(c) OrthodoxAnswers.gr
Παρασκευή , 24 Νοεμβρίου 2017
Ειδοποιήσεις
Αρχική » Μρκ. Κεφ. ΣΤ’

Μρκ. Κεφ. ΣΤ’

markos euaggelistis

 ΚΑΤΑ ΜΑΡΚΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ Ε’ ΚΕΦΑΛΑΙΟΝ ΣΤ’ κεφ Ζ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 6
Εἰς τὴν Ναζαρὲτ δυσπιστοῦν εἰς τὸν Ἰησοῦν

1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα ἑαυτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2 Καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται;
3 Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
4 Ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
5 Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε.
6 Καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων.

Ἡ ἀποστολὴ τῶν δώδεκα

7 Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,
8 καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ράβδον μόνον, μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν,
9 ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδεδύσθαι δύο χιτῶνας.
10 Καὶ ἔλεγεν αὐτοῖς· ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν·
11 καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσι,
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

Ὁ θάνατος τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ

14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
15 Ἄλλοι ἔλεγον ὅτι ᾿Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν.
16 Ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
18 Ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19 Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε.
21 Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22 καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι.
23 Καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.
24 Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
25 Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
26 Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι.
27 Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ.
28 Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
29 Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

Ἐπάνοδος τῶν ἀποστόλων

30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
31 Καὶ εἶπεν αὐτοῖς· δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύεσθε ὀλίγον· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
32 Καὶ ἀπῆλθον εἰς ἔρημον τόπον ἐν πλοίῳ κατ᾿ ἰδίαν.
33 Καὶ εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν αὐτοὺς πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς αὐτόν.
34 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.

Ὁ χορτασμὸς τῶν πέντε χιλιάδων

35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή·
36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.
37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν;
38 Ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε καὶ ἴδετε. καὶ γνόντες λέγουσι· πέντε, καὶ δύο ἰχθύας.
39 Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
40 Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα.
41 Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παραθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι.
42 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν,
43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων.
44 Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.

Ὁ Ἰησοῦς Χριστὸς περπατεῖ ἐπάνω εἰς τὴν θάλασσαν

45 Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον·
46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
47 Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48 Καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν· ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς· καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελε παρελθεῖν αὐτούς.
49 Οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν·
50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. Καὶ εὐθέως ἐλάλησε μετ᾿ αὐτῶν καὶ λέγει αὐτοῖς· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
51 Καὶ ἀνέβη εἰς τὸ πλοῖον πρὸς αὐτούς, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο καὶ ἐθαύμαζον.
52 Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ᾿ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.

Θεραπεῖαι εἰς Γεννησαρέτ

53 Καὶ διαπεράσαντες ἀπῆλθον ἐπὶ τὴν γῆν Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθέως ἐπιγνόντες αὐτὸν
55 περιέδραμον ὅλην τὴν περίχωρον ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι·
56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ, ἐσῴζοντο.

ΚΑΤΑ ΜΑΡΚΟΝ ΣΤ’

ΚΕΦΑΛΑΙΟΝ 6
Εἰς τὴν Ναζαρὲτ δυσπιστοῦν εἰς τὸν Ἰησοῦν

1 Ἔφυγε ἀπὸ ἐκεῖ καὶ ἦλθε εἰς τὴν πατρίδα του καὶ τὸν ἀκολούθησαν οἱ μαθηταί του.
2 Καὶ ὅταν ἦλθε τὸι Σάββατον, ἄρχισε νὰ διδάσκῃ εἰς τὴν συναγωγὴν καὶ πολλοὶ ποὺ τὸν ἄκουαν ἐδοκίμαζαν ἔκπληξιν καὶ ἔλεγαν, «Ἀπὸ ποῦ τοῦ ἔρχονται αὐτά;», καὶ «Τί σοφία εἶναι αὐτὴ ποὺ τοῦ ἐδόθηκε, διότι ἀκόμη καὶ θαύματα γίνονται μὲ τὰ χέρια του;
3 Δὲν εἶναι αὐτὸς ὁ ξυλουργός, ὁ υἱὸς τῆς Μαρίας καὶ ἀδελφὸς τοῦ Ἰακώβου, τοῦ Ἰωσῆ, τοῦ Ἰούδα καὶ τοῦ Σίμωνος; Καὶ δὲν εἶναι οἱ ἀδελφές του ἐδῶ μαζί μας;» καὶ δυσπιστοῦσαν εἰς αὐτόν.
4 Ὁ Ἰησοῦς δὲ ἔλεγε, «Δὲν ὑπάρχει προφήτης περιφρονημένος παρὰ εἰς τὴν πατρίδα του καὶ μεταξὺ συγγενῶν του καὶ τῆς οἰκογένειάς του».
5 Καὶ δὲν μποροῦσε ἐκεῖ νὰ κάνῃ κανένα θαῦμα παρὰ μόνον ἔβαλε τὰ χέρια εἰς ὀλίγους ἀρρώστους καὶ τοὺς ἐθεράπευσε.
6 Καὶ ἐξεπλάγη διὰ τὴν ἀπιστίαν τους. Καὶ περιώδευε τὰ γύρω χωριὰ καὶ ἐδίδασκε.

Ἡ ἀποστολὴ τῶν δώδεκα

7 Καὶ προσκαλεῖ πλησίον του τοὺς δώδεκα καὶ ἄρχισε νὰ τοὺς ἀποστέλλῃ δύο δύο καὶ τοὺς ἔδωκε ἐξουσίαν ἐπάνω εἰς τὰ πνεύματα τὰ ἀκάθαρτα,
8 καὶ τοὺς παρήγγειλε νὰ μὴν βαστάζουν ἐπάνω τους εἰς τὸν δρόμον τίποτε παρὰ μόνον ράβδον, οὔτε ψωμί, οὔτε σάκκον, οὔτε χάλκινα χρήματα εἰς τὴν ζώνην,
9 ἀλλὰ νὰ ἔχουν εἰς τὰ πόδια σανδάλια καὶ νὰ μὴ φοροῦν δύο ὑποκάμισα.
10 Καὶ τοὺς ἔλεγε, «Εἰς ὅποιο σπίτι μπῆτε, μείνετε ἐκεῖ ἕως ὅτου φύγετε ἀπ’ ἐκεῖνο τὸ μέρος.
11 Καὶ ὅσοι δὲν σᾶς δεχθοῦν καὶ δὲν σᾶς ἀκούσουν, τότε, ὅταν θὰ φύγετε ἀπ’ ἐκεῖ, τινάξετε τὴν σκόνην ποὺ εἶναι κάτω ἀπὸ τὰ πόδια σας, διὰ νὰ τοὺς χρησιμεύσῃ ὡς μαρτυρία. Ἀλήθεια σᾶς λέγω, ὀλιγώτερον θὰ ὑποφέρουν τὰ Σόδομα καὶ τὰ Γόμορρα τὴν ἡμέραν τῆς κρίσεως παρὰ ἡ πόλις ἐκείνη».
12 Αὐτοὶ ἀνεχώρησαν καὶ ἐκήρρυταν ὅτι πρέπει νὰ μετανοήσουν οἱ ἄνθρωποι
13 καὶ ἔβγαζαν πολλὰ δαιμόνια καὶ ἄλειφαν πολλοὺς ἀρρώστους μὲ λάδι καὶ τοὺς ἐθεράπευαν.

Ὁ θάνατος τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ

14 Ὁ βασιλεὺς Ἡρώδης ἄκουσε διὰ τὸν Ἰησοῦν, διότι τὸ ὄνομά του εἶχε γίνει γνωστόν, καὶ ἔλεγε ὅτι ὁ Ἰωάννης ὁ Βαπτιστὴς ἀναστήθηκε ἐκ τῶν νεκρῶν καὶ γι’ αὐτὸ αἱ θαυματουργικαὶ δυνάμεις ἐνεργοῦν δι’ αὐτοῦ.
15 Ἄλλοι ἔλεγαν ὅτι εἶναι ὁ Ἠλίας, ἄλλοι ὅτι εἶναι προφήτης σὰν ἕνας ἀπὸ τοὺς Προφήτας.
16 Ὅταν ἄκουσε αὐτὰ ὁ Ἡρώδης, εἶπε, «Αὐτὸς εἶναι ὁ Ἰωάννης, τὸν ὁποῖον ἐγὼ ἀποκεφάλισα. Ἀναστήθηκε ἐκ νεκρῶν».
17 Διότι ὁ Ἡρώδης εἶχε στείλει καὶ συλλάβει τὸν Ἰωάννην καὶ τὸν ἔδεσεν εἰς τὴν φυλακὴν ἐξ αἰτίας τῆς Ἡρωδιάδος, τῆς γυναίκας τοῦ Φιλίππου, τοῦ ἀδελφοῦ του, διότι τὴν εἶχε νυμφευθῆ.
18 Καὶ ὁ Ἰωάννης ἔλεγε εἰς τὸν Ἡρώδην, «Δὲν σοῦ ἐπιτρέπεται νὰ ἔχῃς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου».
19 Ἡ δὲ Ἡρωδιὰς ἔτρεφε μνησικακίαν ἐναντίον του καὶ ἤθελε νὰ τὸν σκοτώσῃ, ἀλλὰ δὲν μποροῦσε,
20 διότι ὁ Ἡρώδης ἐφοβότανε τὸν Ἰωάννην, ἐπειδὴ ἤξερε ὅτι ἦτο ἄνδρας δίκαιος καὶ ἅγιος καὶ τὸν ἐπροστάτευε. Τὸν ἄκουε εὐχαρίστως, ἀλλὰ ὅσα ἄκουε τὸν ἔφεραν εἰς μεγάλην ἀπορίαν.
21 Κατάλληλη εὐκαιρία παρουσιάσθηκε, ὅταν ὁ Ἡρώδης, τὴν ἑορτὴν τῶν γενεθλίων του, παρέθεσε δεῖπνον εἰς τοὺς μεγιστᾶνας του καὶ εἰς τοὺς χιλιάρχους καὶ εἰς τοὺς προύχοντας τῆς Γαλιλαίας.
22 Ὅταν ἐμπῆκε ἡ θυγατέρα τῆς Ἡρωδιάδος καὶ ἐχόρεψε, ἄρεσε εἰς τὸν Ἡρώδην καὶ εἰς τοὺς καλεσμένους, καὶ εἶπε ὁ βασιλεὺς εἰς τὸ κορίτσι, «Ζήτησέ μου ὅ,τι θέλεις καὶ θὰ σοῦ τὸ δώσω».
23 Καὶ ὡρκίσθηκε εἰς αὐτήν, «Ὅ,τι δήποτε καὶ ἂν ζητήσῃς, θὰ σοῦ τὸ δώσω, ἕως τὸ μισὸ βασίλειόν μου».
24 Αὐτὴ ἐβγῆκε ἔξω καὶ εἶπε εἰς τὴν μητέρα της, «Τί νὰ ζητήσω;». Ἡ μητέρα της τῆς εἶπε, «Τὸ κεφάλι τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ».
25 Καὶ ἀμέσως ἐμπῆκε μὲ βῆμα ταχὺ καὶ ἐζήτησε ἀπὸ τὸν βασιλέα, «Θέλω ἀμέσως νὰ μοῦ δώσῃς σ’ ἕνα πιάτο τὸ κεφάλι τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ».
26 Καὶ ἐλυπήθηκε ὁ βασιλεύς, ἀλλ’ ἐξ αἰτίας τῶν ὅρκων καὶ τῶν καλεσμένων δὲν ἤθελε νὰ τῆς ἀρνηθῇ.
27 Ἀμέσως ὁ βασιλεὺς ἔστειλε δήμιον καὶ διέταξε νὰ φέρῃ τὸ κεφάλι τοῦ Ἰωάννου. Καὶ ἐκεῖνος ἐπῆγε καὶ τὸν ἀπεκεφάλισε εἰς τὴν φυλακὴν
28 καὶ ἔφερε τὸ κεφάλι του σ’ ἕνα πιάτο καὶ τὸ ἔδωκε εἰς τὸ κορίτσι καὶ τὸ κορίτσι τὸ ἔδωκε εἰς τὴν μητέρα της.
29 Καὶ ὅταν τὸ ἄκουσαν οἱ μαθηταὶ τοῦ Ἰωάννου, ἦλθαν καὶ ἐπῆραν τὸ σῶμα του καὶ τὸ ἔβαλαν σὲ μνημεῖον.

Ἐπάνοδος τῶν ἀποστόλων

30 Οἱ ἀπόστολοι ἐπέστρεψαν εἰς τὸν Ἰησοῦν καὶ τοῦ ἀνήγγειλαν ὅλα ὅσα ἔκαναν καὶ ἐδίδαξαν.
31 Καὶ αὐτὸς τοὺς εἶπε, «Ἐλᾶτε μόνοι σας ἰδιαιτέρως εἰς ἀπόμερον τόπον νὰ ἀναπαυθῆτε ὀλίγον», διότι ἦσαν πολλοὶ ποὺ ἤρχοντο καὶ ἔφευγαν καὶ δὲν εἶχαν εὐκαιρίαν οὔτε νὰ φάγουν.
32 Καὶ ἔφυγαν μὲ πλοιάριον εἰς ἔρημον τόπον μόνοι τους.
33 Πολλοὶ τοὺς εἶδαν νὰ φεύγουν καὶ τοὺς ἀνεγνώρισαν καὶ ἔτρεξαν ἐκεῖ πεζῆ ἀπὸ ὅλας τὰς πόλεις καὶ ἔφθασαν πρῖν ἀπὸ αὐτούς.
34 Ὅταν ὁ Ἰησοῦς ἐβγῆκε εἰς τὴν ξηράν, εἶδεν πολὺν κόσμον καὶ τοὺς σπλαγχνίσθηκε, διότι ἦσαν σὰν πρόβατα, ποὺ δὲν εἶχαν βοσκόν. Καὶ ἄρχισε νὰ τοὺς διδάσκῃ πολλά.
35 Καὶ ὅταν εἶχεν ἤδη περάσει πολλὴ ὥρα, τὸν ἐπλησίασαν οἱ μαθηταί του καὶ τοῦ ἔλεγαν, «Ὁ τόπος εἶναι ἔρημος καὶ ἡ ὥρα ἔχει περάσει.
36 Ἄφησέ τους, νὰ πάνε εἰς τὰ γύρω χωριὰ καὶ τὰς κωμοπόλεις καὶ νὰ ἀγοράσουν διὰ τὸν ἑαυτόν τους ψωμί, διότι δὲν ἔχουν τί νὰ φάγουν».
37 Ἐκεῖνος δὲ ἀπήντησε, «Δῶστέ τους σεῖς νὰ φάγουν». Καὶ τοῦ λέγουν, «Νὰ πᾶμε νὰ ἀγοράσωμε ψωμιὰ ἀξίας διακοσίων δηναρίων καὶ νὰ τοὺς δώσουμε νὰ φάγουν;».
38 Αὐτὸς δὲ τοὺς λέγει, «Πόσα ψωμιὰ ἔχετε; Πηγαίνετε νὰ ἰδῆτε». Καὶ ἀφοῦ ἐξακρίβωσαν, εἶπαν, «Πέντε καὶ δύο ψάρια».
39 Καὶ τοὺς διέταξε νὰ ξαπλώσουν ὅλοι ἐπάνω εἰς τὸ χλωρὸ χορτάρι ὁμάδες ὁμάδες.
40 Καὶ ἐξαπλώθηκαν ὁμάδες ὁμάδες εἰς τὸ πράσινο χορτάρι ἀνὰ ἑκατὸ καὶ ἀνὰ πενῆντα.
41 Καὶ ἀφοῦ ἐπῆρε τὰ πέντε ψωμιὰ καὶ τὰ δύο ψάρια καὶ ἔστρεψε τὸ βλέμμα εἰς τὸν οὐρανόν, εὐλόγησε καὶ ἔκοψε τὸ ψωμὶ σὲ κομμάτια καὶ τὰ ἔδωκε εἰς τοὺς μαθητὰς διὰ νὰ τοὺς τὰ δώσουν. Ἐμοίρασε καὶ τὰ δύο ψάρια ψάρια εἰς ὅλους.
42 Καὶ ἔφαγαν ὅλοι καὶ ἐχόρτασαν.
43 Καὶ ἐσήκωσαν δώδεκα κοφίνια γεμᾶτα ἀπὸ κομμάτια καὶ ἀπὸ τὰ ψάρια.
44 Καὶ ἐκεῖνοι, ποὺ ἔφαγαν τὰ ψωμιὰ ἦσαν πέντε χιλιάδες ἄνδρες.

Ὁ Ἰησοῦς Χριστὸς περπατεῖ ἐπάνω εἰς τὴν θάλασσαν

45 Καὶ ἀμέσως ἀνάγκασε τοὺς μαθητάς του νὰ μποῦν εἰς τὸ πλοιάριον καὶ νὰ μεταβοῦν πρὶν ἀπὸ αὐτὸν εἰς τὸ ἀντικρυνὸ μέρος πρὸς τὴν Βηθσαϊδάν, ἕως ὅτου αὐτὸς διαλύσῃ τὸν κόσμον.
46 Καὶ ἀφοῦ τοὺς ἀπεχαιρέτησε, ἐπῆγε εἰς τὸ βουνὸ διὰ νὰ προσευχηθῇ.
47 Καὶ ὅταν ἐβράδυασε, τὸ πλοιάριον ἦτο εἰς τὸ μέσον τῆς λίμνης καὶ αὐτὸς ἦτο μόνος εἰς τὴν ξηράν.
48 Καὶ ὅταν τοὺς εἶδε νὰ βασανίζωνται μὲ τὴν κωπηλασίαν, διότι ὁ ἄνεμος τοὺς ἦτο ἀντίθετος, κατὰ τὴν τετάρτην νυχτερινὴ βάρδια, ἔρχεται πρὸς αὐτοὺς περπατώντας ἐπάνω εἰς τὴν θάλασσαν, καὶ ἤθελε νὰ τοὺς προσπεράσῃ.
49 Αὐτοὶ ὅταν τὸν εἶδαν νὰ περπατῇ ἐπάνω εἰς τὴν θάλασσαν, ἐνόμισαν ὅτι εἶναι φάντασμα καὶ ἐφώναξαν, διότι ὅλοι τὸν εἶχαν ἰδῆ, καὶ ἐταράχθησαν.
50 Αὐτὸς ἀμέσως τοὺς μίλησε καὶ τοὺς εἶπε, «Ἔχετε θάρρος, ἐγὼ εἶμαι. Μὴ φοβᾶσθε».
51 Καὶ ἀνέβηκε σ’ αὐτοὺς εἰς τὸ πλοιάριον καὶ ἐσταμάτησε ὁ ἄνεμος καὶ ἐδοκίμασαν μέσα τους πολὺ μεγάλην ἔκπληξιν καὶ ἐθαύμαζαν,
52 διότι δὲν εἶχαν καταλάβει τί εἶχε γίνει μὲ τὰ ψωμιὰ ἀλλ’ ἡ καρδιά τους ἦτο πωρωμένη.

Θεραπεῖαι εἰς Γεννησαρέτ

53 Ἀφοῦ διέσχισαν τὴν λίμνην, ἦλθαν εἰς τὴν Γεννησαρὲτ καὶ ἀγκυροβόλησαν.
54 Ὅταν ἐβγῆκαν ἀπὸ τὸ πλοιάριον, ἀμέσως οἱ ἄνθρωποι τὸν ἀνεγνώρισαν
55 καὶ περιέτρεξαν ὅλα τὰ περίχωρα ἐκεῖνα καὶ ἄρχισαν νὰ φέρουν τοὺς ἀσθενεῖς ἐπάνω σὲ κρεββάτια, ἐκεῖ ποὺ ἄκουσαν ὅτι βρίσκεται.
56 Καὶ ὅπου ἔμπαινε, σὲ χωριὰ ἢ σὲ πόλεις ἢ στὴν ὕπαιθρον, ἔβαζαν τοὺς ἀσθενεῖς εἰς τὴν ἀγορὰν καὶ τὸν παρακαλοῦσαν νὰ τοὺς ἀφήσῃ νὰ ἀγγίξουν ἔστω καὶ τὴν ἄκρη τοῦ ἐνδύματός του, καὶ ὅσοι τὸν ἄγγιζαν ἐγιατρεύοντο.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.