(c) OrthodoxAnswers.gr
Πέμπτη , 29 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » ΛΚ. Κεφ. Γ’

ΛΚ. Κεφ. Γ’

saint_lucas

 ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ Β’ ΚΕΦΑΛΑΙΟΝ Γ’ κεφ Δ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’  ΚΒ’  ΚΓ’  ΚΔ’ 

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΛΟΥΚΑΝ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Ἰωάννης ὁ Βαπτιστὴς καὶ ἡ ἀγγελία του

1 Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος,
2 ἐπ᾿ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ρῆμα Θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ,
3 καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
4 ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ·
5 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας,
6 καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.
7 Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾿ αὐτοῦ· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8 Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
9 Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ρίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
10 Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· τί οὖν ποιήσομεν;
11 Ἀποκριθεὶς δὲ λέγει αὐτοῖς· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
12 Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν· διδάσκαλε, τί ποιήσομεν;
13 Ὁ δὲ εἶπε πρὸς αὐτούς· μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
14 Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· καὶ ἡμεῖς τί ποιήσομεν; Καὶ εἶπε πρὸς αὐτούς· μηδένα συκοφαντήσητε μηδὲ διασείσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,
16 ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασι λέγων· ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.
17 Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν.
19 Ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης,
20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.

Ἡ βάπτισις τοῦ Ἰησοῦ Χριστοῦ

21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

Ἡ γενεαλογία τοῦ Ἰησοῦ Χριστοῦ

23 Καὶ αὐτὸς ἦν ὁ Ἰησοῦς ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος, ὤν, ὡς ἐνομίζετο, υἱὸς Ἰωσήφ, τοῦ Ἡλί,
24 τοῦ Ματθάν, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰωαννᾶ, τοῦ Ἰωσήφ,
25 τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλίμ, τοῦ Ναγγαί,
26 τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΰ, τοῦ Ἰωσήχ, τοῦ Ἰωδᾶ,
27 τοῦ Ἰωαννάν, τοῦ Ῥησᾶ, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί,
28 τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ, τοῦ Ἤρ,
29 τοῦ Ἰωσῆ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ,
30 τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνᾶ, τοῦ Ἐλιακείμ,
31 τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθᾶ, τοῦ Νάθαν, τοῦ Δαυίδ,
32 τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών,
33 τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἰωράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα,
34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ,
35 τοῦ Σερούχ, τοῦ Ῥαγαῦ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλᾶ,
36 τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ,
37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰάρεδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν,
38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ Θεοῦ.

ΚΑΤΑ ΛΟΥΚΑΝ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Ἰωάννης ὁ Βαπτιστὴς καὶ ἡ ἀγγελία του

1 Κατὰ τὸ δέκατον πέμπτον ἔτος τῆς αὐτοκρατορίας τοῦ Τιβερίου Καίσαρος, ὅταν ἡγεμὼν τῆς Ἰουδαίας ἦτο ὁ Πόντιος Πιλᾶτος, τετράρχης δὲ τῆς Γαλιλαίας ὁ Ἡρώδης καὶ τετράρχης τῆς Ἰδουμαίας καὶ τῆς χώρας Τραχωνίτιδος ὁ Φίλιππος ὁ ἀδελφός του καὶ τετράρχης τῆς Ἀβιληνῆς ὁ Λυσανίας,
2 καὶ ὅταν ἀρχιερεῖς ἦσαν ὁ Ἄννας καὶ ὁ Καϊάφας, ἐδόθηκε ἐντολὴ ἀπὸ τὸν Θεὸν πρὸς τὸν Ἰωάννην, τὸν υἱὸν τοῦ Ζαχαρία, εἰς τὴν ἔρημον,
3 καὶ ἦλθε εἰς ὁλόκληρη τὴν περιοχὴ τοῦ Ἰορδάνη καὶ ἐκήρυττε βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
4 καθὼς εἶναι γραμμένο εἰς τὸ βιβλίον τῶν προφητειῶν τοῦ προφήτου Ἡσαΐα: Φωνὴ ἑνὸς ποὺ φωνάζει εἰς τὴν ἔρημον. Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, κάνετε ἴσιους τοὺς δρόμους του.
5 Κάθε φαράγγι πρέπει νὰ γεμίσῃ μὲ χῶμα καὶ κάθε βουνὸ καὶ λόφος πρέπει νὰ ἰσοπεδωθῇ, καὶ τὰ στραβὰ θὰ γίνουν ἴσια καὶ οἱ ἀνώμαλοι δρόμοι θὰ γίνουν ὁμαλοὶ
6 καὶ κάθε ἄνθρωπος θὰ ἰδῇ τὴν σωτηρίαν τοῦ Θεοῦ.
7 Ἔλεγε λοιπὸν εἰς τὰ πλήθη ποὺ ἔβγαιναν διὰ νὰ βαπτισθοῦν ἀπ’ αὐτόν, «Γενεὰ ἐχιδνῶν, ποιὸς σᾶς ὑπέδειξε νὰ ἀποφύγετε τὴν μέλλουσαν ὀργήν;
8 Κάνετε λοιπὸν καρποὺς ἄξιους τῆς μετανοίας καὶ μὴ ἀρχίσετε νὰ λέτε μέσα σας, «Πατέρα ἔχομεν τὸν Ἀβραάμ», διότι σᾶς λέγω ὅτι ὁ Θεὸς μπορεῖ ἀπὸ τὶς πέτρες αὐτὲς νὰ κάνῃ παιδιὰ διὰ τὸν Ἀβραάμ.
9 Ἡ ἀξίνα εἶναι πιὰ κοντὰ εἰς τὴν ρίζαν τῶν δένδρων, καὶ κάθε δένδρον ποὺ θὰ κάνει καρπὸν καλὸν τὸ κόβουν σύρριζα καὶ τὸ ρίχνουν στὴν φωτιά».
10 Καὶ τὰ πλήθη τῶν ἐρωτοῦσαν, «Τὶ λοιπὸν νὰ κάνωμε;».
11 Αὐτὸς δὲ τοὺς ἀπεκρίθη, «Ἐκεῖνος ποὺ ἔχει δύο ὑποκάμισα ἂς δώσῃ εἰς ἐκεῖνον ποὺ δὲν ἔχει καὶ ἐκεῖνος ποὺ ἔχει τρόφιμα ἂς κάνῃ τὸ ἴδιο».
12 Ἦλθαν δὲ οἱ τελῶναι νὰ βαπτισθοῦν καὶ τοῦ εἶπαν, «Διδάσκαλε, τί νὰ κάνωμε;»
13 Αὐτὸς δὲ τοὺς εἶπε, «Νὰ μὴ εἰσπράττετε τίποτε περισσότερον ἀπὸ ὅ,τι σᾶς ἔχουν διατάξει».
14 Τὸν ἐρωτοῦσαν καὶ στρατιωτικοί, «Καὶ ἐμεῖς τί νὰ κάνωμε;». Εἰς αὐτοὺς εἶπε, «Κανένα νὰ μὴ ἐκβιάσετε οὔτε νὰ συκοφαντήσετε ἀλλὰ νὰ ἀρκῆσθαι εἰς τὸν μισθό σας».
15 Ἐπειδὴ ὁ κόσμος ἦτο ἐν ἀναμονῇ καὶ ὅλοι ἐσκέπτοντο μέσα τους διὰ τὸν Ἰωάννην, μήπως εἶναι αὐτὸς ὁ Χριστός,
16 εἶπε εἰς ὅλους ὁ Ἰωάννης, «Ἐγὼ σᾶς βαπτίζω μὲ νερό. Ἔρχεται ὅμως ἐκεῖνος ποὺ εἶναι ἰσχυρότερος ἀπὸ ἐμὲ καὶ τοῦ ὁποίου δὲν εἶμαι ἱκανὸς νὰ λύσω τὸ λουρὶ ἀπὸ τὰ ὑποδήματά του. Αὐτὸς θὰ σᾶς βαπτίσῃ μὲ Πνεῦμα Ἅγιον καὶ φωτιά·
17 τὸ φτυάρι του εἶναι στὸ χέρι του διὰ νὰ καθαρίσῃ τὸ ἁλῶνι του καὶ νὰ μαζέψῃ τὸ σιτάρι εἰς τὴν ἀποθήκην του, τὸ δὲ ἄχυρο θὰ τὸ κάψῃ μὲ φωτιὰ ποὺ δὲν σβήνει».
18 Καὶ μὲ πολλὲς ἄλλες προτροπὲς ἐκήρυττε εἰς τὸν κόσμον τὸ χαρμόσυνον ἄγγελμα.
19 Ὁ δὲ Ἡρώδης ὁ τετράρχης, ἐπειδὴ κατηγορεῖτο ἀπὸ αὐτὸν διὰ τὴν Ἡρωδιάδα, τὴν γυναῖκα τοῦ ἀδελφοῦ του, καὶ δι’ ὅλα τὰ κακὰ ποὺ εἶχε κάνει ὁ Ἡρώδης,
20 προσέθεσε εἰς ὅλα αὐτὰ καὶ τοῦτο: ἔκλεισε τὸν Ἰωάννην εἰς τὴν φυλακήν.

Ἡ βάπτισις τοῦ Ἰησοῦ Χριστοῦ

21 Ὅταν ὅλος ὁ λαὸς εἶχε βαπτισθῆ καὶ ὁ Ἰησοῦς ἐπίσης εἶχε βαπτισθῆ καὶ προσευχότανε,
22 ἄνοιξε ὁ οὐρανὸς καὶ κατέβηκε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπάνω του ὑπὸ σωματικὴν μορφὴν σὰν περιστερὰ καὶ ἦλθε φωνὴ ἀπὸ τὸν οὐρανόν, «Σὺ εἶσαι ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς σὲ εὐαρεστοῦμαι».

Ἡ γενεαλογία τοῦ Ἰησοῦ Χριστοῦ

23 Ὁ Ἰησοῦς, ὅταν ἄρχισε τὸ ἔργον του, ἦτο περίπου τριάντα ἐτῶν.
24 Ἦτο υἱός, ὡς ἐνομίζετο, τοῦ Ἰωσήφ, υἱοῦ τοῦ Ἠλί, υἱοῦ τοῦ Ματθάτ, υἱοῦ τοῦ Λευΐ, υἱοῦ τοῦ Μελχί, υἱοῦ τοῦ Ἰαννά, υἱοῦ τοῦ Ἰωσήφ,
25 υἱοῦ τοῦ Ματταθίου, υἱοῦ τοῦ Ἀμώς, υἱοῦ τοῦ Ναούμ, υἱοῦ τοῦ Ἐσλί, υἱοῦ τοῦ Ναγγαί,
26 υἱοῦ τοῦ Μαάθ, υἱοῦ τοῦ Ματταθίου, υἱοῦ τοῦ Σεμεΐ, υἱοῦ τοῦ Ἰωσήχ, υἱοῦ τοῦ Ἰωδά,
27 υἱοῦ τοῦ Ἰωαννάν, υἱοῦ τοῦ Ρησά, υἱοῦ τοῦ Ζοροβάβελ, υἱοῦ τοῦ Σαλαθιήλ, υἱοῦ τοῦ Νηρί,
28 υἱοῦ τοῦ Μελχί, υἱοῦ τοῦ Ἀδδί, υἱοῦ τοῦ Κωσάμ, υἱοῦ τοῦ Ἐλμωδάμ, υἱοῦ τοῦ Ἥρ,
29 υἱοῦ τοῦ Ἰωσή, υἱοῦ τοῦ Ἐλιέζερ, υἱοῦ τοῦ Ἰωρείμ, υἱοῦ τοῦ Ματθάτ, υἱοῦ τοῦ Λευί,
30 υἱοῦ τοῦ Συμεών, υἱοῦ τοῦ Ἰούδα, υἱοῦ τοῦ Ἰωσήφ, υἱοῦ τοῦ Ἰωνάν, υἱοῦ τοῦ Ἐλιακείμ,
31 υἱοῦ τοῦ Μελέα, υἱοῦ τοῦ Μαϊνάν, υἱοῦ τοῦ Ματταθά, υἱοῦ τοῦ Ναθάν, υἱοῦ τοῦ Δαυΐδ,
32 υἱοῦ τοῦ Ἰεσσαί, υἱοῦ τοῦ Ὠβήδ, υἱοῦ τοῦ Βοόζ, υἱοῦ τοῦ Σαλμών, υἱοῦ τοῦ Ναασών,
33 υἱοῦ τοῦ Ἀμιναδάβ, υἱοῦ τοῦ Ἀράμ, υἱοῦ τοῦ Ἐσρώμ, υἱοῦ τοῦ Φαρές, υἱοῦ τοῦ Ἰούδα,
34 υἱοῦ τοῦ Ἰακώβ, υἱοῦ τοῦ Ἰσαάκ, υἱοῦ τοῦ Ἀβραάμ, υἱοῦ τοῦ Θάρα, υἱοῦ τοῦ Ναχώρ,
35 υἱοῦ τοῦ Σερούχ, υἱοῦ τοῦ Ῥαγαῦ, υἱοῦ τοῦ Φαλέκ, υἱοῦ τοῦ Ἔβερ, υἱοῦ τοῦ Σαλά,
36 υἱοῦ τοῦ Καϊνάν, υἱοῦ τοῦ Ἀφραξάδ, υἱοῦ τοῦ Σήμ, υἱοῦ τοῦ Νῶε, υἱοῦ τοῦ Λάμεχ,
37 υἱοῦ τοῦ Μαθουσάλα, υἱοῦ τοῦ Ἐνώχ, υἱοῦ τοῦ Ἰαρέδ, υἱοῦ τοῦ Μαλελεήλ, υἱοῦ τοῦ Καϊνάν,
38 υἱοῦ τοῦ Ἐνώς, υἱοῦ τοῦ Σήθ, υἱοῦ τοῦ Ἀδάμ, υἱοῦ τοῦ Θεοῦ.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.