ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΛΟΥΚΑΝ Β’
ΚΕΦΑΛΑΙΟΝ 2
Ἡ γέννησις τοῦ Ἰησοῦ Χριστοῦ
1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην.
2 Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
3 Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
4 Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ,
5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ.
6 Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν,
7 καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
9 Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.
10 Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ,
11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαυίδ.
12 Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν φάτνῃ.
13 Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων·
14 δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ρῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.
16 Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.
17 Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ρήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου·
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς.
19 Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ρήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
20 Καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
21 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
Ἡ παρουσίασις τοῦ Ἰησοῦ Χριστοῦ εἰς τὸν ναόν
22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ,
23 καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται,
24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.
Ὁ Συμεὼν καὶ τὸ «νῦν ἀπολύεις»
25 Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν·
26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου.
27 Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ,
28 καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε·
29 νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ρῆμά σου ἐν εἰρήνῃ,
30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.
32 Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
33 Καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
34 Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.
35 Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ρομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
Ἄννα ἡ προφῆτις
36 Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς,
37 καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν·
38 καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.
Τὰ παιδικὰ χρόνια τοῦ Ἰησοῦ Χριστοῦ
39 Καὶ ὡς ἐτέλεσαν ἅπαντα τὰ κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς τὴν πόλιν ἑαυτῶν Ναζαρέτ.
40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό.
41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
42 Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς
43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ.
44 Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς·
45 καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν.
46 Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
48 Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε.
49 Καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;
50 Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ρῆμα ὃ ἐλάλησεν αὐτοῖς.
51 Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς.
52 Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
ΚΕΦΑΛΑΙΟΝ 2
Ἡ γέννησις τοῦ Ἰησοῦ Χριστοῦ
1 Κατὰ τὰς ἡμέρας ἐκείνας συνέβη νὰ δοθῇ διαταγὴ ἐκ μέρους τοῦ Καίσαρος Αὐγούστου νὰ γίνῃ ἀπογραφὴ ὅλης τῆς οἰκουμένης.
2 Αὐτὴ ἡ ἀπογραφὴ ἦτο ἡ πρώτη ποὺ ἔγινε, ὅταν ἡγεμὼν τῆς Συρίας ἦτο ὁ Κορήνιος.
3 Καὶ ὅλοι ἐπήγαιναν νὰ ἀπογραφοῦν, ὁ καθένας εἰς τὴν πόλιν του.
4 Ἀνέβηκε δὲ καὶ ὁ Ἰωσὴφ ἀπὸ τὴν Γαλιλαίαν, ἀπὸ τὴν πόλιν Ναζαρέτ, εἰς τὴν Ἰουδαίαν, εἰς τὴν πόλιν τοῦ Δαυΐδ ἡ ὁποία ὀνομάζεται Βηθλεέμ, ἐπειδὴ κατήγετο ἀπὸ τὸν οἶκον καὶ τὸ γένος τοῦ Δαυΐδ,
5 διὰ νὰ ἀπογραφῇ μαζὶ μὲ τὴν Μαριάμ, τὴν γυναῖκα τὴν μνηστευμένην μὲ αὐτὸν, ἡ ὁποία ἦτο ἔγκυος.
6 Συνέβη ὅμως ὅταν ἦσαν ἐκεῖ, νὰ συμπληρωθοῦν αἱ ἡμέραι τοῦ τοκετοῦ της.
7 Καὶ ἐγέννησε τὸν υἱόν της τὸν πρωτότοκον καὶ τὸν ἐτύλιξε μὲ σπάργανα καὶ τὸν ἔβαλε νὰ πλαγιάσῃ μέσα εἰς τὴν φάτνην, διότι δὲν ὑπῆρχε τόπος εἰς τὸ πανδοχεῖον ὅπου εἶχαν καταλύσει.
8 Εἰς τὴν ἴδιαν περιοχὴν ὑπῆρχαν βοσκοὶ ποὺ ἔμεναν ἔξω εἰς τοὺς ἀγροὺς καὶ ἐφύλαγαν βάρδια τὴν νύχτα διὰ τὸ ποίμνιόν τους.
9 Καὶ τοὺς παρουσιάσθηκε ἄγγελος Κυρίου καὶ λάμψις θεϊκὴ ἔλαμψε γύρω τους καὶ τοὺς κατέλαβε μεγάλος φόβος.
10 Καὶ τοὺς εἶπε ὁ ἄγγελος, «Μὴ φοβᾶσθε· διότι σᾶς φέρω εὐχάριστα νέα ποὺ θὰ προξενήσουν μεγάλην χαρὰν εἰς ὅλον τὸν λαὸν:
11 ἐγεννήθηκε σήμερα εἰς τὴν πόλιν τοῦ Δαυΐδ γιὰ σᾶς Σωτήρ, ὁ ὁποῖος εἶναι ὁ Χριστὸς Κύριος.
12 Καὶ τοῦτο θὰ χρησιμεύσῃ σ’ ἐσᾶς γιὰ σημεῖον: Θὰ βρῆτε βρέφος τυλιγμένο εἰς τὰ σπάργανα μέσα σὲ φάτνην».
13 Καὶ ξαφνικὰ παρουσιάσθηκε μαζὶ μὲ τὸν ἄγγελον πλῆθος τῆς οὐρανίου στρατιᾶς ποὺ ἐδοξολογοῦσαν τὸν Θεὸν καὶ ἔλεγαν,
14 «Δόξα ἂς εἶναι εἰς τὸν Θεὸν ἐν τοῖς ὑψίστοις καὶ εἰς τὴν γῆν εἰρήνην· εὐαρέσκεια πρὸς τοὺς ἀνθρώπους».
15 Μόλις οἱ ἄγγελοι τοὺς ἄφησαν καὶ ἐπῆγαν εἰς τὸν οὐρανόν, οἱ βοσκοὶ εἶπαν μεταξύ τους, «Ἂς πᾶμε λοιπὸν ἕως τὴν Βηθλεὲμ γιὰ νὰ ἰδοῦμε τὸ γεγονὸς αὐτὸ ποὺ μᾶς ἔκανε γνωστὸν ὀ Κύριος».
16 Καὶ ἦλθαν τρέχοντες καὺ εὑρῆκαν τὴν Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος νὰ εἶναι εἰς τὴν φάτνην.
17 Ὅταν τὸ εἶδαν, ἔκαναν γνωστὰ τὰ λόγια ποὺ τοὺς εἶχαν εἰπωθῆ σχετικῶς μὲ τὸ παιδὶ αὐτό.
18 Καὶ ὅλοι, ὅσοι ἄκουσαν, ἐθαύμασαν δι’ ὅσα τοὺς εἶπαν οἱ βοσκοί.
19 Ἡ δὲ Μαριὰμ τὰ ἐκρατοῦσε ὅλα εἰς τὸν νοῦν της καὶ τὰ ἐσκέπτετο.
20 Καὶ ἐπέστρεψαν οἱ βοσκοὶ καὶ ἐδόξαζαν καὶ ὑμνοῦσαν τὸν Θεόν, δι’ ὅλα, ὅσα ἄκουσαν καὶ εἶδαν, ὅπως τοὺς εἶχε εἰπωθῆ.
21 Καὶ ὄταν συμπληρώθησαν αἱ ὀκτὼ ἡμέραι διὰ νὰ κάμουν τὴν περιτομὴν τοῦ παιδιοῦ, τοῦ ἐδόθηκε τὸ ὄνομά του Ἰησοῦς, ὄπως ὠνομάσθηκε ἀπὸ τὸν ἄγγελον πρὶν συλληφθῇ εἰς τὴν κοιλιά.
Ἡ παρουσίασις τοῦ Ἰησοῦ Χριστοῦ εἰς τὸν ναόν
22 Καὶ ὅταν συμπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ, σύμφωνα πρὸς τὸν Μωσαϊκὸν νόμον, τὸν ἔφεραν εἰς τὰ Ἱεροσόλυμα, διὰ νὰ τὸν παρουσιάσουν εἰς τὸν Κύρριον
23 ὅπως εἶναι γραμμένο εἰς τὸν νόμον τοῦ Κυρίου, ὅτι Κάθε ἀρσενικὸν ποὺ ἀνοίγει μήτραν, πρέπει νὰ θεωρηθῇ ὡς ἀφιερωμένον εἰς τὸν Κύριον
24 καὶ νὰ προσφέρουν θυσίαν, σύμφωνα πρὸς ἐκεῖνο ποὺ λέγει ὁ νόμος τοῦ Κυρίου: Ἕνα ζεῦγος τρυγόνια ἢ δύο μικρὰ περιστέρια.
Ὁ Συμεὼν καὶ τὸ «νῆν ἀπολύεις»
25 Ὑπῆρχε εἰς τὰ Ἱεροσόλυμα ἄνθρωπος ποὺ ὠνομάζετο Συμεών, καὶ ὁ ἄνθρωπος αὐτὸς ἦτο δίκαιος καὶ εὐλαβὴς καὶ ἐπερίμενε τὴν παρηγορίαν τοῦ Ἰσραὴλ καὶ Πνεῦμα Ἅγιον ἦτο ἐπάνω του.
26 Καὶ τοῦ εἶχε προφητευθῆ ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον ὅτι δὲν θὰ ἰδῇ θάνατον πρὶν ἰδῇ τὸν Χριστὸν τοῦ Κυρίου.
27 Καὶ ἦλθε κατ’ ἔμπνευσιν τοὺ Πνεύματος εἰς τὸν ναόν. Καὶ ὅταν οἱ γονεῖς ἔφεραν τὸ παιδὶ Ἰησοῦν διὰ νὰ ἐκτελέσουν δι’ αὐτὸν τὰ ἔθιμα τοῦ νόμου,
28 αὐτὸς τότε τὸ ἐδέχθηκε στὴν ἀγκαλιά του καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε,
29 «Τώρα ἀπολύεις, Δέσποτα, τὸν δοῦλον σου ἐν εἰρήνῃ σύμφωνα μὲ τὸν λόγον σου,
30 διότι εἶδα μὲ τὰ μάτια μου τὴν σωτηρίαν σου ποὺ ἐτοίμασες δι’ ὅλους τοὺς λαούς,
31 ἕνα φῶς ποὺ θὰ εἶναι ἀποκάλυψις διὰ τοὺς ἐθνικοὺς
32 καὶ δόξα διὰ τὸν λαόν σου τὸν Ἰσραήλ».
33 Καὶ ἐθαύμαζαν ὁ Ἰωσὴφ καὶ ἡ μητέρα του γιὰ ὅσα ἐλέγοντο δι’ αὐτόν.
34 Καὶ ὁ Συμεὼν τοὺς εὐλόγησε καὶ εἶπε εἰς τὴν Μαριάμ, τὴν μητέρα του, «Αὐτὸς εἶναι προωρισμένος διὰ τὴν πτῶσιν καὶ ἀνύψωσιν πολλῶν μεταξὺ τοῦ Ἰσραὴλ καὶ ὡς σημεῖον διὰ τὸ ὁποῖον θὰ ὑπάρχῃ ἀντιλογία,
35 διὰ νὰ φανερωθοῦν αἱ σκέψεις πολλῶν καρδιῶν, καὶ τὴν ἰδικήν σου ψυχὴν ἐπίσης θὰ διαπεράσῃ ρομφαῖα».
Ἄννα ἡ προφῆτις
36 Ἐκεῖ ἦτο κάποια προφῆτις Ἄννα, θυγατέρα τοῦ Φανουήλ, ἀπὸ τὴν φυλὴν τοῦ Ἀσήρ. Ἦτο πολὺ προχωρημένης ἡλικίας, καὶ εἶχε ζήσει ἑπτὰ χρόνια μὲ τὸν ἄνδρα της μετὰ τὸν γάμον της
37 καὶ κατόπιν ὡς χήρα μέχρι ἠλικίας ὀγδόντα τεσσάρων ἐτῶν. Δὲν ἀπεμακρύνετο ἀπὸ τὸν ναὸν ἀλλὰ ἐλάτρευε τὸν Θεὸν μὲ νηστείας καὶ προσευχὰς νύχτα καὶ ἡμέραν.
38 Κατ’ ἐκείνην ἀκριβῶς τὴν ὥραν παρουσιάσθηκε καὶ δοξολογοῦσε τὸν Θεὸν καὶ μιλοῦσε διὰ τὸ παιδὶ εἰς ὅλους, ὅσοι ἀνέμεναν λύτρωσιν τῆς Ἱερουσαλήμ.
Τὰ παιδικὰ χρόνια τοῦ Ἰησοῦ Χριστοῦ
39 Καὶ ὅταν ἔκαναν ὅλα, ὅσα ὥριζε ὁ νόμος τοῦ Κυρίου, ἐγύρισαν εἰς τὴν Γαλιλαίαν, εἰς τὴν πόλιν τους Ναζαρέτ.
40 Τὸ δὲ παιδὶ ἐμεγάλωνε καὶ ἐδυνάμωνε κατὰ τὸ πνεῦμα ἐπειδὴ ἐγέμιζε ἀπὸ σοφίαν καὶ ἡ χάρις τοῦ Θεοῦ ἦτο ἐπάνω του.
41 Καὶ οἱ γονεῖς του ἐπήγαιναν κάθε χρόνο εἰς τὴν Ἱερουσαλὴμ κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα.
42 Ὅταν ἦτο δώδεκα ἐτῶν ἀνέβηκαν εἰς τὰ Ἱεροσόλυμα, κατὰ τὸ ἔθιμον τῆς ἑορτῆς,
43 καὶ ὅταν ἐτελείωσαν τὰς ἡμέρας, ἐνῷ ἐπέστρεφαν, παρέμεινε τὸ παιδὶ Ἰησοῦς εἰς τὴν Ἱερουσαλήμ, χωρὶς νὰ τὸ καταλάβουν ὁ Ἰωσὴφ καὶ ἡ μητέρα του.
44 Ἐπειδὴ δὲ ἐνόμισαν ὅτι ἦτο μὲ συντροφιά, ἐβάδισαν μιᾶς ἡμέρας δρόμον καὶ τὸν ἀναζητοῦσαν μεταξὺ τῶν συγγενῶν καὶ τῶν γνωστῶν.
45 Καὶ ἐπειδὴ δὲν τὸν εὑρῆκαν, ἐγύρισαν εἰς τὴν Ἱερουσαλὴμ καὶ τὸν ἀναζητοῦσαν.
46 Καὶ ὕστερα ἀπὸ τρεῖς ἡμέρες τὸν εὑρῆκαν νὰ κάθεται εἰς τὸν ναὸν εἰς τὸ μέσον τῶν διδασκάλων καὶ νὰ τοὺς ἀκούῃ καὶ νὰ τοὺς ἐρωτᾷ.
47 Ὅλοι δὲ ὅσοι τὸν ἄκουαν, ἐθαύμαζαν διὰ τὴν νοημοσύνην καὶ τὰς ἀπαντήσεις του.
48 Καὶ ὅταν τὸν εἶδαν, ἐξεπλάγησαν καὶ ἡ μητέρα του τοῦ εἶπε, «Παιδί μου, γιατὶ μᾶς φέρθηκες ἔτσι; Ὁ πατέρας σου καὶ ἐγὼ σ’ ἐζητούσαμε μὲ μεγάλην ἀνησυχίαν».
49 Καὶ αὐτὸς τοὺς εἶπε, «Γιατὶ μ’ ἐζητούσατε; Δὲν ἠξέρατε ὅτι πρέπει νὰ εἶμαι εἰς τὸ σπίτι τοῦ Πατέρα μου;».
50 Ἀλλ’ αὐτοὶ δὲν κατάλαβαν τὶ ἐννοοῦσε μὲ αὐτὸ ποὺ τοὺς εἶπε.
51 Καὶ ἐπέστρεψε μαζί τους εἰς τὴν Ναζαρὲτ καὶ ἐξακολουθοῦσε νὰ ὑπακούῃ εἰς αὐτούς. Ἡ μητέρα του ἐφύλαγε εἰς τὴν καρδιά της ὅλα αὐτὰ τὰ γεγονότα.
52 Καὶ ὁ Ἰησοῦς προώδευε εἰς σοφίαν καὶ σωματικὴν ἀνάπτυξιν καὶ εὔνοιαν ἐκ μέρους τοῦ Θεοῦ καὶ τῶν ἀνθρώπων.