ΕΠΙΣΤΟΛΕΣ ΠΑΥΛΟΥ
προς Φιλήμονα ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ προς Ρωμαίους
προς Ρωμαίους – Α’ προς Κορινθίους – Β’ προς Κορινθίους – προς Γαλάτας – προς Εφεσίους – προς Φιλιππισίους – προς Κολοσσαείς – Α’ προς Θεσσαλονικείς – Β’ προς Θεσσαλονικείς – Α’ προς Τιμόθεον – Β’ προς Τιμόθεον – προς Τίτον – προς Φιλήμονα – προς Εβραίους
- κεφ.1-4 Πρωτότυπο
- κεφ.1-4 Ερμηνεία
- κεφ.5-8 Πρωτότυπο
- κεφ.5-8 Ερμηνεία
- κεφ.9-13 Πρωτότυπο
- κεφ.9-13 Ερμηνεία
ΚΕΦΑΛΑΙΟΝ 1
Πρόλογος
1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,
2 ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν·
3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ρήματι τῆς δυνάμεως αὐτοῦ, δι’ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
Ὁ Υἱὸς τοῦ Θεοῦ εἶναι ἀνώτερος ἀπὸ τοὺς ἀγγέλους
5 Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
8 πρὸς δὲ τὸν υἱόν· ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ράβδος εὐθύτητος ἡ ράβδος τῆς βασιλείας σου.
9 Ἠγάπησας δικαιοσύνην καὶ ἐμίμησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·
10 καί· σὺ κατ’ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
14 Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
1 Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν.
2 Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
4 συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν,
6 διεμαρτύρατο δέ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
7 Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
9 τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
10 Ἔπρεπε γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
11 ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν,
12 λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
13 καὶ πάλιν· ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ· καὶ πάλιν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός.
14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστι τὸν διάβολον,
15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.
16 Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
17 ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.
18 Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Ὁ Χριστὸς εἶναι ἀνώτερος ἀπὸ τὸν Μωϋσῆν
1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν,
2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
3 Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.
4 Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός.
5 Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων,
6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
7 Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
9 οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη·
10 διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπον· ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·
12 βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.
Ἡ πιστότης νὰ κρατῆται μέχρι τέλους
13 Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας·
14 μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν,
15 ἐν τῷ λέγεσθαι· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; Ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
17 Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
18 Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασι;
19 Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
1 Φοβηθῶμεν οὖν μή ποτε, καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.
2 Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, καθάπερ κἀκεῖνοι· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν.
3 Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων.
4 Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ·
5 καὶ ἐν τούτῳ πάλιν· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
6 Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν,
7 πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν Δαυῒδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.
8 Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας·
9 ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.
10 Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
11 Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
12 Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας,
13 καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
Ὁ Ἰησοῦς ὁ μέγας ἀρχιερεύς, ἀνώτερος ἀπὸ τὸν Ἀαρών
14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.
15 Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
16 Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
ΚΕΦΑΛΑΙΟΝ 1
Πρόλογος
1 Ἀφοῦ ὁ Θεός, κατὰ πολλοὺς καὶ διαφόρους τρόπους, ἐμίλησε κατὰ τὴν ἀρχαίαν ἐποχὴν εἰς τοὺς πατέρας διὰ τῶν προφητῶν,
2 κατὰ τὰς ἐσχάτας αὐτὰς ἡμέρας μᾶς ἐμίλησε διὰ τοῦ Υἱοῦ, τὸν ὁποῖον ἔκανε κληρονόμον πάντων, διὰ τοῦ ὁποίου καὶ ἐδημιούργησε τὸν κόσμον.
3 Ὁ Υἱὸς αὐτός, ὁ ὁποῖος εἶναι ἡ ἀκτινοβολία τῆς δόξης καὶ ἡ σφραγῖδα τῆς οὐσίας τοῦ Θεοῦ καὶ ὁ ὁποῖος κρατεῖ τὰ πάντα διὰ τοῦ παντοδυνάμου του λόγου, ἀφοῦ ἔκανε καθαρισμὸν τῶν ἁμαρτιῶν μας, ἐκάθησε εἰς τὰ δεξιὰ τῆς Μεγαλωσύνης εἰς τὰ ὕψη,
4 γενόμενος τόσον ἀνώτερος ἀπὸ τοὺς ἀγγέλους, ὅσον τὸ ὄνομα ποὺ ἐκληρονόμησε εἶναι ἐξοχώτερον ἀπὸ τὸ δικόν τους.
Ὁ Υἱὸς τοῦ Θεοῦ εἶναι ἀνώτερος ἀπὸ τοὺς ἀγγέλους
5 Διότι σὲ ποιόν ἀπὸ τοὺς ἀγγέλους εἶπε ὁ Θεός, Υἱὸς μου εἶσαι σύ, ἐγὼ σήμερα σὲ ἐγέννησα; καὶ πάλιν, Ἐγὼ θὰ εἶμαι ὁ Πατέρας του καὶ αὐτὸς θὰ εἶναι ὁ Υἱός μου;
6 καὶ πάλιν, ὅταν παρουσιάσῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, Νὰ τὸν προσκυνήσουν ὅλοι οἱ ἄγγελοι τοῦ Θεοῦ.
7 Καὶ διὰ μὲν τοὺς ἀγγέλους λέγει, Ἐκεῖνος ποὺ κάνει τοὺς ἀγγέλους του σὰν ἀνέμους, καὶ ἐκείνους ποὺ τὸν ὑπηρετοῦν σὰν πυρίνην φλόγα,
8 ἀλλὰ διὰ τὸν Υἱὸν λέγει, Ὁ θρόνος σου, ὦ Θεέ, θὰ παραμείνῃ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ τὸ σκῆπτρον τῆς εὐθύτητος εἶναι τὸ σκῆπτρον τῆς βασιλείας σου.
9 Ἀγάπησες τὴν δικαιοσύνην καὶ ἐμίσησες τὴν παρανομίαν. Διὰ τοῦτο ὁ Θεός σου, ὦ Θεέ, ἔχρισε μὲ ἔλαιον ἀγαλλιάσεως ἐσὲ μᾶλλον παρὰ τοὺς φίλους σου,
10 καί, Σὺ Κύριε εἰς τὴν ἀρχὴν τὴν γῆν ἐθεμελίωσες καὶ ἔργα τῶν χειρῶν σου εἶναι οἱ οὐρανοί.
11 Αὐτοὶ θὰ καταστραφοῦν, ἀλλὰ σὺ παραμένεις· ὅλοι θὰ παληώσουν σὰν ἔνδυμα,
12 σὰν μανδύαν θὰ τοὺς τυλίξῃς καὶ θὰ ἀλλαγοῦν. Σὺ ὅμως εἶσαι ὁ ἴδιος καὶ τὰ ἔτη σου δὲν θὰ τελειώσουν.
13 Σὲ ποιόν δὲ ἀπὸ τοὺς ἀγγέλους εἶπε ποτὲ ὁ Θεός, Κάθησε εἰς τὰ δεξιά μου, ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου;
14 Δὲν εἶναι ὅλοι πνεύματα ποὺ ὑπηρετοῦν καὶ ἀποστέλλονται δι’ ὑπηρεσίαν χάριν ἐκείνων, ποὺ μέλλουν νὰ κληρονομήσουν σωτηρίαν;
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
1 Διὰ τοῦτο πρέπει ἐμεῖς νὰ προσέχωμεν περισσότερον εἰς ὅσα ἀκούσαμε, μὴ τυχὸν ἀπομακρυνθοῦμε ἀπ’ αὐτά.
2 Διότι ἐὰν ὁ λόγος, ὁ ὁποῖος ἐκηρύχθηκε δι’ ἀγγέλων, εἶχε κῦρος καὶ κάθε παράβασις καὶ παρακοὴ ἔλαβε δικαίαν ἀνταπόδοσιν,
3 πῶς θὰ ξεφύγωμεν ἐμεῖς, ἐὰν δείξωμεν ἀμέλειαν διὰ μίαν τόσον μεγάλην σωτηρίαν; Ἡ σωτηρία αὐτὴ ἄρχισε νὰ κηρύττεται ἀπὸ τὸν Κύριον, ἔπειτα μᾶς ἐβεβαιώθηκε ἀπὸ ἐκείνους ποὺ τὴν ἄκουσαν,
4 καὶ ὁ Θεὸς προσέθετε τὴν μαρτυρίαν του μὲ σημεῖα καὶ τέρατα καὶ μὲ διάφορα θαύματα καὶ μὲ διαμοιρασμὸν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος σύμφωνα μὲ τὴν θέλησίν του.
5 Διότι ὁ Θεὸς δὲν ὑπέταξε εἰς ἀγγέλους τὸν μέλλοντα κόσμον, διὰ τὸν ὁποῖον μιλᾶμε.
6 Διαβεβαίωσε τοῦτο ἕνας ποὺ λέγει κάπου, Τί εἶναι ὁ ἄνθρωπος, ὥστε νὰ τὸν θυμᾶσαι, ἢ τί εἶναι ὁ υἱὸς τοῦ ἀνθρώπου ὥστε νὰ τὸν προσέχῃς;
7 Τὸν ἔκαμες δι’ ὀλίγον χρόνον κατώτερον ἀπὸ τοὺς ἀγγέλους, μὲ δόξαν καὶ τιμὴν τὸν ἐστεφάνωσες καὶ τὸν ἔκανες κυρίαρχον τῶν ἔργων σου.
8 Ὅλα τὰ ὑπέταξες κάτω ἀπὸ τὰ πόδια του. Ἀφοῦ λοιπὸν ὑπέταξε ὅλα εἰς αὐτόν, δὲν ἄφησε τίποτα ἀνυπότακτον εἰς αὐτόν. Ἀλλὰ τώρα δὲν βλέπομεν ἀκόμη νὰ ἔχουν ὅλα ὑποταχθῆ εἰς τὸν ἄνθρωπον.
9 Βλέπομεν ὅμως τὸν Ἰησοῦν, ὁ ὁποῖος ἔγινε δι’ ὀλίγον χρόνον κατώτερος ἀπὸ τοὺς ἀγγέλους, διὰ νὰ γευθῇ, διὰ τῆς χάριτος τοῦ Θεοῦ, θάνατον διὰ κάθε ἄνθρωπον, νὰ εἶναι στεφανωμένος μὲ δόξα καὶ τιμήν, λόγῳ τοῦ παθήματος τοῦ θανάτου.
10 Διότι ἦτο πρέπον δι’ αὐτόν, διὰ τὸν ὁποῖον καὶ διὰ τοῦ ὁποίου ὑπάρχουν τὰ πάντα, προκειμένου νὰ φέρῃ πολλοὺς υἱοὺς εἰς τὴν δόξαν, νὰ κάνῃ τὸν ἀρχηγὸν τῆς σωρητίας των τέλειον διὰ τῶν παθημάτων.
11 Διότι καὶ ἐκεῖνος ποὺ ἁγιάζει καὶ ἐκεῖνοι ποὺ ἁγιάζονται, ἔχουν ὅλοι τὴν ἴδιαν καταγωγήν. Διὰ τὸν λόγον αὐτόν, δὲν ἐντρέπεται νὰ τοὺς ὀνομάζῃ ἀδελφούς,
12 ὅταν λέγῃ, Θὰ ἀναγγείλω τὸ ὄνομά σου εἰς τοὺς ἀδελφούς μου, εἰς τὸ μέσον συνάξεως θὰ σὲ ὑμνήσω,
13 καὶ πάλιν, Ἐγὼ θὰ ἔχω τὴν πεποίθησίν μου εἰς αὐτόν, καὶ πάλιν, Ἰδοὺ ἐγὼ καὶ τὰ παιδιὰ τὰ ὁποῖα μοῦ ἔδωσε ὁ Θεός.
14 Ἐπειδὴ λοιπὸν τὰ παιδιὰ ἔχουν αἷμα καὶ σάρκα, διὰ τοῦτο καὶ αὐτός, κατὰ παρόμοιον τρόπον, ἔγινε μέτοχος τῶν ἰδίων, διὰ νὰ καταργήσῃ διὰ τοῦ θανάτου ἐκεῖνον ποὺ ἔχει τὴν δύναμιν τοῦ θανάτου, δηλαδὴ τὸν διάβολον,
15 καὶ νὰ ἐλευθερώσῃ ἐκείνους πού, ἀπὸ τὸν φόβον τοῦ θανάτου, ἦσαν ὑποδουλωμένοι καθ’ ὅλην τὴν ζωήν των.
16 Διότι βέβαια, δὲν ἔρχεται νὰ βοηθήσῃ ἀγγέλους, ἀλλὰ ἔρχεται νὰ βοηθήσῃ ἀπογόνους τοῦ Ἀβραάμ.
17 Διὰ τοῦτο ἔπρεπε νὰ γίνῃ καθ’ ὅλα ὅμοιος μὲ τοὺς ἀδελφούς του, διὰ νὰ εἶναι εὐσπλαγχνος καὶ πιστὸς ἀρχιερεὺς εἰς τὴν ὑπηρεσίαν τοῦ Θεοῦ, ὥστε νὰ μπορῇ νὰ ἐξιλεώνῃ τὰς ἁμαρτίας τοῦ λαοῦ.
18 Διότι ἐπειδὴ ὑπέφερε ὁ ἴδιος μὲ ὅσα ἐδοκιμάσθηκε, εἶναι ἱκανὸς νὰ βοηθήσῃ ἐκείνους ποὺ δοκιμάζονται.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Ὁ Χριστὸς εἶναι ἀνώτερος ἀπὸ τὸν Μωϋσῆν
1 Διὰ τοῦτο ἀδελφοί, σεῖς ποὺ εἶσθε μέτοχοι κλήσεως οὐρανίου, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς πίστεως ποὺ ὁμολογοῦμεν, τὸν Ἰησοῦν Χριστόν,
2 ὁ ὁποῖος ἐφάνηκε πιστὸς εἰς ἐκεῖνον ποὺ τὸν ἔκανε ἀρχιερέα, ὅπως καὶ ὁ Μωϋσῆς εἰς ὅλον τὸν οἶκον τοῦ Θεοῦ.
3 Ἀλλ’ ὁ Ἰησοῦς ἐθεωρήθηκε ἄξιος νὰ λάβῃ μεγαλυτέραν δόξαν ἀπὸ τὸν Μωϋσῆν, ὅπως ἔχει μεγαλυτέραν τιμὴν ἀπὸ ἕνα σπίτι ἐκεῖνος ποὺ τὸ κατασκεύασε.
4 Διότι κάθε σπίτι κατασκευάζεται ἀπὸ κάποιον, ἐκεῖνος ὅμως ποὺ κατασκεύασε τὰ πάντα εἶναι ὁ Θεός.
5 Καὶ ὁ μὲν Μωϋσῆς ἦτο πιστὸς εἰς ὅλον τὸν οἶκον τοῦ Θεοῦ σὰν δοῦλος, διὰ νὰ δώσῃ μαρτυρίαν δι’ ὅσα θὰ ἐλαλοῦντο,
6 ἐνῷ ὁ Χριστὸς σὰν Υἱὸς εἰς τὸν οἶκον τοῦ Θεοῦ. Ἐμεῖς εἴμεθα οἶκός του, ἐὰν κρατήσωμεν σταθερὴν μέχρι τέλους τὴν πεποίθησιν καὶ τὴν ἐλπίδα, διὰ τὴν ὁποίαν καυχώμεθα.
7 Διὰ τοῦτο, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, Σήμερα, ἐὰν ἀκούσετε τὴν φωνήν του,
8 νὰ μὴ σκληρύνετε τὶς καρδιές σας ὅπως κατὰ τὴν ἀνταρσίαν, τὴν ἡμέραν τῆς δοκιμασίας εἰς τὴν ἔρημον,
9 ὅπου οἱ πατέρες σας μὲ ἔβαλαν εἰς δοκιμασίαν, ἂν καὶ εἶχαν ἰδῆ τὰ ἔργα μου ἐπὶ σαράντα χρόνια.
10 Διὰ τοῦτο ἀγανάκτησα κατὰ τῆς γενεᾶς ἐκείνης καὶ εἶπα, πάντοτε πλανᾶται ἡ καρδιά τους, δὲν ἐγνώρισαν τὰς ὁδούς μου.
11 Διὰ τοῦτο ὡρκίσθηκα, εἰς τὴν ὀργήν μου, ὅτι αὐτοὶ δὲν θὰ εἰσέλθουν ποτὲ εἰς τὴν ἀνάπαυσίν μου.
12 Προσέχετε, ἀδελφοί, μὴ τυχὸν ὑπάρχῃ σὲ κανένα ἀπὸ σᾶς μία κακή, ἄπιστη καρδιά, ὥστε νὰ ἀποστατήσετε ἀπὸ τὸν ζωντανὸν Θεόν.
Ἡ πιστότης νὰ κρατῆται μέχρι τέλους
13 Ἀλλὰ κάθε ἡμέραν νὰ ἐνθαρρύνῃ ὁ ἕνας τὸν ἄλλον, ἐφ’ ὅσον ἰσχύει τὸ Σήμερα διὰ νὰ μὴ σκληρυνθῇ κανεὶς ἀπὸ σᾶς ἀπὸ τὴν ἀπατηλὴν ἁμαρτίαν,
14 διότι συμμετοχὴν εἰς τὸν Χριστὸν ἔχομεν ἐὰν πραγματικὰ διατηρήσωμεν τὴν ἀρχικὴν ἐμπιστοσύνην μας σταθερὴν μέχρι τέλους.
15 Ὅταν λέγῃ, Σήμερα, ἐὰν ἀκούσετε τὴν φωνήν του, νὰ μὴ σκληρύνετε τὶς καρδιές σας ὅπως κατὰ τὴν ἀνταρσίαν,
16 ποιούς ἐννοεῖ ὅτι ἦσαν ἐκεῖνοι, ποὺ ἄκουσαν καὶ ὅμως ἐστασίασαν; Δὲν ἦσαν ὅλοι ἐκεῖνοι, ποὺ ἐβγῆκαν ἀπὸ τὴν Αἴγυπτον διὰ τοῦ Μωϋσέως;
17 Γιὰ ποιούς δὲ ἀγανάκτησε ἐπὶ σαράντα χρόνια; Δὲν ἦσαν ἐκεῖνοι ποὺ ἁμάρτησαν, τῶν ὁποίων τὰ σώματα ἔπεσαν εἰς τὴν ἔρημον;
18 Σὲ ποιούς δὲ ὡρκίσθηκε ὅτι δὲν θὰ εἰσέλθουν εἰς τὴν ἀνάπαυσίν του, παρὰ σ’ ἐκείνους ποὺ ἐφάνησαν ἀπειθείς;
19 Καὶ βλέπομεν ὅτι ἐξ αἰτίας ἀπιστίας δὲν μπόρεσαν νὰ εἰσέλθουν.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
1 Ἂς φοβούμεθα λοιπόν, μήπως, ἐνῷ παραμένει ἀκόμη ἡ ὑπόσχεσις νὰ εἰσέλθωμεν εἰς τὴν ἀνάπαυσίν του, φανῇ κανεὶς ἀπὸ σᾶς ὅτι τὴν ἐστερήθηκε.
2 Διότι καθὼς ἐκείνοι, ἔτσι καὶ ἐμεῖς ἀκούσαμε τὸ εὐχάριστον ἄγγελμα, ἀλλὰ τὸ ἄγγελμα ποὺ ἄκουσαν ἐκεῖνοι δὲν τοὺς ὠφέλησε, διότι δὲν ἔδωσαν πίστιν εἰς ἐκεῖνα ποὺ ἄκουσαν.
3 Ἐμεῖς ποὺ ἔχομεν πιστέψει, εἰσερχόμεθα εἰς τὴν ἀνάπαυσιν, διὰ τὴν ὁποίαν εἶπε, Διὰ τοῦτο ὡρκίσθηκα, εἰς τὴν ὀργήν μου, ὅτι αὐτοὶ δὲν θὰ εἰσέλθουν ποτὲ εἰς τὴν ἀνάπαυσίν μου, ἂν καὶ τὰ ἔργα του εἶχαν τελειώσει ἀπὸ τὴν δημιουργίαν τοῦ κόσμου.
4 Διότι εἶπε κάπου περὶ τῆς ἑβδόμης ἡμέρας τὰ ἑξῆς: Καὶ ἀναπαύθηκε ὁ Θεὸς κατὰ τὴν ἡμέραν τὴν ἑβδόμην ἀπ’ ὅλα τὰ ἔργα του·
5 καὶ ἐδῶ πάλιν λέγει: Δὲν θὰ εἰσέλθουν ποτὲ εἰς τὴν ἀνάπαυσίν μου.
6 Ἐπειδὴ λοιπὸν ἀπομένει νὰ εἰσέλθουν μερικοὶ εἰς αὐτὴν καὶ ἐκεῖνοι, ποὺ ἄκουσαν τὸ χαρμόσυνον ἄγγελμα προηγουμένως, δὲν ἐμπῆκαν ἐξ αἰτίας ἀπειθίας,
7 πάλιν ὁρίζει μίαν ἡμέραν, Σήμερα, ὄταν λέγῃ διὰ τοῦ Δαυΐδ, ὕστερα ἀπὸ τόσον χρόνον, καθὼς προείπαμε, Σήμερα, ἐὰν ἀκούσετε τὴν φωνήν του, νὰ μὴ σκληρύνετε τὶς καρδιές σας.
8 Διότι ἐὰν ὁ Ἰησοῦς τοῦ Ναυῆ τοὺς εἶχε φέρει εἰς τὴν ἀνάπαυσιν, δὲν θὰ ἐμιλοῦσε ὁ Θεὸς ἀργότερα δι’ ἄλλην ἡμέραν.
9 Ἄρα ἀπομένει διὰ τὸν λαὸν τοῦ Θεοῦ μία ἀνάπαυσις Σαββάτου.
10 Διότι ἐκεῖνος, ὁ ὁποῖος ἐμπῆκε εἰς τὴν ἀνάπαυσίν του, καὶ αὐτὸς ὁ ἴδιος ἀναπαύθηκε ἀπὸ τὰ ἔργα του, καθὼς ἀκριβῶς καὶ ὁ Θεὸς ἀπὸ τὰ δικά του ἔργα.
11 Ἂς δείξωμεν λοιπὸν σπουδὴν νὰ εἰσέλθωμεν εἰς τὴν ἀνάπαυσιν ἐκείνην, διὰ νὰ μὴ πέσῃ κανεὶς εἰς τὸ ἴδιο παράδειγμα ἀπειθίας.
12 Διότι ὁ λόγος τοῦ Θεοῦ εἶναι ζωντανὸς καὶ δραστικὸς καὶ κοπτερώτερος ἀπὸ κάθε δίκοπο μαχαίρι καὶ εἰσχωρεῖ βαθειὰ μέχρι χωρισμοῦ ψυχῆς καὶ πνεύματος, ἀρθρώσεων καὶ μυελῶν, καὶ κρίνει συλλογισμοὺς καὶ προθέσεις τῆς καρδιᾶς,
13 καὶ δὲν ὑπάρχει δημιούργημα ποὺ νὰ τοῦ εἶναι κρυμμένο, ἀλλὰ εἶναι ὅλα γυμνὰ καὶ φανερὰ εἰς τὰ μάτια του, πρὸς τὸν ὁποῖον ἔχομεν νὰ δώσωμεν λόγον.
Ὁ Ἰησοῦς ὁ μέγας ἀρχιερεύς, ἀνώτερος ἀπὸ τὸν Ἀαρών
14 Ἀφοῦ λοιπὸν ἔχομεν ἀρχιερέα μέγαν, ὁ ὁποῖος ἔχει διέλθει τοὺς οὐρανούς, τὸν Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, ἂς κρατᾶμε στερεὰ τὴν πίστιν ποὺ ὁμολογοῦμεν.
15 Διότι δὲν ἔχομεν ἀρχιερέα, ποὺ νὰ μὴ μπορῇ νὰ συμπαθήση εἰς τὰ ἀδυναμίας μας, ἀλλὰ ἔχομεν ἕνα ποὺ ἔχει δοκιμασθῆ καθ’ ὅλα, σύμφωνα μὲ τὴν ὁμοιότητά του μ’ ἐμᾶς, χωρὶς νὰ ἁμαρτήσῃ.
16 Ἂς προσερχώμεθα λοιπὸν μὲ πεποίθησιν ἀνώπιον τοῦ θρόνου τῆς χάριτος, διὰ νὰ λάβωμεν ἔλεος καὶ νὰ βροῦμε χάριν ὅταν θὰ ἔχωμεν ἀνάγκη διὰ βοήθειαν.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ε’
ΚΕΦΑΛΑΙΟΝ 5
1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
2 μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν·
3 καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.
4 Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών.
5 Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
6 καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
7 Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
8 καίπερ ὢν υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν,
9 καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου,
10 προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ἀνάγκη προόδου εἰς τὴν χριστιανικὴν ζωήν
11 Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
12 καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς.
13 Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι·
14 τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΣΤ’
ΚΕΦΑΛΑΙΟΝ 6
1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεόν,
2 βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου.
3 Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.
4 Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας Πνεύματος Ἁγίου
5 καὶ καλὸν γευσαμένους Θεοῦ ρῆμα δυνάμεις τε μέλλοντος αἰῶνος,
6 καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.
7 Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ·
8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.
10 οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
11 Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
Αἱ ὑποσχέσεις τοῦ Θεοῦ ἐμπνέουν ἐλπίδα
13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ,
14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·
15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.
16 Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ζ’
ΚΕΦΑΛΑΙΟΝ 7
Ὁ Ἰησοῦς ἀρχιερεὺς ὅπως ὁ Μελχισεδέκ
1 Οὕτως γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης,
3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
4 Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
5 Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε.
7 Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8 Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
9 Καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται·
10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
12 Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
13 Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.
14 Πρόδηλον γὰρ ὅτι ἐξ ᾿Ιούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε.
15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος,
16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·
17 μαρτυρεῖ γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
18 Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·
19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.
20 Καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας· οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·
22 κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
23 Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην·
25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26 Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος,
27 ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.
28 Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Η’
ΚΕΦΑΛΑΙΟΝ 8
Ἡ ἱερωσύνη τοῦ Χριστοῦ ἀνώτερη ἀπὸ τὴν ἰουδαϊκὴν ἱερωσύνην
1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,
2 τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
3 Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.
4 Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα,
5 οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· ὅρα γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·
6 νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.
8 Μεμφόμενος γὰρ αὐτοῖς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,
9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος·
10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
11 Καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν·
12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
13 Ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
ΚΕΦΑΛΑΙΟΝ 5
1 Διότι κάθε ἀρχιερεὺς λαμβάνεται ἀπὸ ἀνθρώπους καὶ ἐγκαθίσταται ἀρχιερεὺς χάριν τῶν ἀνθρώπων, διὰ νὰ ὑπηρετῇ ἐνώπιον τοῦ Θεοῦ, διὰ νὰ προσφέρῃ δῶρα καὶ θυσίας διὰ τὰς ἁμαρτίας.
2 Μπορεῖ νὰ εἶναι ὑπομονητικὸς πρὸς ἐκείνους οἱ ὁποῖοι βρίσκονται εἰς ἄγνοιαν καὶ πλάνην, διότι καὶ αὐτὸς περιβάλλεται ἀπὸ ἀδυναμίαν,
3 λόγῳ τῆς ὁποίας εἶναι ὑποχρεωμένος νὰ προσφέρῃ θυσίας περὶ ἁμαρτιῶν καὶ διὰ τὸν ἑαυτόν του ὅπως κάνει διὰ τὸν λαόν.
4 Καὶ κανεὶς δὲν παίρνει μόνος του τὴν τιμὴν αὐτήν, ἀλλὰ μόνον ὅταν καλῆται ἀπὸ τὸν Θεόν, καθὼς ἀκριβῶς καὶ ὁ Ἀαρών.
5 Ἔτσι καὶ ὁ Χριστός, δὲν ἐπῆρε μόνος διὰ τὸν ἑαυτόν του τὴν δόξαν νὰ γίνῃ ἀρχιερεύς, ἀλλ’ ἔγινε ἀρχιερεὺς ἀπὸ ἐκεῖνον ποὺ τοῦ εἶπε, Υἱός μου εἶσαι σύ, ἐγὼ σήμερα σὲ ἐγέννησα,
6 ὅπως καὶ εἰς ἄλλο μέρος λέγει, Σὺ εἶσαι αἰώνιος ἱερεὺς κατὰ τὴν τάξιν τοῦ Μελχισεδέκ.
7 Ὁ Χριστὸς κατὰ τὰς ἡμέρας τῆς ἐπιγείου του ζωῆς, ἔκανε προσευχὰς καὶ παρακλήσεις μὲ κραυγὴν δυνατὴν καὶ μὲ δάκρυα πρὸς ἐκεῖνον, ὁ ὁποῖος ἠμποροῦσε νὰ τὸν σώσῃ ἀπὸ τὸν θάνατον καί, ἀφοῦ εἰσακούσθηκε λόγῳ τῆς εὐλάβειάς του,
8 ἂν καὶ ἦτο Υἱός, ἔμαθε τὴν ὑπακοὴν ἀπὸ ὅσα ἔπαθε,
9 καί, γενόμενος τέλειος, ἀπέβη δι’ ὅλους, οἱ ὁποῖοι ὑπακούουν εἰς αὐτόν, αἴτιος αἰωνίου σωτηρίας,
10 καὶ ὠνομάσθηκε ἀπὸ τὸν Θεὸν ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ἀνάγκη προόδου εἰς τὴν χριστιανικὴν ζωήν
11 Διὰ τὸ θέμα αὐτὸ ἔχομεν πολλὰ νὰ ποῦμε, ἀλλὰ εἶναι δύσκολον νὰ ἐξηγηθοῦν, διότι ἐγίνατε βραδεῖς εἰς τὸ νὰ ἐννοῆτε.
12 Ἔπειτα ἀπὸ τόσον καιρὸν θὰ ἔπρεπε νὰ εἶσθε διδάσκαλοι, ἐνῷ ἔχετε πάλιν ἀνάγκην νὰ σᾶς διδάξουν καὶ αὐτὰ τὰ ἀρχικὰ στοιχεῖα τῶν λόγων τοῦ Θεοῦ, καὶ ἔχετε καταντήσει, ὥστε νὰ ἔχετε ἀνάγκην ἀπὸ γάλα καὶ ὄχι ἀπὸ στερεὴν τροφήν.
13 Ὅποιος τρέφεται μὲ γάλα δὲν ἔχει πεῖραν τοῦ λόγου τῆς διακαιοσύνης. Εἶναι νήπιον.
14 Ἀλλ’ ἡ στερεὴ τροφὴ εἶναι διὰ τοὺς ὡρίμους, οἱ ὁποῖοι, ἕνεκα τῆς ἕξεως, ἔχουν γυμνασμένα τὰ αἰσθητήρια ὄργανα, ὥστε νὰ διακρίνουν μεταξὺ τοῦ καλοῦ καὶ τοῦ κακοῦ.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΣΤ’
ΚΕΦΑΛΑΙΟΝ 6
1 Ἂς ἀφήσωμεν λοιπὸν τὴν στοιχειώδη περὶ Χριστοῦ διδασκαλίαν καὶ ἂς φερώμεθα πρὸς τὴν τελειώτητα χωρὶς νὰ βάζωμεν πάλιν θεμέλιον μετανοίας ἀπὸ νεκρὰ ἔργα καὶ πίστεως εἰς τὸν Θεόν,
2 διδασκαλίας περὶ βαπτισμάτων καὶ περὶ ἐπιθέσεως τῶν χειρῶν, περὶ ἀναστάσεως τῶν νεκρῶν καὶ περὶ αἰωνίου κρίσεως.
3 Αὐτὸ θὰ κάνωμεν, ἐὰν ἐπιτρέψῃ ὁ Θεός.
4 Διότι εἶναι ἀδύνατον ἐκείνους ποὺ ἅπαξ ἐφωτίσθησαν καὶ ἐγεύθησαν τὴν ἐπουράνιον δωρεὰν καὶ ἔγιναν μέτοχοι Πνεύματος Ἁγίου,
5 καὶ ἐγεύθησαν τὸν καλὸν λόγον τοῦ Θεοῦ καὶ τὰς δυνάμεις τοῦ μέλλοντος αἰῶνος,
6 καὶ κατόπιν ἐξέπεσαν, αὐτοὺς εἶναι ἀδύνατον νὰ τοὺς ἐπαναφέρῃ κανεὶς εἰς νέαν μετάνοιαν, διότι αὐτοὶ οἱ ἴδιοι ξανασταυρώνουν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὸν διαπομπεύουν.
7 Ἡ γῆ, ἡ ὁποία πίνει τὴν βροχήν, ποὺ πέφτει συχνὰ σ’ αὐτήν, καὶ γεννᾶ χόρτα κατάλληλα δι’ ἐκείνους διὰ τοὺς ὁποίους καὶ καλλιεργεῖται, δέχεται εὐλογίαν ἀπὸ τὸν Θεόν.
8 Ἐὰν ὅμως βλαστάνῃ ἀγκάθια καὶ τριβόλους, τότε εἶναι ἄχρηστη καὶ πλησιάζει ἡ κατάρα ἐπάνω της· τὸ τέλος της θὰ εἶναι νά καῇ.
9 Γιὰ σᾶς ὅμως, ἀγαπητοί, ἂν μιλᾶμε κατ’ αὐτὸν τὸν τρόπον, εἴμεθα πεπεισμένοι διὰ καλύτερα πράγματα ποὺ καταλήγουν εἰς τὴν σωτηρίαν.
10 Διότι ὁ Θεὸς δὲν εἶναι ἄδικος ὥστε νὰ λησμονήσῃ τὸ ἔργον σας καὶ μὲ τί κόπους ἐδείξατε τὴν ἀγάπην σας διὰ τὸ ὄνομά του, ὑπηρετήσαντες τοὺς ἁγίους καὶ ἐξακολουθοῦντες νὰ τοὺς ὑπηρετῆτε.
11 Ἐπιθυμοῦμεν δὲ ὁ καθένας ἀπὸ σᾶς νὰ δείχνῃ μέχρι τέλους τὸν ἴδιον ζῆλον διὰ τὴν ἐκπλήρωσιν τῆς ἐλπίδος σας,
12 διὰ νὰ μὴ γίνετε ὀκνηροὶ ἀλλὰ καὶ νὰ μιμηθῆτε ἐκείνους οἱ ὁποῖοι μὲ πίστιν καὶ ὑπομονὴν κληρονομοῦς τὰς ὑποσχέσεις.
Αἱ ὑποσχέσεις τοῦ Θεοῦ ἐμπνέουν ἐλπίδα
13 Διότι ὅταν ὁ Θεὸς ἔδωκε ὑπόσχεσιν εἰς τὸν Ἀβραάμ, ὡρκίσθηκε εἰς τὸν ἑαυτόν του, ἀφοῦ δὲν εἶχε ἄλλον μεγαλύτερον εἰς τὸν ὁποῖον νὰ ὁρκισθῇ,
14 καὶ εἶπε, Ἀλήθεια, θὰ σὲ ὑπερευλογήσω καὶ θὰ σὲ ὑπερπληθύνω,
15 καὶ ἔτσι ὁ Ἀβραάμ, μὲ τὴν ὑπομονήν του, ἔλαβε τὴν ὑπόσχεσιν.
16 Οἱ ἄνθρωποι ὁρκίζονται εἰς κάποιον ποὺ εἶναι μεγαλύτερος καὶ ὁ ὅρκος θέτει δι’ αὐτοὺς τέρμα εἰς κάθε ἀμφισβήτησιν καὶ δίνει ἐπιβεβαίωσιν.
17 Ἔτσι καὶ ὅταν ὁ Θεὸς ἤθελε νὰ δείξῃ σαφέστερα εἰς τοὺς κληρονόμους τῆς ὑποσχέσεως τὸ ἀμετάβλητον τῆς ἀποφάσεώς του, τὴν ἐγγυήθηκε μὲ ὅρκον,
18 ὥστε, διὰ δύο πραγμάτων ἀμεταβλήτων διὰ τὰ ὁποῖα εἶναι ἀδύνατον νὰ ἀποδειχθῇ ὁ Θεὸς ψεύτης, ἐμεῖς, ποὺ καταφύγαμεν εἰς αὐτόν, νὰ ἔχωμεν μεγάλην ἐνθάρρυνσιν νὰ κρατήσωμεν σφιχτὰ τὴν ἐλπίδα ποὺ εἶναι ἐνώπιόν μας.
19 Τὴν ἐλπίδα αὐτὴν τὴν ἔχομεν σὰν ἄγκυραν τῆς ψυχῆς, ἀσφαλῆ καὶ βεβαίαν, ἡ ὁποία μπαίνει μέσα,
20 πίσω ἀπὸ τὸ καταπέτασμα, ὅπου ἐμπῆκε πρὸς χάριν μας ὁ Ἰησοῦς, ἀφοῦ ἔγινε ἀρχιερεύς, αἰώνιος κατὰ τὴν τάξιν Μελχισεδέκ.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ζ’
ΚΕΦΑΛΑΙΟΝ 7
Ὁ Ἰησοῦς ἀρχιερεὺς ὅπως ὁ Μελχισεδέκ
1 Αὐτὸς ὁ Μελχισεδὲκ ἦτο βασιλεὺς τῆς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ συνήντησε τὸν Ἀβραάμ, ἐπιστρέφοντα ἀπὸ τὴν κατατρόπωσιν τῶν βασιλέων καὶ τὸν εὐλόγησε,
2 καὶ εἰς αὐτὸν ὁ Ἀβραὰμ ἔδωκε τὸ δέκατον ἀπ’ ὅλα τὰ λάφυρα. Κατὰ τὴν ἑρμηνείαν τοῦ ὀνόματός του, εἶναι πρῶτα βασιλεὺς δικαιοσύνης, ἔπειτα εἶναι καὶ βασιλεὺς Σαλήμ, δηλαδή, βασιλεὺς εἰρήνης.
3 Δὲν ἔχει πατέρα, οὔτε μητέρα, οὔτε γενεαλογίαν, αἱ ἡμέραι του δὲν ἔχουν ἀρχὴν οὔτε ἡ ζωή του τέλος, ἀλλ’ ἐξομοιωμένος πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ, μένει ἱερεὺς παντοτινά.
4 Συλλογισθῆτε πόσον μεγάλος ἄνθρωπος ἦτο αὐτός, ἀφοῦ ἀκόμη καὶ ὁ πατριάρχης Ἀβραὰμ τοῦ ἔδωκε τὸ δέκατον ἀπὸ τὰ λάφυρα.
5 Καὶ ὅσοι μὲν ἀπὸ τοὺς ἀπογόνους τοῦ Λευΐ γίνονται ἱερεῖς, ἔχουν ἐντολὴν νὰ παίρνουν σύμφωνα μὲ τὸν νόμον, τὸ δέκατον ἀπὸ τὸν λαόν, δηλαδὴ ἀπὸ τοὺς ἀδελφούς των, ἂν καὶ αὐτοὶ κατάγωνται ἀπὸ τὸν Ἀβραάμ.
6 Ἀλλ’ ὁ Μελχισεδέκ, ἂν καὶ δὲν προέρχεται ἀπὸ τὴν γενεὰν ἐκείνων, ἐπῆρε τὸ δέκατον ἀπὸ τὸν Ἀβραὰμ καὶ εὐλόγησε ἐκεῖνον, ποὺ εἶχε τὰς ὐποσχέσεις.
7 Ἀναντιρρήτως δὲ τὸ μικρότερον εὐλογεῖται ἀπὸ τὸ μεγαλύτερον.
8 Εἰς τὴν μίαν περίπτωσιν παίρνουν τὰ δέκατα ἄνθρωποι ποὺ πεθαίνουν, εἰς τὴν ἄλλην τὰ ἐπῆρε ἐκεῖνος, ποὺ μαρτυρεῖται ὅτι ζῆ.
9 Θὰ μποροῦσε μάλιστα, νὰ πῇ κανείς, ὅτι καὶ ὁ Λευΐ, ὁ ὁποῖος παίνρει δέκατα, ἔχει δώσει καὶ αὐτὸς δέκατα διὰ τοῦ Ἀβραάμ,
10 διότι ὁ Λευΐ ἦτο ἀκόμη εἰς τὰ σπλάγχνα τοῦ προπάτορός του Ἀβραὰμ ὅταν τὸν συνήντησε ὁ Μελχισεδέκ.
11 Ἐὰν λοιπόν, ἦτο κατορθωτὴ ἡ τελιότης διὰ τῆς Λευϊτικῆς ἱερωσύνης – διότι μὲ αὐτὴν ὡς βάσιν εἶχε δοθῆ εἰς τὸν λαὸν ὁ νόμος – ποιά ἐπὶ πλέον ἀνάγκη θὰ ὑπῆρχε νὰ παρουσιασθῇ ἄλλου εἴδους ἀρχιερεύς, κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ νὰ μὴ λέγεται κατὰ τὴν τάξιν Ἀαρών;
12 Διότι ὅταν γίνεται μετάθεσις τῆς ἱερωσύνης, τότε κατ’ ἀνάγκην γίνεται καὶ μετάθεσις τοῦ νόμου.
13 Ἐκεῖνος, διὰ τῶν ὁποίων λέγονται αὐτά, ἀνῆκεν εἰς ἄλλην φυλήν, ἀπὸ τὴν ὁποίαν κανεὶς δὲν ἔχει ὑπηρετήσει εἰς τὸ θυσιαστήριον,
14 διότι εἶναι φανερὸν ὅτι ὁ Κύριός μας προῆλθε ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, εἰς τὴν ὁποίαν ὁ Μωϋσῆς δὲν εἶπε τίποτε περὶ ἱερωσύνης.
15 Καὶ γίνεται ἀκόμη περισσότερον φανερόν, ὅταν παρουσιάζεται ἄλλου εἴδους ἱερεύς, ὅμοιος πρὸς τὸν Μελχισεδέκ,
16 ὁ ὁποῖος ἔγινε ὄχι κατ’ ἀπαίτησιν ἐντολῆς ποὺ ἰσχύει δι’ ἀνθρώπους, ἀλλὰ μὲ τὴν δύναμιν ζωῆς ποὺ δὲν καταλύεται,
17 διότι δίδεται ἡ μαρτυρία: Σὺ εἶσαι αἰώνιος ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
18 Καταργεῖται μία προηγούμενη ἐντολή, διότι ἦτο ἀνίσχυρη καὶ ἀνωφελής
19 – ἀφοῦ ὁ νόμος δὲν ἔφερε τίποτε εἰς τὴν τελειότητα – καὶ εἰσάγεται μία καλύτερη ἐλπίδα, διὰ τῆς ὁποίας προσεγγίζομεν τὸν Θεόν.
20 Ἐπὶ πλέον, δὲν ἔγινε τοῦτο χωρὶς ὅρκον. Οἱ ἄλλοι ἔγιναν ἱερεῖς χωρὶς ὅρκον,
21 ἀλλ’ ὁ Χριστὸς ἔγινε μὲ τὸν ὅρκον ἐκείνου, ὁ ὁποῖος τοῦ λέγει, Ὡρκίσθηκε ὁ Κύριος καὶ δὲν θὰ μετανοήσῃ, Σὺ εἶσαι αἰώνιος ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ,
22 καὶ ἔτσι ὁ Ἰησοῦς ἔγινε ἐγγυητὴς μιᾶς ἀνωτέρας διαθήκης.
23 Καὶ ἐκεῖνοι μὲν οἱ ἱερεῖς ἦσαν πολλοὶ διότι ἕνεκα τοῦ θανάτου δὲν ἦτο δυνατὸν νὰ παραμένουν ἱερεῖς,
24 ἀλλ’ ὁ Ἰησοῦς ἐπειδὴ παραμένει αἰωνίως ἔχει ἀμετεβίβαστην τὴν ἱερωσύνην.
25 Διὰ τοῦτο καὶ δύναται νὰ σώζῃ γιὰ πάντα ἐκείνους ποὺ προσέρχονται δι’ αὐτοῦ εἰς τὸν Θεόν, διότι ζῆ πάντοτε διὰ νὰ μεσιτεύῃ ὑπὲρ αὐτῶν.
26 Τέτοιος ἀρχιερεὺς πραγματικὰ μᾶς ἔπρεπε, ἅγιος, ἄκακος, ἀμόλυντος, χωρισμένος ἀπὸ τοὺς ἁμαρτωλοὺς καὶ ὑψωμένος τώρα ἐπάνω ἀπὸ τοὺς οὐρανούς,
27 ὁ ὁποῖος δὲν ἔχει ἀνάγκην, ὅπως οἱ ἀρχιερεῖς, νὰ προσφέρῃ θυσίας κάθε ἡμέραν, πρῶτα διὰ τὰς δικάς του ἁμαρτίας καὶ ἔπειτα διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ· αὐτὸ τὸ ἔκανε μιὰ γιὰ πάντα, ὅταν προσέφερε τὸν ἑαυτόν του.
28 Ὁ νόμος ἐγκαθιστᾶ ἀρχιερεῖς ἀνθρώπους, οἱ ὁποῖοι ἔχουν ἀδυναμίας. Τὰ λόγια ὅμως τοῦ ὅρκου, ποὺ ἐδόθηκε ὕστερα ἀπὸ τὸν νόμον, ἐγκαθιστοῦν αἰωνίως τὸν Υἱόν, τὸν τέλειον.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Η’
ΚΕΦΑΛΑΙΟΝ 8
Ἡ ἱερωσύνη τοῦ Χριστοῦ ἀνώτερη ἀπὸ τὴν ἰουδαϊκὴν ἱερωσύνην
1 Τὸ βασικὸν σημεῖον τῶν ὅσων λέγομεν εἶναι τοῦτο: ὅτι ἔχομεν ἕνα τέτοιον ἀρχιερέα, ὁ ὁποῖος ἐκάθησε εἰς τὰ δεξιὰ τοῦ θρόνου τῆς Μεγαλωσύνης εἰς τοὺς οὐρανούς,
2 ὅπου ὑπηρετεῖ τὰ Ἅγια τῶν ἁγίων καὶ τὴν σκηνὴν τὴν ἀληθινήν, τὴν ὁποίαν ἔστησεν ὁ Κύριος καὶ ὄχι ἄνθρωπος.
3 Ὡς γνωστὸν δέ, κάθε ἀρχιερεὺς ἐγκαθίσταται διὰ νὰ προσφέρῃ δῶρα καὶ θυσίας, διὰ τοῦτο καὶ αὐτὸς πρέπει νὰ ἔχῃ κάτι νὰ προσφέρῃ.
4 Ἐὰν ἦτο εἰς τὴν γῆν, δὲν θὰ ἦτο κὰν ἱερεύς, ἀφοῦ ὑπάρχουν ἱερεῖς, οἱ ὁποῖοι προσφέρουν τὰ δῶρα σύμφωνα μὲ τὸν νόμον.
5 Αὐτοὶ ἐκτελοῦν τὴν λατρείαν, ἡ ὁποία εἶναι ἀντίτυπον καὶ σκιὰ τῶν ἐπουρανίων πραγμάτων, ἀκριβῶς ὅπως ἔλαβεν ἐντολὴν νὰ κάνῃ ὁ Μωϋσῆς, ὅταν ἐπρόκειτο νὰ ἑτοιμάσῃ τὴν σκηνήν. Πρόσεχε, τοῦ λέγει, νὰ κάνῃς ὅλα κατὰ τὸ ὑπόδειγμα, τὸ ὁποῖον σοῦ ὑποδείχθηκε εἰς τὸ ὄρος.
6 Ἐνῷ τώρα ὁ Ἰησοῦς ἔλαβε ὑπηρεσίαν τόσον ἀνωτέραν ἀπὸ τὴν δικήν τους ὅσον εἶναι καλύτερα καὶ ἡ διαθήκη, τῆς ὁποίας εἶναι μεσίτης, καὶ ἡ ὁποία ἔχει νομοθετηθῆ ἐπὶ καλυτέρων ὑποσχέσεων.
7 Διότι ἐὰν ἡ πρώτη ἐκείνη διαθήκη ἦτο ἄμεμπτη, δὲν θὰ ἐζητεῖτο θέσις διὰ δευτέραν.
8 Ὅταν ὁ Θεὸς τοὺς μέμφεται, λέγει, Ἰδοὺ ἔρχονται ἡμέραι, λέγει ὁ Κύριος, καὶ θὰ συνάψω διὰ τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ τὸν οἶκον τοῦ Ἰούδα διαθήκην νέαν,
9 ἡ ὁποία δὲν θὰ εἶναι ὅμοια πρὸς τὴν διαθήκην τὴν ὁποίαν συνῆψα μὲ τοὺς πατέρας των τότε, ὅταν τοὺς ἔπιασα ἀπὸ τὸ χέρι, διὰ νὰ τοὺς ὁδηγήσω ἔξω ἀπὸ τὴν γῆν τῆς Αἰγύπτου. Ἐπειδὴ αὐτοὶ δὲν ἔμειναν πιστοὶ εἰς τὴν διαθήκην μου, ἐγὼ τοὺς ἐγκατέλειψα, λέγει ὁ Κύριος.
10 Διότι ἡ διαθήκη, τὴν ὁποίαν θὰ συνάψω μὲ τὸν οἶκον τοῦ Ἰσραὴλ ὕστερα ἀπὸ τὰς ἡμέρας ἐκείνας, λέγει ὁ Κύριος, εἶναι αὐτή: θὰ θέσω τοὺς νόμους μου μέσα εἰς τὴν διάνοιάν των καὶ θὰ τοὺς ἐγχαράξω εἰς τὶς καρδιές των. Ἐγὼ θὰ εἶμαι Θεός τους καὶ αὐτοὶ θὰ εἶναι λαός μου.
11 Καὶ δὲν θὰ διδάσκῃ ὁ καθένας τὸν συμπολίτην του καὶ καθένας τὸν ἀδελφόν του, λέγων, Γνώρισε τὸν Κύριον, διότι ὅλοι θὰ μὲ γνωρίζουν ἀπὸ τὸν μικρότερον ἕως τὸν μεγαλύτερον.
12 Διότι εἶμαι ἐλεήμων διὰ τὰς κακὰς πράξεις των καὶ δὲν θὰ θυμηθῶ πλέον τὰς ἁμαρτίας των καὶ τὰς ἀνομίας των.
13 Διὰ νὰ ὁμιλῇ περὶ νέας διαθήκης, ἐκήρυξε παλαιὰν τὴν πρώτην, ἐκεῖνο δὲ ποὺ παληώνει καὶ γερνάει, πλησιάζει νὰ ἐξαφανισθῇ.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Θ’
ΚΕΦΑΛΑΙΟΝ 9
Τὸ παλαιὸν ἁγιαστήριον τύπος τοῦ νέου
1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν·
2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια.
3 Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων,
4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ράβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης,
5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
8 τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν Ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν·
9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
10 μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασι σαρκός, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
Ἡ δύναμις καθαρμοῦ τῆς θυσίας τοῦ Χριστοῦ
11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως,
12 οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
13 Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ραντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;
15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·
17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
18 Ὅθεν οὐδ’ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·
19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε
20 λέγων· τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός.
21 Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισε.
22 Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
Ἡ θυσία τοῦ Χριστοῦ μοναδική
23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.
24 Οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·
25 οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·
26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
27 Καὶ καθ’ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
28 οὕτω καὶ ὁ Χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ι’
ΚΕΦΑΛΑΙΟΝ 10
Ἡ θυσία τοῦ Χριστοῦ παραμέρισε τὰς Μωσαϊκὰς θυσίας
1 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκές, οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι·
2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρμένους;
3 Ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν·
4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας·
7 τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.
8 Ἀνώτερον λέγων ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ τὸν νόμον προσφέρονται,
9 τότε εἴρηκεν· ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.
10 Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος τοῦ ᾿Ιησοῦ Χριστοῦ ἐφάπαξ.
11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας·
12 αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ,
13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
14 Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15 Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ ῞Αγιον· μετὰ γὰρ τὸ προειρηκέναι,
16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς,
17 καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
18 Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
Ἐνθάρρυνσις καὶ προτροπή
19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων ἐν τῷ αἵματι τοῦ Ἰησοῦ,
20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστι τῆς σαρκὸς αὐτοῦ,
21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ,
22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς,
23 καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος·
24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
28 Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει·
29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
30 Οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ.
31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
Παρότρυνσις διὰ σταθερὸν θάρρος
32 Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.
34 Καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν.
35 Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην.
36 Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
37 Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.
38 Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
39 Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ’
ΚΕΦΑΛΑΙΟΝ 11
Ἥρωες τῆς πίστεως
1 Ἐστὶ δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
2 Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ρήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.
4 Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται.
5 Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ·
6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατά πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
9 Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
11 Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
12 Διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
14 Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι.
15 Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
18 πρὸς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
20 Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
21 Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ράβδου αὐτοῦ.
22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
27 Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.
28 Πίστει πεποίηκε τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
30 Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
31 Πίστει Ραὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.
32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΒ’
ΚΕΦΑΛΑΙΟΝ 12
Ὁ Ἰησοῦς ἀρχηγὸς καὶ τελειωτὴς τῆς πίστεως
1 Τοιγάρουν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
3 Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
Ὁ σκοπὸς τῆς διαπαιδαγωγήσεως
4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος.
6 Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
7 Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;
8 Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί.
9 Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;
10 Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.
11 Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης.
12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
13 καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
Παραινέσεις καὶ ὑποδείξεις
14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον,
15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ρίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ διὰ ταύτης μιανθῶσι πολλοί,
16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.
17 Ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
Σύγκρισις μεταξὺ τῆς ἐπιγείου καὶ τῆς ἐπουρανίου Σιών
18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ
19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ρημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον·
20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται·
21 καί· οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον! Μωϋσῆς εἶπεν· ἔκφοβός εἰμι καὶ ἔντρομος·
22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων,
23 πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων,
24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ραντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.
25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι·
26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων· ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.
27 Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας·
29 καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΓ’
ΚΕΦΑΛΑΙΟΝ 13
Ἠθικὰ παραγγέλματα
1 Ἡ φιλαδελφία μενέτω, τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε·
2 διά ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
3 Μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
4 Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.
5 Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω·
6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
Πειθαρχία εἰς τοὺς προϊσταμένους
7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
9 Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
10 Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες·
11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς·
12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε.
13 Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·
14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
15 Δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ’ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
16 Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
Ἀποχαιρετιστήρια μηνύματα
18 Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.
19 Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν,
21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
22 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
23 Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.
24 Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς ᾿Ιταλίας.
25 Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.
ΚΕΦΑΛΑΙΟΝ 9
Τὸ παλαιὸν ἁγιαστήριον τύπος τοῦ νέου
1 Εἶχε καὶ ἡ πρώτη διαθήκη διατάξεις περὶ τῆς λατρείας καὶ γήϊνον ἁγιαστήριον.
2 Κατασκευάσθηκε δηλαδὴ τὸ πρῶτον μέρος τῆς σκηνῆς, εἰς τὸ ὁποῖον ὑπῆρχε ἡ λυχνία καὶ ἡ τράπεζα καὶ οἱ ἄρτοι τῆς προθέσεως, τὸ ὁποῖον λέγεται Ἅγια.
3 Ὕστερα ἀπὸ τὸ δεύτερον καταπέτασμα, ἦτο τὸ μέρος τῆς σκηνῆς, τὸ ὁποῖον ὠνομάζετο Ἅγια ἁγίων.
4 Ἐκεῖ ὑπῆρχε ἕνα χρυσὸ θυμιατήριον καὶ ἡ κιβωτὸς τῆς διαθήκης, ἡ ὁποία ἦτο ἀπὸ ὅλα τὰ μέρη σκεπασμένη μὲ χρυσάφι καὶ μέσα σ’ αὐτὴν ἦτο ἡ χρυσὴ στάμνα, ποὺ περιεῖχε τὸ μάννα, ἡ ράβδος τοῦ Ἀαρών, ποὺ εἶχε βλαστήσει, καὶ αἱ πλάκες τῆς διαθήκης.
5 Ἐπάνω δὲ ἀπὸ τὴν κιβωτὸν ἦσαν ἀπαστράπτοντα Χερουβείμ, τὰ ὁποῖα ἐπεσκίαζαν τὸ ἱλαστήριον. Γι’ αὐτὰ δὲν εἶναι δυνατὸν νὰ μιλήσωμεν τώρα λεπτομερῶς.
6 Ὑπὸ αὐτὴν τὴν διάταξιν, εἰς τὸ πρῶτον μέρος τῆς σκηνῆς εἰσέρχονται πάντοτε οἱ ἱερεῖς, ὅταν ἐκτελοῦν τὰ καθήκοντα τῆς ὑπηρεσίας των,
7 ἀλλ’ εἰς τὸ δεύτερον μέρος μπαίνει μόνον ὁ ἀρχιερεύς, μιὰ φορὰ τὸν χρόνο, καὶ ὄχι χωρὶς αἷμα, τὸ ὁποῖον προσφέρει διὰ τὸν ἑαυτόν του καὶ διὰ τὰς ἐξ ἀγνοίας ἁμαρτίας τοῦ λαοῦ.
8 Μὲ τοῦτο ἤθελε νὰ δηλώσῃ τὸ Ἅγιον Πνεῦμα, ὅτι δὲν εἶχε ἀκόμη φανερωθῆ ὁ δρόμος ὁ ὁποῖος ὡδηγοῦσε εἰς τὰ Ἅγια τῶν ἁγίων, ἐφ’ ὅσον ἀκόμη ὑπῆρχε τὸ πρῶτον μέρος τῆς σκηνῆς.
9 Αὐτὰ εἶναι συμβολικὰ τοῦ σημερινοῦ καιροῦ. Τὰ δῶρα καὶ αἱ θυσίαι ποὺ τότε προσφέροντο, δὲν μποροῦσαν νὰ κάνουν τὸν λατρεύοντα τέλειον ἐσωτερικῶς,
10 διότι εἶχαν σχέσιν μόνον μὲ φαγητὰ καὶ ποτὰ καὶ διαφόρους πλύσεις, ποὺ εἶναι διατάξεις διὰ τὸ σῶμα καὶ ἰσχύουν μέχρι τοῦ καιροῦ μεταρρυθμίσεως.
Ἡ δύναμις καθαρμοῦ τῆς θυσίας τοῦ Χριστοῦ
11 Ἀλλ’ ὅταν ἦλθε ὁ Χριστὸς ὠς ἀρχιερεύς, τῶν μελλοντικῶν ἀγαθῶν, ἐμπῆκε διὰ τῆς μεγαλυτέρας καὶ τελειοτέρας σκηνῆς, ἡ ὁποία δὲν εἶναι χειροποίητη, δὲν εἶναι δηλαδὴ ἀπὸ τὸν κόσμον τοῦτον·
12 ἐμπῆκε μιὰ γιὰ πάντα εἰς τὰ Ἅγια τῶν ἁγίων ὄχι μὲ αἷμα τράγων καὶ μόσχων ἀλλὰ μὲ τὸ δικό του αἷμα καὶ ἐξησφάλισε αἰωνίαν λύτρωσιν.
13 Διότι ἐὰν τὸ αἷμα τράγων καὶ ταύρων καὶ τὸ ράντισμα μὲ στάχτην ἀπὸ δαμάλι, ἁγιάζῃ τοὺς μολυσμένους, ὅσον ἀφορᾷ τὴν ἐξωτερικὴν καθαρότητα,
14 πόσον περισσότερον τὸ αἷμα τοῦ Χριστοῦ, ὁ ὁποῖος, διὰ τοῦ αἰωνίου Πνεύματος, προσέφερε τὸν ἑαυτόν του ἄμωμον θυσίαν εἰς τὸν Θεόν, νὰ καθασίσῃ τὴν συνείδησίν σας ἀπὸ νεκρὰ ἔργα, ὥστε νὰ λατρεύωμεν τὸν ζωντανὸν Θεόν.
15 Καὶ ἑπομένως ὁ Χριστὸς εἶναι μεσίτης διαθήκης νέας, ὥστε, τώρα ποὺ ἔλαβε χώραν θάνατος διὰ τὴν ἀπολύτρωσιν ἀπὸ παραβάσεις κατὰ τὸν χρόνον τῆς πρώτης διαθήκης, νὰ λάβουν, ὅσοι εἶναι καλεσμένοι, τὴν αἰωνίαν κληρονομίαν, σύμφωνα μὲ τὴν ὑπόσχεσιν.
16 Διότι ὅπου ὑπάρχει διαθήκη, πρέπει νὰ ἀποδειχθῇ ὁ θάνατος τοῦ διαθέτου.
17 Μία διαθήκη ἰσχύει μόνον μετὰ θάνατον· δὲν ἔχει ποτὲ ἰσχὺν ἐνόσῳ ζῆ ὁ διαθέτης.
18 Διὰ τὸν λόγον αὐτόν, οὔτε ἡ πρώτη διαθήκη ἐγκαινιάσθηκε χωρὶς αἷμα.
19 Διότι ἀφοῦ ὁ Μωϋσῆς διεκήρυξε κάθε ἐντολὴν τοῦ νόμου εἰς ὅλον τὸν λαόν, ἐπῆρε τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων μαζὶ μὲ νερό, κόκκινο μαλλὶ καὶ ὕσσωπον, καὶ ἐρράντισε τὸ βιβλίον τοῦ νόμου καὶ ὅλον τὸν λαόν,
20 καὶ εἶπε, Αὐτὸ εἶναι τὸ αἷμα τῆς διαθήκης, τὴν ὁποίαν διέταξε ὁ Θεὸς σ’ ἐσᾶς.
21 Κατὰ τὸν ἴδιον τρόπο, ἐρράντισε μὲ αἷμα καὶ τὴν σκηνὴν καὶ ὅλα τὰ τελετουργικὰ σκεύη,
22 καὶ ἔτσι σχεδὸν ὅλα μὲ αἷμα καθαρίζονται σύμφωνα μὲ τὸν νόμον καὶ χωρὶς νὰ χυθῇ αἷμα δὲν γίνεται συγχώρησις ἁμαρτιῶν.
Ἡ θυσία τοῦ Χριστοῦ μοναδική
23 Ἦτο λοιπὸν ἀνάγκη, τὰ μὲν ἀντίτυπα τῶν οὐρανίων πραγμάτων κὰ καθαρίζωνται μὲ τέτοια μέσα, τὰ ἴδια ὅμως τὰ ἐπουράνια μὲ ἀνωτέρας θυσίας ἀπὸ αὐτὰς ἐδῶ.
24 Διότι ὁ Χριστὸς δὲν ἐμπῆκε εἰς χειροποίητα Ἅγια τῶν ἁγίων, ποὺ ἦσαν ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, διὰ νὰ ἐμφανισθῇ τώρα ἐνώπιον τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.
25 Οὔτε ἐμπῆκε διὰ νὰ προσφέρῃ τὸν ἑαυτόν του θυσίαν πολλὲς φορές, καθὼς ὁ ἀρχιερεὺς ὁ ὁποῖος μπαίνει εἰς τὰ Ἅγια τῶν ἁγίων κάθε χρόνο μὲ προσφορὰν αἵματος ποὺ δὲν εἶναι δικό του,
26 διότι τότε ἔπρεπε νὰ πάθῃ πολλὲς φορὲς ἀφ’ ὅτου ἐδημιουργήθηκε ὁ κόσμος. Ἐνῷ τώρα ἐφανερώθηκε μιὰ γιὰ πάντα εἰς τὸ τέλος τῶν αἰώνων, διὰ νὰ καταργήσῃ τὴν ἁμαρτίαν μὲ τὴν θυσίαν τοῦ ἑαυτοῦ του.
27 Καὶ ὅπως οἱ ἄνθρωποι μιὰ φορὰ πεθαίνουν καὶ ὕστερα ἔρχεται κρίσις, ἔτσι καὶ ὁ Χριστός,
28 ἀφοῦμ μιὰ φορὰ ἐθυσιάσθηκε διὰ νὰ πάρῃ ἐπάνω του τὰς ἁμαρτίας πολλῶν, θὰ ἐμφανισθῇ διὰ δευτέραν φορὰν – ὄχι διὰ ζήτημα ἁμαρτίας – εἰς ἐκείνους ποὺ τὸν ἀναμένουν διὰ τὴν σωτηρίαν τους.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ι’
ΚΕΦΑΛΑΙΟΝ 10
Ἡ θυσία τοῦ Χριστοῦ παρεμέρισε τὰς Μωσαϊκὰς θυσίας
1 Διότι ἀφοῦ ὁ νόμος ἔχει μόνον σκιὰν τῶν μελλοντικῶν ἀγαθῶν καὶ ὄχι αὐτὴν τὴν εἰκόνα τῆς πραγματικότητος, δὲν μπορεῖ ποτὲ μὲ τὶς ἴδιες θυσίες, ποὺ διαρκῶς προσφέρουν κάθε χρόνο, νὰ κάνῃ τελείους τοὺς προσερχομένους.
2 Ἀλλοιῶς, δὲν θὰ εἶχαν παύσει νὰ προσφέρωνται; Ἐὰν ὅσοι ὑποβάλλωνται εἰς τὴν λατρείαν αὐτὴν εἶχαν μιὰ φορὰ καθαρισθῆ, δὲν θὰ εἶχαν πλέον καμμίαν συναίσθησιν τῶν ἁμαρτιῶν των.
3 Ἐνῷ ἀπ’ ἐναντίας, μὲ τὰς θυσίας αὐτὰς γίνεται κάθε χρόνο ὑπενθύμισις τῶν ἁμαρτιῶν,
4 διότι εἶναι ἀδύνατον αἷμα ταύρων καὶ τράγων νὰ ἀφαιρέσῃ ἀμαρτίας.
5 Διὰ τοῦτο ὅταν ἔρχεται ὁ Χριστὸς εἰς τὸν κόσμον, λέγει, Θυσίαν καὶ προσφορὰν δὲν ἠθέλησες, ἀλλὰ μοῦ ἑτοίμασες σῶμα.
6 Εἰς ὁλοκαυτώματα καὶ θυσίας δι’ ἁμαρτίας δὲν ἔχεις εὐαρέσκειαν.
7 Τότε εἶπα, Ἰδοὺ ἦλθα, ὅπως εἶναι γραμμένον δι’ ἐμὲ εἰς τὸν κύλινδρον τοῦ βιβλίου, διὰ νὰ κάνω, ὦ Θεέ, τὸ θέλημά σου.
8 Ἀφοῦ πρῶτα εἶπε, Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ θυσίας δι’ ἁμαρτίας δὲν ἠθέλησες οὔτε ἔδειξες εὐαρέσκειαν, αἱ ὁποῖαι προσφέρονται κατὰ τὸν νόμον,
9 κατόπιν εἶπε, Ἰδοὺ ἦλθα διὰ νὰ κάνω, ὦ Θεέ, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον διὰ νὰ στερεώσῃ τὸ δεύτερον.
10 Δυνάμει τοῦ θελήματος τούτου εἴμεθα ἁγιασμένοι διὰ τῆς προσφορᾶς τοῦ σώματος τοῦ Ἰησοῦ Χριστοῦ μιὰ γιὰ πάντα.
11 Καὶ ὁ μὲν ἱερεὺς ὑπηρετεῖ καθημερινῶς καὶ προσφέρει, πολλὲς φορές, τὶς ἴδιες θυσίες, αἱ ὁποῖαι δὲν μποροῦν ποτὲ νὰ ἐξαλείψουν ἁμαρτίας.
12 Ὁ Χριστὸς ὅμως, προσφέρει μίαν θυσίαν διὰ τὰς ἁμαρτίας γιὰ πάντα καὶ ἐκάθησεν εἰς τὰ δεξιὰ τοῦ Θεοῦ,
13 καὶ περιμένει εἰς τὸ ἑξῆς ἕως ὅτου γίνουν οἱ ἐχθροί του ὑποπόδιον τῶν ποδιῶν του.
14 Διότι μὲ μία προσφορὰν ἔκανε γιὰ πάντα τελείους ἐκείνους, ποὺ ἁγιάζονται.
15 Μᾶς μαρτυρεῖ δὲ αὐτὸ καὶ τὸ Ἅγιον Πνεῦμα, διότι ἀφοῦ εἶπε πρῶτα,
16 Ἡ διαθήκη, τὴν ὁποίαν θὰ συνάψω μὲ αὐτοὺς ὕστερα ἀπὸ τὰς ἡμέρας ἐκείνας, λέγει ὁ Κύριος, εἶναι αὐτή: θὰ θέσω τοὺς νόμους μου εἰς τὶς καρδιές των καὶ μέσα εἰς τὴν διάνοιάν των θὰ τοὺς ἐγχαράξω,
17 ὕστερα προσθέτει, καὶ δὲν θὰ θυμηθῶ πλέον τὰς ἁμαρτίας των καὶ τὰς ἀνομίας των.
18 Ἐκεῖ δὲ ποὺ ὑπάρχει συγχώρησις, δὲν ὐπάρχει πλέον θυσία δι’ ἁμαρτίαν.
Ἐνθάρρυνσις καὶ προτροπή
19 Ἀφοῦ λοιπόν, ἀδελφοί, τὸ αἷμα τοῦ Ἰησοῦ μᾶς δίνει θάρρος νὰ μποῦμε εἰς τὰ Ἅγια τῶν ἁγίων
20 ἀπὸ ἕνα νέον καὶ ζωντανὸν δρόμον, τὸν ὁποῖον μᾶς ἐγκαινίασε διὰ τοῦ καταπετάσματος, δηλαδὴ διὰ τῆς σαρκός του,
21 καὶ ἀφοῦ ἔχομεν ἕνα ἱερέα μέγαν ἐπὶ κεφαλῆς τοῦ οἴκου τοῦ Θεοῦ,
22 ἂς προσερχώμεθα μὲ εἰλικρινῆ καρδιά, μὲ πλήρη βεβαιότητα πίστεως, μὲ καρδιὲς καθαρισμένες ἀπὸ κακὴν συνείδησιν καὶ τὸ σῶμά μας πλυμένο μὲ νερὸ καθαρό.
23 Ἂς εἴμεθα σταθεροὶ καὶ ἀσάλευτοι εἰς τὴν ὁμολογίαν τῆς ἐλπίδος μας, διότι εἶναι πιστὸς ἐκεῖνος, ὁ ὁποῖος ἔδωκε τὰς ὑποσχέσεις, καὶ ἂς προσέχωμεν ὁ ἕνας τὸν ἄλλον,
24 ὥστε νὰ παροτρυνώμεθα πρὸς τὴν ἀγάπην καὶ τὰ καλὰ ἔργα,
25 καὶ νὰ μὴν ἀμελοῦμε τὰς συναθροίσεις μας, καθὼς συνηθίζουν νὰ κάνουν μερικοί, ἀλλ’ ἂς ἐνθαρρύνωμεν ὁ ἕνας τὸν ἄλλον καὶ τοσούτῳ μᾶλλον καθ’ ὅσον βλέπετε νὰ πλησιάζῃ ἡ Ἡμέρα.
26 Διότι ἐὰν θεληματικὰ ἁμαρτάνωμεν, ἀφοῦ ἐγνωρίσαμεν καλὰ τὴν ἀλήθειαν, δὲν ἀπομένει πλέον καμμία θυσία δι’ ἁμαρτίας,
27 ἀλλὰ μᾶς ἀναμένει φοβερὴ κρίσις καὶ φωτιὰ ποὺ θὰ καταφάγῃ ἐκείνους ποὺ εἶναι ἐνάντιοι τοῦ Θεοῦ.
28 Ἐὰν παραβῇ κανεὶς τὸν νόμον τοῦ Μωϋσέως, θανατώνεται χωρὶς εὐσπλαγχνίαν ἐπὶ τῇ καταθέσει δύο ἢ τριῶν μαρτύρων.
29 Σκεφθῆτε πόσον αὐστηρότερη τιμωρία ἀξίζει εἰς ἐκεῖνον, ὁ ὁποῖος καταπάτησε τὸν Υἱὸν τοῦ Θεοῦ καὶ ἐθεώρησε μολυσμένον τὸ αἷμα τῆς διαθήκης, μὲ τὸ ὁποῖον ἁγιάσθηκε, καὶ ὕβρισε τὸ Πνεῦμα τῆς χάριτος.
30 Διότι γνωρίζομεν ἐκεῖνον ποὺ εἶπε, Εἰς ἐμὲ ἀνήκει ἡ ἐκδίκησις, ἐγὼ θὰ ἀνταποδώσω, λέγει ὁ Κύριος, καὶ πάλιν, ὁ Κύριος θὰ κρίνῃ τὸν λαόν του.
31 Εἶναι φοβερὸν νὰ πέσῃ κανεὶς εἰς τὰ χέρια τοῦ ζωντανοῦ Θεοῦ.
Παρότρυνσις διὰ σταθερὸν θάρρος
32 Νὰ θυμᾶσθε τὶς περασμένες ἡμέρες, ὅταν, ἀφοῦ ἐφωτισθήκατε, ὑπομείνατε εἰς μεγάλον ἀγῶνα παθημάτων,
33 ἄλλοτε διεπομπεύεσθε μὲ ὀνειδισμοὺς καὶ θλίψεις, ἄλλοτε ἐγίνεσθε συμπαραστάται ἐκείνων, ποὺ ἐπερνοῦσαν ἀπὸ μίαν τέτοιαν μεταχείρησιν.
34 Διότι καὶ ὅταν ἤμουν φυλακισμένος ἐδείξατε συμπάθειαν, καὶ τὴν διαρπαγὴν τῶν ὑπαρχόντων σας μὲ χαρὰν ἐδεχθήκατε, ἐπειδὴ ἠξέρατε ὅτι ἔχετε κάτι ἀνώτερον καὶ μόνιμον εἰς τοὺς οὐρανούς.
35 Μὴ χάσετε λοιπὸν τὸ θάρρος σας, τὸ ὁποῖον θὰ ἀνταμειφθῇ πλούσια.
36 Ἔχετε ἀνάγκην ὑπομονῆς, διὰ νὰ κάνετε τὸ θέλημα τοῦ Θεοῦ καὶ νὰ καρπωθῆτε τὰ ἀγαθὰ τῆς ὑποσχέσεώς του.
37 Διότι γρήγορα, πολὺ γρήγορα θὰ ἔλθῃ ὁ ἐρχόμενος καὶ δὲν θὰ βραδύνῃ.
38 Ἐκεῖνος ποὺ δικαιώνεται διὰ τῆς πίστεως θὰ ζήσῃ. Ἐὰν ὅμως ὑποχωρήσῃ, ἡ ψυχή μου δὲν εὐαρεστεῖται εἰς αὐτόν.
39 Ἐμεῖς ὅμως δὲν εἴμεθα ἀπὸ ἐκείνους ποὺ ὑποχωροῦν καὶ χάνονται, ἀλλ’ εἴμεθα ἄνθρωποι πίστεως πρὸς σωτηρίαν τῆς ψυχῆς μας.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΑ’
ΚΕΦΑΛΑΙΟΝ 11
Ἥρωες τῆς πίστεως
1 Ἡ πίστις κάνει πραγματικὰ ἐκεῖνα ποὺ ἐλπίζομεν, καὶ βέβαια ἐκεῖνα ποὺ δὲν βλέπομεν.
2 Μὲ αὐτὴν οἱ ἀρχαιότεροι ἀπέκτησαν καλὴν μαρτυρίαν.
3 Μὲ τὴν πίστιν κατανοοῦμεν ὅτι ἐδημιουργήθησαν οἱ κόσμοι διὰ τοῦ λόγου τοῦ Θεοῦ, ὥστε ἀπὸ ἀόρατα νὰ ἔχουν γίνει ὁρατά.
4 Μὲ τὴν πίστιν ὁ Ἄβελ προσέφερεν εἰς τὸν Θεὸν καλυτέραν θυσίαν παρὰ ὁ Κάϊν, καὶ διὰ τὴν πίστιν αὐτὴν ἐδόθηκε ἡ μαρτυρία ὅτι εἶναι δίκαιος, ἀφοῦ ὁ ἴδιος ὁ Θεὸς ἔδωκε τὴν μαρτυρίαν του ἐπάνω εἰς τὰ δῶρα καὶ διὰ τῆς πίστεώς του, ἂν καὶ ἀπέθανε, μιλεῖ ἀκόμη.
5 Μὲ τὴν πίστιν ὁ Ἐνὼχ μετετέθη ἀπὸ αὐτὸν τὸν κόσμον διὰ νὰ μὴ ἰδῇ θάνατον καὶ δὲν ἀνευρίσκετο, διότι τὸν εἶχε μεταθέσει ὁ Θεός. Πρὶν μετατεθῆ εἶχε δοθῆ μαρτυρία ὅτι εἶχε εὐαρεστήσει τὸν Θεόν,
6 καὶ χωρὶς πίστιν εἶναι ἀδύνατον νὰ γίνῃ κανεὶς εὐάρεστος εἰς τὸν Θεόν. Διότι ἐκεῖνος ποὺ προσέρχεται εἰς τὸν Θεόν, πρέπει νὰ πιστεύῃ ὄτι ὑπάρχει Θεὸς καὶ ὅτι ἀμείβει ἐκείνους ποὺ τὸν ζητοῦν.
7 Μὲ τὴν πίστιν ὁ Νῶε, ἀφοῦ προειδοποιήθηκε ἀπὸ τὸν Θεὸν διὰ πράγματα ποὺ ἀκόμη δὲν ἔβλεπε, ἔκανε, ἀπὸ φόβον εὐλαβικόν, τὴν κιβωτὸν διὰ νὰ σώσῃ τὴν οἰκογένειάν του, καὶ μὲ τὴν πίστιν του κατέκρινε τὸν κόσμον καὶ ἔγινε κληρονόμος τῆς διὰ πίστεως δικαιώσεως.
8 Μὲ τὴν πίστιν ὁ Ἀβραὰμ ὑπήκουσε εἰς τὴν κλῆσιν νὰ φύγῃ εἰς τόπον τὸν ὁποῖον ἔμελλε νὰ κληρονομήσῃ, καὶ ἔφυγε χωρὶς νὰ ξέρῃ ποῦ πηγαίνει.
9 Μὲ τὴν πίστιν κατῴκησε εἰς τὴν γῆν τῆς ἐπαγγελίας σὰν ξένος σὲ μιὰ ξένη χώρα, ζῶν σὲ σκηνές, μαζὶ μὲ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, οἱ ὁποῖοι ἦσαν συγκληρονόμοι τῆς ἰδίας ὑποσχέσεως,
10 διότι ἐπερίμενε τὴν πόλιν, ἡ ὁποία εἶχε στερεὰ θεμέλια καὶ τῆς ὁποίας ἀρχιτέκτων καὶ δημιουργὸς εἶναι ὁ Θεός.
11 Μὲ τὴν πίστιν καὶ αὐτὴ ἡ Σάρρα, παρὰ τὴν ἡλικίαν της, ἔλαβε τὴν δύναμιν πρὸς σύλληψιν, διότι ἐθεώρησε ἀξιόπιστον ἐκεῖνον, ποὺ ἔδωσε τὴν ὑπόσχεσιν.
12 Καὶ ἔτσι ἀπὸ ἕνα ἄνθρωπον, ποὺ ἦτο καὶ νεκρωμένος, προῆλθαν ἀπόγονοι τόσον πολλοὶ ὅπως τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὅπως ἡ ἀναρίθμητη ἄμμος εἰς τὰς ἀκτὰς τῆς θαλάσσης.
13 Ὅλοι αὐτοὶ ἐπέθαναν μὲ πίστιν, χωρὶς νὰ ἔχουν λάβει τὰς ὑποσχέσεις, ἀλλὰ τὰς εἶδαν ἀπὸ μακρυά, καὶ τὰς ἐχαιρέτησαν καὶ ὡμολόγησαν ὅτι εἶναι ξένοι καὶ περαστικοὶ ἐδῶ εἰς τὴν γῆν.
14 Ἀσφαλῶς δὲ ἐκεῖνοι ποὺ μιλοῦν ἔτσι, δείχνουν ὅτι ζητοῦν τὴν πατρίδα τους.
15 Καὶ ἐὰν μὲν εἶχαν στὸν νοῦ τους ἐκείνην, ἀπὸ τὴν ὁποίαν εἶχαν φύγει, θὰ εἶχαν τὸν καιρὸν νὰ ἐπιστρέψουν.
16 Ἐνῷ τώρα λαχταροῦν μιὰ καλύτερη πατρίδα, δηλαδὴ ἐπουράνιον. Διὰ τὸν λόγον αὐτὸν δὲν ἐντρέπεται ὁ Θεὸς νὰ ὀνομάζεται Θεός τους, διότι τοὺς ἔχει ἐτοιμάσει πόλιν.
17 Μὲ τὴν πίστιν προσέφερε ὁ Ἀβραὰμ τὸν Ἰσαάκ, ὅταν ἐδοκιμάσθηκε. Ἐκεῖνος ποὺ ἔλαβε τὰς ὑποσχέσεις, ἦτο ἔτοιμος νὰ προσφέρῃ τὸν μονογενῆ του υἱόν,
18 διὰ τὸν ὁποῖον ἐλέχθη, Διὰ τοῦ Ἰσαὰκ θὰ προέλθουν οἱ ἀπόγονοί σου,
19 διότι ἐσκέφθηκε ὅτι ὁ Θεὸς εἶναι δυνατὸς νὰ ἀναστήσῃ καὶ ἀπὸ τοὺς νεκρούς. Καὶ ἀπὸ τοὺς νεκρούς, θὰ ἠμπορούσαμε νὰ ποῦμε, τὸν ἐπῆρε πίσω ὁ Ἀβραάμ.
20 Μὲ τὴν πίστιν πρὸς τὰ μελλοντικὰ εὐλόγησε ὁ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
21 Μὲ τὴν πίστιν ὁ Ἰακώβ, ὅταν ἐπέθανε, εὐλόγησε κάθε ἕνα ἀπὸ τοὺς υἱοὺς τοῦ Ἰωσὴφ καὶ προσκύνησε τὸν Θεόν, στηριχθεὶς εἰς τὸ ἄκρον τῆς ράβδου του.
22 Μὲ τὴν πίστιν ὁ Ἰωσήφ, ὅταν ἐπέθανε, ἐμίλησε διὰ τὴν ἔξοδον τῶν Ἰσραηλιτῶν καὶ ἔδωκε ἐντολὰς διὰ τὰ ὀστᾶ του.
23 Μὲ τὴν πίστιν ὁ Μωϋσῆς, μετὰ τὴν γέννησίν του, ἐκρύφθηκε ἐπὶ τρεῖς μῆνες ἀπὸ τοὺς γονεῖς του, διότι εἶδαν ὅτι τὸ παιδὶ ἦτο ὡραῖον, καὶ δὲν ἐφοβήθηκαν τὴν διαταγὴν τοῦ βασιλέως.
24 Μὲ τὴν πίστιν ὁ Μωϋσῆς, ὅταν ἐμεγάλωσε, ἀρνήθηκε νὰ ὀνομάζεται υἱὸς τῆς θυγατρὸς τοῦ Φαραώ,
25 διότι ἐπροτίμησε μᾶλλον νὰ ὑποφέρῃ μαζὶ μὲ τὸν λαὸν τοῦ Θεοῦ παρὰ νὰ ἔχῃ τὴν πρόσκαιρη ἀπόλαυση ἁμαρτωλῶν πραγμάτων.
26 Ἐθεώρησε μεγαλύτερον πλοῦτον ἀπὸ τοὺς θησαυροὺς τῆς Αἰγύπτου τὸν ἐξευτελισμὸν τοῦ Χριστοῦ, καθ’ ὅσον ἀπέβλεπε εἰς τὴν ἀνταπόδοσιν.
27 Μὲ τὴν πίστιν ἄφησε τὴν Αἴγυπτον, χωρὶς νὰ φοβηθῇ τὸν θυμὸν τοῦ βασιλέως, διότι ἔδειξε καρτερίαν, σὰν νὰ ἔβλεπε τὸν ἀόρατον Θεόν.
28 Μὲ τὴν πίστιν ἔκανε τὸ πάσχα καὶ τὸν ραντισμὸν τοῦ αἵματος διὰ νὰ μὴ θίξῃ ὁ ἐξολοθρευτὴς ἄγγελος τὰ πρωτότοκά των.
29 Μὲ τὴν πίστιν διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν σὰν νὰ ἦτο ξηρά, ἐνῷ οἱ Αἰγύπτιοι, ὅταν ἐπροσπάθησαν, κατεποντίσθησαν.
30 Μὲ τὴν πίστιν ἔπεσαν τὰ τείχη τῆς Ἱεριχώ, ἀφοῦ περικυκλώθησαν ἐπὶ ἑπτὰ ἡμέρας.
31 Μὲ τὴν πίστιν ἡ Ραὰβ ἡ πόρνη δὲν ἐχάθηκε μαζὶ μὲ τοὺς ἀπειθεῖς, διότι ἐδέχθηκε εἰρηνικὰ τοὺς κατασκόπους.
32 Καὶ τί ἀκόμη νὰ πῶ; Δὲν μοῦ ἐπιτρέπει ὁ χρόνος νὰ σᾶς διηγηθῶ διὰ τὸν Γεδεών, τὸν Βαράκ, τὸν Σαμψών, τὸν Ἰεφθάε, τὸν Δαυΐδ καὶ Σαμουὴλ καὶ τοὺς προφήτας,
33 οἱ ὁποῖοι μὲ τὴν πίστιν ἀνέτρεψαν βασίλεια, ἔκαναν ἔργα δικαιοσύνης, ἐπέτυχαν τὴν πραγματοποίησιν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων,
34 ἔσβησαν τὴν δύναμιν φωτιᾶς, διέφυγαν τὴν σφαγήν, ἔγιναν ἀπὸ ἀδύνατοι δυνατοί, ἔγιναν ἰσχυροὶ σὲ καιρὸν πολέμου, ἔτρεψαν εἰς φυγὴν παρατάξεις τῶν ἐχθρῶν.
35 Γυναῖκες ἔλαβαν τοὺς νεκρούς των δι’ ἀναστάσεως, ἄλλοι δὲ ἐβασανίσθησαν καὶ δὲν ἐδέχθησαν νὰ ἀφεθοῦν ἐλεύθεροι, διὰ νὰ ἐπιτύχουν μίαν ἄλλην καλυτέραν ἀνάστασιν.
36 Ἄλλοι ἐδοκιμάσθησαν μὲ ἐμπαιγμοὺς καὶ μαστίγωσιν, ἀκόμη δὲ καὶ μὲ δεσμὰ καὶ φυλακήν.
37 Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ὑπέστησαν πολλὰς δοκιμασίας, ἐθανατώθησαν μὲ μάχαιραν, περιπλανῶντο φοροῦντες δέρματα προβάτων καὶ δέρματα αἰγῶν, ἐστεροῦντο, ὑπέφεραν θλίψεις καὶ κακουχίας,
38 (ἄνθρωποι διὰ τοὺς ὁποίους δὲν ἦτο ἄξιος ὁ κόσμος), ἐπλανῶντο σὲ ἐρήμους καὶ σὲ βουνὰ, σὲ σπήλαια καὶ σὲ τρύπες τῆς γῆς.
39 Ὅλοι αὐτοί, ἂν καὶ εἶχαν καλὴν μαρτυρίαν διὰ τὴν πίστιν τους, δὲν ἔλαβαν ὅ,τι εἶχε ὑποσχεθεῖ ὁ Θεός,
40 διότι εἶχε ὁ Θεὸς προβλέψει κάτι καλύτερον ἀναφορικῶς μ’ ἐμᾶς διὰ νὰ μὴ φθάσουν ἐκεῖνοι εἰς τὴν τελειότητα χωρὶς ἐμᾶς.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΒ’
ΚΕΦΑΛΑΙΟΝ 12
Ὁ Ἰησοῦς ἀρχηγὸς καὶ τελειωτὴς τῆς πίστεως
1 Ἑπομένως, ἀφοῦ ἔχομεν γύρω μας ἕνα τόσον μεγάλο σύννεφο ἀπὸ μάρτυρας, ἂς ἀποτινάξωμεν κάθε βάρος καὶ τὴν ἁμαρτίαν, ἡ ὁποία εὔκολα μᾶς ἐμπλέκει, καὶ ἂς τρέχωμεν μὲ ὑπομονὴν τὸ ἀγώνισμα τοῦ δρόμου ποὺ εἶναι ἐμπρός μας,
2 μὲ τοὺς ὀφθαλμούς μας προσηλωμένους πρὸς τὸν ἀρχηγὸν καὶ τελειωτὴν τῆς πίστεώς μας, τὸν Ἰησοῦν, ὁ ὁποῖος, χάριν τῆς χαρᾶς ποὺ τὸν ἀνέμενε, ὑπέμεινε σταυρόν, περιφρονήσας τὴν αἰσχύνην, καὶ κάθησε εἰς τὰ δεξιὰ τοῦ θρόνου τοῦ Θεοῦ.
3 Σκεφθῆτε λοιπὸν αὐτόν, ὁ ὁποῖος ὑπέμεινε τόσην ἐχθρότητα ἐναντίον του ἐκ μέρους τῶν ἁμαρτωλῶν, διὰ νὰ μὴ κουρασθῆτε καὶ ἀποθαρρυνθῆτε.
Ὁ σκοπὸς τῆς διαπαιδαγωγήσεως
4 Ἀκόμη δὲν ἀντισταθήκατε μέχρις αἵματος εἰς τὸν ἀγῶνα κατὰ τῆς ἁμαρτίας,
5 καὶ ἐλησμονήσατε τὴν νουθεσίαν, ποὺ σᾶς ἀπευθύνεται σὰν σὲ παιδιά: Παιδί μου, μὴ περιφρονήσῃς τὴν διαπαιδαγώγησιν τοῦ Κυρίου καὶ μὴ χάσῃς τὸ θάρρος σου, ὅταν ἐλέγχεσαι ἀπὸ αὐτόν,
6 διότι ἐκεῖνον ποὺ ἀγαπᾶ ὁ Κύριος τὸν παιδαγωγεῖ, καὶ μαστιγώνει κάθε παιδί, τὸν ὁποῖον δέχεται.
7 Ὑπομείνατε σὰν παιδιά του, διότι ποιό παιδὶ δὲν τὸ παιδαγωγεῖ ὁ πατέρας του;
8 Ἐὰν ὅμως δὲν ἐδοκιμάσατε διαπαιδαγώγησιν, τὴν ὁποίαν ἔχουν ὅλοι περάσει, τότε εἶσθε νόθα παιδιὰ καὶ ὄχι γνήσια.
9 Ἐξ ἄλλου, εἴχαμε παιδαγωγοὺς τοὺς ἐπιγείους πατέρας μας καὶ τοὺς ἐσεβόμεθα. Δὲν πρέπει λοιπὸν πολὺ περισσότερον νὰ ὑποταχθοῦμε εἰς τὸν Πατέρα τῶν πνευμάτων καὶ νὰ ζήσωμεν;
10 Ἐκεῖνοι μᾶς διαπαιδαγωγοῦσαν δι’ ὀλίγον καιρὸν καὶ ὅπως ἤθελαν, ἀλλ’ αὐτὸς γιὰ τὸ καλό μας, γιὰ νὰ γίνωμεν μέτοχοι τῆς ἁγιότητός του.
11 Καμμία δὲ διαπαιδαγώγησις δὲν φαίνεται νὰ προξενῇ, εἰς τὴν ἀρχήν, χαρὰν ἀλλὰ λύπην, ἀργότερα ὅμως ἀποφέρει καρπὸν εἰρηνικὸν δικαιοσύνης εἰς ἐκείνους οἱ ὁποῖοι ἐγυμνάσθησαν δι’ αὐτῆς.
12 Διὰ τοῦτο ἐνισχύσατε τὰ ἄτονα χέρια καὶ τὰ παραλυμένα γόνατα
13 καὶ κάνετε ἴσιους δρόμους γιὰ τὰ πόδια σας, διὰ νὰ μὴ ἐξαρθρωθῇ τὸ χωλὸν ἀλλὰ μᾶλλον νὰ θεραπευθῇ.
Παραινέσεις καὶ ὑποδείξεις
14 Ἐπιδιώκετε εἰρήνην μὲ ὅλους καὶ τὸν ἁγιασμόν, διότι χωρὶς αὐτὸν κανεὶς δὲν θὰ ἰδῇ τὸν Κύριον.
15 Προσέχετε μήπως κανεὶς δὲν ἔχῃ λάβει τὴν χάριν τοῦ Θεοῦ, μήπως ὑπάρχῃ καμμιὰ ρίζα πικρίας, ἡ ὁποία βλαστάνουσα προξενεῖ ἐνοχλήσεις καὶ μὲ αὐτὴν μολυνθοῦν πολλοί,
16 μήπως ὑπάρχῃ κανεὶς πόρνος ἢ κοσμικόφρων, ὅπως ὁ Ἠσαῦ, ὁ ὁποῖος γιὰ ἕνα φαγητὸν ἐπώλησε τὰ πρωτοτόκιά του.
17 Ξέρετε δὲ ὅτι, ὅταν ἀργότερα ἠθέλησε νὰ κληρονομήσῃ τὴν εὐλογίαν, ἀποδοκιμάσθηκε, διότι δὲν μπόρεσε νὰ ἀλλάξῃ τὴν γνώμην τοῦ πατέρα του, ἂν καὶ τὸ ἐζήτησε μὲ δάκρυα.
Σύγκρισις μεταξὺ τῆς ἐπιγείου καὶ τῆς ἐπουρανίου Σιών
18 Διότι δὲν ἔχετε προσέλθει εἰς ὄρος ψηλαφώμενον καὶ καιόμενον μὲ φωτιά, εἰς ὁμίχλην καὶ σκότος καὶ θύελλαν,
19 καὶ εἰς ἦχον σάλπιγγος καὶ φωνὴν λόγων, ποὺ μόλις ἄκουσαν οἱ ἀκροαταὶ παρεκάλεσαν νὰ μὴ ἀκούσουν ἄλλην λέξιν,
20 διότι δὲν μποροῦσαν νὰ ὑποφέρουν τὴν διαταγήν, Καὶ ἂν ζῷον ἀκόμη ἀγγίξῃ τὸ ὄρος, θὰ λιθοβοληθῇ.
21 Καὶ ἦτο τόσον φοβερὸν τὸ φαινόμενον, ὥστε ὁ Μωϋσῆς εἶπε: Εἶμαι γεμάτος φόβον καὶ τρόμον.
22 Σεῖς ὅμως, ἔχετε προσέλθει εἰς τὸ ὄρος τῆς Σιὼν καὶ εἰς τὴν πόλιν τοῦ ζωντανοῦ Θεοῦ, τὴν ἐπουράνιον Ἱερουσαλήμ, καὶ εἰς μυριάδας ἀγγέλων, εἰς πανήγυριν
23 καὶ ἐκκλησίαν τῶν πρωτοτόκων, οἱ ὁποῖοι εἶναι γραμμένοι εἰς τὸν οὐρανόν, καὶ εἰς τὸν Θεὸν τὸν κριτὴν ὅλων καὶ εἰς τὰ πνεύματα τῶν δικαίων, ποὺ ἔχουν γίνει τέλειοι,
24 καὶ εἰς τὸν μεσίτην τῆς νέας διαθήκης, τὸν Ἰησοῦν, καὶ εἰς αἷμα ραντισμοῦ ποὺ μιλεῖ διὰ καλύτερα πράγματα ἀπὸ τὸ αἷμα τοῦ Ἄβελ.
25 Προσέχετε νὰ μὴ ἀρνηθῆτε νὰ ἀκούσετε αὐτὸν ποὺ σᾶς μιλεῖ. Διότι ἐὰν ἐκεῖνοι δὲν ἐξέφυγαν τὴν τιμωρίαν ὅταν ἀρνήθηκαν νὰ ἀκούσουν ἐκεῖνον, ποὺ τοὺς ἐδίδασκε ἐπὶ τῆς γῆς, πολὺ περισσότερον δὲν θὰ ξεφύγωμεν ἐμεῖς, ἐὰν ἀποστρεφώμεθα ἐκεῖνον, ποὺ εἶναι ἀπὸ τοὺς οὐρανούς.
26 Αὐτοῦ ἡ φωνὴ ἐσάλευσε τότε τὴν γῆν, τώρα δὲ ἔχει ὑποσχεθῇ, Ἀκόμη μιὰ φορὰ ἐγώ θὰ σείσω ὄχι μόνον τὴ γῆ ἀλλὰ καὶ τὸν οὐρανόν.
27 Αἱ λέξεις ἀκόμη μιὰ φορὰ φανερώνουν ὅτι ἐκεῖνα ποὺ σαλεύονται, ἐπειδὴ εἶναι δημιουργήματα, θὰ μετακινηθοῦν, διὰ νὰ παραμείνουν ἐκεῖνα, ποὺ δὲν εἶναι δυνατὸν νὰ σαλευθοῦν.
28 Διὰ τοῦτο, ἐπειδὴ μᾶς δίδεται βασίλειον ἀσάλευτον, ἂς εἴμεθα εὐγνώμονες καὶ ἂς λατρεύωμεν τὸν Θεὸν κατὰ τρόπον εὐάρεστον μὲ εὐλάβειαν καὶ φόβον,
29 διότι ὁ Θεός μας εἶναι φωτιὰ ποὺ κατακαίει.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΓ’
ΚΕΦΑΛΑΙΟΝ 13
Ἠθικὰ παραγγέλματα
1 Ἡ ἀγάπη πρὸς τοὺς ἀδελφοὺς νὰ μὴ παύῃ.
2 Μὴ λησμονᾶτε τὴν φιλοξενίαν, διότι μὲ αὐτὴν μερικοί, χωρὶς νὰ τὸ ξέρουν, ἐφιλοξένησαν ἀγγέλους.
3 Νὰ θυμᾶσθε τοὺς φυλακισμένους σὰν νὰ εἶσθε καὶ σεῖς φιλακισμένοι· νὰ θυμᾶσθε ὅσους ὑποφέρουν διότι καὶ σεῖς ἔχετε σῶμα.
4 Ὁ γάμος νὰ θεωρῆται ἄξιος τιμῆς ἀπὸ ὅλους καὶ ἡ συζυγικὴ κλίνη νὰ εἶναι ἀμόλυντη. Διότι τοὺς πόρνους καὶ τοὺς μοιχοὺς θὰ κατακρίνῃ ὁ Θεός.
5 Ἡ συμπεριφορά σας νὰ εἶναι ἀπηλλαγμένη ἀπὸ ἀγάπην πρὸς τὸ χρῆμα, νὰ ἀρκῆσθε εἰς ὅσα ἔχετε, διότι ὁ Θεὸς εἶπε, Δὲν θὰ σὲ ἀφήσω ἔρημον, οὔτε θὰ σὲ ἐγκαταλείψω·
6 καὶ ἔτσι μποροῦμε μὲ ἐμπιστοσύνην νὰ λέμε, Ὁ Κύριος εἶναι βοηθός μου, δὲν θὰ φοβηθῶ. Τί μπορεῖ νὰ μοῦ κάνῃ ὁ ἄνθρωπος;
Πειθαρχία εἰς τοὺς προϊσταμένους
7 Νὰ θυμᾶσθε τοὺς προϊσταμένους σας, οἱ ὁποῖοι σᾶς ἐκήρυξαν τὸν λόγον τοῦ Θεοῦ. Ἐξετάζετε τὴν ἔκβασιν τῆς ζωῆς των καὶ μιμεῖσθε τὴν πίστιν των.
8 Ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἴδιος χθὲς καὶ σήμερον καὶ αἰωνίως.
9 Μὴ παρασύρεσθε ἀπὸ διάφορες καὶ ξένες διδασκαλίες. Εἶναι καλὸν ἡ καρδιὰ νὰ ἐνισχύεται μὲ τὴν χάριν καὶ ὄχι μὲ φαγητά, ἀπὸ τὰ ὁποῖα δὲν εἶδαν καμμίαν ὠφέλειαν ὅσοι βασίζονται σ’ αὐτά.
10 Ἔχομεν θυσιαστήριον, ἀπὸ τὸ ὁποῖον δὲν ἔχουν δικαίωμα νὰ φάγουν ὅσοι λατρεύουν εἰς τὴν σκηνήν.
11 Τὰ σώματα τῶν ζώων, τῶν ὁποίων τὸ αἷμα φέρεται ὑπὸ τοῦ ἀρχιερέως εἰς τὰ Ἅγια τῶν Ἁγίων διὰ τὰς ἁμαρτίας, κατακαίονται ἔξω ἀπὸ τὸ στρατόπεδον.
12 Διὰ τοῦτο καὶ ὁ Ἰησοῦς διὰ νὰ ἁγιάσῃ τὸν λαὸν μὲ τὸ δικό του αἷμα, ἔπαθε ἔξω ἀπὸ τὴν πύλην.
13 Ἂς ἐξερχώμεθα λοιπὸν πρὸς αὐτὸν ἔξω ἀπὸ τὸ στρατόπεδον, βαστάζοντες τὸν ὀνειδισμόν του.
14 Διότι δὲν ἔχομεν ἐδῶ μόνιμη πόλιν ἀλλὰ λαχταροῦμεν τὴν μέλλουσαν.
15 Δι’ αὐτοῦ λοιπόν, ἂς προσφέρωμεν πάντοτε εἰς τὸν Θεὸν θυσίαν ἀπὸ ὕμνους, τὸν καρπὸν δηλαδὴ τῶν χειλέων μας, τὰ ὁποῖα ὁμολογοῦν τὸ ὄνομά του.
16 Μὴ λησμονᾶτε νὰ κάνετε τὸ καλὸν καὶ νὰ διαθέτετε ἀπὸ ὅ,τι ἔχετε καὶ εἰς ἄλλους, διότι σὲ τέτοιες θυσίες εὐχαριστεῖται ὁ Θεός.
17 Νὰ ὑπακούετε καὶ νὰ ὑποτάσσεσθε εἰς τοὺς προϊσταμένους σας, διότι αὐτοὶ ἀγρυπνοῦν διὰ τὰς ψυχάς σας, σὰν ἄνθρωποι ποὺ θὰ δώσουν λόγον γιὰ σᾶς. Ἂς κάνουν αὐτὸ μὲ χαρὰν καὶ ὄχι ἀναστενάζοντες, πρᾶγμα ποὺ δὲν θὰ ἦτο πρὸς τὸ συμφέρον σας.
Ἀποχαιρετιστήρια μηνύματα
18 Προσεύχεσθε γιὰ μᾶς, διότι εἴμεθα πεπεισμένοι ὅτι ἔχομεν ἀγαθὴν συνείδησιν, ἀφοῦ θέλομεν νὰ συμπεριφερώμεθα καλὰ σὲ κάθε περίπτωσιν.
19 Σᾶς παρακαλῶ νὰ τὸ κάνετε αὐτὸ μὲ μεγαλύτερον ζῆλον διὰ νὰ ἀποδοθῶ πάλιν σ’ ἐσᾶς τὸ ταχύτερον.
20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης ὁ ὁποῖος ἀνέστησε ἀπὸ τοὺς νεκροὺς τὸν μέγαν ποιμένα τῶν προβάτων, τὸν Κύριόν μας Ἰησοῦν Χριστόν, μὲ τὸ αἷμα αἰωνίου διαθήκης, εἴθε νὰ σᾶς κάνῃ τελείους εἰς κάθε καλὸν ἔργον, ὥστε νὰ κάνετε τὸ θέλημά του.
21 Ἂς ἐνεργῇ αὐτὸς μέσα σας τὸ εὐάρεστον ἐνώπιόν του διὰ τοῦ Ἰησοῦ Χριστοῦ, εἰς τὸν ὁποῖον ἀνήκει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22 Σᾶς παρακαλῶ, ἀδελφοί, νὰ ἀνεχθῆτε τοὺς ἐνθαρρυντικοὺς τούτους λόγους.
23 Σᾶς ἔγραψα, ἄλλως τε, συντόμως. Μάθετε ὅτι ὁ ἀδελφός μας Τιμόθεος ἀπολύθηκε· ἐὰν ἔλθω γρήγορα, θὰ σᾶς ἰδῶ μαζί του.
24 Χαιρετῆστε ὅλους τοὺς προϊσταμένους σας καὶ ὅλους τοὺς ἁγίους. Σᾶς χαιρετοῦν ὅσοι εἶναι ἀπὸ τὴν Ἰταλίαν.
25 Ἡ χάρις νὰ εἶναι μαζί μὲ ὅλους σας. Ἀμήν.