(c) OrthodoxAnswers.gr
Τρίτη , 25 Ιούλιος 2017
Ειδοποιήσεις
Αρχική » Προς Ρωμαίους

Προς Ρωμαίους

 ΕΠΙΣΤΟΛΕΣ ΠΑΥΛΟΥ

επιστολες Παύλου

προς Εβραίους’ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Α’ προς Κορινθίους

προς Ρωμαίους – Α’ προς Κορινθίους – Β’ προς Κορινθίους – προς Γαλάτας – προς Εφεσίους – προς Φιλιππισίους – προς Κολοσσαείς – Α’ προς Θεσσαλονικείς – Β’ προς Θεσσαλονικείς – Α’ προς Τιμόθεον – Β’ προς Τιμόθεον – προς Τίτον – προς Φιλήμονα – προς Εβραίους

  • κεφ.1-5 Πρωτότυπο
  • κεφ.1-5 Ερμηνεία
  • κεφ.6-11 Πρωτότυπο
  • κεφ.6-11 Ερμηνεία
  • κεφ.12-16 Πρωτότυπο
  • κεφ.12-16 Ερμηνεία

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Α’

ΚΕΦΑΛΑΙΟΝ 1

Χαιρετισμοί

1 Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ 2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις 3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα, 4 τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ᾿Ιησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, 5 δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, 6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, 7 πᾶσι τοῖς οὖσιν ἐν Ρώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.

Ὁ Παῦλος ἐπιθυμεῖ νὰ ἐπισκεφθῇ τὴν Ρώμην

8 Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. 9 Μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι, 10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. 11 Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, 12 τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. 13 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. 14 Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· 15 οὕτω τὸ κατ᾿ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ρώμῃ εὐαγγελίσασθαι.

Ἡ φύσις τοῦ εὐαγγελίου

16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. 17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.

Ἡ κοινὴ διαγωγὴ τῶν ἐθνικῶν

18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. 20 Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, 21 διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· 22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, 23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. 24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, 25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. 26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, 27 ὁμοίως δὲ καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. 28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, 29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, 30 ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρέτας κακῶν, γονεῦσιν ἀπειθεῖς, 31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· 32 οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Β’

ΚΕΦΑΛΑΙΟΝ 2

Οἱ Ἰουδαῖοι ἐπίσης παραβάται

1 Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. 2 Οἴδαμεν δὲ ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. 3 Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; 4 Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; 5 Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, 6 ὃς ἀποδώσει ἑκάστῳ κατὰ ἔργα αὐτοῦ, 7 τοῖς μὲν καθ᾿ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον, 8 τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή· 9 θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· 10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ ῞Ελληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. 16 Ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. 17 Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, 18 καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου, 19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. 21 Ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; Ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; 22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; Ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; 23 Ὅς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; 24 Τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται. 25 Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. 26 Ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 27 Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. 28 Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, 29 ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾿ ἐκ τοῦ Θεοῦ.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3

Ἀπάντησις εἰς ἀντιρρήσεις 1 Τὶ οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; 2 Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. 3 Τί γὰρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; 4 Μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 5 Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; Κατὰ ἄνθρωπον λέγω. 6 Μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; 7 Εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, 8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; Ὧν τὸ κρῖμα ἔνδικόν ἐστι.

Ὅλοι οἱ ἄνθρωποι εἶναι ἔνοχοι

9 Τί οὖν; Προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾿ ἁμαρτίαν εἶναι, 10 καθὼς γέγραπται ὅτι οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, 11 οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· 12 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 13 Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· 14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· 15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, 16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. 18 Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. 19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ, 20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

Δικαίωσις διὰ τῆς ἐν Χριστῷ πίστεως

21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 22 δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστι διαστολή· 23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, 24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, 25 ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων 26 ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. 27 Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 28 Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. 29 Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; Οὐχὶ δὲ καὶ ἔθνῶν; Ναὶ καὶ ἐθνῶν, 30 ἐπείπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31 Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4

Τὸ παράδειγμα τοῦ Ἀβραάμ

1 Τὶ οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα; 2 Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾿ οὐ πρὸς τὸν Θεόν. 3 Τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 4 Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα· 5 τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην, 6 καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων· 7 μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· 8 μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. 9 Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. 10 Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ, ἀλλ᾿ ἐν ἀκροβυστίᾳ· 11 καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι᾿ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι καὶ αὐτοῖς τὴν δικαιοσύνην, 12 καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν τῇ ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. 13 Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. 14 Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· 15 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. 16 Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν, 17 καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσε Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· 18 ὃς παρ᾿ ἐλπίδα ἐπ᾿ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· οὕτως ἔσται τὸ σπέρμα σου· 19 καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· 20 εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾿ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ 21 καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι. 22 Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 23 Οὐκ ἐγράφη δὲ δι᾿ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, 24 ἀλλὰ καὶ δι᾿ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, 25 ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5

Συνέπειαι τῆς πίστεως

1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν.

Ἡ ἀγάπη τοῦ Θεοῦ φανερώνεται εἰς τὸν θάνατον τοῦ Ἰησοῦ Χριστοῦ

6 Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. 7 Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. 8 Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. 9 Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· 11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.

Θάνατος διὰ τοῦ Ἀδάμ. Ζωὴ διὰ τοῦ Χριστοῦ

12 Διὰ τοῦτο ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφ᾿ ᾧ πάντες ἥμαρτον· 13 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· 14 ἀλλ᾿ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. 15 Ἀλλ᾿ οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε. 16 Καὶ οὐχ ὡς δι᾿ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. 17 εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. 18 Ἄρα οὖν ὡς δι᾿ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι᾿ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. 19 Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. 20 Νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, 21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτω καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Α’ ΚΕΦΑΛΑΙΟΝ

1 Χαιρετισμοί

1 Ὁ Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, καλεσμένος ἀπόστολος, ξεχωρισμένος διὰ τὴν ὑπηρεσίαν τοῦ εὐαγγελίου τοῦ Θεοῦ, 2 τὸ ὁποῖον εἶχε ἀπὸ πρὶν ὑποσχεθῆ ὁ Θεὸς διὰ τῶν προφητῶν του εἰς τὰς ἁγίας γραφάς, 3 περὶ τοῦ Υἱοῦ του, ὁ ὁποῖος, ἀπὸ ἀνθρωπίνης πλευράς, ἐγεννήθηκε ἀπὸ τὸ γένος τοῦ Δαυΐδ, 4 διακηρύχθηκε δὲ Υἱὸς τοῦ Θεοῦ μὲ δύναμιν κατὰ τὸ Πνεῦμα ἁγιωσύνης διὰ τῆς ἀναστάσεώς του ἐκ νεκρῶν, δηλαδὴ περὶ τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μας, 5 διὰ τοῦ ὁποίου ἐλάβαμε χάριν καὶ ἀποστολήν, νὰ κηρύξωμεν ὑπακοὴν εἰς τὴν πίστιν εἰς ὅλα τὰ ἔθνη χάριν τοῦ ὀνόματός του, 6 μεταξὺ τῶν ὁποίων εἶσθε καὶ σεῖς καλεσμένοι τοῦ Ἰησοῦ Χριστοῦ, 7 γράφω εἰς ὅλους ποὺ βρίσκονται εἰς τὴν Ρώμην, τοὺς ἀγαπητοὺς τοῦ Θεοῦ, τοὺς καλεσμένους νὰ εἶναι ἅγιοι. Χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ τὸν Θεὸν τὸν Πατέρα μας καὶ τὸν Κύριον Ἰησοῦν Χριστόν.

Ὁ Παῦλος ἐπιθυμεῖ νὰ ἐπισκεφθῇ τὴν Ρώμην

8 Ἐν πρώτοις εὐχαριστῶ τὸν Θεόν μου διὰ τοῦ Ἰησοῦ Χριστοῦ γιὰ ὅλους σας, διότι ἡ πίστις σας διαλαλεῖται εἰς ὅλον τὸν κόσμον. 9 Μάρτυς μου εἶναι ὁ Θεός, τὸν ὁποῖον ὑπηρετῶ μὲ τὸ πνεῦμά μου εἰς τὸ εὐαγγέλιον τοῦ Υἱοῦ του, ὅτι σᾶς ἐνθυμοῦμαι χωρὶς διακοπήν, 10 καὶ πάντοτε παρακαλῶ εἰς τὰς προσευχάς μου, μήπως, μὲ τὸ θέλημα τοῦ Θεοῦ, θὰ ἐχω τὴν εὐτυχίαν ἐπὶ τέλους νὰ ἔλθω σ’ ἐσᾶς. 11 Διότι ἔχω ζωηρὴν ἐπιθυμίαν νὰ σᾶς ἰδῶ, διὰ νὰ σᾶς μεταδώσω χάρισμα πνευματικόν, ὥστε νὰ στηριχθῆτε, δηλαδὴ νὰ ἐνθαρρυνθοῦμε μαζί, 12 ὅταν θὰ εἶμαι μεταξύ σας, διὰ τῆς ἀμοιβαίας πίστεως, τῆς δικῆς σας καὶ τῆς δικῆς μου. 13 Δὲν θέλω νὰ ἀγνοῆτε, ἀδελφοί, ὅτι πολλὲς φορὲς εἶχα τὴν πρόθεσιν νὰ ἔλθω σ’ ἐσᾶς, ἀλλὰ μέχρι σήμερα ἐμποδίσθηκα, διὰ νὰ ἔχω κάποιον καρπὸν καὶ μεταξύ σας καθὼς καὶ μεταξὺ τῶν λοιπῶν ἐθνικῶν. 14 Εἰς τοὺς Ἕλληνας καὶ τοὺς μὴ Ἕλληνας, εἰς τοὺς σοφοὺς καὶ τοὺς ἀμόρφωτους εἶμαι χρεωστής. 15 Γι’ αὐτό, ὅσον ἐξαρτᾶται ἀπὸ ἐμέ, εἶμαι πρόθυμος νὰ κηρύξω τὸ εὐαγγέλιον καὶ σ’ ἐσᾶς ποὺ βρίσκεσθε εἰς τὴν Ρώμην.

Ἡ φύσις τοῦ εὐαγγελίου

16 Διότι δὲν ἐντρέπομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· εἶναι δύναμις τοῦ Θεοῦ πρὸς σωτηρίαν διὰ κάθε ἄνθρωπον ποὺ πιστεύει, διὰ τὸν Ἰουδαῖον πρῶτα καὶ ἐπίσης διὰ τὸν Ἕλληνα. 17 Διότι εἰς αὐτὸ φανερώνεται δικαίωσις ἐκ μέρους τοῦ Θεοῦ, ἀπὸ πίστιν εἰς πίστιν, ὅπως εἶναι γραμμένον: Ἐκεῖνος ποὺ δικαιώνεται διὰ τῆς πίστεως θὰ ζήσῃ.

Ἡ κοινὴ διαγωγὴ τῶν ἐθνικῶν

18 Διότι ἡ ὀργὴ τοῦ Θεοῦ φανερώνεται ἀπὸ τὸν οὐρανὸν ἐναντίον κάθε ἀσεβείας καὶ κακίας τῶν ἀνθρώπων, οἱ ὁποῖοι διὰ τῆς κακίας των καταπνίγουν τὴν ἀλήθειαν, 19 διότι ὅ,τι εἶναι δυνατὸν νὰ γίνῃ γνωστὸν περὶ τοῦ Θεοῦ, τοὺς εἶναι φανερόν, ἐπειδὴ ὁ Θεὸς τοὺς τὸ ἐφανέρωσε. 20 Διότι αἱ ἀόρατοι ἰδιότητές του, δηλαδὴ ἡ αἰώνια δύναμίς του καὶ ἡ Θεότης του, βλέπονται καθαρά, ἀφ’ ὅτου ἐδημιουργήθηκε ὁ κόσμος, γινόμεναι νοηταὶ διὰ μέσου τῶν δημιουργημάτων, ὥστε νὰ εἶναι οἱ ἄνθρωποι ἀναπολόγητοι, 21 διότι ἐνῷ ἐγνώρισαν τὸν Θεόν, δὲν τὸν ἐτίμησαν ὡς Θεὸν οὔτε τὸν εὐχαρίστησαν, ἀλλὰ μὲ τὰς σκέψεις των παρεδόθησαν εἰς μάταια πράγματα καὶ ἐσκοτίσθηκε ἡ ἀνόητη διάνοιά τους. 22 Ἐνῷ ἔλεγαν ὅτι εἶναι σοφοί, ἔγιναν μωροὶ 23 καὶ ἀντήλλαξαν τὴν λαμπρότητα τοῦ ἀφθάρτου Θεοῦ μὲ τὸ ὁμοίωμα τῆς μορφῆς φθαρτοῦ ἀνθρώπου καὶ πτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. 24 Διὰ τοῦτο, τοὺς παρέδωσε ὁ Θεὸς μὲ τὰς ἐπιθυμίας τῶν καρδιών τους εἰς ἀκαθαρσίαν, ὥστε νὰ ἀτιμάζουν τὰ σώματά τους μεταξύ τους. 25 Ἀντήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ μὲ τὸ ψεῦδος καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τὴν κτίσιν ἀντὶ τοῦ Δημιουργοῦ, ὁ ὁποῖος εἶναι εὐλογητὸς αἰωνίως. Ἀμήν. 26 Διὰ τοῦτο τοὺς παρέδωσε ὁ Θεὸς εἰς πάθη ἀτιμωτικά, διότι καὶ αἱ γυναῖκες τους ἀντήλλαξαν τὴν φυσικὴν χρῆσιν μὲ τὴν ἀφύσικην, 27 ὁμοίως καὶ οἱ ἄνδρες, ἀφοῦ ἄφησαν τὴν φυσικὴν χρῆσιν τῆς γυναικός, ἄναψαν ἀπὸ τὰς ὀρέξεις τους μεταξύ τους, ὥστε ἀσελγοῦν ἄνδρες μὲ ἄνδρες, ἀπολαμβάνοντες ἔτσι ὁ ἕνας ἀπὸ τὸν ἄλλον τὴν ἀνταμοιβὴν τῆς πλάνης των ποὺ τοὺς ἄξιζε. 28 Καὶ ἐπειδὴ δὲν ἔκριναν ἄξιον λόγου τὸ νὰ ἔχουν ὀρθὴν γνῶσιν διὰ τὸν Θεόν, τοὺς παρέδωσε ὁ Θεὸς εἰς ἀνάξιον νοῦν, ὥστε νὰ κάνουν ἐκεῖνα ποὺ δὲν ἀρμόζει, 29 γεμᾶτοι ἀπὸ κάθε ἀδικίαν, πορνείαν, πονηρίαν, πλεονεξίαν, κακίαν, γεμᾶτοι φθόνον, φόνον, ἔριδα, δόλον, κακοήθιαν, ψιθυρισταί, 30 συκοφάνται, ἐχθροὶ τοῦ Θεοῦ, ὑβρισταί, ὑπερήφανοι, ἀλαζόνες, ἐφευρέται κακῶν, ἀπειθεὶς εἰς τοὺς γονεῖς, 31 ἀνόητοι, ἄστατοι, ἄστοργοι, σκληροί, ἀνελεήμονες, 32 οἱ ὁποῖοι, ἂν καὶ ἐγνώρισαν τὸν νόμον τοῦ Θεοῦ, ὅτι ἐκεῖνοι ποὺ κάνουν τέτοια πράγματα εἶναι ἄξιοι θανάτου, ὄχι μόνον τὰ κάνουν ἀλλὰ καὶ ἐπιδοκιμάζουν ἐκείνους ποὺ τὰ κάνουν. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Β’

ΚΕΦΑΛΑΙΟΝ 2

Οἱ Ἰουδαῖοι ἐπίσης παραβάται

1 Διὰ τοῦτο εἶσαι ἀναπολόγητος, ὦ ἄνθρωπε, ὅποιος κι’ ἂν εἶσαι σὺ ποὺ κρίνεις, διότι κρίνοντας τὸν ἄλλον, κατακρίνεις τὸν ἑαυτόν σου, ἐφ’ ὅσον κάνεις τὰ ἴδια καὶ σὺ ποὺ κατακρίνεις. 2 Γνωρίζομεν δὲ ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐπέρχεται δικαίως εἰς ἐκείνους ποὺ κάνουν τέτοια πράγματα. 3 Φαντάζεσαι, ὦ ἄνθρωπε, σὺ ποὺ κρίνεις ἐκείνους ποὺ κάνουν τέτοια πράγματα καὶ κάνεις τὰ ἴδια, ὅτι σὺ θὰ ἀποφύγῃς τὴν κρίσιν τοῦ Θεοῦ; 4 Ἢ καταφρνεῖς τὸν πλοῦτον τῆς καλωσύνης του καὶ τὴν ἀνοχὴν καὶ μακροθυμίαν του καὶ δὲν ἀναγνωρίζεις ὅτι ἡ καλωσύνη τοῦ Θεοῦ σὲ ὁδηγεῖ εἰς μετάνοιαν; 5 Ἀνάλογα δὲ πρὸς τὴν σκληρότητά σου καὶ τὴν ἀμετανόητη καρδιά σου ἐπισωρεύεις διὰ τὸν ἑαυτόν σου ὀργήν, κατὰ τὴν ἡμέραν τῆς ὀργῆς καὶ τῆς ἀποκαλύψεως τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, 6 ὁ ὁποῖος θὰ ἀποδώσῃ εἰς τὸν καθένα σύμφωνα μὲ τὰ ἔργα του, 7 εἰς ἐκείνους ποὺ ἀσχολούμενοι μὲ ὑπομονὴν σὲ καλὰ ἔργα, ἐπιδιώκουν δόξαν καὶ τιμὴν καὶ ἀθανασίαν, θὰ ἀποδώσῃ ζωὴν αἰώνιον, 8 εἰς ἐκείνους ὅμως ποὺ εἶναι ἐγωϊσταὶ καὶ ἀπειθοῦν εἰς τὴν ἀλήθειαν, ὑπακούουν δὲ εἰς τὸ κακόν, θὰ ἐπέλθῃ θυμὸς καὶ ὀργή. 9 Θλῖψις καὶ στεναχωρία διὰ κάθε κακοποιόν, διὰ τὸν Ἰουδαῖον πρῶτα καὶ ἐπίσης διὰ τὸν Ἕλληνα, 10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη διὰ τὸν καθένα ποὺ κάνει τὸ καλόν, διὰ τὸν Ἰουδαῖον πρῶτα καὶ ἐπίσης διὰ τὸν Ἕλληνα, διότι ὁ Θεὸς δὲν μεροληπτεῖ. 11 Ὅσοι ἁμάρτησαν χωρὶς τὸν νόμον, χωρὶς τὸν νόμον καὶ θὰ ἀπολεσθοῦν, 12 καὶ ὅσοι ἁμάρτησαν ἐνῷ ἦσαν ὑπὸ τὸν νόμον θὰ κριθοῦν μὲ τὸν νόμον. 13 Διότι δὲν θὰ δικαιωθοῦν ἐνώπιον τοῦ Θεοῦ ἐκεῖνοι ποὺ ἀκούουν τὸν νόμον, ἀλλὰ ἐκεῖνοι ποὺ ἐφαρμόζουν τὸν νόμον θὰ κηρυχθοῦν δίκαιοι. 14 Ὅταν οἱ ἐθνικοὶ ποὺ δὲν ἔχουν τὸν νόμον, ἐφαρμόζουν τὰς διατάξεις τοῦ νόμου ἐκ φύσεως, τότε, ἂν καὶ δὲν ἔχουν νόμον, ἔχουν τὸν ἑαυτόν τους διὰ νόμον, 15 διότι ἀποδεικνύουν ὅτι τὸ ἔργον ποὺ ζητεῖ ὁ νόμος εἶναι γραμμένον στὶς καρδιές τους, συγχρόνως δὲ μαρτυρεῖ καὶ ἡ συνείδησίς των, καὶ αἱ σκέψεις των μεταξύ των κατηγοροῦν ἢ καὶ ἀπολογοῦνται, 16 ὅπως θὰ φανῇ τὴν ἡμέραν, ὅταν, σύμφωνα μὲ τὸ εὐαγγέλιόν μου, ὁ Θεὸς θὰ κρίνῃ τὰ κρυφὰ τῶν ἀνθρώπων διὰ τοῦ Ἰησοῦ Χριστοῦ. 17 Ἀλλ’ ἐὰν ἐσὺ ὀνομάζεσαι Ἰουδαῖος καὶ ἀναπαύεσαι εἰς τὸν νόμον καὶ καυχᾶσαι διὰ τὸν Θεόν σου, 18 καὶ ξέρῃς τὸ θέλημά του καὶ διακρίνῃς τὸ καλόν, διότι διδάσκεσαι ἀπὸ τὸν νόμον, 19 καὶ εἶσαι βέβαιος ὅτι εἶσαι ὁδηγὸς τῶν τυφλῶν, φῶς εἰς ἐκείνους ποὺ βρίσκονται στὸ σκοτάδι, 20 παιδαγωγὸς τὼν ἀνοήτων, διδάσκαλος νηπίων, διότι ἔχεις εἰς τὸν νόμον τὴν οὐσίαν τῆς γνώσεως καὶ τῆς ἀληθείας. 21 Σὺ λοιπὸν ποὺ διδάσκεις τὸν ἄλλον, τὸν ἑαυτόν σου δὲν τὸν διδάσκεις; Σὺ ποὺ κηρύττεις νὰ μὴ κλέβῃ κανείς, κλέβεις; 22 Σὺ ποὺ λέγεις νὰ μὴ μοιχεύῃ κανείς, μοιχεύεις; Σὺ ποὺ συχαίνεσαι τὰ εἴδωλα, διαπράττεις ἱεροσυλίαν; 23 Σὺ ποὺ καυχᾶσαι διὰ τὸν νόμον, ἀτιμάζεις τὸν Θεὸν μὲ τὴν παράβασιν τοῦ νόμου; 24 Ἐξ αἰτίας σου τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται μεταξὺ τῶν ἐθνικῶν, καθὼς εἶναι γραμμένον. 25 Ἡ περιτομὴ ὠφελεῖ, ἐὰν ἐφαρμόζῃς τὸν νόμον, ἐὰν ὅμως παραβαίνῃς τὸν νόμον, ἡ περιτομὴ σου εἶναι σὰν νὰ μὴν εἶχε γίνει. 26 Ἔτσι καὶ ἐὰν ὁ ἀπερίτμητος φυλάττῃ τὰς διατάξεις τοῦ νόμου, δὲν θὰ θεωρηθῇ σὰν νὰ εἶχε περιτμηθῆ; 27 Καὶ θὰ καταδικάσῃ ὁ ἐκ φύσεως ἀπερίτμητος, ὁ ὁποῖος ὅμως ἐφαρμόζει τὸν νόμον, σέ, ὁ ὁποῖος παρὰ τὸν γραπτὸν νόμον καὶ τὴν περιτομὴν εἶσαι παραβάτης τοῦ νόμου. 28 Διότι δὲν εἶναι Ἰουδαῖος ἐκεῖνος ποὺ εἶναι εἰς τὴν ἐξωτερικὴν ἐμφάνισιν Ἰουδαῖος, οὔτε εἶναι περιτομὴ πραγματικὴ ἐκείνη ποὺ εἶναι ἐξωτερική, εἰς τὴν σάρκα. 29 Πραγματικὸς Ἰουδαῖος εἶναι ἐκεῖνος ποὺ εἶναι εἰς τὸ ἐσωτερικόν του Ἰουδαῖος καὶ πραγματικὴ περιτομὴ εἶναι ἡ τῆς καρδιάς, ζήτημα πνεύματος καὶ ὄχι γράμματος. Ἕνας τέτοιος παίρνει ἔπαινον ὄχι ἀπὸ τοὺς ἀνθρώπους ἀλλ’ ἀπὸ τὸν Θεόν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3

Ἀπάντησις εἰς ἀντιρρήσεις

1 Ποιό εἶναι λοιπὸν τὸ πλεονέκτημα τοῦ Ἰουδαίου ἢ ποιά ἡ ὠφέλεια τῆς περιτομῆς; 2 Μεγάλη ἀπὸ κάθε ἄποψιν. Πρῶτον ὅτι τὰ λόγια τοῦ Θεοῦ εἰς αὐτοὺς εἶναι ἐμπιστευμένα. 3 Διότι τί σημασίαν ἔχει ἐὰν μερικοὶ ἔγιναν ἄπιστοι; Μήπως ἡ ἀπιστία τους μπορῇ νὰ καταργήσῃ τὴν ἀξιοπιστίαν τοῦ Θεοῦ; 4 Ὄχι βέβαια! Ἂς ἀναγνωρισθῇ ὅτι ὁ Θεὸς εἶναι ἀληθής, καὶ κάθε ἄνθρωπος ψεύτης, καθὼς εἶναι γραμμένον, Διὰ νὰ ἀποδειχθῇς δίκαιος εἰς τὰ λόγια σου καὶ νὰ νικήσῃς ὅταν σὲ κρίνουν. 5 Ἀλλ’ ἐὰν ἡ ἀδικία μας ἀναδεικνύῃ τὴν δικαιοσύνην τοῦ Θεοῦ, τί θὰ συμπεράνωμεν; Μήπως εἶναι ἄδικος ὁ Θεός, ὅταν ἐπιφέρῃ τὴν ὀργήν; Κατὰ ἀνθρώπινον τρόπον μιλῶ. 6 Ὄχι βέβαια! Διότι τότε πῶς θὰ εἶναι δυνατὸν νὰ κρίνῃ ὁ Θεὸς τὸν κόσμον; 7 Ἐὰν διὰ τοῦ ψεύδους μου ἡ ἀλήθεια τοῦ Θεοῦ κατεδείχθη μεγάλη πρὸς δόξαν του, γιατὶ ἀκόμη κατακρίνομαι ὡς ἁμαρτωλός; 8 Καὶ γιατὶ νὰ μὴ κάνωμε τὸ κακὸ διὰ νὰ ἔλθῃ τὸ καλό, ὅπως μερικοὶ μᾶς συκοφαντοῦν ὅτι τάχα ἐμεῖς λέμε; Αὐτοὶ εἶναι ἄξιοι τῆς καταδίκης των.

Ὅλοι οἱ ἄνθρωποι εἶναι ἔνοχοι

9 Τί συμπέρασμα λοιπὸν βγαίνει; Ἔχομεν ἐμεῖς οἱ Ἰουδαῖοι ὑπεροχήν; Καθόλου, διότι κατηγορήσαμεν ἤδη καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας ὅτι εἶναι ὅλοι ὑπὸ τὴν ἁμαρτίαν, 10 καθὼς εἶναι γραμμένον, Δὲν ὑπάρχει δίκαιος, οὔτε ἕνας, δὲν ὑπάρχει κανένας συνετός, 11 δὲν ὑπάρχει κανένας ποὺ νὰ ζητῇ τὸν Θεόν, ὅλοι παρεξέκλιναν, συγχρόνως ἐξηχρειώθησαν, 12 δὲν ὑπάρχει κανένας ποὺ νὰ κάνῃ τὸ καλόν, δὲν ὑπάρχει οὔτε ἕνας. 13 Τάφος ἀνοικτὸς εἶναι ὁ λάρυγγάς τους, μὲ τὴν γλῶσσάν τους ἦσαν δόλιοι, φαρμάκι ἀπὸ ὀχιὲς εἶναι κάτω ἀπὸ τὰ χείλη τους. 14 Τὸ στόμα τους εἶναι γεμᾶτο κατάραν καὶ πικρίαν, 15 τὰ πόδια τους τρέχουν γρήγορα διὰ νὰ χύσουν αἷμα, 16 καταστροφὴ καὶ δυστυχία εἶναι εἰς τὸν δρόμον τους 17 καὶ τὸν δρόμον τῆς εἰρήνης δὲν ἐγνώρισαν. 18 Δὲν ὑπάρχει φόβος Θεοῦ ἐμπρὸς εἰς τὰ μάτια τους. 19 Γνωρίζωμεν δὲ ὅτι ὅσα λέγει ὁ νόμος, τὰ λέγει εἰς ἐκείνους ποὺ εἶναι ὑπὸ τὸν νόμον, διὰ νὰ βουλωθῇ κάθε στόμα καὶ ὅλος ὁ κόσμος νὰ γίνῃ ὑπόδικος εἰς τὸν Θεόν, 20 διότι κανεὶς ἄνθρωπος δὲν θὰ δικαιωθῇ ἐμπρός του ἐπειδὴ ἐτήρησε τὸν νόμον. Ὁ νόμος φέρει μόνον τὴν συναίσθησιν ἁμαρτίας.

Δικαίωσις διὰ τῆς ἐν Χριστῷ πίστεως

21 Ἀλλὰ τώρα ἦλθε εἰς φῶς δικαίωσις, ἀνεξαρτήτως νόμου, ἡ ὁποία μαρτυρεῖται ἀπὸ τὸν νόμον καὶ τοὺς προφήτας, 22 δικαίωσις ἐκ μέρους τοῦ Θεοῦ διὰ τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστὸν δι’ ὅλους καὶ εἰς ὅλους ποὺ πιστεύουν. 23 Δὲν ὑπάρχει διάκρισις, διότι ὅλοι ἁμάρτησαν καὶ στεροῦνται τῆς θείας δόξης, 24 καὶ παίρνουν τὴν δικαίωσιν δωρεὰν μὲ τὴν χάριν του διὰ τῆς λυτρώσεως, ποὺ ἔγινε διὰ τοῦ Χριστοῦ Ἰησοῦ, 25 τὸν ὁποῖον ὁ Θεὸς προώρισε νὰ εἶναι, διὰ μέσου τῆς πίστεως, τὸ ὄργανον ἐξιλασμοῦ διὰ τοῦ αἵματός του, καὶ τοῦτο διὰ νὰ φανῇ ἡ δικαιοσύνη τοῦ Θεοῦ, ἐπειδὴ εἶχε παραβλέψει τὰς ἁμαρτίας τοῦ παρελθόντος, 26 εἰς τὴν περίοδον τῆς ἀνοχῆς του, διὰ νὰ φανῇ ἡ δικαιοσύνη του εἰς τὸν παρόντα καιρόν, ὥστε νὰ εἶναι δίκαιος καὶ συγχρόνως νὰ δικαιώνῃ ἐκεῖνον ποὺ πιστεύει εἰς τὸν Ἰησοῦν. 27 Ποῦ εἶναι λοιπὸν ἡ καύχησις; Ἀπεκλείσθη. Μὲ ποιόν νόμον; Τὸν νόμον τῶν ἔργων; Ὄχι, ἀλλὰ μὲ τὸν νόμον ποὺ ἀπαιτεῖ πίστιν. 28 Πιστεύομεν λοιπὸν ὅτι ὁ ἄνθρωπος δικαιώνεται μὲ τὴν πίστιν χωρὶς τὰ ἔργα τοῦ νόμου. 29 Νομίζετε ὅτι ὁ Θεὸς εἶναι Θεὸς τῶν Ἰουδαίων μόνον; Δὲν εἶναι καὶ τῶν ἐθνικῶν; Ναὶ καὶ τῶν ἐθνικῶν, ἀφοῦ ἕνας εἶναι ὁ Θεός. 30 Αὐτὸς θὰ δικαιώσῃ τὸν περιτμημένον διὰ τῆς πίστεως καὶ τὸν ἀπερίτμητον διὰ τῆς πίστεως. 31 Καταργοῦμεν λοιπὸν τὸν νόμον διὰ τῆς πίστεως; Μὴ γένοιτο, τοὐναντίον ἀνορθώνομεν τὸν νόμον.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4

Τὸ παράδειγμα τοῦ Ἀβραάμ

1 Τί θὰ ποῦμε λοιπόν, ὅτι ἐπέτυχε ὁ Ἀβραάμ, ὁ φυσικὸς πατέρας μας; 2 Ἐὰν ὁ Ἀβραὰμ ἔλαβε δικαίωσιν ἀπὸ τὰ ἔργα του, θὰ ἔχῃ λόγον νὰ καυχᾶται ἀλλ’ ὄχι ἐνώπιον τοῦ Θεοῦ. 3 Διότι τί λέγει ἡ γραφή; Ἐπίστεψε ὁ Ἀβραὰμ εἰς τὸν Θεὸν καὶ αὐτὸ τοῦ λογαριάσθηκε πρὸς δικαίωσιν. 4 Ἀλλὰ εἰς ἐκεῖνον ποὺ ἐργάζεται, ὁ μισθὸς δὲν τοῦ λογαριάζεται ὡς χάρις ἀλλ’ ὡς ὀφειλή. 5 Ἐνῷ εἰς ἐκεῖνον ποὺ δὲν ἐργάζεται, ἀλλὰ πιστεύει εἰς τὸν Θεὸν ποὺ δικαιώνει τὸν ἀσεβῆ, λογαριάζεται ἡ πίστις του πρὸς δικαίωσιν, 6 ὅπως καὶ ὁ Δαυΐδ λέγει διὰ τὴν εὐτυχίαν τοῦ ἀνθρώπου ποὺ ὁ Θεὸς τοῦ λογαριάζει δικαίωσιν, χωρὶς ἔργα: 7 Εὐτυχεῖς εἶναι ἐκεῖνοι τῶν ὁποίων συγχωρήθησαν αἱ ἀνομίαι καὶ τῶν ὁποίων ἐσκεπάσθησαν αἱ ἁμαρτίαι. 8 Εὐτυχὴς εἶναι ὁ ἄνθρωπος εἰς τὸν ὁποῖον ὁ Θεὸς δὲν θὰ λογαριάσῃ ἁμαρτίαν. 9 Ὁ μακαρισμὸς αὐτὸς ἀναφέρεται εἰς τὸν περιτμημένον ἢ καὶ εἰς τὸν ἀπερίτμητον; Λέγομεν ὅτι εἰς τὸν Ἀβραὰμ λογαριάσθηκε ἡ πίστις πρὸς δικαίωσιν. 10 Πότε λοιπὸν τοῦ λογαριάσθηκε; Ὅταν ἦτο περιτμημένος ἢ ὅταν ἦτο ἀπερίτμητος; Ὄχι ὅταν ἦτο περιτμημένος, ἀλλ’ ὅταν ἦτο ἀπερίτμητος, 11 καὶ ἔλαβε τὸ σημάδι τῆς περιτομῆς σὰν σφραγίδα ποὺ ἐπιστοποιοῦσε τὴν δικαίωσίν του βάσει τῆς πίστεως, ποὺ εἶχε ὅταν ἦτο ἀπερίτμητος. Καὶ ἔτσι εἶναι πατέρας ὅλων ποὺ πιστεύουν ὅταν εἶναι ἀπερίτμητοι, διὰ νὰ λογαριασθῇ καὶ εἰς αὐτοὺς ἡ πίστις των διὰ δικαίωσιν, 12 καὶ πατέρας ἐκείνων ἐκ τῶν περιτμημένων ποὺ δὲν ἀρκοῦνται μόνον εἰς τὴν περιτομὴν ἀλλὰ καὶ βαδίζουν εἰς τὰ ἴχνη τῆς πίστεως ποὺ εἶχε ὁ πατέρας μας Ἀβραάμ, ὅταν ἀκόμη ἦτο ἀπερίτμητος. 13 Διότι δὲν ἔγινε διὰ τοῦ νόμου ἡ ὑπόσχεσις εἰς τὸν Ἀβραὰμ ἢ εἰς τοὺς ἀπογόνους του, ὅτι θὰ ἦτο ὁ κόσμος κληρονομία του, ἀλλὰ διὰ τῆς δικαιώσεως ποὺ ἔλαβε διὰ πίστεως. 14 Ἐὰν κληρονόμοι ἦσαν οἱ ἐξαρτώμενοι ἐκ τοῦ νόμου, τότε ἡ πίστις δὲν ἔχει ἀξίαν καὶ ἡ ὑπόσχεσις καταργεῖται, 15 διότι ὁ νόμος δημιουργεῖ ὀργήν, ἀλλ’ ὅπου δὲν ὑπάρχει νόμος, δὲν ὑπάρχει οὔτε παράβασις. 16 Διὰ τοῦτο ἡ ὑπόσχεσις ἐξαρτᾶται ἀπὸ τὴν πίστιν, διὰ νὰ εἶναι ὡς δῶρον χάριτος καὶ νὰ ἰσχύῃ δι’ ὅλους τοὺς ἀπογόνους τοῦ Ἀβραάμ, ὄχι μόνον δι’ ἐκείνους ποὺ ἐξαρτῶνται ἀπὸ τὸν νόμον, ἀλλὰ καὶ δι’ ἐκείνους ποὺ ἔχουν τὴν πίστιν τοῦ Ἀβραάμ, ὁ ὁποῖος εἶναι πατέρας ὅλων μας, 17 καθὼς εἶναι γραμμένον, Σὲ ἔκανα πατέρα πολλῶν ἐθνῶν – ἐνώπιον τοῦ Θεοῦ εἰς τὸν ὁποῖον ἐπίστεψε, τοῦ Θεοῦ ὁ ὁποῖος ζωοποιεῖ τοὺς νεκροὺς καὶ καλεῖ ὅ,τι δὲν ὑπάρχει σὰν νὰ ὑπῆρχεν. 18 Αὐτὸς παρὰ πᾶσαν ἐλπίδα ἐπίστεψε μὲ ἐλπίδα εἰς τὸ ὅτι θὰ γίνῃ πατέρας πολλῶν ἐθνῶν σύμφωνα πρὸς ἐκεῖνο ποὺ τοῦ εἶχε λεχθῆ, Τόσον πολλοὶ θὰ εἶναι οἱ ἀπόγονοί σου· 19 καὶ ἐπειδὴ δὲν ἐκλονίσθη εἰς τὴν πίστιν, δὲν ἐσκέφθηκε τὸ σῶμα του ποὺ ἦτο ἤδη νεκρωμένον, ἀφοῦ ἦτο περίπου ἑκατὸ χρονῶν, οὔτε τὴν νέκραν τῆς μήτρας τῆς Σάρρας. 20 Ἀλλ’ ὡς πρὸς τὴν ὑπόσχεσιν τοῦ Θεοῦ, δὲν ἔδειξε ἀμφιβολίας λόγῳ ἀπιστίας, ἀλλ’ ἔγινε σταθερώτερος διὰ τῆς πίστεως, ἀποδώσας δόξαν εἰς τὸν Θεόν, 21 ἀπολύτως πεπεισμένος ὅτι εἶναι δυνατὸς νὰ ἐκτελέσῃ ἐκεῖνο ποὺ εἶχε ὑποσχεθῆ. 22 Διὰ τοῦτο καὶ τοῦ λογαριάσθηκε ἡ πίστις πρὸς δικαίωσιν. 23 Δὲν ἐφράφηκε δὲ μόνον γι’ αὐτὸν ὅτι τοῦ λογαριάσθηκε, 24 ἀλλὰ καὶ γιὰ μᾶς, εἰς τοὺς ὁποίους εἰς τὸ ἑξῆς θὰ λογαριάζεται, εἰς ὅσους δηλαδὴ πιστεύουν εἰς τὸν Θεὸν ποὺ ἀνέστησε ἐκ νακρῶν τὸν Ἰησοῦν τὸν Κύριόν μας, 25 ὁ ὁποῖος παραδόθηκε εἰς θάνατον διὰ τὰ παραπτώματά μας καὶ ἀναστήθηκε διὰ τὴν δικαίωσίν μας.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5

Συνέπειαι τῆς πίστεως

1 Ἀφοῦ λοιπὸν ἐδικαιωθήκαμε διὰ τῆς πίστεως, ἔχομεν εἰρήνην μὲ τὸν Θεὸν διὰ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, 2 διὰ τοῦ ὁποίου ἔχομεν διὰ τῆς πίστεως καὶ τὴν εἴσοδον εἰς τὴν χάριν αὐτήν, εἰς τὴν ὁποίαν στεκόμεθα, καὶ καυχώμεθα διὰ τὴν ἐλπίδα μας εἰς τὴν δόξαν τοῦ Θεοῦ. 3 Ὄχι μόνον αὐτό, ἀλλὰ καυχώμεθα καὶ διᾶ τὰς θλίψεις, διότι γνωρίζομεν ὅτι ἡ θλῖψις παράγει ὑπομονήν, 4 ἡ δὲ ὑπομονὴ δοκιμασμένον χαρακτῆρα, ὁ δὲ δοκιμασμένος χαρακτὴρ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς δὲν ντροπιάζει, διότι ἡ ἀγάπη τοῦ Θεοῦ εἶναι χυμένη στὶς καρδιές μας διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου ποὺ μᾶς ἐδόθηκε.

Ἡ ἀγάπη τοῦ Θεοῦ φανερώνεται εἰς τὸν θάνατον τοῦ Ἰησοῦ Χριστοῦ

6 Διότι ὅταν ἐμεῖς ἤμεθα ἀκόμη ἀδύνατοι, ὁ Χριστὸς ἐπέθανε κατὰ τὸν ὡρισμένον καιρόν, ὑπὲρ τῶν ἀσεβῶν. 7 Διότι μετὰ δυσκολίας θὰ πεθάνῃ κανεὶς δι’ ἕνα δίκαιον· διὰ τὸν ἀγαθὸν ἴσως νὰ τολμήσῃ κανεὶς νὰ πεθάνῃ. 8 Ὁ Θεὸς ὅμως ἀποδεικνύει τὴν ἀγάπην του σ’ ἐμᾶς μὲ τὸ ὅτι, ἐνῷ ἐμεῖς ἤμεθα ἀκόμη ἁμαρτωλοί, ὁ Χριστὸς ἐπέθανε γιὰ μᾶς. 9 Πολὺ περισσότερον λοιπὸν ἀφοῦ ἐδικαιωθήκαμε τώρα διὰ τοῦ αἵματός του, θὰ σωθοῦμε δι’ αὐτοῦ ἀπὸ τὴν ὀργήν. 10 Διότι ἐάν, ὅταν ἤμεθα ἐχθροί, συμφιλιωθήκαμε μὲ τὸν Θεὸν διὰ τοῦ θανάτου τοῦ Υἱοῦ του, πολὺ περισσότερον, ἀφοῦ συμφιλιωθήκαμε, θὰ σωθοῦμε διὰ τῆς ζωῆς του. 11 Ὄχι μόνο δὲ θὰ σωθοῦμε, ἀλλὰ καὶ καυχώμεθα διὰ τὸν Θεὸν διὰ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, διὰ τοῦ ὁποίου τώρα ἐλάβαμε τὴν συμφιλίωσιν.

Θάνατος διὰ τοῦ Ἀδάμ. Ζωὴ διὰ τοῦ Χριστοῦ

12 Διὰ τοῦτο, ὅπως δι’ ἑνὸς ἀνθρώπου ἐμπῆκε ἡ ἁμαρτία εἰς τὸν κόσμον διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ἔτσι διαδόθηκε ὁ θάνατος καὶ εἰς ὅλους τοὺς ἀνθρώπους, ἐπειδὴ ὅλοι ἁμάρτησαν. 13 Μέχρι τῆς ἐποχῆς τοῦ νόμου ὑπῆρχε ἡ ἁμαρτία εἰς τὸν κόσμον, ἀλλὰ δὲν καταλογίζεται ἁμαρτία ἐφ’ ὅσον δὲν ὑπάρχει νόμος. 14 Καὶ ὅμως ἐβασίλευσε ὁ θάνατος ἀπὸ τοῦ Ἀδὰμ μέχρι τοῦ Μωϋσέως καὶ εἰς ἐκείνους, ποὺ δὲν ἁμάρτησαν κατὰ τρόπον ὅμοιον μὲ τὴν παράβασιν τοῦ Ἀδάμ, ὁ ὁποῖος εἶναι τύπος τοῦ μέλλοντος νὰ ἔλθῃ. 15 Ἀλλὰ τὸ δῶρον τῆς χάριτος δὲν εἶναι ὅπως τὸ ἁμάρτημα. Διότι ἐὰν λόγῳ τοῦ ἁμαρτήματος τοῦ ἑνὸς ἐπέθαναν οἱ πολλοί, ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ποὺ ἦλθε διὰ τῆς χάριτος τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἦτο πλέον ἢ ἀρκετὴ διὰ τοὺς πολλούς. 16 Δὲν ὑπάρχει ἀναλογία μεταξὺ τοῦ ἀποτελέσματος τῆς ἁμαρτίας τοῦ ἑνὸς ἀνθρώπου καὶ τῆς δωρεᾶς· διότι ἡ ἀπόφασις μετὰ τὸ ἁμάρτημα τοῦ ἑνὸς ἀνθρώπου ἦτο ἀπόφασις καταδικαστική, ἀλλ’ ἡ χαριστικὴ πρᾶξις κατόπιν πολλῶν ἁμαρτημάτων ἔφερε δικαίωσιν. 17 Ἐὰν λοιπὸν διὰ τοῦ ἁμαρτήματος τοῦ ἑνὸς ἐβασίλευσε ὁ θάνατος διὰ τοῦ ἑνός, τότε πολὺ περισσότερον ἐκεῖνοι ποὺ παίρνουν τὴν ὑπεράφθονη χάριν καὶ τὴν δικαίωσιν ὡς δῶρον θὰ βασιλεύσουν εἰς τὴν ζωὴν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. 18 Ὥστε λοιπόν, καθὼς τὸ ἀποτέλεσμα τῆς παρακοῆς τοῦ ἑνὸς ἦτο ἡ καταδίκη ὅλων τῶν ἀνθρώπων, ἔτσι καὶ τὸ ἀποτέλεσμα μιᾶς δικαίας πράξεως ἦτο δικαίωσις καὶ ζωὴ δι’ ὅλους τοὺς ἀνθρώπους. 19 Διότι ὅπως διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου οἱ πολλοὶ ἔγιναν ἁμαρτωλοί, ἔτσι καὶ διὰ τῆς ὑπακοὴς τοῦ ἑνὸς θὰ λάβουν δικαίωσιν οἱ πολλοί. 20 Ὁ νόμος παρεισέφρυσε διὰ νὰ πολλαπλασιασθοῦν αἱ παραβάσει, ἀλλ’ ὅπου πολλαπλασιάσθηκε ἡ ἁμαρτία, ἐκεῖ ξεχείλισε ἡ χάρις, ὥστε, 21 καθὼς ἐβασίλευσε ἡ ἁμαρτία διὰ μέσου τοῦ θανάτου, ἔτσι νὰ βασιλεύσῃ καὶ ἡ χάρις διὰ τῆς δωρεὰν δικαιώσεως, μὲ ἀποτέλεσμα τὴν αἰώνιον ζωὴν διὰ τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μας.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 6

Ἡ ἕνωσις μὲ τὸν Χριστὸν ἀσυμβίβαστη μὲ τὴν ἁμαρτίαν

1 Τὶ οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; 2 Μὴ γένοιτο. οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; 3 Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; 4 Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. 5 Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, 6 τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· 7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. 8 Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, 9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. 10 ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. 11 Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν. 12 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, 13 μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. 14 Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν.

Παράδειγμα ἀπὸ τὴν δουλείαν

15 Τί οὖν; ἁμαρτήσομεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ᾿ ὑπὸ χάριν; Μὴ γένοιτο. 16 Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην; 17 Χάρις δὲ τῷ Θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, 18 ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. 19 Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. 20 Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. 21 Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. 22 Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. 23 Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ζ’

ΚΕΦΑΛΑΙΟΝ 7

Παράδειγμα ἀπὸ τὸν γάμον

1 Ἡ ἀγνοεῖτε, ἀδελφοί· γινώσκουσι γὰρ νόμον λαλῶ· ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾿ ὅσον χρόνον ζῇ; 2 Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. 3 Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. 4 Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ Θεῷ. 5 Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ· 6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος.

Νόμος καὶ ἁμαρτία

7 Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις· 8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά. 9 Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, 10 ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον· 11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με καὶ διὰ αὐτῆς ἀπέκτεινεν. 12 Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. 13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτίᾳ, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ᾿ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.

Ἡ διπλὴ φύσις τοῦ ἀνθρώπου

14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. 15 Ὅ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ. 16 Εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. 17 Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18 Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω· 19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. 20 Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 21 Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· 22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. 24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος! Τίς με ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; 25 Εὐχαριστῷ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Η’

ΚΕΦΑΛΑΙΟΝ 8

Ἡ ζωὴ τοῦ Πνεύματος

Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 2 Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. 3 Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, 4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα· 5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. 6 Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· 7 τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· 8 οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. 9 Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾿ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10 Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾿ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11 Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. 12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.

Υἱοὶ τοῦ Θεοῦ

14 Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. 15 Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ. 16 Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ. 17 Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.

Ἡ μέλλουσα δόξα

18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19 Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. 20 Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι 21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 22 Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν· 23 οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. 24 Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; 25 Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾿ ὑπομονῆς ἀπεκδεχόμεθα. 26 Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν· τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλ᾿ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις· 27 ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. 28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· 29 ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30 οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.

Ἡ ἀγάπη τοῦ Θεοῦ

31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; 32 Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; 33 Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· 34 τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. 35 Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; 36 Καθὼς γέγραπται ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. 37 Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38 Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα 39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Θ’

ΚΕΦΑΛΑΙΟΝ 9

Θλῖψις τοῦ Παύλου διὰ τὴν ἀπιστίαν τοῦ Ἰσραήλ

1 Ἀληθείαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ, 2 ὅτι λύπη μοί ἐστι μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. 3 Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, 4 οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, 5 ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.

Αἱ ὑποσχέσεις τοῦ Θεοῦ δὲν ἐξέπεσαν

6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, 7 οὐδ᾿ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλ᾿ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· 8 τοῦτ᾿ ἔστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. 9 Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ρεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· 11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ᾿ ἐκλογὴν τοῦ Θεοῦ πρόθεσις μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾿ ἐκ τοῦ καλοῦντος, 12 ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, 13 καθὼς γέγραπται· τὸν ᾿Ιακὼβ ἠγάπησα, τὸν δὲ ᾿Ησαῦ ἐμίσησα.

Ὁ Θεὸς δὲν εἶναι ἄδικος

14 Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. 15 Τῷ γὰρ Μωϋσῇ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. 16 Ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. 17 Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δυναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.

Ὁ Θεὸς εἶναι κυρίαρχος

19 Ἐρεῖς οὖν μοι· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; 20 Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; 21 Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; 22 Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν; 23 Καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν; 24 Οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν, 25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· 26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. 27 Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς. 29 Καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

Ἡ αἰτία τῆς ἀποτυχίας τῶν Ἰσραηλιτῶν

30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως, 31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε. 32 Διατί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾿ ὡς ἐξ ἔργων νόμου· προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ι’

ΚΕΦΑΛΑΙΟΝ 10

1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. 3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Νέος τρόπος δικαιώσεως δι’ ὅλους

5 Μωυσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; Τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· 7 ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; Τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ρῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ρῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9 Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11 Λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται. 12 Οὐ γὰρ ἔστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 14 Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; 15 Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; Καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! 16 Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17 Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ρήματος Θεοῦ. 18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. 19 Ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; πρῶτος Μωυσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. 21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΑ’

ΚΕΦΑΛΑΙΟΝ 11

Ἡ ἀπόρριψις τῶν Ἰσραηλιτῶν δὲν εἶναι πλήρης

1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. 2 Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων; 3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. 4 Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βάαλ. 5 Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν. 6 Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. 7 Τί οὖν; Ὅ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, 8 καθὼς γέγραπται· ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. 9 Καὶ Δαυὶδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς· 10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. 11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; Μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;

Σωτηρία διὰ τοὺς ἐθνικούς. Παράδειγμα ἀπὸ τὸ μπόλιασμα τῶν δένδρων

13 Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν. Ἐφ᾿ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ρίζα ἁγία, καὶ οἱ κλάδοι. 17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ρίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ρίζαν βαστάζεις, ἀλλ᾿ ἡ ρίζα σέ. 19 Ἐρεῖς οὖν· ἐξεκλάσθησαν οἱ κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ. 20 Καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· 21 εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως οὐδὲ σοῦ φείσεται. 22 Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ, ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23 Καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γὰρ ὁ Θεός ἐστι πάλιν ἐγκεντρίσαι αὐτούς, 24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;

Ἀπώτερος σκοπὸς τοῦ Θεοῦ· ἔλεος δι’ ὅλους

25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ᾿ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, 26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· ἥξει ἐκ Σιὼν ὁ ρυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. 28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾿ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· 29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30 ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, 31 οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι· 32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. 33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! 34 Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; 35 Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; 36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 6

Ἡ ἕνωσις μὲ τὸν Χριστὸν ἀσυμβίβαστη μὲ τὴν ἁμαρτίαν

1 Τί θὰ ποῦμε λοιπόν; Θὰ ἐπιμένωμεν εἰς τὴν ἁμαρτίαν διὰ νὰ πλεονάσῃ ἡ χάρις; Μὴ γένοιτο. 2 Ἐμεῖς ποὺ ἐπεθάναμε ὡς πρὸς τὴν ἁμαρτίαν, πῶς μποροῦμε νὰ ζοῦμε ἀκόμη μέσα σ’ αὐτήν; 3 Ἢ δὲν ξέρετε ὅτι ὅλοι ἐμεῖς ποὺ βαπτισθήκαμε εἰς τὸν Ἰησοῦν Χριστόν, βαπτισθήκαμε εἰς τὸν θάνατόν του; 4 Ἔχομεν ταφῆ λοιπὸν μαζί του διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ὥστε, ὅπως ὁ Χριστὸς ἀναστήθηκε ἐκ νεκρῶν μὲ τὴν δόξαν τοῦ Πατέρα, ἔτσι καὶ ἐμεῖς νὰ ζήσωμεν μία νέα ζωή. 5 Διότι ἐὰν ἑνωθήκαμε μαζί του σὲ ἕνα θάνατον σὰν τὸν δικό του, τότε θὰ ἑνωθοῦμε μαζί του καὶ σὲ μία ἀνάστασι σὰν τὴν δική του, 6 διότι γνωρίζομεν ὅτι ὁ παλαιὸς ἑαυτός μας ἐσταυρώθηκε μὲ τὸν Χριστόν, διὰ νὰ καταστραφῇ τὸ ἁμαρτωλὸν σῶμα, ὥστε νὰ μὴ εἴμεθα πλέον δοῦλοι τῆς ἁμαρτίας, 7 διότι ἐκεῖνος ποὺ ἔχει πεθάνει ἔχει ἐλευθερωθῆ ἀπὸ τὴν ἁμαρτίαν. 8 Ἀλλ’ ἐὰν ἐπεθάναμε μαζὶ μὲ τὸν Χριστόν, πιστεύομεν ὅτι καὶ θὰ ζήσωμεν μαζί του. 9 Γνωρίζομεν ὅτι ὁ Χριστός, ἀφοῦ ἀναστήθηκε ἐκ νεκρῶν, δὲν θὰ πεθάνῃ πλέον, ὁ θάνατος δὲν ἔχει πλέον ἐξουσίαν ἐπάνω του. 10 Διότι τὸν θάνατον ποὺ ὑπέστη, τὸν ὑπέστη μιὰ γιὰ πάντα ἀναφορικῶς πρὸς τὴν ἁμαρτίαν, τὴν ζωὴν δὲ ποὺ ζῆ, τὴν ζῆ διὰ τὸν Θεόν. 11 Ἔτσι καὶ σεῖς νὰ θεωρῆτε τοὺς ἑαυτούς σας ὅτι εἶσθε νεκροὶ ὡς πρὸς τὴν ἁμαρτίαν ἀλλὰ ζωντανοὶ διὰ τὸν Θεόν, ἑνωμένοι μὲ τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριόν μας. 12 Ἂς μὴ βασιλεύῃ λοιπὸν ἡ ἁμαρτία εἰς τὸ θνητόν σας σῶμα, διὰ νὰ σᾶς κάνῃ νὰ ὑπακούετε εἰς τὰς ἐπιθυμίας του. 13 Οὔτε νὰ ἔχετε τὰ μέλη σας εἰς τὴν διάθεσιν τῆς ἁμαρτίας, σὰν ὄργανα διὰ τὸ κακόν, ἀλλὰ νὰ προσφέρετε τοὺς ἑαυτούς σας εἰς τὸν Θεόν, σὰν ἄνθρωποι ποὺ ἀνέζησαν ἐκ νεκρῶν, καὶ τὰ μέλη σας εἰς αὐτόν, σὰν ὄργανα διὰ νὰ κάνουν τὸ καλόν. 14 Διότι ἡ ἁμαρτία δὲν θὰ σᾶς ἐξουσιάζῃ, ἀφοῦ δὲν εἶσθε κάτω ἀπὸ τὸν νόμον ἀλλὰ κάτω ἀπὸ τὴν χάριν τοῦ Θεοῦ.

Παράδειγμα ἀπὸ τὴν δουλείαν

15 Τί λοιπόν; Θὰ ἁμαρτήσωμεν ἐπειδὴ δὲν εἴμεθα κάτω ἀπὸ τὸν νόμον ἀλλὰ κάτω ἀπὸ τὴν χάριν; Μὴ γένοιτο. 16 Δὲν ξέρετε ὅτι ὅταν προσφέρετε τοὺς ἑαυτούς σας δούλους σὲ κάποιον διὰ νὰ τὸν ὑπακούετε, εἶσθε δοῦλοι ἐκείνου ποὺ ὑπακούετε, ἢ δοῦλοι τῆς ἁμαρτίας ποὺ καταλήγει εἰς θάνατον ἢ τῆς ὑπακοῆς ποὺ φέρει δικαίωσιν; 17 Ἀλλὰ δόξα εἰς τὸν Θεόν, διότι σεῖς ποὺ ἤσαστε δοῦλοι τῆς ἁμαρτίας, ὑπακούσατε μὲ τὴν καρδιά σας εἰς τὸν τύπον τῆς διδασκαλίας, εἰς τὸν ὁποῖον παραδοθήκατε, καί, 18 ἀφοῦ ἐλευθερωθήκατε ἀπὸ τὴν ἁμαρτίαν, ἐγίνατε δοῦλοι τῆς δικαιοσύνης. 19 Μιλῶ κατὰ ἀνθρώπινον τρόπον ἕνεκα τῆς φυσικῆς σας ἀδυναμίας. Ὅπως δηλαδὴ παραδώσατε ἄλλοτε τὰ μέλη σας ὑπόδουλα εἰς τὴν ἀκαθαρσίαν καὶ τὴν ἀνομίαν, ποὺ συνετέλεσε εἰς τὴν ἀνομίαν σας, ἔτσι τώρα νὰ παραδώσετε τὰ μέλη σας ὑπόδουλα εἰς τὴν δικαιοσύνην, ποὺ θὰ συντελέσῃ εἰς τὸν ἁγιασμόν σας. 20 Διότι ὅταν ἤσαστε δοῦλοι τῆς ἁμαρτίας, ἤσαστε ἐλεύθεροι ὡς πρὸς τὴν δικαιοσύνην. 21 Καὶ τί κέρδος εἴχατε τότε ἀπὸ τὰ ἔργα σας διὰ τὰ ὁποῖα τώρα ἐντρέπεσθε; Τὸ τέλος ἐκείνων εἶναι ὁ θάνατος. 22 Ἀλλὰ τώρα ποὺ ἐλευθερωθήκατε ἀπὸ τὴν ἁμαρτίαν καὶ ὑποδουλωθήκατε εἰς τὸν Θεόν, ἔχετε κέρδος ποὺ σᾶς ὁδηγεῖ εἰς τὸν ἁγιασμόν, καὶ τελικὰ εἰς ζωὴν αἰώνιον. 23 Διότι ὁ μισθὸς ποὺ πληρώνει ἡ ἁμαρτία εἶναι θάνατος, ἐνῶ τὸ δῶρον τοῦ Θεοῦ εἶναι ζωὴ αἰώνιος διὰ τοῦ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μας.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ζ’

ΚΕΦΑΛΑΙΟΝ 7

Παράδειγμα ἀπὸ τὸν γάμον

1 Δὲν ξέρετε, ἀδελφοί, – ὁμιλῶ βέβαια σὲ ἀνθρώπους ποὺ γνωρίζουν τὸν νόμον – ὅτι ὁ νόμος ἔχει κυριαρχίαν ἐπὶ τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῆ ὁ ἄνθρωπος; 2 Ὅπως ἡ παντρεμένη γυναῖκα, ἡ ὁποία εἶναι δεμένη διὰ νόμου μὲ τὸν ἄνδρα της, ἐφ’ ὅσον αὐτὸς ζῆ. Ἀλλ’ ἐὰν ὁ ἄνδρας πεθάνῃ, εἶναι ἀποδεσμευμένη ἀπὸ τὸν νόμον τῶν συζύγων. 3 Ὥστε, ἐφ’ ὅσον ζῆ ὁ ἄνδρας της, ἐὰν συνδεθῇ μὲ ἄλλον ἄνδρα, θὰ γίνῃ μοιχαλίς, ἐὰν ὅμως πεθάνῃ ὁ ἄνδρας, εἶναι ἐλεύθερη ἀπὸ τὸν νόμον καὶ δὲν θεωρεῖτε μοιχαλὶς ἐὰν συνδεθῇ μὲ ἄλλον ἄνδρα. 4 Ὥστε, ἀδελφοί μου, καὶ σεῖς θανατωθήκατε ὡς πρὸς τὸν νόμον διὰ τοῦ σώματος τοῦ Χριστοῦ διὰ νὰ συνδεθεῖτε μὲ ἄλλον, μὲ ἐκεῖνον ποὺ ἀναστήθηκε ἀπὸ τοὺς νεκρούς, διὰ νὰ φέρωμε καρπὸν διὰ τὸν Θεόν.΄ 5 Ὅταν ἐζούσαμε ζωὴν σαρκικήν, τὰ ἁμαρτωλὰ πάθη μας, διεγειρόμενα ἐξ’ αἰτίας τοῦ νόμου, ἐνεργοῦσαν εἰς τὰ μέλη μας ὥστε νὰ φέρουν καρποὺς διὰ τὸν θάνατον. 6 Τώρα ὅμως ἐλευθερωθήκαμε ἀπὸ τὸν νόμον, ἐπειδὴ ἐπεθάναμε ὡς πρὸς τὸν νόμον ποὺ μᾶς ἐκρατοῦσε αἰχμαλώτους, καὶ ἔτσι ὑπηρετοῦμε εἰς τὴν νέαν ζωὴν τοῦ Πνεύματος καὶ ὄχι κάτω ἀπὸ τὸ παλαιὸν γραπτὸν κώδικα.

Νόμος καὶ ἁμαρτία

7 Τί θὰ ποῦμε λοιπόν; Ὅτι ὁ νόμος εἶναι ἁμαρτία; Μὴ γένοιτο, ἀλλὰ τὴν ἁμαρτίαν δὲν θὰ τὴν εἶχα γνωρίσει παρὰ διὰ τοῦ νόμου. Καὶ τὴν ἐπιθυμίαν τὴν κακὴν δὲν θὰ τὴν ἤξερα, ἐὰν ὁ νόμος δὲν ἔλεγε: Νὰ μὴ ἐπιθυμήσῃς. 8 Διὰ τῆς ἐντολῆς ἐκείνης εὑρῆκε τὴν εὐκαιρίαν ἡ ἁμαρτία καὶ ἐξύπνησε μέσα μου κάθε κακὴν ἐπιθυμίαν, διότι χωρὶς νόμον ἡ ἁμαρτία εἶναι νεκρή. 9 Ἐγὼ ζοῦσα κάποτε χωρὶς νὰ ἔχω νόμον, ἀλλ’ ὅταν ἦλθε ἡ ἐντολή, ἡ ἁμαρτία ἀνέζησε, ἐγὼ δὲ πέθανα, 10 καὶ ἔτσι ἡ ἐντολή, ποὺ ἦτο προωρισμένη νὰ ὁδηγήσῃ εἰς τὴν ζωήν, σ’ ἐμένα ἔφερε θάνατον. 11 Διότι ἡ ἁμαρτία βρῆκε τὴν εὐκαιρίαν διὰ τῆς ἐντολῆς, μὲ ἐξηπάτησε καὶ διὰ τῆς ἐντολῆς μὲ ἐθανάτωσε. 12 Ὥστε ὁ νόμος εἶναι ἅγιος καὶ ἡ ἐντολὴ ἁγία, δίκαια καὶ ἀγαθή. 13 Τὸ καλὸν λοιπὸν ἔγινε γιὰ μένα θάνατος; Μὴ γένοιτο, ἀλλὰ ἡ ἁμαρτία, διὰ νὰ φανερωθῇ σὰν ἁμαρτία, ἐχρησιμοποίησε τὸ καλὸν διὰ νὰ μοῦ προξενήσῃ θάνατον, καὶ ἔτσι νὰ γίνῃ ἡ ἁμαρτία ὑπερβολικὰ ἁμαρτωλὴ διὰ τῆς ἐντολῆς.

Ἡ διπλὴ φύσις τοῦ ἀνθρώπου

14 Γνωρίζομεν ὅτι ὁ νόμος εἶναι πνευματικός, ἀλλ’ ἐγὼ εἶμαι σαρκικός, πουλημένος εἰς τὴν ἁμαρτίαν. 15 Δὲν μπορῶ νὰ ἐννοήσω τὰς ἰδικάς μου πράξεις, διότι δὲν κάνω ἐκεῖνο ποὺ θέλω ἀλλὰ κάνω ἐκεῖνο ποὺ μισῶ. 16 Ἀλλ’ ἐὰν κάνω ἐκεῖνο ποὺ θέλω, τότε συμφωνῶ ὅτι ὁ νόμος εἶναι καλός. 17 Ἀλλὰ εἰς τὴν πραγματικότητα δὲν ἐνεργῶ πλέον ἐγῶ, ἀλλὰ ἡ ἁμαρτία ποὺ κατοικεῖ μέσα μου. 18 Διότι ξέρω ὅτι δὲν κατοικεῖ τίποτε καλὸν μέσα μου, δηλαδὴ εἰς τὴν σάρκα μου. Ἡ θέλησις νὰ κάνω τὸ καλὸν ὑπάρχει, ἀλλὰ δὲν ἔχω τὴν δύναμιν νὰ τὸ κάνω, 19 διότι δὲν κάνω τὸ καλὸ ποὺ θέλω, ἀλλὰ τὸ κακὸν ποὺ δὲν θέλω, αὐτὸ κάνω. 20 Καὶ ἐὰν κάνω ἐκεῖνο ποὺ δὲν θέλω, τότε δὲν ἐνεργῶ πλέον ἐγὼ ἀλλ’ ἡ ἁμαρτία ποὺ κατοικεῖ μέσα μου. 21 Καὶ ἔτσι βρίσκω τοῦτον τὸν νόμον, ὅτι δηλαδὴ ἐνῷ ἐγὼ θέλω νὰ κάνω τὸ καλόν, μέσα μου ὑπάρχει πρόχειρον τὸ κακόν. 22 Αἰσθάνομαι μεγάλην εὐχαρίστησιν εἰς τὸν νόμον τοῦ Θεοῦ κατὰ τὸν ἐσωτερικόν μου ἄνθρωπον, ἀλλὰ βλέπω ἄλλον νόμον εἰς τὰ μέλη μου, 23 ὁ ὁποῖος ἀντιστρατεύεται εἰς τὸν νόμον τοῦ λογικοῦ μου καὶ μὲ αἰχμαλωτίζει διὰ τοῦ νόμου τῆς ἁμαρτίας ποὺ ὑπάρχει εἰς τὰ μέλη μου. 24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος! Ποιός θὰ μὲ ἐλευθερώσῃ ἀπὸ τὸ σῶμα τοῦτο τὸ καταδικασμένον εἰς θάνατον; 25 Εὐχαριστῶ τὸν Θεόν, διὰ τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μας. Ἄρα λοιπὸν ἐγὼ ὁ ἴδιος μὲ τὸν νοῦν μου δουλεύω εἰς τὸν νόμον τοῦ Θεοῦ, ἀλλὰ μὲ τὴν σάρκα μου εἰς τὸν νόμον τῆς ἁμαρτίας.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Η’

ΚΕΦΑΛΑΙΟΝ 8

Ἡ ζωὴ τοῦ Πνεύματος

1 Δὲν ὑπάρχει λοιπὸν τώρα καμμία καταδίκη δι’ ἐκείνους ποὺ ἀνήκουν εἰς τὸν Χριστὸν Ἰησοῦν [ποὺ ἡ ζωή τους δὲν εἶναι ὑπὸ τὴν ἐξουσίαν τῆς σαρκὸς ἀλλὰ ὑπὸ τὴν ὁδηγίαν τοῦ Πνεύματος]. 2 Διότι ἐν Χριστῷ Ἰησοῦ ὁ νόμος τοῦ Πνεύματος, ποὺ δίνει ζωήν, μὲ ἐλευθέρωσε ἀπὸ τὸν νόμον τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. 3 Ἐκεῖνο ποὺ δὲν μποροῦσε νὰ κάνῃ ὁ νόμος, ἐπειδὴ τοῦ ἔλειπε ἡ δύναμις ἕνεκα τῆς ἀντιστάσεως τῆς σαρκός, τὸ ἔκανε ὁ Θεὸς μὲ τὸ νὰ στείλῃ τὸν Υἱόν του μὲ σῶμα ποὺ ἔμοιαζε μὲ τὸ δικό μας ἁμαρτωλὸν σῶμα καὶ ὡς θυσίαν διὰ τὴν ἁμαρτίαν, καὶ κατεδίκασε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, 4 διὰ νὰ ἐκπληρωθῇ ἡ ἀπαίτησις τοῦ νόμου σ’ ἐμᾶς, εἰς τοὺς ὁποίους ἡ ζωὴ δὲν εἶναι ὑπὸ τὴν ἐξουσίαν τῆς σαρκὸς ἀλλὰ ὑπὸ τὴν ὁδηγίαν τοῦ Πνεύματος. 5 Διότι ἐκεῖνοι ποὺ εἶναι ὑπὸ τὴν ἐξουσίαν τῆς σαρκὸς φρονοῦν τὰ τῆς σαρκός, οἱ δὲ πνευματικοὶ φρονοῦν τὰ τοῦ Πνεύματος. 6 Τὸ σαρκικὸν φρόνημα εἶναι θάνατος, ἐνῷ τὸ φρόνημα τοῦ Πνεύματος εἶναι ζωὴ καὶ εἰρήνη. 7 Διότι τὸ σαρκικὸν φρόνημα εἶναι ἐχθρικὸν πρὸς τὸν Θεόν, καθ’ ὅσον δὲν ὑποτάσσεται εἰς τὸν νόμον τοῦ Θεοῦ, ἀλλ’ οὔτε εἶναι δυνατὸν νὰ ὑποταχθῇ. 8 Ἐκεῖνοι ποὺ εἶναι σαρκικοὶ δὲν μποροῦν νὰ ἀρέσουν εἰς τὸν Θεόν. 9 Σεῖς ὅμως δὲν εἶσθε σαρκικοὶ ἀλλὰ πνευματικοί, ἐὰν βέβαια κατοικῇ μέσα σας Πνεῦμα Θεοῦ. Ἐὰν ἕνας δὲν ἔχῃ Πνεῦμα Χριστοῦ, αὐτὸς δὲν εἶναι δικός του. 10 Ἐὰν ὅμως ὁ Χριστὸς εἶναι μέσα σας, τότε τὸ σῶμα σας εἶναι νεκρὸν ἐξ αἰτίας τῆς ἁμαρτίας, ἀλλὰ τὸ πνεῦμα σας ζωὴ ἕνεκα τῆς δικαιώσεώς σας. 11 Ἐὰν τὸ Πνεῦμα ἐκείνου, ὁ ὁποῖος ἀνέστησε τὸν Ἰησοῦν ἐκ νεκρῶν, κατοικῇ μέσα σας, τότε ἐκεῖνος ποὺ ἀνέστησε τὸν Ἰησοῦν ἐκ νεκρῶν, θὰ δώσῃ ζωὴν καὶ εἰς τὰ θνητὰ σώματά σας διὰ τοῦ Πνεύματός του ποὺ κατοικεῖ μέσα σας. 12 Ἄρα λοιπόν, ἀδελφοί, εἴμεθα χρεῶσται ὄχι εἰς τὴν σάρκα, διὰ νὰ ζοῦμε ὑπὸ τὴν ἐξουσίαν τῆς σαρκός, 13 διότι ἐὰν ζῆτε ὑπὸ τὴν ἐξουσίαν τῆς σαρκός, τότε θὰ πεθαίνετε, ἀλλ’ ἐὰν διὰ τοῦ Πνεύματος θανατώνετε τὰς πράξεις τοῦ σώματος, τότε θὰ ζήσετε.

Υἱοὶ τοῦ Θεοῦ

14 Διότι ὅσοι ὁδηγοῦνται ἀπὸ τὸ Πνεῦμα τοῦ Θεοῦ, αὐτοὶ εἶναι υἱοὶ τοῦ Θεοῦ. 15 Δὲν ἐλάβατε πνεῦμα δουλείας ποὺ νὰ σᾶς φέρῃ πάλιν εἰς τὴν κατάστασιν φόβου, ἀλλ’ ἐλάβατε πνεῦμα ποὺ σᾶς κάνει υἱούς, διὰ τοῦ ὁποίου φωνάζομεν «Ἀββᾶ, Πατέρα». 16 Αὐτὸ τὸ Πνεῦμα μαρτυρεῖ μαζὶ μὲ τὸ πνεῦμα μας ὅτι εἴμεθα παιδιὰ τοῦ Θεοῦ. 17 Ἐὰν δὲ εἴμεθα παιδιά του, τότε εἴμεθα καὶ κληρονόμοι· κληρονόμοι μὲν τοῦ Θεοῦ, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ, ἐὰν βέβαια πάσχωμεν μαζί του, διὰ νὰ δοξασθοῦμε ἐπίσημα μαζί του.

Ἡ μέλλουσα δόξα

18 Φρονῶ ὅτι τὰ παθήματα τοῦ παρόντος καιροῦ δὲν ἔχουν καμμίαν ἀξίαν συγκρινόμενα πρὸς τὴν δόξαν ποὺ μέλλει νὰ ἀποκαλυφθῇ σ’ ἐμᾶς. 19 Ἡ πλάσις ἀναμένει μὲ λαχτάρα τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ. 20 Διότι ἡ πλάσις ὑποτάχθηκε εἰς τὴν ματαιότητα, ὄχι θεληματικά, ἀλλ’ ἐξ αἰτίας ἐκείνου ποὺ τὴν ὑπέταξε, 21 μὲ τὴν ἐλπίδα ὅτι καὶ αὐτὴ ἡ πλάσις θὰ ἐλευθερωθῇ ἀπὸ τὴν δουλείαν εἰς τὴν φθοράν, διὰ νὰ μπῇ εἰς τὴν ἔνδοξην ἐλευθερίαν τῶν παιδιῶν τοῦ Θεοῦ. 22 Γνωρίζομεν ὅτι ὁλόκληρη ἡ πλάσις στενάζει καὶ συμπάσχει μέχρι σήμερα. 23 Καὶ ὄχι μόνον αὐτή, ἀλλὰ καὶ ἐμεῖς οἱ ἴδιοι, ποὺ ἔχομεν τὴν ἀπαρχὴν τοῦ Πνεύματος, στενάζομεν μέσα μας καθὼς περιμένομεν τὴν υἱοθεσίαν, τὴν ἀπολύτρωσιν τοῦ σώματός μας. 24 Διότι μὲ τὴν ἐλπίδα αὐτὴν ἐσωθήκαμε. Ἀλλ’ ἐλπὶς ποὺ τὴν βλέπει κανεὶς δὲν εἶναι ἐλπίς· διατὶ νὰ ἐλπίζῃ κανεὶς δι’ ἐκεῖνο ποὺ ἤδη βλέπει; 25 Ἀλλ’ ἐὰν ἐλπίζωμεν δι’ ἐκῖνο ποὺ δὲν βλέπομεν, τότε τὸ περιμένομεν μὲ ὑπομονήν. 26 Κατὰ τὸν ίδιο τρόπο καὶ τὸ Πνεῦμα βοηθεῖ τὰς ἀδυναμίας μας, ἀλλ’ αὐτὸ τὸ Πνεῦμα μεσιτεύει γιὰ μᾶς μὲ στεναγμοὺς ποὺ δὲν μποροῦν νὰ ἐκφραστοῦν μὲ λόγια· 27 καὶ ἐκεῖνος ποὺ ἐρευνᾶ τὶς καρδιὲς γνωρίζει ποιός εἶναι ὁ πόθος τοῦ Πνεύματος, διότι μεσιτεύει κατὰ θεῖον τρόπον διὰ τοὺς ἁγίους. 28 Γνωρίζομεν ὅτι δι’ ἐκείνους ποὺ ἀγαποῦν τὸν Θεὸν ὅλα συνεργοῦν διὰ καλόν, δι’ ἐκείνους ποὺ εἶναι καλεσμένοι σύμφωνα μὲ τὴν πρόθεσιν τοῦ Θεοῦ, 29 διότι ἐκείνους ποὺ προεγνώρισε, αὐτοὺς καὶ προώρισε νὰ γίνουν ὁμοιόμορφοι πρὸς τὴν εἰκόνα τοῦ Υἱοῦ του, ὥστε αὐτὸς νὰ εἶναι πρωτότοκος μεταξὺ πολλῶν ἀδελφῶν. 30 Ἐκείνους δὲ ποὺ προώρισε, αὐτοὺς καὶ ἐκάλεσε, καὶ ἐκείνους ποὺ ἐκάλεσε, αὐτοὺς καὶ ἐδικαίωσε, ἐκίνους δὲ ποὺ ἐσικαίωσε, αὐτοὺς καὶ ἐδόξασε.

Ἡ ἀγάπη τοῦ Θεοῦ

31 Τί λοιπὸν θὰ ποῦμε ἐπάνω σ’ αὐτά; Ἐὰν ὁ Θεὸς εἶναι μὲ τὸ μέρος μας, ποιός μπορεῖ νὰ εἶναι ἐναντίον μας; 32 Ἐκεῖνος ποὺ δὲν ἐφείσθη τὸν δικόν του Υἱὸν ἀλλὰ τὸν παρέδωσε εἰς θάνατον πρὸς χάριν ὅλων μας, πῶς μαζὶ μ’ αὐτὸν δὲν θὰ μᾶς χαρίσῃ τὰ πάντα; 33 Ποιός θὰ κατηγορήσῃ τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ; Ὁ Θεὸς τοὺς δικαιώνει. 34 Ποιός θὰ καταδικάσῃ; Ὁ Χριστὸς εἶναι ἐκεῖνος ποὺ ἐπέθανε, καί, ἀκόμη περισσότερον, ἀναστήθηκε, ὁ ὁποῖος εἶναι εἰς τὰ δεξιὰ τοῦ Θεοῦ, ὁ ὁποῖος καὶ μεσιτεύει γιὰ μᾶς. 35 Ποιός θὰ μᾶς χωρίσῃ ἀπὸ τὴν ἀγάπην τοῦ Χριστοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ πεῖνα ἢ γύμνια ἢ κίνδυνος ἢ μάχαιρα; 36 Καθὼς εἶναι γραμμένον, Πρὸς χάριν σου θανατωνόμεθα κάθε ἡμέραν· θεωρηθήκαμε σὰν πρόβατα προωρισμένα διὰ σφαγήν. 37 Ἀλλ’ εἰς ὅλα αὐτὰ εἴμεθα μὲ τὸ παραπάνω νικηταὶ διὰ τοῦ Χριστοῦ ποὺ μᾶς ἀγάπησε. 38 Διότι εἶμαι πεπεισμένος, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, τίποτε εἰς τὸ παρόν, τίποτε εἰς τὸ μέλλον, 39 τίποτε εἰς τὰ ὕψη, τίποτε εἰς τὰ βάθη, κανένα ἄλλο δημιούργημα δὲν θὰ μπορέσῃ νὰ μᾶς χωρίσῃ ἀπὸ τὴν ἀγάπην τοῦ Θεοῦ, τὴν ὁποίαν ἔδειξε διὰ τοῦ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μας.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Θ’

ΚΕΦΑΛΑΙΟΝ 9

Θλῖψις τοῦ Παύλου διὰ τὴν ἀπιστίαν τοῦ Ἰσραήλ

1 Τὴν ἀλήθειαν λέγω ἐνώπιον τοῦ Χριστοῦ, δὲν ψεύδομαι· μὲ βεβαιώνει καὶ ἡ συνείδησίς μου διὰ τοῦ Ἁγίου Πνεύματος, 2 ὅτι ὑπάρχει λύπη μεγάλη καὶ ἀδιάκοπος πόνος εἰς τὴν καρδιά μου. 3 Θὰ εὐχόμουν μάλιστα νὰ εἶμαι ἐγὼ ὁ ἴδιος ἀνάθεμα, μακρυὰ ἀπὸ τὸν Χριστόν, χάριν τῶν ἀδελφῶν μου, τῶν φυσικῶν συγγενῶν μου, 4 οἱ ὁποῖοι εἶναι Ἰσραηλῖται, εἰς τοὺς ὁποίους ἀνήκει ἡ υἱοθεσία, ἡ δόξα, αἱ διαθῆκαι, ἡ νομοθεσία, ἡ λατρεία καὶ αἱ ὑποσχέσεις, 5 εἰς τοὺς ὁποίους ἀνήκουν οἱ πατέρες καὶ ἐκ τῶν ὁποίων, ἀπὸ ἀνθρωπίνης πλευρᾶς, κατάγεται ὁ Χριστός, ὁ ὁποῖος εἶναι ὑπεράνω ὅλων Θεὸς εὐλογητὸς αἰωνίως. Ἀμήν.

Αἱ ὑποσχέσεις τοῦ Θεοῦ δὲν ἐξέπεσαν

6 Αὐτὸ δὲν σημαίνει ὅτι ἔχει διαψευσθῆ ὁ λόγος τοῦ Θεοῦ. Διότι πραγματικοὶ Ἰσραηλῖται δὲν εἶναι ὅλοι ὅσοι κατάγονται ἀπὸ τὸν Ίσραήλ, 7 οὔτε ἐπειδὴ εἶναι ἀπόγονοι τοῦ Ἀβραάμ, εἶναι ὅλοι πραγματικὰ παιδιά του, ἀλλὰ κατὰ τὸ ὑπόδειγμα Ἰσαὰκ θὰ προέλθουν οἱ ἀπόγονοί σου. 8 Δηλαδὴ, παιδιὰ τοῦ Θεοῦ δὲν εἶναι ὅσοι γεννῶνται κατὰ τρόπον φυσικόν, ἀλλὰ ὅσοι γεννῶνται ἀπὸ τὴν ὑπόσχεσιν τοῦ Θεοῦ θεωροῦνται ἀπόγονοι. 9 Διότι ὁ λόγος τῆς ὑποσχέσεως εἶναι ὁ ἑξῆς: Κατὰ τὸν καιρὸν τοῦτον θὰ ἔλθω καὶ ἡ Σάρρα θὰ ἔχῃ υἱόν. 10 Καὶ ὄχι μόνον αὐτό, ἀλλὰ καὶ ἡ Ρεβέκκα, ἀπὸ ἕναν ἄνδρα, τὸν πατέρα μας Ἰσαάκ, συνέλαβε παιδιά, 11 καὶ ἐνῷ δὲν εἶχαν ἀκόμη γεννηθῆ καὶ δὲν εἶχαν κάνει τίποτε καλὸν ἢ κακόν, διὰ νὰ μείνῃ ἡ πρόθεσις τοῦ Θεοῦ κατ’ ἐκλογήν, 12 ἡ ὁποία δὲν ἐξαρτᾶται ἀπὸ ἔργα ἄλλα ἀπὸ ἐκεῖνον, ὁ ὁποῖος καλεῖ, ἐλέχθη εἰς αὐτήν, Ὁ μεγαλύτερος θὰ δουλέψῃ τὸν νεώτερον, 13 καθὼς εἶναι γραμμένον, Τὸν Ἰακὼβ ἀγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.

Ὁ Θεὸς δὲν εἶναι ἄδικος

14 Τί θὰ ποῦμε λοιπόν; Ὅτι ὁ Θεὸς εἶναι ἄδικος; Μὴ γένοιτο. 15 Διότι εἰς τὸν Μωϋσῆν λέγει, Θὰ ἐλεήσω ἐκεῖνον ποὺ ἐλεῶ καὶ θὰ σπλαγχνισθῶ ἐκεῖνον ποὺ σπλαγχνίζομαι. 16 Ὥστε λοιπὸν δὲν ἐξαρτᾶται ἀπὸ τὴν θέλησιν ἢ τὴν προσπάθειαν τοῦ ἀνθρώπου, ἀλλὰ ἀπὸ τὸ ἔλεος τοῦ Θεοῦ. 17 Διότι λέγει ἡ γραφὴ εἰς τὸν Φαραώ, Γι’ αὐτὸ ἀκριβῶς σὲ ἀνύψωσα, διὰ νὰ δείξω διὰ σοῦ τὴν δύναμίν μου καὶ νὰ διαλυθῇ τὸ ὄνομά μου εἰς ὅλην τὴν γῆν. 18 Ἄρα λοιπὸν ὅποιον θέλει ἐλεεῖ, καὶ ὅποιον θέλει τὸν κάνει σκληρόν.

Ὁ Θεὸς εἶναι κυρίαρχος

19 Θὰ μοῦ πῇς ὅμως, «Γιατὶ κατηγορεῖ ἀκόμη; Διότι ποιός μπορεῖ ν’ ἀντισταθῇ εἰς τὴν θέλησίν του;». 20 Ἀλλὰ ποιός εἶσαι σύ, ὦ ἄνθρωπε, ποὺ ἀντιλέγεις εἰς τὸν Θεόν; Μήπως θὰ πῇ τὸ πλάσμα εἰς τὸν πλάστην, «Γιατὶ μὲ ἔπλασες ἔτσι;». 21 Ἢ μήπως δὲν μπορεῖ ὁ κεραμοποιὸς νὰ κάνῃ ὅ,τι θέλει μὲ τὸν πηλὸν καὶ ἀπὸ τὴν ἴδια μᾶζα νὰ κάνῃ ἕνα ἀγγεῖον διὰ σπουδαίαν χρῆσιν καὶ ἄλλο δι’ εὐτελῆ; 22 Τί θὰ πῇς ἐὰν ὁ Θεός, θέλων νὰ δείξῃ τὴν ὀργήν του καὶ νὰ κάνῃ γνωστὴν τὴν δύναμίν του, ἠνέχθη μὲ πολλὴν μακροθυμίαν σκεύη ὀργῆς παρασκευασμένα διὰ καταστροφήν, 23 καὶ τοῦτο διὰ νὰ κάνῃ γνωστὸν τὸν πλοῦτον τῆς δόξης του σὲ σκεύη ἐλέους ποὺ προετοίμασε διὰ τὴν δόξαν αὐτήν, τοὺς ὁποίους, δηλαδὴ ἐμᾶς, 24 καὶ ἐκάλεσε ὄχι μόνον ἀπὸ τοὺς Ἰουδαίους ἀλλὰ καὶ ἀπὸ τοὺς ἐθνικούς; 25 ὅπως λέγει καὶ στὸ βιβλίον τοῦ Ὠσηέ, Θὰ καλέσω λαόν μου ἐκεῖνον ποὺ δὲν εἶναι λαός μου καὶ ἀγαπημένην ἐκείνη ποὺ δὲν εἶναι ἀγαπημένη, 26 καὶ εἰς τὸν τόπον ἀκριβῶς ὅπου τοὺς εἶπαν, «Σεῖς δὲν εἶσθε λαός μου», ἐκεῖ θὰ ὀνομασθοῦν υἱοὶ τοῦ ζωντανοῦ Θεοῦ. 27 Ὁ Ἡσαΐας φωνάζει διὰ τοὺς Ἰσραηλίτας, Καὶ ἂν οἱ ἀπόγονοι τοῦ Ἰσραὴλ εἶναι ἀναρίθμητοι σὰν τὴν ἄμμον τῆς θαλάσσης, μόνον ἕνα ὑπόλοιπον θὰ σωθῇ. 28 Διότι ὁ Κύριος θὰ ἐκτελέσῃ σύντομα τὴν ἀπόφασίν του μὲ δικαιοσύνην, μάλιστα θὰ τὴν ἐκτελέσῃ σύντομα ἐπὶ τῆς γῆς. 29 Καὶ καθὼς προεῖπε ὁ Ἡσαΐας, Ἐὰν ὁ Κύριος ὁ Σαβαὼθ δὲν μᾶς εἶχε ἀφήσει ἀπογόνους, θὰ εἴχαμε γίνει σὰν τὰ Σόδομα καὶ θὰ εἴχαμε ὁμοιωθῆ πρὸς τὰ Γόμορα.

Ἡ αἰτία τῆς ἀποτυχίας τῶν Ἰσραηλιτῶν

30 Τί θὰ ποῦμε λοιπόν; Ὅτι οἱ ἐθνικοὶ ποὺ δὲν ἐπεδίωκαν δικαίωσιν τὴν ἐπέτυχαν, ἀλλὰ δικαίωσιν ποὺ προέρχεται ἀπὸ τὴν πίστιν. 31 Ἐνῷ οἱ Ἰσραηλῖται ποὺ ἐπεδίωκαν δικαίωσιν διὰ τῆς τηρήσεως τοῦ νόμου δὲν τὴν ἐπέτυχαν. 32 Γιατί; Διότι δὲν ἐπεδίωκαν νὰ τὴν ἐπιτύχουν διὰ πίστεως, ἀλλὰ διὰ τῶν ἔργων τοῦ νόμου. Ἐσκόνταψαν δηλαδὴ εἰς τὸν λίθον τοῦ προσκόμματος, 33 καθὼς εἶναι γραμμένον, Θέτω εἰς τὴν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ καθένας ποὺ πιστεύει εἰς αὐτὸν δὲν θὰ ντροπιασθῇ.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ι’

ΚΕΦΑΛΑΙΟΝ 10

1 Ἀδελφοί, ἡ ἐπιθυμία τῆς καρδιᾶς μου καὶ ἡ προσευχή μου εἰς τὸν Θεὸν εἶναι ὑπὲρ τῶν Ἰσραηλιτῶν, διὰ νὰ σωθοῦν. 2 Μαρτυρῶ γι’ αὐτοὺς ὅτι ἔχουν ζῆλον Θεοῦ ἀλλὰ ὄχι μὲ ἐπίγνωσιν. 3 Διότι, ἐπειδὴ ἀγνοοῦν τὴν δικαίωσιν ποὺ δίνει ὁ Θεὸς καὶ προσπαθοῦν νὰ στήσουν τὸν δικόν τους τρόπον δικαιώσεως δὲν ὑπετάχθησαν εἰς τὴν δικαίωσιν ποὺ προέρχεται ἀπὸ τὸν Θεόν. 4 Διότι τὸ τέλος τοῦ νόμου εἶναι ὁ Χριστός, διὰ νὰ δικαιωθῇ καθένας ποὺ πιστεύει.

Νέος τρόπος δικαιώσεως δι’ ὅλους

5 Ὁ Μωϋσῆς γράφει διὰ τὴν δικαίωσιν ποὺ προέρχεται ἀπὸ τὸν νόμον ὅτι ὁ ἄνθρωπος ποὺ ἐτήρησε τὰς ἐντολὰς θὰ ζήσῃ δι΄ αὐτῶν. 6 Ἡ δικαίωσις ὅμως ποὺ προέρχεται ἀπὸ τὴν πίστιν, λέγει, Μὴ πῇς εἰς τὴν καρδιά σου ποιός θὰ ἀνεβῇ εἰς τὸν οὐρανόν; διὰ νὰ κατεβάσῃ δηλαδὴ τὸν Χριστόν, 7 ἢ Ποιός θὰ κατεβῇ εἰς τὴν χώραν τῶν νεκρῶν; διὰ νὰ κατεβάσῃ δηλαδὴ τὸν Χριστὸν ἀπὸ τοὺς νεκρούς. 8 Ἀλλὰ τί λέγει; Κοντά σου εἶναι ὁ λόγος, εἶναι εἰς τὸ στόμα σου καὶ εἰς τὴν καρδιά σου. Ὁ λόγος δηλαδὴ τῆς πίστεως, τὸν ὁποῖον κηρύττομεν. 9 Ἐὰν ὁμολογήσῃς μὲ τὸ στόμα σου ὅτι ὁ Ἰησοῦς εἶναι Κύριος καὶ πιστέψῃς μὲ τὴν καρδιά σου ὅτι ὁ Θεὸς τὸν ἀνέστησε ἐκ νεκρῶν, τότε θὰ σωθῇς. 10 Διότι μὲ τὴν καρδιὰ ὁ ἄνθρωπος πιστεύει ὅ,τι ὁδηγεῖ εἰς δικαίωσιν, μὲ τὸ στόμα δὲ ὁμολογεῖ ὅ,τι ὁδηγεῖ εἰς σωτηρίαν. 11 Διότι λέγει ἡ γραφή, Καθένας ποὺ πιστεύει εἰς αὐτὸν δὲν θὰ ντροπιασθῇ. 12 Δὲν ὑπάρχει δηλαδὴ διάκρισις μεταξὺ Ἰουδαίου καὶ Ἕλληνος, διότι ὁ ἴδιος εἶναι Κύριος ὅλων, πλούσιος εἰς ὅλους ποὺ τὸν ἐπικαλοῦνται. 13 Διότι καθένας ποὺ θὰ ἐπικαλεσθῇ τὸ ὄνομα τοῦ Κυρίου θὰ σωθῇ. 14 Πῶς λοιπὸν θὰ ἐπικαλεσθοῦν ἐκεῖνον, εἰς τὸν ὁποῖον δὲν ἐπίστεψαν; Καὶ πῶς θὰ πιστέψουν εἰς ἐκεῖνον διὰ τὸν ὁποῖον δὲν ἄκουσαν; Καὶ πῶς θὰ ἀκούσουν χωρὶς νὰ κηρύττῃ κάποιος; 15 Καὶ πῶς θὰ κηρύξουν ἐὰν δὲν ἀποσταλοῦν; Καθὼς εἶναι γραμμένον, Πόσον ὡραῖοι εἶναι οἱ πόδες ἐκείνων ποὺ κηρύττουν τὸ χαρμόσυνον ἄγγελμα. 16 Ἀλλὰ δὲν ὑπήκουσαν ὅλοι εἰς τὸ εὐαγγέλιον. Ὁ Ἡσαΐας λέγει, Κύριε, ποιός ἐπίστεψε εἰς τὸ κήρυγμά μας; 17 Ἑπομένως ἡ πίστις ἔρχεται ἀπὸ τὴν ἀκοὴν τοῦ κηρύγματος, καὶ τὸ κήρυγμα εἶναι ὁ λόγος τοῦ Θεοῦ. 18 Ἀλλ’ ἐρωτῶ, μήπως δὲν ἄκουσαν; Βεβαίως ἄκουσαν: Ἡ φωνή τους διεδόθη εἰς ὅλην τὴν γῆν καὶ τὰ λόγια τους εἰς τὰ πέρατα τῆς οἰκουμένης. 19 Πάλιν ἐρωτῶ, μήπως ὁ Ἰσραὴλ δὲν ἐγνώρισε; Πρῶτος ὁ Μωϋσῆς λέγει: Ἐγὼ θὰ κεντήσω τὴν ζηλοτυπίαν σας μὲ ἔθνος ποὺ δὲν εἶναι ἔθνος καὶ θὰ σᾶς ἐξοργίσω μὲ ἔθνος ἀνόητον. 20 Ὁ Ἡσαΐας μάλιστα τολμᾶ νὰ λέγει: Εὑρέθηκα ἀπὸ ἐκείνους ποὺ δὲν μ’ ἐζητοῦσαν, ἐφανερώθηκα εἰς ἐκείνους ποὺ δὲν ἐρωτοῦσαν γιὰ μένα. 21 Εἰς δὲ τοὺς Ἰσραηλίτας λέγει: Ὅλην τὴν ἡμέραν ἅπλωσα τὰ χέρια μου πρὸς λαὸν ποὺ εἶναι ἀπειθὴς καὶ ἀντιλέγει.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΑ’

ΚΕΦΑΛΑΙΟΝ 11

Ἡ ἀπόρριψις τῶν Ἰσραηλιτῶν δὲν εἶναι πλήρης

1 Ἐρωτῶ λοιπόν: Μήπως ἀπέρριψε ὁ Θεὸς τὸν λαόν του; Μὴ γένοιτο, διότι καὶ ἐγὼ εἶμαι Ἰσραηλίτης, ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀβραάμ, ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμίν. 2 Δὲν ἀπέρριψε ὁ Θεὸς τὸν λαόν του, τὸν ὁποῖον προεγνώρισε. Δὲν ξέρετε τί λέγει ἡ γραφὴ διὰ τὸν Ἠλίαν, πῶς ἀποτείνεται εἰς τὸν Θεὸν κατὰ τοῦ Ἰσραηλιτικοῦ λαοῦ: 3 Κύριε, τοὺς προφήτας σου ἐφόνευσαν καὶ τὰ θυσιστήριά σου κατέσκαψαν καὶ ἔμεινα μόνος ἐγὼ καὶ ζητοῦν τὴν ζωήν μου; 4 Ἀλλὰ τί τοῦ λέγει ἡ θεία ἀπάντησις; Ἄφησα διὰ τὸν ἑαυτόν μου ἑπτὰ χιλιάδες ἄνδρες, οἱ ὁποῖοι δὲν ἐγονάτισαν εἰς τὸν Βάαλ. 5 Κατὰ τὸν ἴδιο τρόπο καὶ τὴν σημερινὴν ἐποχὴν ὑπάρχει ὑπόλοιπον ποὺ ἐδιάλεξε ἡ χάρις τοῦ Θεοῦ. 6 Ἀλλ’ ἐὰν αὐτὸ ἔγινε κατὰ χάριν, τότε δὲν βασίζεται σὲ ἔργα, διότι ἀλλοιῶς ἡ χάρις θὰ ἔπαυε νὰ εἶναι χάρις. 7 Ποιό λοιπὸν εἶναι τὸ συμπέρασμα; Ἐκεῖνο ποὺ ἐζητοῦσε ὁ Ἰσραηλιτικὸς λαὸς δὲν τὸ ἐπέτυχε, ἐνῷ οἱ ἐκλεγέντες τὸ ἐπέτυχαν· οἱ λοιποὶ ἐπωρώθησαν, 8 καθὼς εἶναι γραμμένον: Ὁ Θεὸς τοὺς ἔδωσε πνεῦμα ναρκώσεως, μάτια νὰ μὴ βλέπουν καὶ αὐτιὰ νὰ μὴ ἀκούουν μέχρι τῆς σημερινῆς ἡμέρας. 9 Καὶ ὁ Δαυΐδ λέγει: Ἡ τράπεζά των ἂς γίνῃ παγίδα, ἐνέδρα, αἰτία πτώσεως πρὸς ἀνταπόδοσίν των. 10 Τὰ μάτια τους ἂς σκοτεινιάσουν, ὥστε νὰ μὴ βλέπουν· κύρτωσε τὴν ράχι τους γιὰ πάντα. 11 Τώρα ἐρωτῶ: Μήπως ἐσκόνταψαν διὰ νὰ εἶναι ἡ πτῶσις των τελειωτική; Μὴ γένοιτο! Διὰ τοῦ ἁμαρτήματός των ἦλθε ἡ σωτηρία εἰς τὰ ἔθνη, διὰ νὰ κινήσῃ τὴν ζηλοτυπίαν τῶν Ἰσραηλιτῶν. 12 Ἀλλ’ ἐὰν τὸ ἁμάρτημά των ἔφερε πλουτισμὸν τοῦ κόσμου καὶ ἡ ἀποτυχία των πλουτισμὸν τῶν ἐθνῶν, πόσον περισσότερον ἡ πλήρης προσέλευσίς των;

Σωτηρία διὰ τοὺς ἐθνικούς.

Παράδειγμα ἀπὸ τὸ μπόλιασμα τῶν δένδρων

13 Σ’ ἐσᾶς τοὺς ἐθνικοὺς λέγω: Ἐφ’ ὅσον εἶμαι ἀπόστολος τῶν ἐθνῶν, τιμῶ τὴν ὑπηρεσίαν μου, 14 διὰ νὰ κεντήσω τὸν ζῆλον τῶν ὁμοεθνῶν μου καὶ σώσω μερικοὺς ἀπὸ αὐτούς. 15 Διότι ἐὰν ἡ ἀπόρριψίς των ἐπέφερε συμφιλίωσιν διὰ τὸν κόσμον, τότε τί θὰ εἶναι ἡ ἀποδοχή των παρὰ ζωὴ ἐκ νεκρῶν; 16 Ἐὰν εἶναι ἅγιον τὸ προζύμι, τότε θὰ εἶναι καὶ τὸ ζυμάρι, καὶ ἐὰν εἶναι ἁγία ἡ ρίζα, τότε θὰ εἶναι καὶ τὰ κλαδιά. 17 Ἀλλ’ ἐὰν μερικὰ ἀπὸ τὰ κλαδιὰ ξεκόπηκαν καὶ ἐσύ, ἕνα βλαστάρι ἀγριεληᾶς, ἐμπολιάσθηκες στὴ θέσι τους καὶ ἔγινες μέτοχος τῆς ρίζας καὶ τοῦ πάχους τῆς ἐληᾶς, μὴ καυχᾶσαι ἀπέναντι τῶν κλάδων. 18 Ἐὰν καυχᾶσαι, νὰ θυμάσαι ὅτι δὲν βαστάζεις ἐσὺ τὴν ρίζαν, ἀλλ’ ἡ ρίζα βαστάζει ἐσένα. 19 Θὰ πῇς: «Ἐκόπηκαν τὰ κλαδιά, διὰ νὰ μπολιασθῶ ἐγώ». 20 Πολὺ καλά· ἐκόπηκαν ἕνεκα τῆς ἀπιστίας των, καὶ σὺ στέκεσαι διὰ τῆς πίστεως. 21 Μὴ ὑπερηφανεύεσαι ἀλλὰ φοβοῦ· διότι ἐὰν ὁ Θεὸς δὲν ἐλογάριασε τοὺς φυσικοὺς κλάδους, δὲν θὰ λογαριάσῃ οὔτε ἐσένα. 22 Βλέπε λοιπὸν τὴν ἀγαθότητα καὶ τὴν αὐστηρότητα τοῦ Θεοῦ, αὐστηρότητα εἰς ἐκείνους ποὺ ἔπεσαν, ἀγαθότητα σ’ ἐσένα, ἐὰν παραμένης εἰς τὴν σφαῖραν τῆς ἀγαθότητος τοῦ Θεοῦ, διότι ἀλλοιῶς καὶ σὺ θ’ ἀποκοπῇς. 23 Καὶ ἐκεῖνοι, ἐὰν δὲν ἐπιμείνουν εἰς τὴν ἀπιστίαν, θὰ μπολιασθοῦν, διότι ὁ Θεὸς ἔχει τὴν δύναμιν νὰ τοὺς μπολιάσῃ πάλιν. 24 Διότι ἐὰν ἐσὺ ἐκόπηκες ἀπὸ τὴν κατὰ φύσιν ἀγριεληὰ καὶ ἐμπολιάσθηκες παρὰ φύσιν σὲ ἥμερη ἐλιαά, πόσον μᾶλλον αὐτοὶ οἱ κατὰ φύσιν θὰ ἐμπολιασθοῦν στὴν δική τους ἐληά;

Ἀπώτερος σκοπὸς τοῦ Θεοῦ: Ἔλεος δι’ ὅλους

25 Δὲν θέλω νὰ ἀγνοῆτε, ἀδελφοί, τὸ μυστικὸ αὐτό, διὰ νὰ μὴ θεωρῆτε τοὺς ἑαυτούς σας σοφούς, ὅτι δηλαδὴ ἔπεσεν ἐν μέρει ἀναισθησία ἐπὶ τῶν Ἰσραηλιτῶν, ἕως ὅτου εἰσέλθῃ ὁ πλήρης ἀριθμὸς τῶν ἐθνικῶν 26 καὶ ἔτσι σωθῇ ὅλος ὁ Ἰσραηλιτικὸς λαός, καθὼς εἶναι γραμμένον: Ἀπὸ τὴν Σιὼν θὰ ἔλθῃ ὁ Λυτρωτὴς καὶ θὰ διώξῃ τὰς ἀσεβείας ἀπὸ τὸν Ἰακώβ. 27 Αὐτὴ θὰ εἶναι ἡ διαθήκη μου εἰς αὐτούς, ὅταν ἀφαιρέσω τὰς ἁμαρτίας των. 28 Ἐν σχέσει πρὸς τὸ εὐαγγέλιον εἶναι ἐχθροὶ τοῦ Θεοῦ πρὸς χάριν σας, ἀλλ’ ἐν σχέσει πρὸς τὴν ἐκλογήν των ἀπὸ τὸν Θεὸν εἶναι ἀγαπητοὶ εἰς αὐτόν, χάριν τῶν προπατόρων των, 29 διότι τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ εἶναι πράγματα ποὺ δὲν ἀνακαλοῦνται. 30 Καθὼς καὶ σεῖς κάποτε ἤσαστε ἀπαθεῖς εἰς τὸν Θεόν, ἀλλὰ τώρα ἐλεηθήκατε ἐξ αἰτίας τῆς παρακοῆς των, ἔτσι καὶ τώρα, ὅταν σεῖς ἐλεῆσθε, 31 αὐτοὶ ἔχουν ἀπειθήσει διὰ νὰ ἐλεηθοῦν καὶ αὐτοί. 32 Διότι ὁ Θεὸς ἔκλεισε ὅλους εἰς ἀπειθείαν, διὰ νὰ τοὺς ἐλεήσῃ ὅλους. 33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ! Πόσον ἀνεξερεύνητοι εἶναι αἱ κρίσεις του, πόσον ἀνεξιχνίαστοι αἱ ὁδοί του! 34 Διότι, Ποιός ἐγνώρισε τὴν σκέψιν τοῦ Κυρίου; Ἢ ποιός ἔγινε σύμβουλός του; 35 Ἢ ποιός τοῦ ἔδωσε πρῶτος κάτι, ὥστε νὰ λάβῃ ἀνταπόδοσιν; 36 Διότι ἀπὸ αὐτὸν καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν εἶναι τὰ πάντα. Εἰς αὐτὸν ἂς εἶναι ἡ δόξα αἰωνίως· ἀμήν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΒ’

ΚΕΦΑΛΑΙΟΝ 12

Ἡ νέα ζωή

1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, 2 καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.

Ἡ ὀρθὴ χρῆσις τῶν πνευματικῶν δώρων

3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. 4 Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, 5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ᾿ εἷς ἀλλήλων μέλη. 6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.

Κανόνες χριστιανικῆς ζωῆς

9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. 15 Χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων. 16 Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς. 17 Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων· 18 εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. 19 Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. 20 Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 21 Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΓ’

ΚΕΦΑΛΑΙΟΝ 13

Περὶ ὑποταγῆς εἰς τὰς ἐξουσίας

1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. 2 Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται. 3 Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· 4 Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργήν, ἔκδικος τῷ τὸ κακὸν πράσσοντι. 5 Διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. 6 Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. 7 Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.

Φιλαδελφία

8 Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους. Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκε· 9 τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 10 Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

Ἡ ἡμέρα τοῦ Χριστοῦ εἶναι πλησίον

11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίτας καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΔ’

ΚΕΦΑΛΑΙΟΝ 14

Μακροθυμία πρὸς τοὺς ἀδυνάτους καὶ διστακτικούς

1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2 Ὅς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4 Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν. 5 Ὅς μὲν κρίνει ἡμέραν παρ᾿ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. 6 Ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. 7 Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῆ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· 8 ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. 9 Εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. 10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. 11 Γέγραπται γάρ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. 12 Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. 13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 14 Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾿ αὐτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15 Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε. 16 Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. 17 Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ· 18 ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. 19 Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20 Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21 Καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. 22 Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. 23 Ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. 24 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25 φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν κατ᾿ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26 μόνῳ σοφῷ Θεῷ διὰ ᾿Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΕ’

ΚΕΦΑΛΑΙΟΝ 15

1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 2 Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· 3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. 4 Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. 5 Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, 6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. 8 Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, 9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. 10 Καὶ πάλιν λέγει· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ. 11 Καὶ πάλιν αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. 12 Καὶ πάλιν Ἡσαΐας λέγει· ἔσται ἡ ρίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν. 13 Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου.

Ὁ Παῦλος δικαιολογεῖται δι’ ὅσα ἔγραψε

14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν. 15 Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ 16 εἰς τὸ εἶναί με λειτουργὸν ᾿Ιησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. 17 Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν· 18 οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ, ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 20 οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ, 21 ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.

Προσωπικὰ σχέδια τοῦ Παύλου

22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, 24 ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. 25 Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. 26 Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 27 Εὐδόκησαν γὰρ καὶ ὀφειλέται αὐτῶν εἰσιν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπόν τοῦτον, ἀπελεύσομαι δι᾿ ὑμῶν εἰς τὴν Σπανίαν. 29 Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι. 30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, 31 ἵνα ρυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις, 32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν. 33 Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 16

Προσωπικοὶ χαιρετισμοί

1 Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, 2 ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ. 3 Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, 4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατ᾿ οἶκον αὐτῶν ἐκκλησίαν. 5 Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν. 6 Ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς. 7 Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ, 8 ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. 9 Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10 Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11 Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν Κυρίῳ. 12 Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ. 13 Ἀσπάσασθε Ροῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14 Ἀσπάσασθε ᾿Ασύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. 15 Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ. 17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ᾿ αὐτῶν· 18 οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων· 19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Χαίρω οὖν τὸ ἐφ᾿ ὑμῖν· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. 21 Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. 22 Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ. 23 Ἀσπάζεται ὑμᾶς Γάιος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.

Δοξολογία

24 ῾Η χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΒ’

ΚΕΦΑΛΑΙΟΝ 12

Ἡ νέα ζωή

1 Σᾶς παρακαλῶ λοιπόν, ἀδελφοί, χάριν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, νὰ προσφέρετε τοὺς ἑαυτούς σας σὰν θυσία ζωντανὴ καὶ ἁγίαν, εὐάρεστη εἰς τὸν Θεόν· αὐτὴ εἶναι ἡ λογική σας λατρεία. 2 Νὰ μὴ συμμορφώνεσθε μὲ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἀλλὰ νὰ μεταμορφώνεσθε διὰ τῆς ἀνακαινίσεως τοῦς πνεύματός σας, ὥστε νὰ διακρίνετε ποιό εἶναι τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί εἶναι καλόν, εὐάρεστον καὶ τέλειον.

Ἡ ὀρθὴ χρῆσις τῶν πνευματικῶν δώρων

3 Διὰ τῆς χάριτος, ποὺ μοῦ ἐδόθηκε, λέγω στὸν καθένα ἀπὸ σᾶς νὰ μὴ ἔχῃ διὰ τὸν ἑαυτόν του μεγαλύτερη ἰδέα ἀπὸ ἐκείνην ποὺ πρέπει νὰ ἔχῃ, ἀλλὰ νὰ σκέπτεται μὲ μετριοφροσύνην ἀνάλογα μὲ τὸ μέτρον πίστεως ποὺ ὁ Θεὸς ἐμοίρασε στὸν καθένα. 4 Διότι ὅπως εἰς ἕνα σῶμα ἔχομεν πολλὰ μέλη, ἀλλ’ ὅλα τὰ μέλη δὲν ἔχουν τὴν ἴδιαν λειτουργίαν, 5 ἔτσι ἐμεῖς οἱ πολλοὶ ἀποτελοῦμεν ἕνα σῶμα ἐν Χριστῷ καὶ ὁ καθένας εἴμεθα μέλη ὁ ἕνας τοῦ ἄλλου. 6 Ἔχοντες δὲ χαρίσματα διαφορετικά, σύμφωνα μὲ τὴν χάριν ποὺ μᾶς ἐδόθηκε, ἂς τὰ χρησιμοποιήσωμεν, ἐὰν προφητείαν, ἀνάλογα μὲ τὴν πίστιν μας, 7 ἐὰν ὑπηρεσίαν, εἰς τὸ ἔργον τῆς ὑπηρεσίας, ὁ διδάσκαλος, εἰς τὴν διδασκαλίαν, 8 ἐκεῖνος ποὺ παρηγορεῖ, εἰς τὴν παρηγορίαν, ἐκεῖνος ποὺ δίνει κάτι, ἂς τὸ κάνῃ μὲ γενναιοδωρίαν, ἐκεῖνος ποὺ εἶναι προϊστάμενος, ἂς ἐργάζεται μὲ ζῆλον, ἐκεῖνος ποὺ ἐλεεῖ, ἂς ἐλεῇ μὲ χαράν.

Κανόνες χριστιανικῆς ζωῆς

9 Ἡ ἀγάπη νὰ εἶναι εἰλικρινής. Μισεῖτε τὸ κακὸν καὶ προσκολᾶσθε εἰς τὸ καλόν. 10 Ὡς πρὸς τὴν ἀδελφικὴν ἀγάπην, νὰ εἶσθε γεμᾶτοι στοργὴν ὁ ἕνας πρὸς τὸν ἄλλον· 11 νὰ μὴ εἶσθε ὀκνηροὶ ὡς πρὸς τὸν ζῆλον, νὰ εἶσθε κατὰ τὸ πνεῦμα θερμοί, νὰ ὑπηρετῆτε τὸν Κύριον, 12 νὰ χαίρετε διὰ τὴν ἐλπίδα σας, νὰ ἔχετε ὑπομονὴν εἰς τὴν θλῖψιν, 13 νὰ ἐπιμένετε εἰς τὴν προσευχήν, νὰ συμμετέχετε εἰς τὰς ἀνάγκας τῶν χριστιανῶν, 14 τὴν φιλοξενίαν νὰ ἐπιδιώκετε. 15 Εὐλογεῖτε ἐκείνους ποὺ σᾶς διώκουν, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. Νὰ χαίρετε μὲ ἐκείνους ποὺ χαίρουν καὶ νὰ κλαῖτε μὲ ἐκείνους ποὺ κλαίουν. Μεταξύ σας νὰ ἔχετε τὸ αὐτὸ φρόνημα. 16 Νὰ μὴ εἶσθε ὑψηλόφρονες, ἀλλὰ νὰ συναναστρέφεστε τοὺς ταπεινούς. Μὴ θεωρῆτε τοὺς ἑαυτούς σας σοφούς. 17 Σὲ κανένα νὰ μὴ ἀποδίδετε κακὸν ἀντὶ κακοῦ· φροντίζετε νὰ κάνετε ὅ,τι εἶναι καλὸν ἐνώπιον ὅλων τῶν ἀνθρώπων. 18 Ἐὰν εἶναι δυνατόν, ὅσον ἐξαρτᾶται ἀπὸ σᾶς, νὰ ἔχετε εἰρήνην μὲ ὅλους τοὺς ἀνθρώπους. 19 Μὴ ἐκδικῆσθε οἱ ἴδιοι, ἀγαπητοί, ἀλλὰ δώσατε τόπον εἰς τὴν ὀργὴν τοῦ Θεοῦ, διότι εἶναι γραμμένον: Σ’ ἐμένα ἀνήκει ἡ ἐκδίκησις, ἐγὼ θὰ ἀνταποδώσω, λέγει ὁ Κύριος. 20 Ἀλλ’ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, δῶσε του ψωμί, ἐὰν διψᾶ, πότιζέ τον· κάνοντας αὐτό, θὰ συσσωρεύσῃς ἀναμμένα κάρβουνα στὸ κεφάλι του. 21 Νὰ μὴ νικᾶσαι ἀπὸ τὸ κακόν, ἀλλὰ νὰ νικᾷς τὸ κακὸν διὰ τοῦ καλοῦ.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΓ’

ΚΕΦΑΛΑΙΟΝ 13

Περὶ ὑποταγῆς εἰς τὰς ἐξουσίας

1 Ἂς ὑποτάσσεται ὁ καθένας εἰς τὰς ἀνωτέρας ἐξουσίας, διότι δὲν ὑπάρχει ἐξουσία παρὰ ἀπὸ τὸν Θεόν, καὶ αἱ ἐξουσίαι ποὺ ὑπάρχουν ἔχουν ταχθῇ ἀπὸ τὸν Θεόν. 2 Ὥστε ἐκεῖνος ποὺ ἀντιτάσσεται εἰς τὴν ἐξουσίαν, ἀντιτάσσεται εἰς τὴν διαταγὴν τοῦ Θεοῦ καὶ ἐκεῖνοι ποὺ ἀντιστάθηκαν, θὰ κατακριθοῦν. 3 Διότι οἱ ἄρχοντες δὲν εἶναι φόβος διὰ τὰ καλὰ ἔργα, ἀλλὰ διὰ τὰ κακά. Θέλεις νὰ μὴ φοβᾶσαι τὴν ἐξουσίαν; Κάνε τὸ καλὸν καὶ θὰ ἐπαινεθῇς, 4 διότι ἡ ἐξουσία εἶναι ὄργανον τοῦ Θεοῦ, διὰ τὸ καλόν σου, ἐὰν ὅμως κάνῃς τὸ κακόν, τότε νὰ φοβᾶσαι, διότι δὲν φέρει μαχαίρι χωρὶς λόγον, ἀλλὰ διότι εἶναι ὄργανον τοῦ Θεοῦ, ἐκδικητὴς τῆς ὀργῆς του ἐναντίον ἐκείνου ποὺ κάνει τὸ κακόν. 5 Διὰ τοῦτο εἶναι ἀνάγκη νὰ ὑποτάσσεσθε ὄχι μόνον ἕνεκα τῆς ὀργῆς ἀλλὰ καὶ διὰ λόγους συνειδήσεως. 6 Αὐτὸς εἶναι ὁ λόγος ποὺ πληρώνετε τοὺς φόρους, διότι αἱ ἀρχαὶ εἶναι ὑπηρέται τοῦ Θεοῦ, ἀφοσιωμένοι εἰς αὐτὸ ἀκριβῶς τὸ ἔργον. 7 Ἀποδώσατε λοιπὸν εἰς ὅλους ὅ,τι τοὺς ὀφείλεται· φόρον εἰς ἐκεῖνον ποὺ ὀφείλεται φόρος, δασμὸς εἰς ἐκεῖνον ποὺ ὀφείλεται δασμός, σεβασμὸς εἰς ἐκεῖνον ποὺ ἐφείλεται σεβασμός, τιμὴ εἰς ἐκεῖνον ποὺ ὀφείλεται τιμή.

Φιλαδελφία 8 Σὲ κανένα νὰ μὴ χρωστᾶτε τίποτε, παρὰ τὸ νὰ ἀγαπᾶτε ἀλλήλους. Ἐκεῖνος ποὺ ἀγαπᾶ τὸν ἄλλον ἔχει ἐκπληρώσει τὸν νόμον, 9 διότι τὸ Μὴ Μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ἐπιθυμήσῃς καὶ ὁποιαδήποτε ἄλλη ἐντολὴ συγκεφαλαιώνονται εἰς τὰ λόγια αὐτά: Νὰ ἀγαπήσῃς τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου. 10 Ἡ ἀγάπη δὲν προξενεῖ κακὸν εἰς τὸν πλησίον, ἐπομένως ἡ ἀγάπη εἶναι ἐκπλήρωσις τοῦ νόμου.

Ἡ ἡμέρα τοῦ Χριστοῦ εἶναι πλησίον 11 Αὐτὰ νὰ κάνετε, τοσούτῳ μᾶλλον καθ’ ὅσον γνωρίζετε σὲ τί καιρὸν ζοῦμε: ὅτι εἶναι πλέον ὥρα νὰ ξυπνήσετε ἀπὸ τὸν ὕπνον, διότι τώρα εἶναι πλησιέστερα σ’ ἐμᾶς ἡ σωτηρία παρὰ τότε ποὺ ἐπιστέψαμε. 12 Ἡ νύχτα ἐπροχώρησε· ἡ ἡμέρα ἐπλησίασε. Ἂς πετάξουμε λοιπὸν τὰ ἔργα τοῦ σκότους καὶ ἂς ὁπλισθοῦμε μὲ τὰ ὅπλα τοῦ φωτός. 13 Ἂς εἶναι ἡ συμπεριφορά μας σεμνή, ὅπως ὅταν εἶναι ἡμέρα, ὄχι συμπόσια καὶ μεθύσια, ὄχι ἀκολασίες καὶ ἀσέλγειες, ὄχι ἔριδες καὶ ζηλοτυπίες, 14 ἀλλ’ ἐνδυθῆτε τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ μὴ φροντίζετε διὰ τὴν σάρκα διὰ νὰ ἱκανοποιήσετε τὰς ἐπιθυμίας της.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΔ’

ΚΕΦΑΛΑΙΟΝ 14

Μακροθυμία πρὸς τοὺς ἀδυνάτους καὶ διστακτικούς

1 Ἐκεῖνον ποὺ εἶναι ἀσθενὴς κατὰ τὴν πίστιν, νὰ τὸν δέχεσθε, ἀλλ’ ὄχι διὰ συζητήσεις γνωμῶν. 2 Ὁ ἕνας πιστεύει ὅτι ἐπιτρέπεται νὰ φάγῃ ἀπὸ ὅλα, ἀλλ’ ὁ ἀσθενὴς τρώγει λάχανα. 3 Ἐκεῖνος ποὺ τρώγει, ἂς μὴ περιφρονῇ ἐκεῖνον ποὺ δὲν τρώγει, καὶ ἐκεῖνος ποὺ δὲν τρώγει, ἂς μὴ κρίνῃ ἐκεῖνον ποὺ τρώγει, διότι ὁ Θεὸς τὸν ἔχει δεχθῆ. 4 Ποιός εἶσαι σὺ ποὺ κρίνεις ξένον ὑπηρέτην; Τὸ ἂν θὰ σταθῇ ἢ θὰ πέσῃ ἀφορᾷ τὸν δικόν του κύριον, θὰ σταθῇ ὅμως, διότι ὁ Θεὸς ἔχει τὴν δύναμιν νὰ τὸν κάνῃ νὰ σταθῇ. 5 Ὁ ἕνας θεωρεῖ μίαν ἡμέρα καλύτερη ἀπὸ τὴν ἄλλην, ἐνῷ γιὰ ἄλλον κάθε ἡμέρα εἶναι τὸ ἴδιο. Ὁ καθένας ἂς σχηματίσῃ δικήν του πεποίθησιν. 6 Ἐκεῖνος ποὺ κάνει διάκρισιν ὡς πρὸς τὴν ἡμέραν, τὸ κάνει διὰ τὸν Κύριον, καὶ ἐκεῖνος ποὺ δὲν κάνει διάκρισιν, τὸ κάνει πάλιν διὰ τὸν Κύριον. Καὶ ἐκεῖνος ποὺ τρώγει διὰ τὸν Κύριον τρώγει, διότι εὐχαριστεῖ τὸν Θεόν, καὶ ἐκεῖνος ποὺ δὲν τρώγει, διὰ τὸν Κύριον δὲν τρώγει καὶ εὐχαριστεῖ τὸν Θεόν. 7 Διότι κανεὶς ἀπὸ μᾶς δὲν ζῆ διὰ τὸν ἑαυτόν του καὶ κανεὶς δὲν πεθαίνει διὰ τὸν ἑαυτόν του, 8 διότι ἐὰν ζοῦμε, ζοῦμε διὰ τὸν Κύριον, καὶ ἐὰν πεθαίνωμε, πεθαίνομε διὰ τὸν Κύριον. Εἴτε λοιπὸν ζοῦμε εἴτε πεθαίνομε ἀνήκομεν εἰς τὸν Κύριον. 9 Πρὸς τὸν σκοπὸν αὐτὸν ὁ Χριστὸς καὶ ἐπέθανε καὶ ἀναστήθηκε καὶ ἔζησε: διὰ νὰ γίνῃ Κύριος καὶ νεκρῶν καὶ ζώντων. 10 Σὺ γιατὶ κρίνεις τὸν ἀδελφόν σου; Καὶ σὺ γιατὶ περιφρονεῖς τὸν ἀδελφόν σου; Ὅλοι θὰ παρουσιασθοῦμε ἐμπρὸς εἰς τὸ βῆμα τοῦ Χριστοῦ. 11 Διότι εἶναι γραμμένον: Εἰς τὴν ζωήν μου, λέγει ὁ Κύριος, κάθε γόνατο θὰ κάμψῃ ἐμπρός μου καὶ κάθε γλῶσσα θὰ δοξολογήσῃ τὸν Θεόν. 12 Ἄρα λοιπὸν ὁ καθένας ἀπὸ μᾶς θὰ δώσῃ λόγον διὰ τὸν ἑαυτόν τους εἰς τὸν Θεόν. 13 Ἂς μὴ κρίνωμεν λοιπὸν πλέον ὁ ἕνας τὸν ἄλλον, ἀλλὰ τοῦτο μᾶλλον ἀποφασίσετε: τὸ νὰ μὴ βάζετε εἰς τὸν ἀδελφὸν πρόσκομμα ἢ κάτι ποὺ θὰ κλονίσῃ τὴν πίστιν του. 14 Ξέρω καὶ ἔχω πεποίθησιν ἐν Κυρίῳ Ἰησοῦ ὅτι κανένα πρᾶγμα δὲν εἶναι αὐτὸ καθ’ ἑαυτό ἀκάθαρτον· ἀκάθαρτον εἶναι ἕνα πρᾶγμα μόνον δι’ ἐκεῖνον ποὺ τὸ θεωρεῖ ἀκάθαρτον. 15 Ἐὰν ὁ ἀδελφός σου λυπᾶται γιὰ κάτι ποὺ τρῶς, δὲν φέρεσαι πλέον μὲ ἀγάπην. Μὴ καταστρέφῃς μὲ τὴν τροφήν σου ἐκεῖνον, διὰ τὸν ὁποῖον ἐπέθανε ὁ Χριστός. 16 Ἂς μὴ γίνεται λοιπὸν ἀντικείμενον δυσφημήσεως ἐκεῖνο ποὺ γιὰ σᾶς εἶναι σωστό. 17 Διότι ἡ βασιλεία τοῦ Θεοῦ δὲν εἶναι φαγητὰ καὶ πιοτά, ἀλλὰ δικαιοσύνη, εἰρήνη καὶ χαρὰ ποὺ χορηγεῖ τὸ Πνεῦμα τὸ Ἅγιον. 18 Ἐκεῖνος ποὺ μὲ αὐτὸν τὸν τρόπον ὑπηρετεῖ τὸν Χριστὸν εἶναι εὐάρεστος εἰς τὸν Θεὸν καὶ ἐπιδοκιμάζεται ἀπὸ τοὺς ἀνθρώπους. 19 Ἂς ἐπιδιώκωμεν λοιπὸν ὅ,τι συντελεῖ εἰς τὴν εἰρήνην καὶ εἰς τὴν οἰκοδομὴν μεταξύ μας. 20 Μὴ καταστρέφῃς τὸ ἔργον τοῦ Θεοῦ ἐξ αἰτίας τροφῆς. Ὅλα εἶναι καθαρά, ἀλλὰ εἶναι κακὸν γιὰ ἕναν ἄνθρωπον νὰ γίνεται μὲ τὴν τροφὴν του αἰτία νὰ πέσῃ ὁ ἄλλος. 21 Καλὸ εἶναι νὰ μὴ φᾶς κρέας, οὔτε νὰ πιῇς κρασί, οὔτε νὰ κάνεις κάτι ποὺ θὰ ἔχῃ ὡς ἀποτέλεσμα νὰ σκοντάψῃ ὁ ἀδελφός σου ἢ νὰ πέσῃ ἢ νὰ ἐξασθενήσῃ ἡ πίστις του. 22 Ἔχεις πίστιν; Κράτησέ την γιὰ τὸν ἑαυτόν σου ἐνώπιον τοῦ Θεοῦ. Μακάριος ἐκεῖνος ποὺ δὲν βρίσκει λόγον νὰ καταδικάσῃ τὸν ἑαυτόν του δι’ ἐκεῖνα ποὺ ἐπιδοκιμάζει. 23 Ἐκεῖνος ὅμως ποὺ ἔχει ἀμφιβολίες καταδικάζεται, ἐὰν φάγῃ, διότι κάνει κάτι ποὺ δὲν προέρχεται ἀπὸ πίστιν. Καὶ κάθε πρᾶγμα ποὺ δὲν προέρχεται ἀπὸ πίστιν, εἶναι ἁμαρτία.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΕ’

ΚΕΦΑΛΑΙΟΝ 15

1 Ἐμεῖς οἱ δυνατοὶ πρέπει νὰ βαστάζωμεν τὰς ἀδυναμίας τῶν ἀδυνάτων καὶ νὰ μὴ περιοριζώμεθα εἰς ὅσα εἶναι ἀρεστὰ εἰς τὸν ἑαυτόν μας. 2 Ὁ καθένας ἀπὸ μᾶς ἂς φροντίζῃ νὰ εἶναι ἀρεστὸς εἰς τὸν πλησίον διὰ τὸ καλόν του καὶ τὴν οἰκοδομήν του, 3 διότι καὶ ὁ Χριστὸς δὲν ἐζήτησε ἐκεῖνα ποὺ ἦσαν ἀρεστὰ εἰς τὸν ἑαυτόν του, ἀλλά, καθὼς εἶναι γραμμένον, Αἱ ὕβρεις τῶν ὑβριστῶν σου ἔπεσαν ἐπάνω μου. 4 Διότι ὅσα προεγράφησαν, ἐγράφησαν γιὰ τὴν διδασκαλίαν μας ὥστε διὰ τῆς ὑπομονῆς καὶ τῆς παρηγορίας ποὺ δίνουν αἱ γραφαὶ νὰ διατηροῦμεν τὴν ἐλπίδα. 5 Καὶ εἴθε ὁ Θεὸς ποὺ εἶναι ἡ πηγὴ τῆς ὑπομονῆς καὶ τῆς παρηγορίας νὰ σᾶς ἀξιώσῃ νὰ ἔχετε τὸ ἴδιο φρόνημα μεταξύ σας κατὰ τὸ ὑπόδειγμα τοῦ Ἰησοῦ Χριστοῦ, 6 ὥστε ὅλοι μαζὶ μὲ μιὰ ψυχὴ καὶ μὲ ἕνα στόμα νὰ δοξάζετε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. 7 Διὰ τοῦτο ὁ ἕνας νὰ δέχεται τὸν ἄλλον, ὅπως καὶ ὁ Χριστὸς σᾶς ἐδέχθηκε διὰ νὰ δοξασθῇ ὁ Θεός. 8 Διότι ὁ Ἰησοῦς Χριστός, λέγω, διὰ νὰ φανῇ ὅτι ὁ Θεὸς εἶναι ἀληθής, ἔγινε ὑπηρέτης τῶν Ἰσραηλιτῶν, ὥστε νᾶ πραγματοποιηθοῦν αἱ ὑποσχέσεις ποὺ ἔγιναν εἰς τοὺς πατέρας, 9 τὰ δὲ ἔθνη νὰ δοξάσουν τὸν Θεὸν διὰ τὴν εὐσπλαγχνίαν του πρὸς αὐτά, καθὼς εἶναι γραμμένον, Διὰ τοῦτο θὰ σὲ δοξάζω, Κύριε, μεταξὺ ἐθνῶν καὶ θὰ ψάλλω εἰς τὸ ὄνομά σου. 10 Καὶ πάλιν λέγει: Εὐφράνθητε ἔθνη μαζὶ μὲ τὸν λαόν του. 11 Καὶ πάλιν: Αἰνεῖτε τὸν Κύριον ὅλα τὰ ἔθνη καὶ ὑμνήσατε αὐτὸν ὅλοι οἱ λαοί. 12 Καὶ πάλιν ὁ Ἡσαΐας λέγει: Θὰ ἔλθῃ ἡ ρίζα τοῦ Ἰεσσαὶ καὶ ἐκεῖνος ποὺ θὰ ἐμφανισθῇ διὰ νὰ γίνῃ ἄρχων ἐθνῶν, εἰς αὐτὸν τὰ ἔθνη θὰ ἐλπίζουν. 13 Εἴθε ὁ Θεὸς τῆς ἐλπίδος νὰ σᾶς γεμίσῃ μὲ κάθε χαρὰν καὶ εἰρήνην, ποὺ προέρχονται ἀπὸ τὴν πίστιν, ὥστε νὰ ἔχετε ἄφθονη τὴν ἐλπίδα διὰ τῆς δυνάμεως τοῦ Ἁγίου Πνεύματος.

Ὁ Παῦλος δικαιολογεῖται δι’ ὅσα ἔγραψε 14 Ἐγὼ ὁ ἴδιος, ἀδελφοί μου, εἶμαι πεπεισμένος γιὰ σᾶς ὅτι ἤδη εἶσθε γεμᾶτοι καλωσύνην, πλήρεις ἀπὸ κάθε γνῶσιν, ὥστε νὰ μπορῆτε νὰ νουθετῆτε ὁ ἕνας τὸν ἄλλον. 15 Ἀλλὰ σᾶς ἔγραψα, ἀδελφοί, μὲ τόλμην σὲ μερικὰ σημεῖα διὰ νὰ σᾶς τὰ ὑπενθυμίσω, καὶ τοῦτο ἕνεκα τῆς χάριτος ποὺ μοῦ ἐδόθηκε ἀπὸ τὸν Θεόν, 16 νὰ εἶμαι ὑπηρέτης τοῦ Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, προσφέρων ὡς θυσίαν τὸ κήρυγμα τοῦ εὐαγγελίου τοῦ Θεοῦ, διὰ νὰ εἶναι ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτη, ἁγιασμένη διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου. 17 Ἔχω λόγον λοιπὸν νὰ καυχῶμαι ἐν Χριστῷ Ἰησοῦ διὰ τὸ ἔργον ποὺ κάνω διὰ τὸν Θεόν, 18 διότι δὲν θὰ τολμήσω νὰ μιλήσω παρὰ μόνον δι’ ὅ,τι ἔκανε ὁ Χριστὸς δι’ ἐμοῦ διὰ νὰ φέρῃ εἰς ὑπακοὴν τὰ ἔθνη, μὲ τὸν λόγον καὶ τὰ ἔργα, 19 μὲ τὴν δύναμιν σημείων καὶ τεράτων, μὲ τὴν δύναμιν τοῦ Πνεύματος τοῦ Θεοῦ, ὥστε ἀπὸ τὰ Ἱεροσόλυμα καὶ τὰ πέριξ μέχρι τοῦ Ἰλλυρικοῦ νὰ ἔχω συμπληρώσει τὸ κήρυγμα τοῦ εὐαγγελίου τοῦ Χριστοῦ, 20 φιλοτιμούμενος νὰ κηρύττω τὸ εὐαγγέλιον ἐκεῖ ὅπου δὲν εἶχε κηρυχθῆ ὁ Χριστός, διὰ νὰ μὴ οἰκοδομῶ ἐπάνω σὲ ξένο θεμέλιον, 21 ἀλλὰ καθὼς εἶναι γραμμένον, Θὰ ἰδοῦν ἐκεῖνοι εἰς τοὺς ὁποίους δὲν τὸν εἶχαν ἀναγγείλει, καὶ ἐκεῖνοι ποὺ δὲν εἶχαν ἀκούσει γι’ αὐτόν, θὰ ἐννοήσουν.

Προσωπικὰ σχέδια τοῦ Παύλου 22 Διὰ τοῦτο καὶ ἐμποδίσθηκα πολλὲς φορὲς νὰ ἔλθω σ’ ἐσᾶς. 23 Τώρα ὅμως, ἐπειδὴ δὲν ἔχω πλέον ἔργον σ’ αὐτὰ ἐδῶ τὰ μέρη, καὶ ἀπὸ πολλὰ χρόνια ἐπιθυμῶ ζωηρὰ νὰ ἔλθω σ’ ἐσᾶς, 24 θὰ τὸ κάνω, ὅταν θὰ μεταβῶ εἰς Ἰσπανίαν. Ἐλπίζω περνώντας νὰ σᾶς ἴδω καὶ νὰ μὲ προπέμψετε πρὸς τὰ ἐκεῖ, ἀφοῦ πρῶτα σᾶς ἀπολαύσω γιὰ λίγον καιρόν. 25 Τώρα ὅμως πηγαίνω εἰς Ἱερουσαλὴμ ἐκτελῶν ὑπηρεσίαν πρὸς τοὺς ἐκεῖ ἁγίους. 26 Διότι ἡ Μακεδονία καὶ ἡ Ἀχαΐα ἀπεφάσισαν νὰ κάνουν κάποιαν συνεισφορὰν διὰ τοὺς πτωχοὺς τῶν ἁγίων τῆς Ἱερουσαλήμ. 27 Ἀπεφάσισαν αὐτὸ καὶ μάλιστα εἶναι χρεῶσται σ’ αὐτούς· διότι ἐὰν τὰ ἔθνη ἔχουν συμμερισθῆ τὰ πνευματικά τους ἀγαθά, ὀφείλουν νὰ τοὺς συνδράμουν καὶ εἰς τὰ ὑλικὰ ἀγαθά. 28 Ἀφοῦ λοιπὸν ἐκτελέσω τὸ ἔργον αὐτὸ καὶ τοὺς παραδώσω ἐν ἀσφαλείᾳ τὴν συνεισφορὰν αὐτήν, θὰ ἀναχωρήσω διὰ τὴν Ἰσπανίαν, περνώντας ἀπὸ σᾶς. 29 Ξέρω δὲ ὅτι ὅταν ἔλθω σ’ ἐσᾶς, θὰ ἔλθω μὲ τὸν πλοῦτον τῆς εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ. 30 Σᾶς παρακαλῶ, ἀδελφοί, διὰ τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος νὰ ἀγωνισθῆτε μαζί μου σὲ προσευχὰς εἰς τὸν Θεὸν δι’ ἐμέ, 31 διὰ νὰ σωθῶ ἀπὸ τοὺς ἀπειθεῖς τῆς Ἰουδαίας και διὰ νὰ γίνῃ ἠ ἀποστολή μου εἰς τὴν Ἱερουσαλὴμ εὐπρόσδεκτη εἰς τοὺς ἐκεῖ ἁγίους, 32 ὥστε νὰ ἔλθω σ’ ἐσᾶς μὲ χαράν, ἐὰν τοῦτο εἶναι θέλημα τοῦ Θεοῦ, καὶ νὰ ἀπολαύσω τὴν συντροφιά σας. 33 Ὁ δὲ Θεὸς τῆς εἰρήνης νὰ εἶναι μαζὶ μὲ ὅλους σας. Ἀμήν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 16

Προσωπικοὶ χαιρετισμοί

1 Σᾶς συνιστῶ τὴν Φοίβην τὴν ἀδελφήν μας, ἡ ὁποία εἶναι διακόνισσα τῆς ἐκκλησίας εἰς Κεγχρεάς, 2 διὰ νὰ τὴν δεχθῆτε ἐν Κυρίῳ ὅπως ἀξίζει εἰς ἁγίους καὶ τὴν βοηθήσετε εἰς ὅ,τι χρειασθῇ ἀπὸ σᾶς, διότι καὶ αὐτὴ ἐβοήθησε πολλοὺς καὶ ἐμὲ τὸν ἴδιον. 3 Χαιρετῆστε τὴν Πρίσκιλλαν καὶ τὸν Ἀκύλαν, τοὺς συνεργάτας μου ἐν Χριστῷ Ἰησοῦ, 4 οἱ ὁποῖοι χάριν τῆς ζωῆς μου ἐκινδύνευσαν νὰ ἀποκεφαλισθοῦν καὶ τοὺς ὁποίους ὄχι μόνον ἐγὼ εὐχαριστῶ ἀλλὰ καὶ ὅλαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· 5 χαιρετῆστε ἐπίσης τὴν ἐκκλησίαν τοῦ σπιτιοῦ τους. Χαιρετῆστε τὸν Ἐπαίνετον τὸν ἀγαπητόν μου, ποὺ εἶναι ὁ πρῶτος ἀπὸ τὴν Ἀχαΐαν ποὺ ἐπίστεψε εἰς τὸν Χριστόν. 6 Χαιρετῆστε τὴν Μαριάμ, ἡ ὁποία πολὺ ἐκοπίασε γιὰ μᾶς. 7 Χαιρετῆστε τὸν Ἀνδρόνικον καὶ τὴν Ἰουνίαν, τοὺς ὁμοεθνεῖς μου καὶ συντρόφους μου εἰς τὴν φυλακήν. Εἶναι διακεκριμένοι μεταξὺ τῶν ἀποστόλων καὶ εἶχαν πιστέψει εἰς τὸν Χριστὸν πρὶν ἀπὸ ἐμέ. 8 Χαιρετῆστε τὸν Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ. 9 Χαιρετῆστε τὸν Οὐρβανὸν τὸν συνεργάτην μας ἐν Χριστῷ, καὶ τὸν Στάχυν τὸν ἀγαπητόν μου. 10 Χαιρετῆστε τὸν Ἀπελλῆν τὸν δοκιμασμένον ἐν Χριστῷ. Χαιρετῆστε τοὺς οἰκιακοὺς τοῦ Ἀριστοβούλου. 11 Χαιρετῆστε τὸν Ἡρῳδίωνα τὸν ὁμοεθνῆ μου. Χαιρετῆστε ἐκείνους ἀπὸ τοὺς οἰκιακοὺς τοῦ Ναρκίσσου, ποὺ ἀνήκουν εἰς τὸν Κύριον. 12 Χαιρετῆστε τὴν Τρύφαιναν καὶ τὴν Τρυφῶσαν, αἱ ὁποῖαι κοπιάζουν διὰ τὸν Κύριον. Χαιρετῆστε τὴν Περσίδα τὴν ἀγαπητήν, ἡ ὁποία πολὺ ἐκοπίασε διὰ τὸν Κύριον. 13 Χαιρετῆστε τὸν Ροῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα του ποὺ εἶναι καὶ δική μου. 14 Χαιρετῆστε τὸν Ἀσύγκριτον, τὸν Φλέγοντα, τὸν Ἑρμᾶν, τὸν Πατρόβαν, τὸν Ἑρμῆν καὶ τοὺς ἀδελφοὺς ποὺ εἶναι μαζί τους. 15 Χαιρετῆστε τὸν Φιλόλογον καὶ τὴν Ἰουλίαν, τὸν Νηρέα καὶ τὴν ἀδελφήν του, τὸν Ὀλυμπᾶν καὶ ὅλους τοὺς ἁγίους ποὺ εἶναι μαζί τους. 16 Χαιρετῆστε ὁ ἕνας τὸν ἄλλον μὲ ἅγιον φίλημα. Σᾶς χαιρετοῦν ὅλαι αἱ ἐκκλησίαι τοῦ Χριστοῦ. 17 Σᾶς παρακαλῶ, ἀδελφοί, νὰ προσέχετε ἐκείνους ποὺ δημιουργοῦν διχόνοιες καὶ σκάνδαλα, ἀντίθετα πρὸς ὅσα ἐδιδαχθήκατε, 18 καὶ ἀπομακρυνθῆτε ἀπ’ αὐτούς, διότι οἱ τέτοιοι ἄνθρωποι δὲν εἶναι δοῦλοι τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ ἀλλὰ τῶν δικῶν τους ἐπιθυμιῶν καὶ μὲ τὰ γλυκὰ καὶ ὡραῖα τους λόγια ἐξαπατοῦν τὶς καρδιὲς τῶν ἀθώων. 19 Ἡ ὑπακοή σας ἔγινε γνωστὴ εἰς ὅλους. Χαίρω λοιπὸν γιὰ σᾶς, ἀλλὰ θέλω νὰ εἶσθε σοφοὶ γιὰ ὅ,τι εἶναι καλό, καὶ ἀκέραιοι εἰς τὸ κακό. 20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης θὰ συντρίψῃ γρήγορα τὸν Σατανᾶν κάτω ἀπὸ τὰ πόδια σας. Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νὰ εἶναι μαζί σας. 21 Σᾶς χαιρετοῦν ὁ Τιμόθεος, ὁ συνεργάτης μου, καὶ ὁ Λούκιος, ὁ Ἰάσων καὶ ὁ Σωσίπατρος οἱ συμπατριῶται μου. 22 Σᾶς χαιρετῶ ἐν Κυρίῳ ἐγὼ ὁ Τέρτιος, ὁ ὁποῖος ἔγραψα τὴν ἐπιστολήν. 23 Σᾶς χαιρετᾶ ὁ Γάϊος ποὺ φιλοξενεῖ ἐμὲ καὶ ὅλην τὴν ἐκκλησίαν. Σᾶς χαιρετᾶ ὁ Ἔραστος, ὁ οἰκονόμος τῆς πόλεως, καὶ ὁ Κούαρτος ὁ ἀδελφός. Δοξολογία 24 Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νὰ εἶναι μαζὶ μὲ ὅλους σας. Ἀμήν]. 25 Εἰς ἐκεῖνον δὲ ποὺ ἔχει τὴν δύναμιν νὰ σᾶς στηρίξῃ σύμφωνα μὲ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα τοῦ Ἰησοῦ Χριστοῦ, σύμφωνα μὲ τὴν ἀποκάλυψιν τοῦ μυστηρίου διὰ τὸ ὁποῖον ἐτηρεῖτο σιγὴ ἐπὶ πολλοὺς αἰῶνας 26 ἀλλὰ ἐφανερώθηκε τώρα, καί, διὰ προφητικῶν γραφῶν, κατ’ ἐντολὴν τοῦ αἰωνίου Θεοῦ, ἔγινε γνωστὸς εἰς ὅλα τὰ ἔθνη, ὥστε νὰ ὑπακούσουν εἰς τὴν πίστιν· 27 εἰς τὸν μόνον σοφὸν Θεὸν διὰ τοῦ Ἰησοῦ Χριστοῦ, εἰς αὐτὸν ἂς εἶναι ἡ δόξα αἰωνίως. Ἀμήν.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.