριστῶν μέχρι τῆς προθεσμίας, τὴν ὁποίαν ὥρισε ὁ πατέρας.
3 Ἔτσι καὶ ἐμεῖς, ὅταν ἤμαστε ἀνήλικοι, ἤμαστε ὑποδουλωμένοι κάτω ἀπὸ τὰ στοιχεῖα τοῦ κόσμου.
4 Ὅταν ὅμως συμπληρώθηκε ὁ χρόνος, τότε ἔστειλε ὁ Θεὸς τὸν Υἱόν του, ὁ ὁποῖος ἐγεννήθηκε ἀπὸ γυναῖκα καὶ διετέλεσε ὑπὸ τὸν νόμον, διὰ νὰ ἐξαγοράσῃ ἐκείνους,
5 οἱ ὁποῖοι ἦσαν δοῦλοι κάτω ἀπὸ τὸν νόμον, διὰ νὰ πάρωμεν τὴν υἱοθεσίαν.
6 Καὶ ἐπειδὴ εἶσθε υἱοί, ὁ Θεὸς ἔστειλε στὶς καρδιές σας τὸ Πνεῦμα τοῦ Υἱοῦ του, τὸ ὁποῖον κράζει Ἀββᾶ, Πατέρα.
7 Ὥστε δὲν εἶσαι πλέον δοῦλος, ἀλλὰ υἱός, ἐὰν δὲ εἶσαι υἱός, εἶσαι τότε καὶ κληρονόμος τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ.
Ὁ Παῦλος προτρέπει τοὺς πιστοὺς νὰ μὴ ἐπιστρέφουν πρὸς τὰ ὀπίσω
8 Ἀλλὰ τότε, ἐπειδὴ δὲν ἐγνωρίζατε τὸν Θεόν, ἤσαστε δοῦλοι εἰς ὄντα, τὰ ὁποῖα κατ’ οὐσίαν δὲν εἶναι θεοί.
9 Τώρα ὅμως, ἀφοῦ ἐγνωρίσατε τὸν Θεὸν ἢ μᾶλλον ἐγνωρισθήκατε ἀπὸ τὸν Θεόν, πῶς ἐπιστρέφετε πάλιν εἰς τὰ ἀδύνατα καὶ πτωχὰ στοιχεῖα, εἰς τὰ ὁποῖα πάλιν θέλετε νὰ εἶσθε δοῦλοι ὅπως καὶ πρίν;
10 Φυλάττετε ὡρισμένας ἡμέρας καὶ μῆνας καὶ ἐποχὰς καὶ ἔτη.
11 Φοβοῦμαι μήπως μάταια ἐκοπίασα γιὰ σᾶς.
12 Ἀδελφοί, σᾶς ἱκετεύω νὰ γίνετε ὅπως εἶμαι καὶ ἐγώ, διότι καὶ ἐγὼ ἤμουν ὅπως ἐσεῖς. Δὲν μοῦ ἐκάνατε κανένα κακό.
13 Ξέρετε ὅτι τὴν προηγουμένην φοράν, ἕνεκα σωματικῆς ἀσθενείας ἐκήρυξα σ’ ἐσᾶς τὸ εὐαγγέλιον
14 καὶ παρ’ ὅλον ὅτι τὸ σῶμά μου ἦτο γιὰ σᾶς πειρασμός, δὲν μὲ περιφρονήσατε οὔτε ἀηδιάσατε ἀλλὰ μὲ ἐδεχθήκατε σὰν ἄγγελον Θεοῦ, σὰν Χριστὸν Ἰησοῦν.
15 Ποῦ εἶναι λοιπὸν ἡ ἱκανοποίησις ποὺ αἰσθανθήκατε; Διότι ἐγὼ μαρτυρῶ γιὰ σᾶς ὅτι ἐὰν ἦτο δυνατὸν καὶ τὰ μάτια σας θὰ ἐβγάζατε καὶ θὰ μοῦ τὰ ἐδίνατε.
16 Ὥστε ἔγινα τώρα ἐχθρός σας, ἐπειδὴ σᾶς λέγω τὴν ἀλήθειαν;
17 Αὐτοὶ οἱ διαστρέφοντες τὸ εὐαγγέλιον δείχνουν ζῆλον γιὰ σᾶς ὄχι πρὸς τὸ καλόν, ἀλλὰ θέλουν νὰ σᾶς ἀποκλείσουν ἀπὸ τὸ ἀληθινὸ εὐαγγέλιον, διὰ νὰ ἔχετε ζῆλον γι’ αὐτούς.
18 Εἶναι ὡραῖον πρᾶγμα νὰ εἶναι κανεὶς ζηλευτὸς διὰ τὸ καλόν, πάντοτε καὶ ὄχι μόνον ὅταν εἶμαι κοντά σας.
19 Παιδιά μου, γιὰ τὰ ὁποῖα πάλιν δοκιμάζω πόνους γέννας ἕως ὅτου μορφωθῇ μέσα σας ὁ Χριστός.
20 Πόσον θὰ ἤθελα νὰ εἶμαι τώρα μαζί σας καὶ νὰ ἀλλάξω τὸν τόνον τῆς φωνῆς μου, διότι βρίσκομαι εἰς ἀμηχανίαν γιὰ σᾶς.
Παράδειγμα ἀπὸ τὴν Παλαιὰν Διαθήκην
21 Πέστε μου σεῖς, οἱ ὁποῖοι θέλετε νὰ εἶσθε ὑπὸ τὸν νόμον, δὲν ἀκοῦτε τὸν νόμον;
22 Εἶναι γραμμένον, ὅτι ὁ Ἀβραὰμ εἶχε δύο υἱούς, ἕνα ἀπὸ τὴν δούλην του καὶ ἕνα ἀπὸ τὴν ἐλευθέραν.
23 Ἀλλ’ ὁ υἱὸς τῆς δούλης ἐγεννήθηκε κατὰ τὸν φυσικὸν νόμον, ἐνῷ τῆς ἐλευθέρας ἐγεννήθηκε δυνάμει τῆς ὑποσχέσεως τοῦ Θεοῦ.
24 Αὐτὰ εἶναι ἀλληγορικά. Αἱ δύο αὐταὶ γυναῖκες εἶναι εἱ δύο διαθῆκαι, ἡ μία ἡ ὁποία προῆλθε ἀπὸ τὸ ὄρος Σινᾶ καὶ γεννᾶ παιδιὰ διὰ δουλείαν·
25 αὐτὴ εἶναι ἡ Ἄγαρ, – διότι ἡ λέξις Ἄγαρ σημαίνει τὸ ὄρος Σινᾶ εἰς τὴν Ἀραβίαν – ἀντιστοιχεῖ δὲ εἰς τὴν σημερινὴν Ἱερουσαλήμ, ἡ ὁποία εἶναι δούλη μαζὶ μὲ τὰ παιδιά της.
26 Ἡ ἄνω ὅμως Ἱερουσαλὴμ εἶναι ἐλευθέρα, καὶ αὐτὴ εἶναι μητέρα ὅλων μας,
27 διότι εἶναι γραμμένον, Νὰ εὐφρανθῇς ἐσὺ ἡ στεῖρα, ποὺ δὲν γεννᾶς. Βγάλε φωνὴν καὶ φώναξε ἐσύ, ποὺ δὲν κοιλοπονᾶς, διότι θὰ ἔχῃ περισσότερα παιδιὰ ἡ ἐγκαταλειφθεῖσα παρὰ ἐκείνη ποὺ ἔχει ἄνδρα.
28 Ἐμεῖς δέ, ἀδελφοί, εἴμεθα, ὅπως καὶ ὁ Ἰσαάκ, παιδιὰ ὑποσχέσεως.
29 Ἀλλ’ ὅπως τότε ἐκεῖνος ποὺ ἐγεννήθηκε κατὰ τὸν φυσικὸν νόμον, κατεδίωκε ἐκεῖνον ποὺ ἐγεννήθηκε κατὰ πνεῦμα, ἔτσι καὶ τώρα.
30 Ἀλλὰ τί λέγει ἡ γραφή; Διῶξε τὴν δούλην καὶ τὸν υἱόν της, διότι δὲν πρόκειται νὰ κληρονομήσῃ ὁ υἱὸς τῆς δούλης μαζὶ μὲ τὸν υἱὸν τῆς ἐλευθέρας.
31 Ἄρα, ἀδελφοί, δὲν εἴμεθα παιδιὰ τῆς δούλης ἀλλὰ τῆς ἐλευθέρας.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Ε’
ΚΕΦΑΛΑΙΟΝ 5
1 Εἰς τὴν ἐλευθερίαν λοιπόν, διὰ τὴν ὁποίαν ὁ Χριστὸς μᾶς ἐλευθέρωσε, σταθῆτε σταθεροὶ καὶ μὴ θελήσετε νὰ ὑποταχθῆτε πάλιν εἰς ζυγὸν δουλείας.
Πρέπει νὰ ἐκλέξουν μεταξὺ τοῦ Χριστοῦ καὶ τοῦ νόμου
2 Ἐγὼ ὁ Παῦλος σᾶς λέγω, ὅτι ἐὰν περιτέμνεσθε, ὁ Χριστὸς δὲν πρόκειται νὰ σᾶς ὠφελήσῃ σὲ τίποτε.
3 Βεβαιώνω πάλιν κάθε ἄνθρωπον, ὁ ὁποῖος περιτέμνεται, ὅτι ὀφείλει νὰ ἐκπληρώσῃ ὅλον τὸν νόμον.
4 Ἀποχωρισθήκατε ἀπὸ τὸν Χριστὸν ὅσοι ζητᾶτε νὰ δικαιωθῆτε διὰ τοῦ νόμου· ἐξεπέσατε ἀπὸ τὴν χάριν.
5 Διότι ἐμεῖς διὰ τοῦ Πνεύματος, βάσει τῆς πίστεως, ἀναμένομεν τὴν δικαίωσιν διὰ τὴν ὁποίαν ἐλπίζομεν.
6 Διότι ἐν Χριστῷ Ἰησοῦ οὔτε ἡ περιτομὴ ἔχει καμμίαν ἰσχὺν οὔτε ἡ ἀκροβυστία, ἀλλ’ ἡ πίστις, ἡ ὁποία ἐκδηλοῦται ἐνεργῶς διὰ τῆς ἀσκήσεως τῆς ἀγάπης.
7 Ἐτρέχετε καλά. Ποιός σᾶς ἐμπόδισε νὰ ὑπακούετε εἰς τὴν ἀλήθειαν;
8 Ἡ πειθὼ αὐτὴ δὲν προῆλθε ἀπὸ τὸν Θεὸν ὁ ὁποῖος σᾶς καλεῖ.
9 Λίγο προζύμι ἔχει τὴν δύναμιν νὰ ζυμώσῃ ὁλόκληρο τὸ ζυμάρι.
10 Ἔχω πεποίθησιν εἰς τὸν Κύριον, ὅτι δὲν θὰ ἔχετε διαφορετικὴν γνώμην. Ἐκεῖνος δέ, ποὺ σᾶς ταράσσει, αὐτὸς θὰ φέρῃ τὸ κρῖμα, οἱοσδήποτε καὶ ἂν εἶναι.
11 Ἀλλ’ ἐὰν ἐγώ, ἀδελφοί, κηρύττω ἀκόμη ἀναγκαίαν τὴν περιτομήν, πῶς συμβαίνει νὰ καταδιώκωμαι ἀκόμη; Ἐν τοιαύτῃ περιπτώσει δὲν θὰ ὑφίστατο πλέον τὸ σκάνδαλον τοῦ σταυροῦ.
12 Ἠμποροῦν ἀκόμη καὶ νὰ εὐνουχισθοῦν ἐκεῖνοι, οἱ ὁποῖοι σᾶς ἀναστατώνουν.
Ἡ ἐλευθερία πρέπει νὰ κατευθύνεται ἀπὸ τὴν ἀγάπην
13 Σεῖς ὅμως, ἀδελφοί, εἶσθε καλεσμένοι διὰ τὴν ἐλευθερίαν. Μόνον μὴ παίρνετε τὴν ἐλευθερίαν ὡς πρόφασιν διὰ σαρκικὰς ἀπολαύσεις, ἀλλὰ διὰ τῆς ἀγάπης νὰ ἐξυπηρετῆτε ὁ ἕνας τὸν ἄλλον,
14 διότι ὅλος ὁ νόμος ἐκπληρώνεται μὲ ἕναν λόγον, Νὰ ἀγαπήσεις τὸν πλησίον σου σὰν τὸν ἑαυτόν σου.
15 Ἐὰν δὲ ὁ ἕνας δαγκώνει καὶ κατατρώγῃ τὸν ἄλλον, προσέχετε μήπως καταφαγωθῆτε μεταξύ σας.
Ἡ ὁδηγία τοῦ Πνεύματος
16 Ἐννοῶ νὰ ὁδηγῆσθε ἀπὸ τὸ Πνεῦμα καὶ τότε δὲν θὰ ἐκτελῆτε τὴν ἐπιθυμίαν τῆς σαρκός,
17 διότι ἡ σάρκα ἔχει ἐπιθυμίες ἀντίθετες πρὸς τὸ Πνεῦμα, τὸ δὲ Πνεῦμα ἀντίθετες πρὸς τὴν σάρκα. Αὐτὰ εἶναι ἀντίθετα τὸ ἕνα πρὸς τὸ ἄλλο, ὥστε νὰ μὴ μπορῆτε νὰ κάνετε ἐκεῖνα ποὺ θέλετε.
18 Ἐὰν ὅμως ὁδηγῆσθε ἀπὸ τὸ Πνεῦμα, τότε δὲν εἶσθε κάτω ἀπὸ τὸν νόμον.
19 Εἶναι δὲ φανερὰ τὰ ἔργα τῆς σαρκός: μοιχεία, πορνεία, ἀκαθαρσία, ἀκολασία,
20 εἰδωλολατρεία, μαγεία, ἐχθρότης, φιλονεικίαι, ζηλοτυπίαι, θυμοί, ραδιουργίαι, διχόνοιαι, αἱρέσεις,
21 φθόνοι, φόνοι, μέθαι, ἀσωτίαι καὶ τὰ ὅμοια πρὸς αὐτά, διὰ τὰ ὁποῖα σᾶς προειδοποιῶ, καθὼς καὶ ἄλλοτε σᾶς προειδοποίησα, ὅτι ἐκεῖνοι ποὺ κάνουν παρόμοια πράγματα δὲν θὰ κληρονομήσουν τὴν βασιλείαν τοῦ Θεοῦ.
22 Ὁ καρπὸς ὅμως τοῦ Πνεύματος εἶναι ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστοήθεια, ἀγαθωσύνη, πίστις,
23 πραότης, ἐγκράτεια. Ἐναντίον αὐτῶν δὲν ὑπάρχει νόμος.
24 Ἀλλ’ ὅσοι ἀνήκουν εἰς τὸν Ἰησοῦν Χριστόν, ἐσταύρωσαν τὴν σάρκα μαζὶ μὲ τὰ πάθη καὶ τὰς ἐπιθυμίας.
25 Ἐὰν ζῶμεν διὰ τοῦ Πνεύματος, πρέπει νὰ βαδίζωμεν καὶ κατὰ τὸ Πνεῦμα.
26 Ἂς μὴ γινώμεθα κενόδοξοι, προκαλοῦντες ὁ ἕνας τὸν ἄλλον καὶ φθονοῦντες ὁ ἕνας τὸν ἄλλον.
ΠΡΟΣ ΓΑΛΑΤΑΣ ΣΤ’
ΚΕΦΑΛΑΙΟΝ 6
Πρακτικὰ πραγγέλματα
1 Ἀδελφοί, ἐὰν παρασυρθῇ κανεὶς σὲ κάποιο ἁμάρτημα, σεῖς οἱ πνευματικοὶ πρέπει νὰ τὸν διορθώνετε μὲ πνεῦμα πραότητος καὶ νὰ προσέχῃς τὸν ἑαυτόν σου μήπως πέσῃς καὶ σὺ σὲ πειρασμόν.
2 Ὁ καθένας νὰ βαστάζῃ τὰ βάρη τοῦ ἄλλου, καὶ κατ’ αὐτὸν τὸν τρόπον θὰ ἐκπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.
3 Ἐὰν νομίζῃ κανεὶς ὅτι εἶναι κάτι, ἐνῷ δὲν εἶναι τίποτε, αὐτὸς ἀπατᾶ τὸν ἑαυτόν του.
4 Ὁ καθένας ἂς ἐξετάζῃ τὸ ἔργον του καὶ τότε ὁ λόγος τῆς καυχήσεώς του θὰ εἶναι εἰς τὸν ἑαυτόν του μόνον, καὶ ὄχι ἐν συγκρίσει μὲ ἄλλον,
5 διότι ὁ καθένας θὰ βαστάξῃ τὸ δικό του φορτίον.
6 Ἐκεῖνος, ὁ ὁποῖος κατηχεῖται τὸν λόγον, ἂς μεταδίδῃ εἰς τὸν κατηχητὴν ἀπὸ ὅλα τὰ ἀγαθά.
7 Μὴν πλανᾶσθε, ὁ Θεὸς δὲν ἐμπαίζεται. Ἐκεῖνο ποὺ θὰ σπείρῃ εἰς τὴν σάρκα του, αὐτὸ καὶ θὰ θερίσῃ,
8 διότι ἐκεῖνος ποὺ θὰ σπείρῃ εἰς τὴν σάρκα του, θὰ θερίσῃ ἀπὸ τὴν σάρκα διαφθοράν. Ἐκεῖνος δὲ ποὺ θὰ σπείρῃ εἰς τὸ Πνεῦμα, θὰ θερίσῃ ἀπὸ τὸ Πνεῦμα ζωὴν αἰώνιον.
9 Ἂς μὴ ἀποθαρρυνώμεθα εἰς τὸ νὰ κάνωμεν τὸ καλό, διότι εἰς τὸν κατάλληλον χρόνον θὰ θερίσωμεν, ἐὰν δὲν ἀποκάμωμεν.
10 Ἑπομένως ἐφ’ ὅσον ἔχομεν εὐκαιρίες, ἂς κάνωμεν τὸ καλὸ εἰς ὅλους, πρὸ παντὸς δὲ εἰς τοὺς ὁμόπιστούς μας.
Ἐπίλογος
11 Κυττάξτε μὲ πόσον μεγάλα γράμματα σᾶς ἔγραψα μὲ τὸ χέρι μου.
12 Ὅσοι θέλουν νὰ φανοῦν εὐάρεστοι μὲ μέσα ἐξωτερικά, αὐτοὶ σᾶς ἀναγκάζουν νὰ περιτέμνεσθε, ἁπλῶς καὶ μόνον διὰ νὰ μὴ καταδιώκωνται διὰ τὸ κήρυγμα περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ.
13 Διότι οὔτε αὐτοὶ ποὺ περιτέμνονται, φυλάττουν τὸν νόμον, ἀλλὰ θέλουν νὰ περιτέμνεσθε σεῖς, διὰ νὰ καυχηθοῦν διὰ τὴν συμμόρφωσίν σας εἰς ἕνα ἐξωτερικὸν τύπον.
14 Εἰς ἐμὲ δὲ μὴ γένοιτο νᾶ καυχηθῶ διὰ τίποτε ἄλλο παρὰ διὰ τὸν σταυρὸν τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, διὰ τοῦ ὁποίου ὁ κόσμος εἶναι σταυρωμένος ὡς πρὸς ἐμέ, καὶ ἐγὼ εἶμαι σταυρωμένος ὡς πρὸς τὸν κόσμον.
15 Διότι ἐν Χριστῷ Ἰησοῦ οὔτε ἡ περιτομὴ οὔτε ἡ ἀκροβυστία ἔχουν ἀξίαν, ἀλλὰ ἡ νέα δημιουργία.
16 Καὶ ὅσοι βαδίσουν σύμφωνα μὲ τὸν κανόνα τοῦτον, εἰρήνη ἂς ἔλθῃ εἰς αὐτοὺς καὶ ἔλεος, καὶ εἰς τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
17 Εἰς τὸ ἑξῆς ἂς μὴ μὲ ἒνοχλῇ κανείς, διότι ἐγὼ βαστάζω εἰς τὸ σῶμά μου τὰ σημάδια τοῦ Κυρίου Ἰησοῦ.
18 Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νὰ εἶναι μὲ τὸ πνεῦμά σας, ἀδελφοί. Ἀμήν.