ΕΠΙΣΤΟΛΕΣ ΠΑΥΛΟΥ
προς Φιλιππισίους ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Α’ προς Θεσσαλονικείς
προς Ρωμαίους – Α’ προς Κορινθίους – Β’ προς Κορινθίους – προς Γαλάτας – προς Εφεσίους – προς Φιλιππισίους – προς Κολοσσαείς – Α’ προς Θεσσαλονικείς – Β’ προς Θεσσαλονικείς – Α’ προς Τιμόθεον – Β’ προς Τιμόθεον – προς Τίτον – προς Φιλήμονα – προς Εβραίους
- κεφ.1-2 Πρωτότυπο
- κεφ.1-2 Ερμηνεία
- κεφ.3-4 Πρωτότυπο
- κεφ.3-4 Ερμηνεία
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός
1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός,
2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Εὐχαριστία καὶ προσευχή
3 Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ,
7 καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ,
8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι.
9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
10 περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ,
11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς
12 εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ
14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
Τὸ πρόσωπον καὶ τὸ ἔργον τοῦ Χριστοῦ
15 Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως,
16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
17 καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε,
18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
19 ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι
20 καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι’ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
21 Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν
22 ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,
23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
Ἡ συμμετοχὴ τοῦ Παύλου εἰς τὸ ἔργον τοῦ Χριστοῦ
24 Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ,
26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
27 οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ·
29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί,
2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ τοῦ Χριστοῦ,
3 ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.
Ἕνωσις μὲ τὸν Χριστὸν καὶ προφύλαξις ἀπὸ τὴν ψευδῆ σοφίαν
4 Τοῦτο δὲ λέγω ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ·
5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε,
7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.
8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.
13 Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα,
14 ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·
15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων,
17 ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ.
18 Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
20 Εἰ οὖν ἀπεθάνετε σὺν τῷ Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε,
21 μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς
22 ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;
23 Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός
1 Ὁ Παῦλος, ἀπόστολος τοῦ Ἰησοῦ Χριστοῦ μὲ τὸ θέλημα τοῦ Θεοῦ, καὶ ὁ Τιμόθεος ὁ ἀδελφός,
2 πρὸς τοὺς ἁγίους καὶ πιστοὺς ἀδελφοὺς ἐν Χριστῷ, ποὺ εἶναι εἰς τὰς Κολοσσάς· χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ τὸν Θεὸν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν.
Εὐχαριστία καὶ προσευχή
3 Εὐχαριστοῦμεν πάντοτε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ γιὰ σᾶς, ὅταν προσευχώμεθα,
4 διότι ἀκούσαμε τὴν πίστιν σας εἰς τὸν Χριστὸν Ἰησοῦν καὶ τὴν ἀγάπην σας, τὴν ὁποίαν ἔχετε πρὸς ὅλους τοὺς ἁγίους,
5 ἕνεκα τῆς ἐλπίδος, ἡ ὁποία εἶναι ἀποταμιευμένη γιὰ σᾶς εἰς τοὺς οὐρανούς, περὶ τῆς ὁποίας ἀκούσατε προηγουμένως κατὰ τὸ κήρυγμα τῆς ἀληθείας τοῦ εὐαγγελίου,
6 τὸ ὁποῖον ἦλθε σ’ ἐσᾶς, καθὼς καὶ εἰς ὅλον τὸν κόσμον, καὶ φέρει καρποὺς καὶ αὐξάνει, ὅπως καὶ μεταξύ σας, ἀπὸ τὴν ἡμέραν ποὺ ἀκούσατε καὶ ἐγνωρίσατε ἀληθινὰ τὴν χάριν τοῦ Θεοῦ.
7 Ἔτσι τὴν ἐμάθατε ἀπὸ τὸν ἀγαπητὸν Ἐπαφρᾶν, τὸν σύνδουλόν μας, ὁ ὁποῖος εἶναι πιστὸς ὑπηρέτης τοῦ Χριστοῦ πρὸς χάριν σας,
8 ὁ ὁποῖος καὶ μᾶς ἔκανε γνωστὴν τὴν ἐν Πνεύματι ἀγάπην σας.
9 Διὰ τοῦτο καὶ ἐμεῖς, ἀπὸ τὴν ἡμέραν ποὺ τὸ ἀκούσαμε δὲν ἐπαύσαμε νὰ προσευχώμεθα γιὰ σᾶς καὶ νὰ παρακαλοῦμεν νὰ λάβετε τελείαν γνῶσιν τοῦ θελήματός του μὲ ὅλην τὴν σοφίαν καὶ πνευματικὴν σύνεσιν,
10 ὥστε νὰ ζῆτε κατὰ τρόπον ἄξιον πρὸς τὸν Κύριον καὶ νὰ ἀρέσετε εἰς αὐτὸν καθ’ ὅλα, φέροντες ὡς καρπὸν κάθε εἴδους καλὰ ἔργα καὶ αὐξάνοντες εἰς ἀκριβῆ γνῶσιν περὶ τοῦ Θεοῦ.
11 Προσευχόμεθα νὰ δυναμωθῆτε εἰς κάθε δύναμιν, σύμφωνα πρὸς τὴν ἔνδοξον παντοδυναμίαν του, διὰ νὰ δείχνετε ὑπομονὴν καὶ μακροθυμίαν εἰς τὸ κάθε τι,
12 καὶ νὰ εὐχαριστῆτε μὲ χαρὰν τὸν Πατέρα, ὁ ὁποῖος μᾶς ἔκανε ἱκανοὺς νὰ ἔχωμεν μερίδα εἰς τὴν κληρονομίαν τῶν ἁγίων εἰς τὴν σφαῖραν τοῦ φωτός·
13 ὁ ὁποῖος μᾶς ἔσωσεν ἀπὸ τὴν ἐξουσίαν τοῦ σκότους καὶ μᾶς μετέφερε εἰς τὴν βασιλείαν τοῦ ἀγαπητοῦ του Υἱοῦ.
14 Δι’ αὐτοῦ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν συγχώρησιν τῶν ἁμαρτιῶν.
Τὸ πρόσωπον καὶ τὸ ἔργον τοῦ Χριστοῦ
15 Αὐτὸς εἶναι εἰκὼν τοῦ ἀοράτου Θεοῦ, πρωτότοκος ὅλων τῶν δημιουργημάτων,
16 διότι δι’ αὐτοῦ ἐδημιουργήθησαν τὰ πάντα, τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι. Τὰ πάντα δι’ αὐτοῦ καὶ δι’ αὐτὸν ἔχουν δημιουργηθῆ.
17 Αὐτὸς ὑπάρχει πρὶν ἀπὸ ὅλα καὶ ὅλα δι’ αὐτοῦ συγκρατοῦνται εἰς τὴν ὕπαρξιν.
18 Καὶ αὐτὸς εἶναι ἡ Κεφαλὴ τοῦ σώματος, δηλαδὴ τῆς ἐκκλησίας. Εἶναι ἡ ἀρχή, ὁ πρωτότοκος ἐκ τῶν νεκρῶν, διὰ νὰ γίνῃ αὐτὸς ὁ πρῶτος εἰς ὅλα,
19 διότι εἰς αὐτὸν εὐαρεστήθηκε νὰ κατοικήσῃ ὅλον τὸ πλήρωμα τοῦ Θεοῦ,
20 καὶ δι’ αὐτοῦ νὰ συμφιλιώσῃ μετὰ τοῦ ἑαυτοῦ του τὰ πάντα, τόσον τὰ ἐπίγεια, ὅσον καὶ τὰ ἐπουράνια, ἀφοῦ ἔφερε τὴν εἰρήνην μὲ τὸ αἷμα τοῦ σταυροῦ του.
21 Καὶ σεῖς κάποτε ἤσαστε ἀποξενωμένοι καὶ ἐχθρικῆς διαθέσεως, καὶ τὰ ἔργα σας ἦσαν πονηρά,
22 ἀλλὰ τώρα ὁ Θεὸς μὲ τὸ σάρκινον σῶμα τοῦ Χριστοῦ σᾶς συμφιλίωσε διὰ τοῦ θανάτου του, διὰ νὰ σᾶς παρουσιάσῃ ἐνώπιόν του ἁγίους, χωρὶς καμμίαν κηλῖδα καὶ κατηγορίαν,
23 ἀρκεῖ νὰ ἐξακολουθήσετε νὰ μένετε εἰς τὴν πίστιν, θεμελιωμένοι καὶ σταθεροί, χωρὶς νὰ μετακινῆσθε ἀπὸ τὴν ἐλπίδα ποὺ προσφέρεται εἰς τὸ εὐαγγέλιον τὸ ὁποῖον ἀκούσατε καὶ τὸ ὁποῖον ἐκηρύχθηκε εἰς ὅλα τὰ δημιουργήματα ὑπὸ τὸν οὐρανόν, τοῦ ὁποίου εὐαγγελίου ἐγὼ ὁ Παῦλος ἔγινα ὑπηρέτης.
Ἡ συμμετοχὴ τοῦ Παύλου εἰς τὸ ἔργον τοῦ Χριστοῦ
24 Τώρα χαίρω δι’ ὅσα ὑποφέρω πρὸς χάριν σας καὶ συμπληρώνω εἰς τὴν σάρκα μου ἐκεῖνο ποὺ λείπει εἰς τὰ παθήματα τοῦ Χριστοῦ, πρὸς χάριν τοῦ σώματός του, τὸ ὁποῖον εἶναι ἡ ἐκκλησία,
25 τῆς ὁποίας ἐγὼ ἔγινα ὑπηρέτης, σύμφωνα μὲ τὴν ἐντολὴν ποὺ μοῦ ἐδόθηκε ἀπὸ τὸν Θεὸν γιὰ σᾶς, νὰ ἐκτελέσω εἰς τὴν ἐντέλειαν τὸ κήρυγμα τοῦ λόγου τοῦ Θεοῦ,
26 τὸ μυστήριον ποὺ ἦτο κρυμμένον ἐπὶ αἰῶνας καὶ ἐπὶ γενεάς, τώρα δὲ ἐφανερώθηκε εἰς τοὺς ἁγίους του.
27 Εἰς αὐτοὺς ἠθέλησε ὁ Θεὸς νὰ κάνῃ γνωστὸν πόσον μεγάλος εἶναι ὁ ἔνδοξος πλοῦτος τοῦ μυστηρίου τούτου εἰς τοὺς ἐθνικούς, δηλαδὴ ὁ Χριστὸς μέσα σας, ἡ ἐλπίδα τῆς δόξης.
28 Αὐτὸν ἐμεῖς κηρύττομεν, καὶ συμβουλεύομεν κάθε ἔνθρωπον καὶ διδάσκομεν κάθε ἄνθρωπον μὲ ὅλην τὴν σοφίαν, διὰ νὰ παρουσιάσωμεν κάθε ἔνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.
29 Πρὸς τὸν σκοπὸν αὐτὸν καὶ κοπιάζω ἀγωνιζόμενος μὲ τὴν ἐνέργειάν του, ἡ ὁποία ἐνεργεῖ μέσα μου μὲ δύναμιν.
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
1 Θέλω νὰ ξέρετε τί μεγάλον ἀγῶνα διεξάγω γιὰ σᾶς καὶ δι’ ὅσους εἶναι εἰς τὴν Λαοδικείαν καὶ δι’ ὅλους ὅσοι δὲν ἔχουν ἰδῆ τὸ πρόσωπόν μου, διὰ νὰ ἐνθαρρυνθοῦν οἱ καρδιές τους,
2 ἑνωμένοι μὲ ἀγάπην εἰς πλουσίαν κατανόησιν, εἰς πλήρη γνῶσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦ Χριστοῦ,
3 εἰς τὸν ὁποῖον εἶναι κρυμμένοι ὅλοι οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως.
Ἕνωσις μὲ τὸν Χριστὸν καὶ προφύλαξις ἀπὸ τὴν ψευδῆ σοφίαν
4 Λέγω δὲ αὐτό, διὰ νὰ μὴ σᾶς παραπλανήσῃ κανεὶς μὲ ἔντεχνα λόγια,
5 διότι, ἂν καὶ κατὰ τὸ σῶμα εἶμαι ἀπών, εἶμαι ὅμως μαζί σας μὲ τὸ πνεῦμα, καὶ χαίρω ποὺ βλέπω τὴν τάξιν καὶ τὴν σταθερότητα τῆς πίστεώς σας εἰς τὸν Χριστόν.
6 Ὅπως λοιπὸν παραλάβατε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἔτσι νὰ ζῆτε ἐν αὐτῷ, ριζωμένοι καὶ οἰκοδομούμενοι ἐν αὐτῷ,
7 καὶ σταθεροὶ εἰς τὴν πίστιν καθὼς ἐδιδαχθήκατε, ξεχειλίζοντες ἀπὸ εὐχαριστίας.
8 Προσέχετε μήπως σᾶς παρασύρῃ κανεὶς μὲ τὴν φιλοσοφίαν καὶ μὲ κούφια ἀπατηλὰ πράγματα, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ ὄχι κατὰ Χριστόν,
9 διότι εἰς αὐτὸν κατοικεῖ ὁλόκληρον τὸ πλήρωμα τῆς Θεότητος ἐν σωματικῇ μορφῇ.
10 Καὶ ἐν αὐτῷ εἶσθε πλήρεις· αὐτὸς εἶναι ἡ κεφαλὴ κἀθε ἀρχῆς καὶ ἐξουσίας.
11 Ἐν αὐτῷ ἐπίσης ἔχετε περιτμηθῆ, ὄχι μὲ περιτομὴν καμωμένην μὲ χέρια ἀνθρώπου, ἀλλὰ διὰ τῆς ἀποβολῆς τοῦ σαρκίνου σώματος, δηλαδὴ μὲ τὴν περιτομὴν τοῦ Χριστοῦ,
12 καὶ ἐνταφιασθήκατε μαζί του κατὰ τὸ βάπτισμα, κατὰ τὸ ὁποῖον καὶ ἀναστηθήκατε μαζί του διὰ τῆς πίστεως εἰς δύναμιν τοῦ Θεοῦ, ὁ ὁποῖος τὸν ἀνέστησε ἀπὸ τοὺς νεκρούς.
13 Ἀκόμη ὅταν ἤσαστε νεκροὶ ἕνεκα τῶν ἁμαρτιῶν σας καὶ τοῦ ὅτι ἤσαστε ἀπερίτμητοι, σᾶς ἐζωοποίησε μαζὶ μὲ αὐτὸν καὶ μᾶς συγχώρησε ὅλας τὰς ἁμαρτίας μας·
14 ἀκύρωσε τὸ χρεωστικόν μας ἔγγραφον μὲ τὰς διατάξεις του, τὸ ὁποῖον ἦτο ἐναντίον μας· τὸ ἐπῆρε ἀπὸ τὸ μέσον καὶ τὸ ἐκάρφωσε εἰς τὸν σταυρόν·
15 ἀπεγύμνωσε δι’ αὐτοῦ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰς διεπόμπευσε δημοσία, σύρων αὐτὰς εἰς τὴν θριαμβευτικὴν πομπήν του.
16 Κανεὶς λοιπόν, ἂς μὴ σᾶς κρίνῃ διὰ φαγητὸν ἢ ποτὸν ἢ σχετικῶς μὲ ἑορτὴν ἢ πρωτομηνιὰ ἢ τὰ Σάββατα,
17 τὰ ὁποῖα εἶναι σκιὰ τῶν μελλόντων, ἐνῷ ἡ οὐσία βρίσκεται εἰς τὸν Χριστόν.
18 Κανεὶς ἂς μὴ σᾶς στερήσῃ τὸ βραβεῖον, ἀρεσκόμενος εἰς δῆθεν ταπεινοφροσύνην καὶ λατρείαν τῶν ἀγγέλων, ἐρευνῶν πράγματα τὰ ὁποῖα δὲν εἶδε, ὑπερηφανευόμενος χωρὶς λόγον ἀπὸ τὸν κοσμικόφρονα νοῦν του,
19 καὶ ὁ ὁποῖος δὲν κρατιέται ἀπὸ τὴν Κεφαλήν, ἀπὸ τὸν ὁποῖον τὸ ὅλον σῶμα, τρεφόμενον καὶ συνδεόμενον διὰ τῶν ἀρθρώσεων καὶ τῶν νεύρων, αὐξάνει μὲ αὔξισιν ποὺ δίνει ὁ Θεός.
20 Ἐὰν λοιπὸν ἐπεθάνατε μαζὶ μὲ τὸν Χριστὸν ὡς πρὸς τὰ στοιχεῖα τοῦ κόσμου, διατί, σὰν νὰ ἐζούσατε τὴν ζωὴν τοῦ κόσμου,
21 ὑποβάλλεσθε εἰς παραγγέλματα: «Μὴ ἀγγίξῃς, μὴ γευθῇς, μὴ θίξῃς»;
22 – ὅλα αὐτὰ ἀναφέρονται σὲ πράγματα τὰ ὁποῖα διὰ τῆς χρήσεως φθείρονται – κατὰ τὰς ἐντολὰς καὶ τὰς διδασκαλίας τῶν ἀνθρώπων.
23 Αὐτὰ ἔχουν κάποιαν ἐμφάνισιν σοφίας, ἡ ὁποία συνίσταται εἰς μίαν θρησκείαν ἰδίας ἀρεσκείας, αὐτοταπείνωσιν καὶ περιφρόνησιν τοῦ σώματος, δὲν ἔχουν ὅμως καμμίαν ἀξίαν διὰ τὴν καταπολέμησιν τοῦ σαρκικοῦ φρονήματος.
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Αἱ συνέπειαι τῆς συναναστάσεως μὲ τὸν Χριστόν
1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος,
2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.
3 Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ·
4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία,
6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,
7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς·
8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν,
11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν,
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·
14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος.
15 Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε·
16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
17 Καὶ πᾶν ὅ,τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ δι’ αὐτοῦ.
Χριστιανικὴ οἰκογενειακὴ ζωή
18 Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.
19 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
20 Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον τῷ Κυρίῳ.
21 Οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
22 Οἱ δοῦλοι ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν.
23 Καὶ πᾶν ὅ,τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24 εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε·
25 ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία.
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
1 Οἱ κύριοι τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.
2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι,
4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
6 Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
Προσωπικοὶ χαιρετισμοὶ καὶ ἐπίλογος
7 Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ,
8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε.
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν,
11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
12 Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ·
13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
15 Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ’ οἶκον αὐτοῦ ἐκκλησίαν·
16 καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
17 Καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ’ ὑμῶν· ἀμήν.
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Αἱ συνέπειαι τῆς συναναστάσεως μὲ τὸν Χριστόν
1 Ἐὰν λοιπὸν ἔχετε ἀναστηθῆ μαζὶ μὲ τὸν Χριστόν, νὰ ζητᾶτε ὅσα εἶναι ἐπάνω, ὅπου ὁ Χριστὸς κάθεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ,
2 νὰ σκέπτεσθε τὰ πράγματα ἐκεῖ ἐπάνω καὶ ὄχι τὰ ἐπίγεια.
3 Διότι ἔχετε πεθάνει καὶ ἡ ζωή σας εἶναι κρυμμένη μαζὶ μὲ τὸν Χριστὸν εἰς τὸν Θεόν.
4 Ὅταν ὁ Χριστός, ποὺ εἶναι ἡ ζωή μας, φανερωθῇ, τότε καὶ σεῖς θὰ φανερωθῆτε μαζί του δοξασμένοι.
5 Νεκρώσατε λοιπὸν ὅ,τι γήϊνον εἶναι μέσα σας, δηλαδὴ τὴν πορνείαν, τὴν ἀκαθαρσίαν, τὸ πάθος, τὴν κακὴν ἐπιθυμίαν καὶ τὴν πλεονεξίαν, ἡ ὁποία εἶναι εἰδωλολατρεία,
6 ἕνεκα τῶν ὁποίων ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπάνω εἰς τοὺς ἀπειθεὶς ἀνθρώπους.
7 Αὐτὰ ἀκολουθούσατε καὶ σεῖς κάποτε, ὅταν ἐζούσατε αὐτὴν τὴν ζωήν.
8 Ἀλλὰ τώρα ἀποβάλατε καὶ σεῖς ὅλα αὐτά, τὴν ὀργήν, τὸν θυμόν, τὴν κακίαν, τὴν δυσφήμησιν, τὴν αἰσχρολογίαν τοῦ στόματος.
9 Μὴν λέτε ψέμματα ὁ ἕνας εἰς τὸν ἄλλον, ἀφοῦ ἔχετε ἀποβάλει τὸν παλαιὸν ἄνθρωπον μὲ τὰς πράξεις του,
10 καὶ ἔχετε ἐνδυθῆ τὸν νέον, ὁ ὁποῖος ἀνανεοῦται εἰς ἐπίγνωσιν κατὰ τὴν εἰκόνα τοῦ Δημιουργοῦ του.
11 Τώρα δὲν ὑπάρχει πλέον Ἕλλην καὶ Ἰουδαῖος, περιτμημένος καὶ ἀπερίτμητος, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ὁ Χριστὸς εἶναι τὰ πάντα καὶ εἰς πάντας.
12 Ἐνδυθῆτε λοιπόν, σὰν ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἀγαπημένοι, φιλευσπλαγχνίαν, ἀγαθότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν,
13 ἀνεχόμενοι ὁ ἕνας τὸν ἄλλον καὶ συγχωροῦντες ὁ ἕνας τὸν ἄλλον, ἐὰν ἔχῃ κανεὶς παράπονον ἐναντίον ἄλλου. Ὅπως καὶ ὁ Χριστὸς σᾶς συγχώρησε, ἔτσι καὶ σεῖς.
14 Ἐπάνω δὲ ἀπ’ ὅλα αὐτὰ νὰ ἐνδυθῆτε τὴν ἀγάπην, ἡ ὁποία εἶναι σύνδεσμος τῆς τελειότητος.
15 Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, εἰς τὴν ὁποίαν ἔχετε καλεσθῆ σὰν ἕνα σῶμα, ἂς κυριαρχῆ εἰς τὶς καρδιές σας καὶ νὰ γίνεσθε εὐγνώμονες.
16 Ὁ λόγος τοῦ Χριστοῦ νὰ κατοικῇ μέσα σας πλούσια, διδάσκοντες καὶ συμβουλεύοντες ὁ ἕνας τὸν ἄλλον μὰ πᾶσαν σοφίαν, μὲ ψαλμοὺς καὶ ὕμνους καὶ ᾠδὰς πνευματικάς, μὲ καρδιὰ γεμάτη εὐγνωμοσύνην, ψάλλοντες εἰς τὸν Κύριον.
17 Καὶ κάθε τι ποὺ κάνετε μὲ λόγον ἢ μὲ ἔργον, ὅλα νὰ τὰ κάνετε εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τὸν Θεὸν καὶ Πατέρα δι’ αὐτοῦ.
Χριστιανικὴ οἰκογενειακὴ ζωή
18 Αἱ γυναῖκες, νὰ ὑποτάσσεσθε εἰς τοὺς ἄνδρας σας, καθὼς πρέπει ἐν Κυρίῳ.
19 Οἱ ἄνδρες, νὰ ἀγαπᾶτε τὰς γυναῖκάς σας καὶ μὴ παροργίζεσθε ἐναντίον των.
20 Τὰ παιδιά, νὰ ὑπακούετε εἰς τοὺς γονεῖς σας καθ’ ὅλα, διότι αὐτὸ εἶναι εὐάρεστον εἰς τὸν Κύριον.
21 Οἱ πατέρες, μὴ ἐξοργίζετε τὰ παιδιά σας, διὰ νὰ μὴ ἀποθαρρύνωνται.
22 Οἱ δοῦλοι, νὰ ὑπακούετε καθ’ ὅλα εἰς τοὺς κυρίους σας τοῦ κόσμου αὐτοῦ, ὄχι γιὰ τὰ μάτια, ὅπως κάνουν ὅσοι θέλουν νὰ φανοῦν ἀρεστοὶ εἰς τοὺς ἀνθρώπους, ἀλλὰ μὲ εἰλικρίνειαν τῆς καρδιᾶς, φοβούμενοι τὸν Θεόν.
23 Καὶ ὃ,τι κάνετε, νὰ τὸ κάνετε μὲ τὴν ψυχήν σας, σὰν ἐργασία πρὸς τὸν Κύριον καὶ ὄχι πρὸς τοὺς ἀνθρώπους,
24 γνωρίζοντες ὅτι ἀπὸ τὸν Κύριον θὰ πάρετε ὡς ἀνταμοιβὴν τὴν κληρονομίαν, διότι ὁ Κύριος Χριστὸς εἶναι ἐκεῖνος τὸν ὁποῖον ὑπηρετεῖτε.
25 Αλλ’ ὅποιος κάνει τὸ κακὸ θὰ λάβῃ ἀνάλογα πρὸς τὸ κακὸ ποὺ ἔκανε καὶ δὲν ὑπάρχει προσωποληψία.
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
1 Οἱ κύριοι νᾶ δίνετε τὸ δίκαιον καὶ τὸ ἴσον εἰς τοὺς δούλους σας, γνωρίζοντες ὅτι καὶ σεῖς ἔχετε Κύριον εἰς τοὺς οὐρανούς.
2 Εἰς τὴν προσευχὴν νὰ ἐπιμένετε σταθερά, καὶ νὰ γρηγορῆτε εἰς αὐτὴν μὲ εὐχαριστίαν,
3 νὰ προσεύχεστε δὲ συγχρόνως καὶ γιὰ μᾶς, διὰ νὰ μᾶς ἀνοίξει ὁ Θεὸς πόρτα τοῦ λόγου, διὰ νὰ κηρύξωμεν τὸ μυστήριον τοῦ Χριστοῦ, διὰ τὸ ὁποῖον καὶ εἶμαι εἰς τὴν φυλακήν,
4 ὥστε νὰ φανερώσω αὐτὸ καθὼς πρέπει νὰ τὸ πῶ.
5 Συμπεριφέρεσθε πρὸς τοὺς ἔξω μὲ σοφίαν, ἐπωφελούμενοι τοῦ χρόνου ποὺ ἔχετε.
6 Ὁ λόγος σας νὰ εἶναι πάντοτε μὲ χάριν, ἀρτυμένος μὲ ἁλάτι, καὶ νὰ ξέρετε πῶς πρέπει νὰ ἀπαντᾶτε εἰς τὸν καθένα.
Προσωπικοὶ χαιρετισμοὶ καὶ ἐπίλογος
7 Ὅλα τὰ σχετικὰ μὲ ἐμὲ θὰ σᾶς τὰ γνωρίσῃ ὁ Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ,
8 τὸν ὁποῖον ἔστειλα σ’ ἐσᾶς δι’ αὐτὸν ἀκριβῶς τὸν σκοπόν, διὰ νὰ μάθῃ νέα σας καὶ νὰ σᾶς ἐνθαρρύνῃ.
9 Θὰ εἶναι μαζί του ὁ Ὀνήσιμος, ὁ πιστὸς καὶ ἀγαπητὸς ἀδελφός, ὁ ὁποῖος εἶναι συμπατριώτης σας. Αὐτοὶ θὰ σᾶς πληροφορήσουν πῶς ἔχουν τὰ πράγματα ἐδῶ.
10 Σᾶς χαιρετᾶ ὁ Ἀρίσταρχος, ὁ ὁποῖος εἶναι μαζί μου εἰς τὴν φυλακήν, καὶ ὁ Μᾶρκος ὁ ἀνηψιὸς τοῦ Βαρνάβα – διὰ τὸν ὁποῖον ἐλάβατε ἤδη ἐντολάς, ἐὰν ἔλθῃ σ’ ἐσᾶς, νὰ τὸν δεχθῆτε – καὶ ὁ Ἰησοῦς, ὁ καλούμενος Ἰοῦστος.
11 Αὐτοὶ εἶναι οἱ μόνοι ἀπὸ τοὺς Ἰουδαίους Χριστιανούς, ποὺ ἔγιναν συνεργάται μου, διὰ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ μοῦ ἐστάθηκαν παρηγοριά.
12 Σᾶς χαιρετᾶ ὁ Ἐπαφρᾶς, ὁ συμπατριώτης σας. Εἶναι δοῦλος τοῦ Χριστοῦ, ὁ ὁποῖος πάντοτε ἀγωνίζεται γιὰ σᾶς εἰς τὰς προσευχάς του, διὰ νὰ σταθῆτε τέλειοι καὶ πλήρεις εἰς ὅλον τὸ θέλημα τοῦ Θεοῦ.
13 Διότι ὁμολογῶ δι’ αὐτόν, ὅτι δείχνει πολὺν ζῆλον γιὰ σᾶς καὶ δι’ ὅσους βρίσκονται εἰς τὴν Λαοδικείαν καὶ εἰς τὴν Ἱεράπολιν.
14 Σᾶς χαιρετᾶ ὁ Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ ὁ Δημᾶς.
15 Χαιρετῆστε τοὺς ἀδελφοὺς ποὺ βρίσκονται εἰς τὴν Λαοδικείαν, καὶ τὸν Νυμφᾶν καὶ τὴν ἐκκλησίαν τοῦ σπιτιοῦ του.
16 Ὅταν διαβάσετε τὴν ἐπιστολήν, φροντίστε νὰ διαβασθῇ καὶ εἰς τὴν ἐκκλησίαν τῶν Λαοδικέων καὶ νὰ διαβάσετε καὶ σεῖς τὴν ἐπιστολὴν ἀπὸ τὴν Λαοδικείαν.
17 Νὰ πῆτε εἰς τὸν Ἄρχιππον: «Πρόσεχε τὴν ὑπηρεσίαν ποὺ παρέλαβες ἐν Κυρίῳ, διὰ νὰ τὴν ἐκπληρώνῃς».
18 Ὁ χαιρετισμὸς γράφεται μὲ τὸ χέρι ἐμοῦ τοῦ Παύλου. Νὰ θυμᾶσθε ὅτι εἶμαι φυλακισμένος. Ἡ χάρις νὰ εἶναι μαζί σας. Ἀμήν.