(c) OrthodoxAnswers.gr
Παρασκευή , 24 Νοεμβρίου 2017
Ειδοποιήσεις
Αρχική » θέματα πίστεως-κατηχήσεως » Λόγος του Ιωάννου Χρυσοστόμου εις τους κορυφαίους Αποστόλους Πέτρο και Παύλο

Λόγος του Ιωάννου Χρυσοστόμου εις τους κορυφαίους Αποστόλους Πέτρο και Παύλο

Λόγος του Ιωάννου Χρυσοστόμου εις τους κορυφαίους Αποστόλους Πέτρο και Παύλο

Eἰς τoὺς κoρυφαίους τῶν ἀπoστόλων Πέτρoν καὶ Παῦλoν, καὶ τὸ αὐτῶν μαρτύριον ἐνδοξότατον.

αʹ. Οὐρανoῦ καὶ γῆς ἅμιλλαν ὁρῶ διὰ τὴν παροῦσαν πανήγυριν τῆς μνήμης τῶν ἀπoστόλων, τῶν μὲν ἐπουρανίων δυνάμεων εὐφημουσῶν ἐντίμοις φωναῖς τοῦ πόνου αὐτῶν τὸ διδασκάλιον, ὡς δι’ αὐτῶν γνωρισθὲν αὐτοῖς τὸ τῆς οἰκονομίας μυστήριον, καθὼς ὁ Παῦλος βοᾷ, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ· τῶν δὲ ἐπὶ γῆς ἀνθρώπων ἐκβιαζομένων ἀξίαν εὐφημίαν διὰ τῆς τιμῆς πρὸς τοὺς κορυφαίους δεῖξαι, ὡς δι’ αὐτῶν εἰς σωτηρίαν ἐπανελθόντων. Τί γὰρ Πέτρου μεῖζον; τί δὲ Παύλου ἴσον; οἵτινες τῷ ἔργῳ καὶ τῷ λόγῳ πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησαν· οἱ τῷ πηλῷ τοῦ σώματος συμπεπλεγμένοι, καὶ ἀμείνους ἀγγέλων εὑρεθέντες. Τί οὖν ἐροῦμεν πρὸς τοὺς διδασκάλους τῆς ἄνω καὶ τῆς κάτω κτίσεως; Οὐχ εὑρίσκω γὰρ λόγον ἐπάξιον ἐγκωμιάσαι τοὺς ἐγκωμιάσαντας τὸ γένος ἡμῶν, τοὺς τὴν ἅπασαν γῆν καὶ θάλασσαν περιελθόντας, καὶ τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀνασπάσαντας, καὶ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλόντας ἐν ταῖς καρδίαις τῶν ἀπειθούντων ἀνθρώπων.

Πέτρος ὁ καθηγητὴς τῶν ἀποστόλων, Παῦλος ὁ γνωριστὴς τῆς οἰκουμένης, καὶ τῶν ἄνω δυνάμεων συμμέτοχος· Πέτρος τῶν ἀγνωμόνων Ἰουδαίων ὁ χαλινὸς, Παῦλος τῶν ἐθνῶν ἡ παράκλησις. Καὶ βλέπε μοι τοῦ Δεσπότου τὴν ὑπερέχουσαν σοφίαν. Τὸν γὰρ Πέτρον ἀπὸ ἁλιέων ἐξελέξατο, τὸν δὲ Παῦλον ἀπὸ σκηνοῤῥάφων· καὶ τοῦτο δὲ πρὸς ὠφέλειαν πεποίηκεν· ἐβυθίζετο γὰρ ἡ δόξα τῶν Ἰουδαίων. Διὰ τοῦτο τούτῳ τῷ ἁλιεῖ ἐνεπίστευσεν ὁ Κύριος, φήσας πρὸς αὐτόν· Ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον· καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἄρας, ἄνοιξον τὸ στόμα αὐτοῦ, καὶ εὑρήσεις στατῆρα Θάλασσαν λέγων, τὴν ἄστατον τῶν ἀνόμων Ἰουδαίων γνώμην· ἄγκιστρον, τὸν ἔντεχνον λόγον τῆς διδασκαλίας· ἰχθὺς, τὸν νόμον σημαίνει. Τὸ δὲ ἀνοῖξαι τὸ στόμα αὐτοῦ, τὸ ἑρμηνεύειν αὐτὸν λέγει· τὸ δὲ εὑρεῖν ἐν αὐτῷ στατῆρα, τὸ πνευματικῶς αὐτὸν ἀνακρίνειν σημαίνει. Τῷ δὲ Παύλῳ ὡς σκηνοῤῥάφῳ τὰ ἔθνη ἐνεχείρισεν, ἵνα ἐνδύσῃ διὰ νόμου καὶ τῆς χάριτος γυμνοὺς, τὸ κόκκινον ἔνδυμα, τὸ ἐξ ὕδατος καὶ αἵματος Δεσποτικοῦ βαφέν. Οὕτως αὐτῷ ὁ Δεσπότης βοῶν, Ἄπελθε, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε. Ὢ μακαρία δυὰς ἡ πιστευθεῖσα ὅλου τοῦ κόσμου τὰς ψυχάς! Πέτρος ἡ ἀρχὴ τῆς ὀρθοδοξίας, ὁ μέγας τῆς Ἐκκλησίας ἱεροφάντης, ὁ ἀναγκαῖος σύμβουλος τῶν Χριστιανῶν, τὸ κειμήλιον τῶν ἄνω δυνάμεων, ὁ τετιμημένος ὑπὸ τοῦ Δεσπότου ἀπόστολος. Παῦλος ὁ μέγας τῆς ἀληθείας κήρυξ, τὸ καύχημα τῆς οἰκουμένης, ὁ ἐν οὐρανοῖς ἄνθρωπος, καὶ ἐπὶ γῆς ἄγγελος, ἡ δόξα τῆς Ἐκκλησίας, ὁ ἐν ὑψηλοῖς πετόμενος ἀετὸς, ἡ λύρα τοῦ Πνεύματος, ἡ χελιδὼν καὶ τέττιξ, τὸ ὄργανον τὸ Δεσποτικὸν, ὁ γρήγορος τοῦ Χριστοῦ ὑπηρέτης. Παῦλος καὶ Πέτρος, οἱ ζευκτοὶ βόες τῆς Ἐκκλησίας, οἱ καλὴν πραγματείαν τῇ οἰκουμένῃ ἐμπορευσάμενοι, οἱ τὸν σταυρὸν ἀντὶ ζυγοῦ ἄραντες, ἀντὶ δὲ ἐπιβάτου τὸν Σωτῆρα, ἀντὶ δὲ ζευγλῶν τὰς Γραφῶν διαθήκας, ἀντὶ δὲ κέντρου τὴν χάριν τοῦ ἁγίου Πνεύματος. Παῦλος καὶ Πέτρος, οἱ τὴν Ἐκκλησίαν καθ’ ἡμέραν φαιδρύνοντες, τὰ ταμιεῖα τὰ Δεσποτικὰ, τὰ πανδοχεῖα τῆς οἰκουμένης, τὰ δοχεῖα τοῦ Πνεύματος, τῆς ἁγίας Τριάδος τὰ ἑρμηνευτήρια, τῆς οἰκονομίας τοῦ θείου λόγου οἱ ὑφηγηταί. Πέτρος, ὁ ἐμὸς πνευματικὸς ἔρως· Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ἡ ἐμὴ βακτηρία. Πέτρος, ὁ ναὸς τοῦ Θεοῦ· Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ τρίπηχυς ἄνθρωπος, καὶ τῶν οὐρανῶν ἁπτόμενος· ὁ ἐν τόπῳ περιγραφόμενος, καὶ τὸν κόσμον ἅπαντα τῷ Δεσπότῃ περιγράφων· ὁ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκὼς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ὁ ὀξύδρομος δρομεὺς, ὁ εἰς οὐρανὸν ἀνιπτάμενος ἀετὸς, ὁ θείας χάριτος πεπληρωμένος, ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου βαστάζειν τὸ ὄνομα αὐτοῦ ἐνώπιον πάσης τῆς οἰκουμένης, ὁ τριώροφον οὐρανὸν διελθὼν, καὶ εἰς παράδεισον εἰσελθὼν, καὶ μέχρι τῆς Δεσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβὰς, καὶ ἀκούσας τῶν ἀποῤῥήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

Τί δὲ καὶ πρὸς Πέτρον ἐροῦμεν; τὸ γλυκὺ τῆς Ἐκκλησίας θέαμα, ἡ λαμπηδὼν τῆς οἰκουμένης, ἡ πρόαγνος περιστερὰ, ὁ καθηγητὴς τῶν ἀποστόλων, ὁ θερμὸς ἀπόστολος; ὁ ζέων τῷ Πνεύματι, ὁ ἄγγελος καὶ ἄνθρωπος, ὁ χάριτος μεμεστωμένος, ἡ στερεὰ τῆς πίστεως πέτρα, τὸ γηραλέον τῆς Ἐκκλησίας φρόνημα, ὁ μακάριος καὶ υἱὸς περιστερᾶς ἀκούσας διὰ τὴν ἁγνείαν ἐκ τοῦ Δεσποτικοῦ στόματος, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐξ αὐτοῦ τοῦ Κυρίου εἰληφώς. Τῶν ἀγγέλων τὰ τάγματα ὑμεῖς ἐσυλήσατε. Καὶ τί πολλὰ λέγω; Αὐτὸς ὁ Κύριος ἐγκωμιάζει ὑμᾶς, λέγων· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οἱ βασιλέων εὐπορώτεροι, οἱ πλουσίων δυνατώτεροι, οἱ στρατιωτῶν ἰσχυρότεροι, οἱ σοφῶν καὶ φιλοσόφων σοφώτεροι, οἱ ῥητόρων εὐγλωττότεροι, Οἱ μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Ὑμεῖς ἐστε τῶν μαρτύρων ὑπομονὴ, τῶν πατριαρχῶν τὸ ὀρθόδοξον, τῶν μοναζόντων ἡ ἄσκησις, τῶν παρθένων οἱ στεφανῖται, τῶν ἐν ὁμοζυγίαις οἱ εἰρηνοποιοὶ, τῶν ἁρπακτῶν πλουσίων οἱ χαλινοὶ, τῶν ἀκολάστων οἱ σωφρονισταὶ, ἡ σκέπη τῶν βασιλέων, τὰ τείχη τῶν Χριστιανῶν, τῶν βαρβάρων οἱ ἀντίπαλοι, οἱ φιμὸν τοῖς αἱρετικοῖς ἐπιθέντες, οἱ νεκροῦντες τὰ ἄλογα πάθη τῶν σωμάτων, οἱ τοὺς λεγεῶνας τῶν δαιμόνων ἀπελάσαντες, οἱ τοὺς βωμοὺς τῶν Ἑλλήνων καθελόντες, οἱ τὰ ἄνω καὶ τὰ κάτω κληρονομήσαντες· τῶν μὲν ἄνω τὰς κλεῖς εἰληφότες, τῶν δὲ κάτω λύειν καὶ δεσμοῦν τὰς ἁμαρτίας ἐξουσίαν ἔχοντες. Ὢ τοῦ ἰδιώτου τὸ θαῦμα! ὢ τοῦ ἀγραμμάτου ἡ σοφία! Πέτρος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ παραλυτικοὺς σφίγγων, καὶ θάνατον λύων· Παῦλος, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ νοσήματα ἐκδιώκων, καὶ δαίμονας φυγαδεύων· οἱ εἰς μέσον τὴν μητέρα τοῦ Κυρίου ἔχοντες, καὶ κρείττους πνεύματος δικαίου ὑπάρχοντες· Παῦλος ἡ ἄπαυστος χελιδὼν τῆς Ἐκκλησίας· Πέτρος ὁ διηνεκῶς τῇ οἰκουμένῃ, καθάπερ ἀηδὼν, λυρίζων ἀπαύστως· οἱ στῦλοι τῆς Ἐκκλησίας, οἱ μεγάλοι τῆς οἰκουμένης φωστῆρες, οἱ κρείττους ἀλλήλων, καὶ ἀμείνους πάσης ὁμοῦ τῆς κτίσεως. Χαίροις, Πέτρε, τῆς πίστεως ἡ πέτρα· χαίροις, Παῦλε, τῆς Ἐκκλησίας τὸ καύχημα· χαίροις, Πέτρε, ἡ κρηπὶς τῆς ὀρθοδοξίας· χαίροις, Παῦλε, ἡ μέριμνα τῶν Ἐκκλησιῶν· χαίροις, Πέτρε, τὸ ἐγκαλλώπισμα τῆς οἰκουμένης· χαίροις Παῦλε, ἡ εἴσοδος τοῦ παραδείσου· χαίροις, Πέτρε, ὁ χειραγωγὸς τῆς βασιλείας τῶν οὐρανῶν· χαίροις, Παῦλε, εὔδιος λιμὴν τῶν χειμαζομένων· χαίροις, Πέτρε, ὁ πολλῶν ἐπαίνων ἀξιωθεὶς ὑπὸ τοῦ Κυρίου· χαίροις, Παῦλε, ὁ τῶν πολλῶν χαρισμάτων κυβερνήτης ὑπάρχων· χαίροις, Πέτρε, ὁ θερμὸς καὶ ζέων τῷ Πνεύματι τῷ ἁγίῳ· χαίροις Παῦλε, ὁ εὔτονος δρομεύς· οἱ τὴν ὑφήλιον ἅπασαν τῷ κηρύγματι τῷ ἁγίῳ φωτίσαντες, οἱ μυρία δεινὰ διὰ τὴν Ἐκκλησίαν ὑπομείναντες, ἐν φυλακαῖς κατακλειόμενοι, ὑπὸ Ἰουδαίων βδελυττόμενοι, ὑπὸ βαρβάρων συρόμενοι, ὑπὸ βασιλέων αἰκιζόμενοι, οἱ ἀναπνεῖν εὐχερῶς μὴ συγχωρούμενοι, καὶ παύσασθαι μὴ ἀνεχόμενοι τῆς διδασκαλίας· οἱ μέλος τοῦ σώματος κινῆσαι μὴ δυνάμενοι, διὰ τὸ βάρος τῶν δεσμῶν, καὶ πᾶσαν τὴν οἰκουμένην δεδεμένην τῇ ἁμαρτίᾳ δι’ ἐπιστολῶν λύοντες.

Τῶν δαιμόνων τὰς φάλαγγας ὑμεῖς κατετροπώσατε· δι’ ὑμῶν ἡ τοῦ ἁγίου Πνεύματος χάρις εἰς τὴν οἰκουμένην ἐφήπλωται· τὴν ἀχλὺν τῆς πλάνης ὑμεῖς συνεστείλατε, τῶν δαιμόνων τὰ θράση ὑμεῖς κατεβάλετε· τοὺς βωμοὺς τῶν Ἑλλήνων ὑμεῖς κατελύσατε· πᾶσαν ψευδώνυμον λατρείαν ὑμεῖς σποδὸν ἐποιήσατε· ἐκ τοῦ σίτου τὰ ζιζάνια ὑμεῖς σκυβαλίσαντες ἐῤῥίψατε· καὶ καθαρὸν τῆς Ἐκκλησίας τὸ γέννημα ἡ καθημερινὴ ὑμῶν διδασκαλία ἔδειξε.

βʹ. Ποίας οὖν εὐχαριστίας ἀνταποδῶμεν ὑμῖν τοῖς τοσαῦτα κεκοπιακόσι δι’ ἡμᾶς; Μιμνήσκομαί σε, Πέτρε, καὶ ἐκπλήττομαι· ἀναμιμνήσκομαί σε, Παῦλε, καὶ ἐξιστάμενος δάκρυσι συνέχομαι. Τί γὰρ εἴπω, ἢ τί λαλήσω, ἀναθεωρῶν ὑμῶν τὰς θλίψεις, οὐκ οἶδα. Πόσας φυλακὰς ἡγιάσατε, πόσα δεσμωτήρια ἐφωτίσατε; πόσας εἱρκτὰς διδασκαλίαις ὑμῶν ἐνεπλήσατε; πόσας ἁλύσεις ἐλαμπρύνατε; πόσας βασάνους ὑπεμείνατε; πόσους τόπους τοῖς βήμασιν ὑμῶν ἡγιάσατε; πόσας λοιδορίας παρεποιήσασθε; πῶς τὸν Χριστὸν ἐβαστάσατε; πῶς τὰς Ἐκκλησίας ἐφαιδρύνατε τῷ κηρύγματι;

Εὐλογημένον τὸ ὄργανον τῆς γλώττης ὑμῶν· αἵματι συμπεφυρμένα διὰ τὴν Ἐκκλησίαν τὰ μέλη ὑμῶν τυγχάνει· ἀνελλιπῶς ἐν πᾶσι τὸν Χριστὸν ὑμεῖς ἐμιμήσασθε. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος ὑμῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα ὑμῶν. Ἀδιάῤῥηκτον τὴν ὑφ’ ὑμῶν νυμφευθεῖσαν Ἐκκλησίαν διαφυλάξει ὁ Χριστός. Οὐδεὶς πρὸ ὑμῶν, οὐδὲ μεθ’ ὑμᾶς ἐφάνη τοιοῦτος. Τίς γὰρ τὸ διδασκαλικὸν ἐπέχων ἀξίωμα, ἀπετόλμησε λέγειν τι ἄνευ τῆς ὑμῶν παραδόσεως; Πάντας διδασκάλους ὑμεῖς ἀπετελέσατε, πάντας θεολόγους ἀπειργάσασθε, πάντας ἐσκοτισμένους ἐφωτίσατε. Ἐνίκησε τὰς ἡμετέρας πηρώσεις ἡ ὑμετέρα ὑπομονή· οἱ ἀνάθεμα εἶναι αὐτοὶ εὐχόμενοι, ἵνα τὸν κόσμον κερδήσητε.

Τί οὖν ἀνταποδώσομεν ὑμῖν περὶ πάντων, ὧν ἀνταπεδώκατε ἡμῖν ἀγαθῶν; Σήμερον ὑμῶν τῆς ἀθλήσεως τὰ μνημόσυνα· σήμερον ἡ πανήγυρις τῆς περὶ Χριστοῦ μαρτυρίας ὑμῶν· σήμερον πάντες ἡμεῖς ἀγαλλόμενοι τιμῶμεν τὰ ἅγια ὑμῶν λείψανα. Χαίροις, Πέτρε, ὁ τοῦ ξύλου τοῦ σταυροῦ ἀπολαύσας, καὶ καθ’ ὁμοιότητα τοῦ Διδασκάλου σταυρωθῆναι μὴ θελήσας ἐν ὀρθίῳ τῷ σχήματι, καθὼς ὁ Δεσπότης ἡμῶν· ἀλλὰ μᾶλλον ἐπὶ κεφαλὴν, ὡς εἰς οὐρανὸν τὴν πορείαν ἐπὶ γῆς ποιούμενος.

Ὢ εὐλογημένοι ἧλοι, οἵτινες τὰ ἅγια ἐκεῖνα μέλη διῆλθον, τὰ ἐμοὶ ποθεινὰ, καὶ κρείττω οὐρανίου δόξης μοι ὄντα. Ὁ μετὰ παῤῥησίας ταῖς χερσὶ τοῦ Δεσπότου τὴν ψυχὴν παραδοὺς, ὁ δουλεύσας τῷ Κυρίῳ ἀπερισπάστως, καὶ τῇ νυμφευθείσῃ αὐτῷ Ἐκκλησίᾳ μετὰ πάσης προθυμίας, ὁ φιλοδέσποτος καὶ εὐδούλευτος τῷ Κυρίῳ, ὁ ζέων τῷ Πνεύματι, ὁ πιστικὸς τοῦ Δεσπότου τῶν ὅλων ἀπόστολος. Παῦλος δὲ ὁ τρισμακάριος τὴν κεφαλὴν ξίφει ἀπετμήθη, ὁ ἀνεκδιήγητος ἄνθρωπος. Ποῖον ξίφος διῆλθεν ἐκεῖνον τὸν λάρυγγα, τὸ Δεσποτικὸν ὄργανον, τὸ ὑπ’ οὐρανοῦ θαυμαζόμενον. καὶ ἔτι ὑπὸ γῆς φριττόμενον; ποῖος τόπος τὸ σὸν ἐδέξατο αἷμα, τὸ γαλακτοειδὲς ὁραθὲν ἐν τῷ χιτῶνι τοῦ σε ἀνασκολοπίσαντος; ὅπερ τὴν βάρβαρον αὐτοῦ ψυχὴν ὑπὲρ μέλι γλυκεῖαν, πιστὸν παρεσκεύασε γενέσθαι μετὰ τῶν συνεταίρων. Ἐμοὶ ξίφος ἐκεῖνο γένοιτο ἀντὶ στεφάνου. Ὃς τριακονταπέντε ἐδούλευσε τῷ Κυρίῳ μετὰ πάσης προθυμίας· τελέσας δὲ τὸν ὑπὲρ τῆς εὐσεβείας δρόμον, ἀνεπαύσατο ὡς ἐτῶν ἑξήκοντα ὀκτώ.

Ἀντιφθεγγόμεθα ἡμῶν ταῖς ἁμαρτίαις τὰς μακαρίους ὑμῶν φωνάς. Χαίρετε ἐν Κυρίῳ πάντοτε· ἀδιαλείπτως ὑπὲρ ἡμῶν προσεύχεσθε· τὰς ὑποσχέσεις ὑμῶν ἐκπληρώσατε. Ἀνακράζεις γὰρ, μακάριε Πέτρε, οὕτω φάσκων, ὅτι Σπουδάσω μετὰ τὴν ἐμὴν ἄφιξιν τὴν ὑμετέραν μνήμην ποιεῖσθαι. Ἔστιν οὖν ὁ μακάριος Πέτρος ὁ τοῦ Χριστοῦ ἀπόστολος ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰς πλείστας θαυματουργίας εἰργάσατο, ἐξ ἧς καὶ ὁ Φίλιππος ὥρμητο πόλεως· ὁ δὲ μακάριος Παῦλος ἀπὸ Ταρσοῦ τῆς Κιλικίας. Κεκοίμηνται δὲ ἀμφότεροι ἐν τῇ μεγαλοπόλει Ῥώμῃ τῇ ἀρχαίᾳ, μηνὶ Ἰουνίῳ, εἰκάδι ἐννάτῃ, ἐπὶ Νέρωνος τοῦ ἀνομωτάτου βασιλέων ἀναιρεθέντες, καὶ πρὸς τὸν διδάσκαλον καὶ Κύριον τῶν ἁπάντων μετὰ πλείστας πραγματείας ἀφικόμενοι.

Πᾶσαν οὖν σπουδὴν ἐπιδείξασθαι ὀφείλομεν, ἀγαπητοὶ, δεόμενοι τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἵνα ἡμᾶς ἀξιώσῃ τῇ αὐτοῦ φιλανθρωπίᾳ ταῖς αὐτῶν παραδόσεσι καὶ διδασκαλίαις ἐμμένειν, ἵνα λάβωμεν ἔλεος ἔμπροσθεν τοῦ βήματος αὐτοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δείτε επίσης

Διδαχές Αγίου Νεκταρίου

Διδαχές Αγίου Νεκταρίου Πρόλογος  Ὁ ΑΓΙΟΣ Νεκτάριος Πενταπόλεως, ὁ θαυματουργός, ἀποτελεῖ, στὶς πενιχρὲς μέρες τοῦ …

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.