ΕΠΙΣΤΟΛΕΣ ΠΑΥΛΟΥ
προς Εφεσίους ΠΡΟΣ ΦΙΛΙΠΠΙΣΙΟΥΣ προς Κολοσσαείς
προς Ρωμαίους – Α’ προς Κορινθίους – Β’ προς Κορινθίους – προς Γαλάτας – προς Εφεσίους – προς Φιλιππισίους – προς Κολοσσαείς – Α’ προς Θεσσαλονικείς – Β’ προς Θεσσαλονικείς – Α’ προς Τιμόθεον – Β’ προς Τιμόθεον – προς Τίτον – προς Φιλήμονα – προς Εβραίους
- κεφ.1-2 Πρωτότυπο
- κεφ.1-2 Ερμηνεία
- κεφ.3-4 Πρωτότυπο
- κεφ.3-4 Ερμηνεία
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός
1 Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Εὐχαριστία καὶ χαρὰ τοῦ Παύλου
3 Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,
4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος
5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
6 πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ,
7 καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
8 μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.
Προσευχὴ διὰ τοὺς ἀναγνώστας του
9 Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
11 πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ ᾿Ιησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
Συνέπειαι τῆς φυλακίσεώς του
12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι,
14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν.
15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
16 οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου·
17 οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι.
Χαίρει διότι κηρύττεται ὁ Χριστός
18 Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι·
19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ,
20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
Ζωὴ ἢ θάνατος, τί εἶναι προτιμότερον;
21 Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
22 Εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλλον κρεῖσσον·
24 τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς.
25 Καὶ τοῦτο πεποιθώς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
Ἐνθάρρυνσις
27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ·
29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν,
30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
Ἔκκλησις πρὸς ἑνότητα
1 Εἰ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
2 πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
Ἔκκλησις πρὸς ταπεινοφροσύνην
3 Μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν.
4 Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
Τὸ παράδειγμα τῆς ταπεινοφροσύνης καὶ αὐτοθυσίας τοῦ Χριστοῦ
5 Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
6 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,
7 ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,
8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
9 Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.
Ἡ σωτηρία νὰ διαμορφώνῃ τὸν χαρακτῆρα
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
13 ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14 Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
17 Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
18 τὸ δ’ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
Ὁ Τιμόθεος
19 Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν·
20 οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.
22 Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
23 Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
24 πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
Ὁ Ἐπαφρόδιτος
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε.
27 Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
28 Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ.
29 Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
30 ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός
1 Ὁ Παῦλος καὶ ὁ Τιμόθεος, δοῦλοι τοῦ Ἰησοῦ Χριστοῦ, πρὸς ὅλους τοὺς ἁγίους ἐν Χριστῷ Ἰησοῦ, οἱ ὁποῖοι εἶναι εἰς Φιλίππους, μαζὶ μὲ τοὺς ἐπισκόπους καὶ τοὺς διακόνους·
2 χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ τὸν Θεὸν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν.
Εὐχαριστία καὶ χαρὰ τοῦ Παύλου
3 Εὐχαριστῶ τὸν Θεόν, ὅταν σᾶς ἐνθυμοῦμαι,
4 πάντοτε εἰς κάθε μου προσευχὴν προσεύχομεν μὲ χαρὰν δι’ ὅλους σας,
5 διὰ τὴν συμμετοχήν σας εἰς τὸ ἔργον τοῦ εὐαγγελίου ἀπὸ τῆς πρώτης ἡμέρας μέχρι σήμερον.
6 Ἔχω πεποίθησιν διὰ τοῦτο: ὅτι ἐκεῖνος ποὺ πρωτοάρχισε σ’ ἐσᾶς καλὸν ἔργον θὰ τὸ ἀποτελειώση μέχρι τῆς ἡμέρας τοῦ Ἰησοῦ Χριστοῦ.
7 Εἶναι, πραγματικά, σωστὸ νὰ σκέπτωμαι ἔτσι δι’ ὅλους σας, διότι σᾶς ἔχω εἰς τὴν καρδιά μου, ἐσᾶς οἱ ὁποῖοι καὶ εἰς τὴν φυλάκισίν μου καὶ κατὰ τὴν ἀπολογίαν μου καὶ βεβαίωσιν τοῦ εὐαγγελίου ὑπήρξατε ὅλοι συγκοινωνοί μου τῆς χάριτος.
8 Διότι μάρτυς μου εἶναι ὁ Θεὸς ὅτι ὅλους σᾶς ποθῶ μὲ τὴν ἀγάπην τοῦ Ἰησοῦ Χριστοῦ.
Προσευχὴ διὰ τοὺς ἀναγνώστας μου
9 Καὶ προσεύχομαι διὰ τοῦτο: νὰ αὐξάνῃ ἡ ἀγάπη σας ὅλο καὶ περισσότερον εἰς τελείαν γνῶσιν καὶ εἰς κάθε διάκρισιν,
10 ὥστε νὰ διακρίνετε τὸ καλύτερον, καὶ νὰ εἶσθε καθαροὶ καὶ ἄψογοι κατὰ τὴν ἡμέραν τοῦ Χριστοῦ,
11 γεμᾶτοι ἀπὸ καρποὺς δικαιοσύνης ποὺ παράγονται διὰ τοῦ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον τοῦ Θεοῦ.
Συνέπειαι τῆς φυλακίσεώς του
12 Θέλω νὰ ξέρετε ἀδελφοί, ὅτι ὅσα μοῦ συνέβησαν, ἐβοήθησαν μᾶλλον τὴν πρόοδον τοῦ εὐαγγελίου,
13 ὥστε νὰ γίνῃ γνωστὸν εἰς ὅλον τὸ διοικητήριον καὶ εἰς ὅλους τοὺς λοιπούς, ὅτι εἶμαι εἰς τὴν φυλακὴν χάριν τοῦ Χριστοῦ,
14 καὶ οἱ περισσότεροι ἀπὸ τοὺς ἀδελφοὺς ἐν Κυρίῳ, ἐπῆραν θάρρος ἀπὸ τὴν φυλάκισίν μου καὶ τολμοῦν ἀκόμη περισσότερον νὰ κηρύττουν τὸν λόγον χωρὶς φόβον.
15 Μερικοὶ μὲν κηρύττουν τὸν Χριστὸν ἀπὸ φθόνον καὶ φιλονεικίαν,
16 ἄλλοι δὲ ἀπὸ καλὴν διάθεσιν· ἐκεῖνοι ποὺ ἀπὸ διάθεσιν πρὸς φιλονεικίαν κηρύττουν τὸν Χριστόν, τὸ κάνουν ὄχι ἀπὸ ἁγνὴν πρόθεσιν, ἀλλ’ ἐπειδὴ νομίζουν ὅτι θὰ προξενήσουν θλῖψιν εἰς ἐμὲ τὸν φυλακισμένον.
17 Ἀλλ’ ἐκεῖνοι ποὺ κηρύττουν ἀπὸ ἀγάπην, τὸ κάνουν ἐπειδὴ γνωρίζουν ὅτι ἐγὼ ἔχω ὁρισθῆ διὰ τὴν ἀπολογίαν τοῦ εὐαγγελίου.
Χαίρει διότι κηρύττεται ὁ Χριστός
18 Ἀλλὰ τί σημασίαν ἔχουν αὐτά, παρὰ ὅτι μὲ κάθε τρόπον, εἴτε μὲ προφάσεις εἴτε μὲ εἰλικρίνειαν, ὁ Χριστὸς κηρύττεται; Καὶ δι’ αὐτὸ χαίρω, ἀλλὰ καὶ στὸ μέλλον θὰ χαίρω·
19 διότι γνωρίζω ὅτι αὐτὸ θὰ καταλήξῃ εἰς τὴν ἀπελευθέρωσίν μου, διὰ τῆς προσευχῆς σας καὶ τῆς βοηθείας τοῦ Πνεύματος τοῦ Ἰησοῦ Χριστοῦ,
20 σύμφωνα πρὸς τὴν προσδοκίαν καὶ τὴν ἐλπίδα μου, ὅτι δὲν θὰ ντροπιασθῶ σὲ τίποτε, ἀλλὰ θὰ μιλήσω μὲ θάρρος ὥστε, ὅπως πάντοτε, καὶ τώρα ὁ Χριστὸς θὰ δοξασθῇ εἰς τὸ σῶμά μου, εἰτε ζήσω εἴτε πεθάνω.
Ζωὴ ἢ θάνατος, τί εἶναι προτιμότερον;
21 Διότι δι’ ἐμὲ ζωὴ σημαίνει Χριστὸς καὶ θάνατος σημαίνει κέρδος.
22 Ἀλλ’ ἐὰν τὸ νὰ ζῶ εἰς τὸ σῶμα, μοῦ ἐπιτρέπει νὰ ἐργασθῶ μὲ καρποφορίαν, δὲν ξέρω τί νὰ προτιμήσω.
23 Πιέζομαι καὶ ἀπὸ τὰ δύο: ἔχω τὴν ἐπιθυμίαν νὰ πεθάνω καὶ νὰ εἶμαι μαζὶ μὲ τὸν Χριστόν, διότι τοῦτο εἶναι πολὺ καλύτερον·
24 τὸ νὰ παραμένω ὅμως εἰς τὸ σῶμα εἶναι ἀναγκαιότερον γιὰ σᾶς.
25 Εἶμαι βέβαιος γι’ αὐτὸ καὶ ξέρω ὅτι θὰ μείνω καὶ θὰ εἶμαι μεταξὺ ὅλων σας διὰ τὴν πρόοδόν σας καὶ τὴν χαράν σας εἰς τὴν πίστιν,
26 ὥστε, ὅταν εἶμαι πάλιν μαζί σας, νὰ αὐξηθῇ τὸ καύχημά σας δι’ ἐμέ ἐν Χριστῷ Ἰησοῦ.
Ἐνθάρρυνσις
27 Μόνον νὰ ζῆτε ἄξια πρὸς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὥστε, εἴτε ἔλθω καὶ σᾶς ἰδῶ, εἴτε εἶμαι ἀπών, νὰ ἀκούσω γιὰ σᾶς, ὅτι στέκεσθε σταθεροὶ μὲ ἕνα πνεῦμα, ἀγωνιζόμενοι μὲ μιὰ ψυχὴ διὰ τὴν πίστιν τοῦ εὐαγγελίου,
28 καὶ χωρὶς νὰ φοβᾶσθε καθόλου τοὺς ἀντιπάλους σας. Αὐτὸ εἶναι γι’ αὐτοὺς μὲν ἔνδειξις ἀπωλείας, γιὰ σᾶς δὲ σωτηρίας, καὶ τοῦτο προέρχεται ἀπὸ τὸν Θεόν·
29 διότι σ’ ἐσᾶς ἐχαρίσθηκε τὸ νὰ κάνετε αὐτὸ πρὸς χάριν τοῦ Χριστοῦ, ὄχι μόνον τὸ νὰ πιστεύετε εἰς αὐτὸν ἀλλὰ καὶ τὸ νὰ πάσχετε γι’ αὐτόν,
30 ἔχοντες τὸν ἴδιο ἀγῶνα ποὺ εἴδατε νὰ ἔχω καὶ ἐγὼ καὶ ἀκοῦτε ὅτι τὸν ἔχω καὶ τώρα.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
Ἔκκλησις πρὸς ἑνότητα
1 Ἐὰν λοιπόν, ὑπάρχῃ κάποια χριστιανικὴ ἐνθάρρυνσις, κάποια παρηγορία ἀγάπης, κάποια συμμετοχὴ εἰς τὸ Πνεῦμα, κάποια εὐσπλαγχνία καὶ ἔλεος,
2 κάνετε τὴν χαράν μου πλήρη μὲ τὸ νὰ ἔχετε τὸ ἴδιο φρόνημα, τὴν ἴδια ἀγάπη, μιὰ ψυχή, ἕνα φρόνημα.
Ἔκκλησις πρὸς ταπεινοφροσύνην
3 Χωρὶς νὰ κάνετε τίποτε ἀπὸ διάθεσιν φιλονεικίας ἢ ματαιοδοξίας, ἀλλὰ μὲ ταπεινοφροσύνην ὁ ἕνας νὰ θεωρῇ τὸν ἄλλον ἀνώτερόν του.
4 Ἂς μὴ φροντίζῃ ὁ καθένας μόνον διὰ τὰ δικά του συμφέροντα ἀλλὰ καὶ διὰ τὰ συμφέροντα τῶν ἄλλων.
Τὸ παράδειγμα τῆς ταπεινοφροσύνης καὶ αὐτοθυσίας τοῦ Χριστοῦ
5 Ἂς ἐπικρατῇ μεταξύ σας τὸ ἴδιο φρόνημα, τὸ ὁποῖον ὑπῆρχε καὶ εἰς τὸν Χριστὸν Ἰησοῦν,
6 ὁ ὁποῖος, ἂν καὶ εἶχεν θεϊκὴν ὕπαρξιν, δὲν ἐθεώρησε τὸ ὅτι ἦτο ἴσος πρὸς τὸν Θεὸν σὰν κάτι πρὸς ἁρπαγμόν,
7 ἀλλ’ ἐκένωσε τὸν ἑαυτόν του λαβὼν μορφὴν δούλου, γενόμενος ὅμοιος πρὸς τοὺς ἀνθρώπους, καί, ἀφοῦ κατὰ τὸ σχῆμα εὑρέθηκε ὡς ἄνθρωπος,
8 ἐταπείνωσε τὸν ἑαυτόν του γενόμενος ὑπήκοος μέχρι θανάτου καὶ μάλιστα θανάτου σταυρικοῦ.
9 Διὰ τοῦτο καὶ ὁ Θεὸς τὸν ὑπερήψωσε καὶ τοῦ ἐχάρισε ὄνομα τὸ ἀνώτερον ἀπὸ κάθε ὄνομα, ὥστε,
10 εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ, νὰ κάμψῃ κάθε γόνυ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων,
11 καὶ κάθε γλῶσσα νὰ ὁμολογήσῃ ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι Κύριος εἰς δόξαν τοῦ Θεοῦ Πατρός.
Ἡ σωτηρία νὰ διαμορφώνῃ τὸν χαρακτῆρα
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ἐδείξατε ὑπακοήν, ὄχι μόνον ἐπειδὴ ἤμουν παρών, ἀλλὰ καὶ τώρα πολὺ περισσότερον ἐπειδὴ εἶμαι ἀπών, μὲ φόβον καὶ τρόμον νὰ κατεργάζεσθε τὴν σωτηρίαν σας,
13 διότι ὁ Θεὸς εἶναι ἐκεῖνος ποὺ ἐργάζεται μέσα σας καὶ τὸ νὰ θέλετε καὶ τὸ νὰ ἐνεργῆτε κατὰ τὴν θέλησίν του.
14 Ὅλα νὰ τὰ κάνετε χωρὶς γογγυσμοὺς καὶ ἀμφισβητήσεις,
15 διὰ νὰ γίνετε ἄψογοι καὶ ἀκέραιοι, παιδιὰ τοῦ Θεοῦ ἄψογα μέσα σὲ μιὰ γενεὰ διεφθαρμένη καὶ διεστραμμένη, μεταξὺ τῶν ὁποίων λάμπετε εἰς τὸν κόσμον σὰν ἀστέρια,
16 κρατοῦντες στερεὰ τὸν λόγον τῆς ζωῆς, διὰ νὰ μπορῶ νὰ καυχηθῶ κατὰ τὴν Ἡμέραν τοῦ Χριστοῦ, ὅτι δὲν ἔτρεξα ματαίως οὔτε ἐκοπίασα ματαίως.
17 Ἀλλ’ ἂν καὶ προσφέρωμαι σὰν σπονδὴ ἐπάνω εἰς τὴν θυσίαν καὶ ἐξυπηρέτησιν τῆς πίστεώς σας, χαίρω καὶ συμμετέχω εἰς τὴν χαρὰν ὅλων σας.
18 Τὸ ἴδιο καὶ σεῖς νὰ χαίρετε καὶ νὰ συμμετέχετε εἰς τὴν χαράν μου.
Ὁ Τιμόθεος
19 Ἐλπίζω δὲ εἰς τὸν Κύριον Ἰησοῦν νὰ σᾶς στείλω γρήγορα τὸν Τιμόθεον, διὰ νὰ εἶμαι καὶ ἐγὼ ἥσυχος ὅταν μάθω νέα σας.
20 Δὲν ἔχω κανένα ἄλλον ἰσόψυχον, ὁ ὁποῖος εἰλικρινὰ θὰ φροντίσῃ γιὰ σᾶς,
21 διότι ὅλοι φροντίζουν γιὰ τὰ δικά τους συμφέροντα καὶ ὄχι τοῦ Χριστοῦ Ἰησοῦ.
22 Ξέρετε τὴν δοκιμασμένην ἀξίαν του, διότι σὰν παιδὶ μὲ τὸν πατέρα του ὑπηρέτησε μαζί μου εἰς τὸ εὐαγγέλιον.
23 Αὐτὸν λοιπόν, ἐλπίζω νὰ στείλω, ἀμέσως μόλις ἰδῶ τὴν ἔκβασιν τῆς ὑποθέσεώς μου,
24 ἔχω δὲ τὴν πεποίθησιν εἰς τὸν Κύριον ὅτι καὶ ἐγὼ ὁ ἴδιος γρήγορα θὰ ἔλθω.
Ὁ Ἐπαφρόδιτος
25 Ἀλλ’ ἐθεώρησα ἀναγκαῖον νὰ στείλω σ’ ἐσᾶς τὸν Ἐπαφρόδιτον, τὸν ἀδελφὸν καὶ συνεργάτην καὶ συστρατιώτην μου, δικόν σας δὲ ἀπεσταλμένον καὶ βοηθὸν εἰς τὰς ἀνάγκας μου,
26 ἐπειδὴ ὅλους σᾶς ἐποθοῦσε πάρα πολὺ καὶ ἦτο καταστεναχωρημένος, διότι ἀκούσατε ὅτι εἶχε ἀσθενήσει.
27 Πραγματικά, εἶχε ἀσθενήσει καὶ ἐκινδύνευσε νὰ πεθάνῃ ἀλλ’ ὁ Θεὸς τὸν ἐλέησε, καὶ ὄχι μόνον αὐτὸν ἀλλὰ καὶ ἐμὲ διὰ νὰ μὴ ἔχω μίαν λύπην ἐπάνω σὲ ἄλλην.
28 Τὸν στέλλω λοιπὸν, ὅσον τὸ δυνατὸν ταχύτερον, διὰ νὰ χαρῆτε ποὺ θὰ τὸν ἰδῆτε πάλιν,
29 καὶ ἡ δική μου λύπη νὰ ἐλαττωθῇ. Δεχθῆτέ τον λοιπὸν ἐν Κυρίῳ μὲ μεγάλην χαράν, καὶ νὰ τιμᾶτε τέτοιους ἀνθρώπους,
30 διότι διὰ τὸ ἔργον τοῦ Χριστοῦ ἐπλησίασε μέχρι θανάτου, ριψοκινδυνεύσας τὴν ζωήν του, διὰ νὰ ἀναπληρώσῃ τὴν ἔλλειψιν τῆς ὑπηρεσίας σας πρὸς ἐμέ.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Μικρὴ ἡ ἀξία τῶν ἐξωτερικῶν προνομίων
1 Τό λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.
2 Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν·
3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,
4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον·
5 περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος,
6 κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
Ὁ πόθος τοῦ Παύλου νὰ εἶναι ἕνα μὲ τὸν Χριστόν
7 Ἀλλ’ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.
8 Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω
9 καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ,
11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.
12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ.
13 Ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι·
14 ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
15 Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.
16 πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.
Τὸ παράδειγμα τοῦ Παύλου πρὸς μίμησιν
17 Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.
Οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ
18 Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,
19 ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες!
20 Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν,
21 ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
Προτροπαί
1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ·
3 ναὶ ἐρωτῶ καὶ σέ, Σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
4 Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
5 Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγύς.
6 Μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.
7 Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.
Εὐγνωμοσύνη τοῦ Παύλου διὰ τὴν καλωσύνην τῶν Φιλιππησίων
10 Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ’ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ.
11 Οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.
12 Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.
14 Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
15 Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως εἰ μὴ ὑμεῖς μόνοι,
16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.
17 Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.
18 Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ Θεῷ.
19 Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
20 Τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Χαιρετισμός
21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
22 ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Γ’
ΚΕΦΑΛΑΙΟΝ 3
Μικρὴ ἀξία τῶν ἐξωτερικῶν προνομίων
1 Κατὰ τὰ ἄλλα, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Τὸ νὰ σᾶς γράφω τὰ ἴδια πράγματα, εἰς ἐμὲ δὲν εἶναι βαρετόν, σ’ ἐσᾶς δὲ παρέχει ἀσφάλειαν.
2 Προσέχετε ἀπὸ τὰ σκυλιά, προσέχετε ἀπὸ τοὺς κακοὺς ἐργάτας, προσέχετε ἀπὸ ἐκείνους ποὺ κόβουν τὴν σάρκα, διότι ἐμεῖς εἴμεθα οἱ ἀληθινοὶ περιτμημένοι,
3 οἱ ὁποῖοι λατρεύομεν μὲ Πνεῦμα Θεοῦ καὶ καυχώμεθα διὰ τὸν Χριστὸν Ἰησοῦν καὶ δὲν στηρίζομεν τὴν ἐμπιστοσύνην μας εἰς τὴν σάρκα.
4 Ἂν καὶ ἐγὼ θὰ μποροῦσα νὰ ἔχω ἐμπιστοσύνην καὶ εἰς τὴν σάρκα. Ἐὰν νομίζῃ κανεὶς ὅτι μπορεῖ νὰ ἔχῃ ἐμπιστοσύνην εἰς τὴν σάρκα, περισσότερον μπορῶ ἐγῶ.
5 Τὴν ὀγδόην ἡμέραν περιτμήθηκα, κατάγομαι ἀπὸ τὸ Ἰσραηλιτικὸν γένος, ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμίν, εἶμαι Ἑβραῖος ἀπὸ Ἑβραίους, ὡς πρὸς τὸν νόμον Φαρισαῖος,
6 ὡς πρὸς τὸν ζῆλον διώκτης τῆς ἐκκλησίας, ὡς πρὸς τὴν δικαιοσύνην τοῦ νόμου ἐζοῦσα ἄμεμπτος.
Ὁ πόθος τοῦ Παύλου νὰ εἶναι ἕνα μὲ τὸν Χριστόν
7 Αὐτὰ ὅμως ποὺ μοῦ ἦσαν κέρδη, τὰ ἔχω θεωρήσει ὡς ζημίαν ἕνεκα τοῦ Χριστοῦ.
8 Καὶ μάλιστα θεωρῶ ὅτι εἶναι ὅλα ζημία ἕνεκα τῆς ὑπεροχῆς τῆς γνώσεως τοῦ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου, χάριν τοῦ ὁποίου τὰ ἔχασα ὅλα καὶ τὰ θεωρῶ σκουπίδια, διὰ νὰ κερδίσω τὸν Χριστὸν καὶ νὰ βρεθῶ ἑνωμένος μαζί του,
9 ἔχων δικαίωσιν προερχομένην ὄχι ἀπὸ τὴν τήρησιν τοῦ νόμου, ἀλλὰ ἐκείνην ποὺ δίδεται διὰ τῆς πίστεως εἰς τὸν Χριστόν, τὴν δικαίωσιν ποὺ ἔρχεται ἀπὸ τὸν Θεὸν βάσει τῆς πίστεως·
10 διὰ νὰ γνωρίσω αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεώς του καὶ νὰ ἔχω συμμετοχὴν εἰς τὰ παθήματά του, συμμορφούμενος πρὸς τὸν θάνατόν του,
11 μὲ τὴν ἐλπίδα νὰ φθάσω εἰς τὴν ἐξανάστασιν ἐκ τῶν νεκρῶν.
12 Ὄχι ὅτι πέτυχα ἤδη τὸν σκοπόν μου ἢ ὅτι ἔχω ἤδη γίνει τέλειος, ἀλλὰ τρέχω μήπως κάνω δικό μου ἐκεῖνο, διὰ τὸ ὁποῖον ὁ Ἰησοῦς Χριστὸς μὲ ἔκανε δικόν του.
13 Ἀδελφοί, ἐγὼ δὲν ἔχω ἀκόμη διὰ τὸν ἑαυτόν μου τὴν ἰδέαν ὅτι τὸ ἔχω κάνει δικό μου, ἀλλ’ ἕνα πρᾶγμα κάνω: λησμονῶ τὰ παλαιὰ καὶ προχωρώντας πρὸς ἐκεῖνα ποὺ εἶναι ἐμπρός,
14 τρέχω πρὸς τὸ τέρμα, πρὸς τὸ βραβεῖον τῆς ἐπουρανίου κλήσεως τοῦ Θεοῦ διὰ Χριστοῦ Ἰησοῦ.
15 Ὅσοι λοιπὸν εἴμεθα τέλειοι, ἂς σκεπτώμεθα κατ’ αὐτὸν τὸν τρόπον καὶ ἐὰν ἐσεῖς σκέπτεσθε κατά τι διαφορετικά, ὁ Θεὸς θὰ σᾶς φανερώσῃ καὶ αὐτό.
16 Μόνον, ἐκεῖ ὅπου ἐφθάσαμεν, ἂς ἀκολουθοῦμε τὸν ἴδιο κανόνα καὶ ἂς ἔχωμεν τὰ ἴδια φρονήματα.
Τὸ παράδειγμα τοῦ Παύλου πρὸς μίμησιν
17 Μιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ ἀκολουθεῖτε τὸ παράδειγμα ἐκείνων ποὺ φέρονται κατὰ τὸ δικό μας πρότυπον, ὅπως τὸ ἔχετε.
Οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ
18 Διότι πολλοί, διὰ τοὺς ὁποίους συχνὰ σᾶς ἐμίλησα, τώρα δὲ καὶ μὲ δάκρυα τοὺς ἀναφέρω, φέρονται σὰν ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ,
19 τῶν ὁποίων τὸ τέλος θὰ εἶναι ἀπώλεια, ὁ θεός τους εἶναι ἡ κοιλιά, καυχῶνται διὰ τὴν καταισχύνην τους, ἡ σκέψις τους εἶναι εἰς τὰ γήϊνα πράγματα.
20 Ἡ πατρίδα ὅμως ἡ δική μας εἶναι εἰς τοὺς οὐρανούς, ἀπ’ ὅπου καὶ περιμένομεν Σωτῆρα τὸν Κύριον Ἰησοῦν Χριστόν,
21 ὁ ὁποῖος θὰ μεταμορφώσῃ τὸ ταπεινόν μας σῶμα, ὥστε νὰ λάβῃ τὴν ἴδια μορφὴ πρὸς τὸ ἔνδοξον σῶμά του, μὲ τὴν δύναμιν μὲ τὴν ὁποίαν δύναται καὶ νὰ ὑποτάξῃ τὰ πάντα εἰς τὸν ἑαυτόν του.
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Δ’
ΚΕΦΑΛΑΙΟΝ 4
Προτροπαί
1 Ὥστε ἀδελφοί μου, ἀγαπητοὶ καὶ ποθητοί, χαρά μου καὶ στεφάνι μου, ἔτσι νὰ στέκεσθε σταθεροὶ εἰς τὸν Κύριον, ἀγαπητοί.
2 Παρακαλῶ τὴν Εὐωδίαν καὶ παρακαλῶ τὴν Συντύχην νὰ ἔχουν τὸ ἴδιο φρόνημα ἐν Κυρίῳ.
3 Ναί, παρακαλῶ καὶ σέ, σύντροφε γνήσιε, νὰ τὰς βοηθήσῃς, διότι συναγωνίσθηκαν μαζί μου εἰς τὴν ὑπηρεσίαν τοῦ εὐαγγελίου, μαζὶ καὶ μὲ τὸν Κλήμεντα καὶ τοὺς λοιποὺς συνεργάτας μου, τῶν ὁποίων τὰ ὀνόματα εἶναι εἰς τὸ βιβλίον τῆς ζωῆς.
4 Χαίρετε ἐν Κυρίῳ, πάντοτε! Ἐπαναλαμβάνω, χαίρετε!
5 Ἡ ἐπιείκειά σας ἂς γίνῃ γνωστὴ εἰς ὅλους τοὺς ἀνθρώπους. Ὁ Κύριος εἶναι πλησίον.
6 Μὴ μεριμνᾶτε γιὰ τίποτε, ἀλλὰ γιὰ κάθε τι ἂς γίνωνται γνωστὰ τὰ αἰτήματά σας εἰς τὸν Θεὸν διὰ προσευχῆς καὶ δεήσεως μὲ εὐχαριστίαν.
7 Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ποὺ ξεπερνᾶ κάθε σκέψιν, θὰ φρουρήσῃ τὶς καρδιές σας καὶ τὶς σκέψεις σας ἐν Χριστῷ Ἰησοῦ.
8 Τέλος, ἀδελφοί, ὅσα εἶναι ἀληθινά, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἀγνά, ὅσα ἀγαπητά, ὅσα ἔχουν καλὴν φήμην, οἱαδήποτε ἀρετὴ ἢ οἱοσδήποτε ἔπαινος, αὐτὰ νὰ σκέπτεσθε.
9 Αὐτὰ ποὺ ἐμάθατε καὶ παραλάβατε καὶ ἀκούσατε καὶ εἴδατε σ’ ἐμέ, αὐτὰ νὰ κάνετε καὶ ὁ Θεὸς τῆς εἰρήνης θὰ εἶναι μαζί σας.
Εὐγνωμοσύνη τοῦ Παύλου διὰ τὴν καλωσύνην τῶν Φιλιππησίων
10 Μεγάλην χαρὰν ἐν Κυρίῳ ἐδοκίμασα, διότι τώρα ἐπὶ τέλους ἄνθησε πάλιν τὸ ἐνδιαφέρον σας δι’ ἐμέ· καὶ προηγουμένως εἴχατε ἐνδιαφέρον, ἀλλὰ σᾶς ἔλειπε ἡ εὐκαιρία νὰ τὸ ἐκδηλώσετε.
11 Δὲν ἐννοῶ ὅτι στεροῦμαι, διότι ἐγὼ ἔμαθα νὰ εἶμαι εὐχαριστημένος εἰς ὅ,τι ἔχω.
12 Ξέρω νὰ ζῶ μὲ στέρησιν, ξέρω νὰ ζῶ καὶ μὲ ἀφθονίαν· εἰς κάθε περίστασιν καὶ εἰς ὅλας τὰς καταστάσεις ἔχω μάθει τὸ μυστικό, καὶ νὰ εἶμαι χορτασμένος καὶ νὰ πεινῶ, καὶ νὰ ἔχω ἀφθονίαν καὶ νὰ στεροῦμαι.
13 Ὅλα ἔχω τὴν δύναμιν νὰ τὰ κάνω διὰ τοῦ Χριστοῦ, ὁ ὁποῖος μὲ δυναμώνει.
14 Ἀλλὰ καλὰ ἐκάνατε ποὺ ἐγίνατε συμμέτοχοι εἰς τὴν θλῖψίν μου.
15 Ξέρετε καὶ σεῖς, Φιλιππήσιοι, ὅτι κατὰ τὴν ἀρχὴν τοῦ ἔργου τοῦ εὐαγγελίου, ὅταν ἔφυγα ἀπὸ τὴν Μακεδονίαν, καμμιὰ ἐκκλησία δὲν ἐπεκοινώνησε μαζί μου εἰς τὸ νὰ δίνῃ ὑλικὰ καὶ νὰ παίρνῃ πνευματικά, παρὰ μόνον ἐσεῖς,
16 διότι καὶ εἰς τὴν Θεσσαλονίκην, καὶ μιὰ καὶ δυὸ φορές, ἐστείλατε βοήθειαν διὰ τὰς ἀνάγκας μου.
17 Ὄχι ὅτι ζητῶ τὸ δῶρον ἀλλὰ ζητῶ τὸ κέρδος, τὸ ὁποῖον προκύπτει ὅλο καὶ περισσότερον διὰ λογαριασμόν σας.
18 Ἔχω ὅ,τι μοῦ χρειάζεται καὶ περισσότερον ἀκόμη· εἶμαι γεμᾶτος τώρα ποὺ ἔλαβα ἀπὸ τὸν Ἐπαφρόδιτον τὴν προσφοράν σας, ὀσμὴν εὐωδίας, θυσίαν εὐπρόσδεκτη, εὐάρεστη εἰς τὸν Θεόν.
19 Ὁ δὲ Θεός μου θὰ καλύψῃ κάθε ἀνάγκην σας, σύμφωνα πρὸς τὸν ἔνδοξον πλοῦτόν του ἐν Χριστῷ Ἰησοῦ.
20 Εἰς δὲ τὸν Θεὸν καὶ Πατέρα μας ἂς εἶναι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαιρετισμός
21 Χαιρετῆστε κάθε ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Σᾶς χαιρετοῦν οἱ ἀδελφοί, οἱ ὁποῖοι εἶναι μαζί μου.
22 Σᾶς χαιρετοῦν ὅλοι οἱ ἅγιοι, ἰδίως ἐκεῖνοι ποὺ εἶναι μεταξὺ τῶν οἰκιακῶν τοῦ Καίσαρος.
23 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ νὰ εἶναι μὲ ὅλους σας. Ἀμήν.