(c) OrthodoxAnswers.gr
Κυριακή , 11 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » Προς Θεσσαλονικείς Α’

Προς Θεσσαλονικείς Α’

 ΕΠΙΣΤΟΛΕΣ ΠΑΥΛΟΥ

επιστολες Παύλου

προς Κολοσσαείς Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β’ προς Θεσσαλονικείς

προς Ρωμαίους – Α’ προς Κορινθίους – Β’ προς Κορινθίους – προς Γαλάτας – προς Εφεσίους – προς Φιλιππισίους – προς Κολοσσαείς – Α’ προς Θεσσαλονικείς – Β’ προς Θεσσαλονικείς – Α’ προς Τιμόθεον – Β’ προς Τιμόθεον – προς Τίτον – προς Φιλήμονα – προς Εβραίους

  • κεφ.1-3 Πρωτότυπο
  • κεφ.1-3 Ερμηνεία
  • κεφ.4-5 Πρωτότυπο
  • κεφ.4-5 Ερμηνεία

 ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμὸς καὶ εὐχαριστία

1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,
3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν,
4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν,
5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν Πνεύματι Ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι’ ὑμᾶς·
6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου,
7 ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
8 Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου· οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι·
9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ,
10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ρυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.

Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
Ὁ Παῦλος ὑπεραμύνεται τοῦ ἱεραποστολικοῦ του ἔργου

1 Αὕτοι γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν,
2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.
3 Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ,
4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
5 Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς,
6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι,
7 ἀλλ’ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα·
8 οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.
9 Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ.
10 ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι
12 καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.

Διωγμός

13 Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
14 Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
15 τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ οργὴ εἰς τέλος.

Ἐνδιαφέρον τοῦ Παύλου διὰ τοὺς ἀναγνώστας του

17 Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
18 Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς.
19 Τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
20 Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.

Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ ἀποστολὴ τοῦ Τιμοθέου

1 Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι,
2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν,
3 τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα·
4 καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε.
5 Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
6 Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ’ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθήν, πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς,
7 διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ’ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως·
8 ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.
9 Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι’ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν,
10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11 Αὐτὸς δὲ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς·
12 ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς,
13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμὸς καὶ εὐχαριστία

1 Ὁ Παῦλος, ὁ Σιλουανὸς καὶ ὁ Τιμόθεος πρὸς τὴν ἐκκλησίαν τῶν Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ τὸν Θεὸν τὸν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν.
2 Εὐχαριστοῦμε τὸν Θεὸν πάντοτε δι’ ὅλους σας, ὅταν σᾶς ἀναφέρωμεν εἰς τὰς προσευχάς μας,
3 ἐνθυμούμενοι συνεχῶς ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατέρα μας ὅτι ἡ πίστις σας ἐκδηλώθηκε εἰς δρᾶσιν, ἡ ἀγάπη σας εἰς κόπους καὶ ἡ ἐλπίδα σας διὰ τὸν Κύριόν μας Ἰησοῦν Χριστὸν εἰς ὑπομονήν.
4 Γνωρίζομεν, ἀδελφοί, ἀγαπημένοι ἀπὸ τὸν Θεόν, ὅτι ἔχετε ἐκλεγῆ,
5 διότι τὸ εὐαγγέλιον τὸ ὁποῖον ἐκηρύξαμεν ἦλθε σ’ ἐσᾶς, ὄχι μόνον μὲ λόγια ἀλλὰ καὶ μὲ δύναμιν καὶ μὲ Ἅγιον Πνεῦμα καὶ μὲ πλήρη βεβαιότητα, γνωρίζετε δὲ πῶς ἐφερθήκαμε μεταξύ σας πρὸς χάριν σας.
6 Καὶ σεῖς ἐγίνατε μιμηταί μας καὶ τοῦ Κυρίου, διότι ἐδεχθήκατε τὸ κήρυγμα, μέσα σὲ πολλὴν θλῖψιν, μὲ χαρὰν ποὺ δίνει τὸ Ἅγιον Πνεῦμα,
7 ὥστε νὰ γίνετε ὑπόδειγμα εἰς ὅλους ποὺ ἔγιναν πιστοὶ εἰς τὴν Μακεδονίαν καὶ τὴν Ἀχαΐαν.
8 Διότι ἀπὸ σᾶς ἀντήχησε ὁ λόγος τοῦ Κυρίου, ὄχι μόνον εἰς τὴν Μακεδονίαν καὶ τὴν Ἀχαΐαν, ἀλλὰ καὶ εἰς κάθε τόπον ἔγινε γνωστὴ ἡ πίστις σας πρὸς τὸν Θεόν, ὥστε νὰ μὴ ὑπάρχῃ ἀνάγκη νὰ ποῦμε ἐμεῖς τίποτε.
9 Διότι αὐτοὶ οἱ ἴδιοι ἀναφέρουν γιὰ μᾶς, τί εἴδους ἐπίσκεψιν σᾶς ἐκάναμε καὶ πῶς ἐπιστρέψατε ἀπὸ τὰ εἴδωλα πρὸς τὸν Θεόν, ὥστε νὰ δουλεύετε Θεὸν ζωντανὸν καὶ ἀληθινόν,
10 καὶ νὰ ἀναμένετε ἀπὸ τοὺς οὐρανοὺς τὸν Υἱόν του, τὸν ὁποῖον ἀνέστησε ἀπὸ τοὺς νεκρούς, τὸν Ἰησοῦν, ὁ ὁποῖος μᾶς σώζει ἀπὸ τὴν ἐρχομένην ὀργήν.

Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
Ὁ Παῦλος ὑπεραμύνεται τοῦ ἱεραποστολικοῦ του ἔργου

1 Σεῖς οἱ ἴδιοι βέβαια ξέρετε, ἀδελφοί, ὅτι ἡ ἐπίσκεψίς μας σ’ ἐσᾶς δὲν ἔγινε εἰς μάτην,
2 ἀλλ’ ἂν καὶ προηγουμένως εἴχαμε ὑποφέρει καὶ κακοποιηθῆ εἰς Φιλίππους, καθὼς ξέρετε, εἴχαμε τὸ θάρρος, μὲ τὴν βοήθεια τοῦ Θεοῦ μας, νὰ σᾶς κηρύξωμεν τὸ εὐαγγέλιον τοῦ Θεοῦ μὲ μεγάλον ἀγῶνα.
3 Διότι ἡ προτροπή μας δὲν προήρχετο ἀπὸ πλάνην οὔτε ἀπὸ ἀνήθικον ἐλατήριον οὔτε ἀπὸ δόλον,
4 ἀλλ’ ἐπειδὴ μᾶς ἔκρινε ὁ Θεὸς καταλλήλους διὰ νὰ μᾶς ἐμπιστευθῇ τὸ εὐαγγέλιον, διὰ τοῦτο μιλᾶμε, ὄχι διὰ νὰ γίνωμεν ἀρεστοὶ εἰς τοὺς ἀνθρώπους ἀλλ’ εἰς τὸν Θεόν, ὁ ὁποῖος ἐξετάζει τὶς καρδιές μας.
5 Καθὼς ξέρετε, ποτὲ δὲν ἤλθαμε μὲ λόγια κολακευτικά, οὔτε μὲ ὑστεροβουλίαν πλεονεξίας, ὁ Θεὸς εἶναι μάρτυς,
6 οὔτε ἐζητήσαμε τιμὰς ἀπὸ τοὺς ἀνθρώπους, οὔτε ἀπὸ σᾶς οὔτε ἀπὸ ἄλλους, ἂν καὶ μπορούσαμε, σὰν ἀπόστολοι τοῦ Χριστοῦ, νὰ ἔχωμεν ἀπαιτήσεις.
7 Ἀλλὰ ἤμαστε στοργικοὶ μεταξύ σας, ὅπως μιὰ μητέρα περιθάλπει τὰ παιδιά της.
8 Μὲ τέτοιαν θερμὴν ἀγάπην πρὸς ἐσᾶς, εἴχαμε τὴν εὐχαρίστησιν νὰ σᾶς μεταδώσωμεν, ὄχι μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἀλλὰ καὶ τοὺς ἑαυτούς μας, διότι μᾶς ἔχετε γίνει ἀγαπητοί.
9 Θυμηθῆτε λοιπόν, ἀδελφοί, τὸν κόπον μας καὶ τὸν μόχθον, διότι νύχτα καὶ ἡμέραν ἐργαζόμενοι, διὰ νὰ μὴ ἐπιβαρύνωμεν κανένα ἀπὸ σᾶς, σᾶς ἐκηρύξαμεν τὸ εὐαγγέλιον τοῦ Θεοῦ.
10 Σεῖς καὶ ὁ Θεὸς εἶσθε μάρτυρες πόσον ἁγία, δικαία καὶ ἄψογη ὑπῆρξε ἡ συμπεριφορά μας πρὸς ἐσᾶς ποὺ πιστεύετε.
11 Ξέρετε ὅτι ἐφερθήκαμε στὸν καθένα ἀπὸ σᾶς, καθὼς φέρεται ἕνας πατέρας στὰ παιδιά του,
12 καὶ σᾶς προτρέπαμε, σᾶς ἐνθαρρύναμε καὶ σᾶς ἐξωρκίζαμε, νὰ ζῆτε κατὰ τρόπον ἄξιον πρὸς τὸν Θεόν, ὁ ὁποῖος σᾶς καλεῖ εἰς τὸ βασίλειόν του καὶ τὴν δόξαν του.

Διωγμός

13 Διὰ τοῦτο καὶ ἐμεῖς συνεχῶς εὐχαριστοῦμεν τὸν Θεόν, διότι ὅταν ἐλάβατε τὸν λόγον τοῦ Θεοῦ, τὸν ὁποῖον ἀκούσατε ἀπὸ μᾶς, τὸν ἐδεχθήκατε ὄχι σὰν λόγον ἀνθρώπων, ἀλλά, καθὼς εἶναι ἀληθινά, σὰν λόγον τοῦ Θεοῦ, ὁ ὁποῖος καὶ φέρει ἀποτελέσματα σ’ ἐσᾶς ποὺ πιστεύετε.
14 Σεῖς, ἀδελφοί, ἀκολουθήσατε τὸ παράδειγμα τῶν ἐκκλησιῶν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, ποὺ εἶναι εἰς τὴν Ἰουδαίαν, διότι ἐπάθατε καὶ σεῖς τὰ ἴδια ἀπὸ τοὺς ὁμοεθνεῖς σας καθὼς καὶ ἐκεῖνοι ἀπὸ τοὺς Ἰουδαίους,
15 οἱ ὁποῖοι καὶ τὸν Κύριον Ἰησοῦν ἐσκότωσαν καὶ τοὺς προφήτας των, καὶ ἐμᾶς κατεδίωξαν καὶ εἰς τὸν Θεὸν δὲν εἶναι ἀρεστοὶ καὶ εἶναι ἐνάντιοι πρὸς ὅλους τοὺς ἀνθρώπους,
16 διότι μᾶς ἐμποδίζουν νὰ κηρύξωμεν εἰς τὰ ἔθνη διὰ νὰ σωθοῦν, καὶ ἔτσι πάντοτε γεμίζουν τὸ μέτρον τῶν ἁμαρτιῶν των. Ἔφθασεν ὅμως ἐπὶ τέλους ἡ ὀργὴ ἐπάνω τους.

Ἐνδιαφέρον τοῦ Παύλου διὰ τοὺς ἀναγνώστας του

17 Ἀδελφοί, ὅταν ἐμείνατε ὀρφανοί, διότι ἀποχωρισθήκαμε ἀπὸ σᾶς προσωρινῶς, ἂν καὶ σᾶς εἴχαμε στὴν καρδιά μας, εἴχαμε ἀκόμη μεγαλύτερον πόθον νὰ ἰδοῦμε τὸ πρόσωπόν σας.
18 Διὰ τοῦτο ἠθέλαμε νὰ ἔλθωμεν σ’ ἐσᾶς, ἐγὼ μὲν ὁ Παῦλος καὶ μιὰ καὶ δυὸ φορές, ἀλλὰ μᾶς ἐμπόδισε ὁ Σατανᾶς.
19 Διότι ποιά εἶναι ἡ ἐλπίδα μας ἢ ἡ χαρὰ ἢ τὸ στεφάνι τῆς καυχήσεώς μας ἐνώπιον τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἔλευσίν του, ἐὰν δὲν εἶσθε σεῖς;
20 Ἀληθινά, σεῖς εἶσθε ἡ δόξα μας καὶ ἡ χαρά μας.

Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ ἀποστολὴ τοῦ Τιμόθεου

1 Διὰ τοῦτο, ὅταν δὲν ἠμπορούσαμε νὰ ἀνθέξωμεν πλέον, ἀπεφασίσαμεν νὰ μείνωμεν μόνοι εἰς τὰς Ἀθήνας,
2 καὶ ἐστείλαμεν τὸν Τιμόθεον, τὸν ἀδελφόν μας καὶ ὑπηρέτην τοῦ Θεοῦ καὶ συνεργάτην μας εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, μὲ τὸν σκοπὸν νὰ σᾶς στηρίξῃ καὶ σᾶς ἐνθαρρύνῃ εἰς τὴν πίστιν σας,
3 ὥστε νὰ μὴ κλονίζεται κανεὶς κατὰ τὰς θλίψεις αὐτάς. Διότι ξέρετε σεῖς οἱ ἴδιοι, ὅτι αὐτὸς εἶναι ὁ κλῆρός μας.
4 Καὶ ὅταν ἤμαστε μαζί σας, σᾶς προλέγαμε ὅτι θὰ ἔχωμεν θλίψεις, ὅπως καὶ ἔγινε, καθὼς ξέρετε.
5 Διὰ τοῦτο καὶ ἐγώ, ἐπειδὴ δὲν ἠμποροῦσα νὰ ἀνθέξω πλέον, ἔστειλα διὰ νὰ πληροφορηθῶ περὶ τῆς πίστεώς σας, μήπως σᾶς ἐπείραξε ὁ πειραστὴς καὶ ἀποβῇ εἰς μάτην ὁ κόπος μας.
6 Ἀλλὰ τώρα ἦλθε ὁ Τιμόθεος ἀπὸ σᾶς καὶ μᾶς ἔφερε καλὲς εἰδήσεις διὰ τὴν πίστιν σας καὶ τὴν ἀγάπην σας. Μᾶς εἶπε ὅτι διατηρεῖτε ἀγαθὴν ἀνάμνησιν γιὰ μᾶς καὶ πάντοτε ποθεῖτε ζωηρὰ νὰ μᾶς ἰδῆτε, ὅπως καὶ ἐμεῖς σᾶς ποθοῦμεν.
7 Καὶ ἔτσι, ἐδελφοί, εἰς ὅλην τὴν θλῖψίν μας καὶ τὴν στενοχώρια μας παρηγορηθήκαμε, λόγῳ τῆς πίστεώς σας,
8 διότι τώρα πραγματικὰ ζοῦμε, ἐὰν σεῖς στέκεσθε σταθεροὶ εἰς τὸν Κύριον.
9 Ποιάν, ἀλήθεια, εὐχαριστίαν μποροῦμε ν’ ἀνταποδώσωμεν εἰς τὸν Θεὸν γιὰ σᾶς, γιὰ ὅλην τὴν χαρὰν ποὺ αἰσθανόμεθα ἐξ αἰτίας σας ἐμπρὸς εἰς τὸν Θεόν μας,
10 καθὼς νύχτα καὶ ἡμέραν προσευχόμεθα μὲ θέρμην νὰ ἰδοῦμε τὸ πρόσωπόν σας καὶ νὰ συμπληρώσωμεν ὅ,τι λείπει εἰς τὴν πίστιν σας;
11 Εἴθε ὁ Θεὸς καὶ Πατέρας μας καὶ ὁ Κύριός μας Ἰησοῦς Χριστὸς νὰ κατευθύνῃ τὸν δρόμον μας πρὸς ἐσᾶς.
12 Ἐσᾶς δὲ ὁ Κύριος νὰ σᾶς κάνῃ ν’ αὐξηθῆτε καὶ νὰ ξεχειλίσετε ἀπὸ ἀγάπην μεταξύ σας καὶ πρὸς ὅλους,
13 ὅπως ἡ δική μας ἀγάπη πρὸς ἐσᾶς, ὥστε νὰ ἐνισχύσῃ τὶς καρδιές σας διὰ νὰ βρεθοῦν ἄψογοι εἰς ἁγιότητα ἐμπρός εἰς τὸν Θεὸν καὶ Πατέρα μας κατὰ τὴν ἔλευσιν τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ μαζὶ μὲ ὅλους τοὺς ἁγίους του.

Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4
Πρακτικὰ παραγγέλματα

1 Τὸ λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ’ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον·
2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ.
3 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
5 μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν,
6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα.
7 Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ’ ἐν ἁγιασμῷ.
8 Τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ὑμᾶς.
9 Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους·
10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον
11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν,
12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.

Ἡ ἀνάστασις τῶν πεθαμένων

13 Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
14 Εἰ γὰρ πιστεύομεν ὅτι ᾿Ιησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ ᾿Ιησοῦ ἄξει σὺν αὐτῷ.
15 Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·
16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
18 Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5
Ἡ ἔλευσις τοῦ Κυρίου καὶ ἡ ἀνάγκη ἐγρηγόρσεως

1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·
2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
3 Ὅταν γὰρ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4 Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·
5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
6 Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7 Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
8 ὑμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ’ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.

Διάφοροι προτροπαὶ καὶ ἐπίλογος

12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15 Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
16 Πάντοτε χαίρετε,
17 ἀδιαλείπτως προσεύχεσθε,
18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19 Τὸ Πνεῦμα μὴ σβέννυτε,
20 προφητείας μὴ ἐξουθενεῖτε.
21 Πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε·
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 Ὁρκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.
28 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν· ἀμήν.

Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4
Πρακτικὰ παραγγέλματα

1 Κατὰ τὰ ἄλλα, ἀδελφοί, σᾶς παρακαλοῦμεν καὶ σᾶς προτρέπομεν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, καθὼς παραλάβατε ἀπὸ μᾶς τὸ πῶς πρέπει νὰ ζῆτε καὶ νὰ εἶσθε ἀρεστοὶ εἰς τὸν Θεόν, νὰ τὸ κάνετε αὐτὸ ἀκόμη τελειότερα.
2 Ξέρετε ποίας παραγγελίας σᾶς ἐδώσαμεν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
3 Τοῦτο εἶναι τὸ θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμός σας, νὰ ἀπέχετε ἀπὸ τὴν πορνείαν, νὰ ξέρῃ ὁ καθένας ἀπὸ σᾶς νὰ χρησιμοποιῆ τὸ σῶμά του μὲ ἁγιασμὸν καὶ τιμήν, ὄχι διὰ παράφορα πάθη,
5 ὅπως καὶ οἱ ἐθνικοὶ ποὺ δὲν ξέρουν τὸν Θεόν·
6 νὰ μὴ ἁμαρτάνῃ καὶ ἐκμεταλλεύεται τὸν ἀδελφόν του εἰς τὰ ζητήματα αὐτά, διότι ὁ Κύριος θὰ εἶναι ὁ δίκαιος τιμωρὸς δι’ ὅλα αὐτὰ, καθὼς σᾶς εἴπαμε καὶ ἐτονίσαμε προηγουμένως.
7 Διότι ὁ Θεὸς δὲν μᾶς ἐκάλεσε δι’ ἀκάθαρτον βίον ἀλλὰ δι’ ἁγιασμόν.
8 Ὅποιος λοιπὸν περιφρονεῖ αὐτά, δὲν περιφρονεῖ ἄνθρωπον, ἀλλὰ τὸν Θεόν, ὁ ὁποῖος καὶ σᾶς ἔδωσε τὸ Πνεῦμά του τὸ Ἅγιον.
9 Ὅσον ἀφορᾷ τὴν ἀγάπην πρὸς τοὺς ἀδελφούς, δὲν ἔχετε ἀνάγκην νὰ σᾶς γράψω, διότι σεῖς οἱ ἴδιοι ἔχετε διδαχθῆ ἀπὸ τὸν Θεὸν ν’ ἀγαπᾶτε ἀλλήλους.
10 Πραγματικά, φέρεσθε κατ’ αὐτὸν τὸν τρόπον πρὸς ὅλους τοὺς ἀδελφοὺς ποὺ βρίσκονται εἰς ὅλην τὴν Μακεδονίαν. Ἀλλὰ σᾶς προτρέπομεν, ἀδελφοί, νὰ τὸ κάνετε αὐτὸ ἀκόμη περισσότερον·
11 νὰ φιλοδοξῆτε νὰ ἔχετε ἥσυχη ζωή, νὰ φροντίζετε διὰ τὰς δικάς σας ὑποθέσεις καὶ νὰ ἐργάζεσθε μὲ τὰ ἴδια σας τὰ χέρια, καθὼς σᾶς παραγγείλαμε,
12 διὰ νὰ συμπεριφέρεσθε ἀξιοπρεπῶς πρὸς τοὺς ἔξω καὶ νὰ μὴν ἔχετε ἀνάγκην κανενός.

Ἡ ἀνάστασις τῶν πεθαμένων

13 Δὲν θέλομεν, ἀδελφοί, νὰ ἀγνοῆτε ὅσον ἀφορᾷ ἐκείνους ποὺ κοιμοῦνται, διὰ νὰ μὴ λυπῆσθε ὅπως καὶ οἱ λοιποὶ ποὺ δὲν ἔχουν ἐλπίδα.
14 Διότι ἐὰν πιστεύωμεν ὅτι ὁ Ἰησοῦς πέθανε καὶ ἀναστήθηκε, ἔτσι καὶ ὁ Θεὸς διὰ τοῦ Ἰησοῦ θὰ φέρῃ μαζί του ἐκείνους ποὺ κοιμήθηκαν.
15 Διότι σᾶς λέγομεν ἐπὶ τῇ βάσει λόγου τοῦ Κυρίου τὰ ἑξῆς, ὅτι ἐμεῖς οἱ ζῶντες ποὺ θὰ παραμείνωμεν μέχρι τῆς ἐλεύσεως τοῦ Κυρίου, δὲν θὰ φθάσωμεν προτήτερα ἀπὸ ἐκείνους ποὺ κοιμήθηκαν,
16 διότι αὐτὸς ὁ Κύριος μὲ παράγγελμα, μὲ φωνὴν ἀρχαγγέλου καὶ μὲ σάλπιγγα Θεοῦ θὰ κατεβῇ ἀπὸ τὸν οὐρανὸν καὶ πρῶτοι οἱ νεκροὶ ἐν Χριστῷ θὰ ἀναστηθοῦν,
17 ἔπειτα ἐμεῖς ὅσοι ζοῦμε, οἱ ὁποῖοι ἀπομένομεν, θὰ ἁρπαχθοῦμε μαζὶ μὲ αὐτοὺς μέσα σὲ νεφέλες πρὸς προϋπάντησιν τοῦ Κυρίου εἰς τὸν ἀέρα καὶ ἔτσι θὰ εἴμεθα πάντοτε μὲ τὸν Κύριον.
18 Ὥστε παρηγορεῖτε ὁ ἕνας τὸν ἄλλον μὲ τὰ λόγια αὐτά.

Α’ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5
Ἡ ἔλευσις τοῦ Κυρίου καὶ ἡ ἀνάγκη ἐγρηγόρσεως

1 Ὡς πρὸς δὲ τοὺς χρόνους καὶ τοὺς καιρούς, ἀδελφοί, δὲν ἔχετε ἀνάγκην νὰ σᾶς γράψω,
2 διότι καὶ σεῖς οἱ ἴδιοι ξέρετε καλά, ὅτι ἡ Ἡμέρα τοῦ Κυρίου θὰ ἔλθῃ σὰν κλέφτης τὴν νύχτα.
3 Ὅταν λέγουν, «Εἰρήνη καὶ ἀσφάλεια», τότε ἔρχεται ἐπάνω τους αἰφνίδια καταστροφή, ὅπως ὁ κοιλόπονος εἰς τὴν ἔγκυον, καὶ δὲν θὰ μπορέσουν νὰ ξεφύγουν.
4 Σεῖς ὅμως, ἀδελφοί, δὲν ἀνήκετε εἰς τὸ σκοτάδι, διὰ νὰ σᾶς καταλάβῃ ξαφνικὰ ἡ ἡμέρα ἐκείνη σὰν κλέφτης.
5 Ὅλοι σεῖς εἶσθε παιδιὰ φωτός, παιδιὰ ἡμέρας. Δὲν ἀνήκετε εἰς τὴν νύχτα οὔτε εἰς τὸ σκοτάδι.
6 Ὥστε λοιπόν, ἂς μὴ κοιμώμεθα ὅπως καὶ οἱ λοιποί, ἀλλ’ ἂς εἴμεθα ἄγρυπνοι καὶ νηφάλιοι.
7 Οἱ κοιμώμενοι κοιμοῦνται τὴν νύχτα καὶ οἱ μέθυσοι μεθοῦν τὴν νύχτα.
8 Ἀλλ’ ἐμεῖς ποὺ ἀνήκομεν εἰς τὴν ἡμέραν, ἂς εἴμεθα νηφάλιοι καὶ ἂς ἐνδυθοῦμε τὸν θώρακα τῆς πίστεως καὶ τῆς ἀγάπης, καὶ τὴν ἐλπίδα τῆς σωτηρίας διὰ περικεφαλαίαν,
9 διότι ὁ Θεὸς δὲν μᾶς προώρισε δι’ ὀργὴν ἀλλὰ διὰ νὰ ἀποκτήσωμεν σωτηρίαν διὰ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ,
10 ὁ ὁποῖος ἐπέθανε γιὰ μᾶς, ὥστε, εἴτε εἴμεθα ἄγρυπνοι εἴτε κοιμώμεθα, νὰ ζήσωμεν μαζί του.
11 Διὰ τοῦτο, παρηγορεῖτε ὁ ἕνας τὸν ἄλλον καὶ οἰκοδομεῖτε ὁ ἕνας τὸν ἄλλον ὅπως καὶ κάνετε.

Διάφοροι προτροπαὶ καὶ ἐπίλογος

12 Σᾶς παρακαλοῦμεν δέ, ἀδελφοί, νὰ ἀναγνωρίζετε ἐκείνους ποὺ κοπιάζουν μεταξύ σας καὶ εἶναι προϊστάμενοί σας ἐν Κυρίῳ καὶ σᾶς νουθετοῦν,
13 καὶ νὰ ἔχετε πρὸς αὐτοὺς πολὺ μεγάλην ἐκτίμησιν καὶ ἀγάπην διὰ τὸ ἔργον τους. Νὰ ἔχετε μεταξύ σας εἰρήνην.
14 Σᾶς παρακαλοῦμεν, ἀδελφοί, νὰ νουθετῆτε τοὺς ἀτάκτους, νὰ παρηγορῆτε τοὺς ὀλιγόψυχους, νὰ βοηθᾶτε τοὺς ἀδύνατους, νὰ μακροθυμῆτε πρὸς ὅλους.
15 Προσέχετε μήπως κανεὶς ἀποδώσῃ εἰς κάποιον κακόν ἀντὶ κακοῦ, ἀλλὰ πάντοτε νὰ ἐπιδιώκετε νὰ κάνετε τὸ καλὸν καὶ μεταξύ σας καὶ πρὸς ὅλους.
16 Πάντοτε χαίρετε, συνεχῶς προσεύχεσθε,
17 διὰ κάθε τι νὰ εὐχαριστῆτε,
18 διότι τοῦτο εἶναι τὸ θέλημα τοῦ Θεοῦ πρὸς ἐσᾶς ἐν Χριστῷ Ἰησοῦ.
19 Τὸ Πνεῦμα μὴ τὸ σβήνετε·
20 προφητείας μὴ περιφρονῆτε·
21 ὅλα νὰ τὰ δοκιμάζετε καὶ νὰ κρατᾶτε ὅ,τι εἶναι καλόν.
22 Νὰ εἶσθε μακρυὰ ἀπὸ κάθε εἶδος πονηροῦ.
23 Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης νὰ σᾶς κάνῃ καθ’ ὁλοκληρίαν ἁγίους, καὶ ὁλόκληρον τὸ πνεῦμά σας καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα νὰ διατηρηθοῦν ἄμεμπτα κατὰ τὴν ἔλευσιν τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.
24 Εἶναι ἀξιόπιστος ἐκεῖνος ποὺ σᾶς καλεῖ, αὐτὸς καὶ θὰ τὰ πραγματοποιήσῃ.
25 Ἀδελφοί, προσεύχεσθε γιὰ μᾶς.
26 Χαιρετῆστε ὅλους τοὺς ἀδελφοὺς μὲ φίλημα ἅγιον.
27 Σᾶς ἐξορκίζω εἰς τὸν Κύριον νὰ διαβασθῇ ἡ ἐπιστολὴ εἰς ὅλους τοὺς ἁγίους ἀδελφούς.
28 Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νὰ εἶναι μαζί σας. Ἀμήν.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.