ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΛΟΥΚΑΝ Ζ’
ΚΕΦΑΛΑΙΟΝ 7
Ἡ θεραπεία τοῦ δούλου τοῦ ἑκατοντάρχου
1 Ἔπει δὲ ἐπλήρωσε πάντα τὰ ρήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
3 Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
4 Οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο.
5 Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
6 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾿ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
8 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
9 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
10 Καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
Ἡ ἀνάστασις τοῦ υἱοῦ τῆς χήρας τῆς Ναῒν
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.
12 Ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
13 Καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε·
14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
15 Καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
16 Ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
17 Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ.
Ἰωάννης ὁ Βαπτιστής
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψε πρὸς τὸν Ἰησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· Ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
21 Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.
22 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24 Ἀπελθόντων δὲ τῶν μαθητῶν Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
25 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
27 Οὗτός ἐστι περὶ οὗ γέγραπται, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·
28 λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι.
29 Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.
31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
32 Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.
33 Ἐλήλυθε γὰρ Ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε· δαιμόνιον ἔχει.
34 Ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
35 Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων!
Ἡ μύρωσις τῶν ποδιῶν τοῦ Ἰησοῦ καὶ ἡ παραβολὴ τῶν δύο χρεοφειλετῶν
36 ᾿Ηρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.
37 Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ.
39 Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.
40 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι· διδάσκαλε, εἰπέ.
41 Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
42 Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει;
43 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.
44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.
45 Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.
46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.
47 Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
48 Εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.
49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
50 Εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
ΚΕΦΑΛΑΙΟΝ 7
Ἡ θεραπεία τοῦ δούλου τοῦ ἑκατόνταρχου
1 Ὅταν ἐτελείωσε ἀπευθύνων ὅλα τὰ λόγια του εἰς τὸν λαὸν, ἐμπῆκε εἰς τὴν Καπερναούμ.
2 Ἕνας ἑκατόνταρχος ἐκεῖ εἶχε δοῦλον, τὸν ὁποῖον ἐκτιμοῦσε πολύ· ὁ δοῦλος αὐτὸς ἦτο ἀσθενὴς καὶ ἐκινδύνευε νὰ πεθάνῃ.
3 Ὅταν ἄκουσε διὰ τὸν Ἰησοῦν, τοῦ ἔστειλε μερικοὺς πρεσβυτέρους ἀπὸ τοὺς Ἰουδαίους καὶ τὸν παρακαλοῦσε νὰ ἔλθῃ καὶ νὰ σώσῃ τὸν δοῦλον του.
4 Αὐτοὶ δὲ ὅταν ἦλθαν εἰς τὸν Ἰησοῦν, τὸν παρακαλοῦσαν θερμὰ καὶ τοῦ ἔλεγαν, «Τοῦ ἀξίζει νὰ τοῦ τὸ κάμῃς,
5 διότι ἀγαπᾶ τὸ ἔθνος μας, καὶ τὴν συναγωγήν μας αὐτὸς τὴν ἔκτισε».
6 Ὁ Ἰησοῦς λοιπὸν ἐπῆγε μαζί τους· καὶ ὅταν δὲν ἀπεῖχε πολὺ ἀπὸ τὸ σπίτι, ἔστειλε ὁ ἑκατόνταρχος φίλους νὰ τοῦ ποῦν, «Κύριε, μὴν ἐνοχλεῖσαι, διότι δὲν εἶμαι ἄξιος νὰ μπῇς κάτω ἀπὸ τὴν στέγην μου.
7 Διὰ τοῦτο δὲν ἐθεώρησα οὔτε τὸν ἑαυτόν μου ἄξιον νὰ ἔλθω σ’ ἐσέ. Ἀλλὰ διάταξε μὲ ἕνα μόνον λόγον καὶ ὁ δοῦλός μου θὰ θεραπευθῇ.
8 Διότι καὶ ἐγὼ εἶμαι ἄνθρωπος ὑποτασσόμενος εἰς ἐξουσίαν ἄλλων καὶ ἔχω ὑπὸ τὰς διαταγάς μου στρατιώτας καὶ λέγω εἰς τοῦτον, «Πήγαινε» καὶ πηγαίνει, καὶ εἰς ἄλλον, «Κάνε τοῦτο» καὶ τὸ κάνει».
9 Ὅταν ὁ Ἰησοῦς ἄκουσε αὐτά, τὸν ἐθαύμασε καὶ ἀφοῦ ἐστράφη πρὸς τὸν κόσμον ποὺ τὸν ἀκολουθοῦσε, εἶπε, «Σᾶς λέγω, ὅτι οὔτε εἰς τὸν Ἰσραὴλ δὲν εὑρῆκα τόσον μεγάλην πίστιν».
10 Καὶ ὅταν ἐγύρισαν εἰς τὸ σπίτι οἱ ἀπεσταλμένοι, εὑρῆκαν τὸν ἀσθενῆ δοῦλον νὰ ὑγιαίνῃ.
Ἡ ἀνάστασις τοῦ υἱοῦ τῆς χήρας τῆς Ναΐν
11 Τὴν ἑπομένην ἐπῆγε εἰς μίαν πόλιν ποὺ ὠνομάζετο Ναΐν καὶ μαζί του ἐπήγαιναν καὶ οἱ μαθηταί του καὶ πολὺς κόσμος.
12 Μόλις ἐπλησίασε εἰς τὴν πύλην τῆς πόλεως, μετεφέρετο ἔξω ἕνας νεκρὸς ποὺ ἦτο τὸ μόνο παιδὶ τῆς μητέρας του ἡ ὁποία ἦτο χήρα. Καὶ πολλοὶ ἀπὸ τὴν πόλιν ἦσαν μαζί της.
13 Μόλις ὁ Κύριος τὴν εἶδε, τὴν σπλαγχνίσθηκε καὶ τῆς εἶπε, «Μὴν κλαῖς».
14 Ἐπροχώρησε καὶ ἔπιασε τὸ φέρετρον, ἐκεῖνοι δὲ ποὺ τὸ ἐβάσταζαν ἐστάθηκαν. Αὐτὸς εἶπε, «Νεανίσκε, σοῦ λέγω, σήκω».
15 Καὶ ἀνεκάθησε ὁ νεκρὸς καὶ ἄρχισε νὰ μιλῇ καὶ ὁ Ἰησοῦς τὸν παρέδωκε εἰς τὴν μητέρα του.
16 Ὅλους δε τοὺς κατέλαβε φόβος καὶ ἐδόξαζαν τὸν Θεὸν καὶ ἔλεγαν, «Προφήτης μεγάλος ἐμφανίσθηκε μεταξύ μας» καὶ «Ὁ Θεὸς ἐπισκέφθηκε τὸν λαόν του».
17 Αὐτὴ ἡ φήμη γι’ αὐτὸν διαδόθηκε εἰς ὅλην τὴν Ἰουδαίαν καὶ εἰς ὅλην τὴν περίχωρον.
Ἰωάννης ὁ Βαπτιστής
18 Οἱ μαθηταί του ἀνήγγειλαν εἰς τὸν Ἰωάννην ὅλα αὐτά.
19 Καὶ ὁ Ἰωάννης προσκάλεσε δύο ἀπὸ τοὺς μαθητάς του, καὶ τοὺς ἔστειλε εἰς τὸν Ἰησοῦν νὰ τοῦ ποῦν, «Σὺ εἶσαι ἐκεῖνος ποὺ μέλλει νὰ ἔλθῃ ἢ ἄλλον νὰ περιμένωμεν;».
20 Οἱ ἄνδρες ἦλθαν εἰς αὐτὸν καὶ τοῦ εἶπαν· «Ὁ Ἰωάννης ὁ Βαπτιστὴς μᾶς ἔστειλε σ’ ἐσὲ καὶ ρωτᾶ, «Σὺ εἶσαι ἐκεῖνος ποὺ μέλλει νὰ ἔλθῃ ἢ ἄλλον νὰ περιμένωμεν;».
21 Κατ’ ἐκείνην τὴν ὥραν ἐθεράπευσε πολλοὺς ἀπὸ ἀσθένειες, βαρειὰ νοσήματα καὶ ἀπὸ πονηρὰ πνεύματα καὶ εἰς πολλοὺς ἐχάρισε τὸ φῶς.
22 Καὶ ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Πηγαίνετε καὶ πέστε εἰς τὸν Ἰωάννην ἐκεῖνα ποὺ εἴδατε καὶ ἀκούσατε: τυφλοὶ ξαναβλέπουν, χωλοὶ περπατοῦν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουν, νεκροὶ ἀνασταίνονται καὶ πτωχο ἀκούουν τὸν χαρμόσυνον ἄγγελμα·
23 καὶ μακάριος ἐκεῖνος ποὺ δὲν θὰ κλονισθῇ ἡ ἐμπιστοσύνη του σ’ ἐμέ».
24 Ὅταν ἔφυγαν οἱ ἀπεσταλμένοι τοῦ Ἰωάννου, ἄρχισε νὰ μιλῇ εἰς τὸν κόσμον διὰ τὸν Ἰωάννην, «Τί ἐβγήκατε εἰς τὴν ἔρημον νὰ ἰδῆτε; Ἕνα καλάμι ποὺ σαλεύεται ἀπὸ τὸν ἀέρα; Ὄχι;
25 Ἀλλὰ τότε τί ἐβγήκατε νὰ ἰδῆτε; Ἄνθρωπον ποὺ φορεῖ μαλακὰ φορέματα; Ἐκεῖνοι ποὺ φοροῦν λαμπρὰ ἐνδύματα καὶ ποὺ ζοῦν σὲ ἀπολαύσεις εἶναι σὲ ἀνάκτορα.
26 Ἀλλὰ τί ἐβγήκατε νὰ ἰδῆτε; Ἕνα προφήτην; Ναί, σᾶς λέγω καὶ κάτι περισσότερον ἀπὸ προφήτην.
27 Αὐτὸς εἶναι ἐκεῖνος διὰ τὸν ὁποῖον εἶναι γραμμένον, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἀγγελιαφόρον μου πρὶν ἀπὸ σέ, ὁ ὁποῖος θὰ προετοιμάσῃ τὸν δρόμον σου ἐμπρός σου.
28 Σᾶς λέγω, ὅτι μεταξὺ τῶν γεννηθέντων ὑπὸ τῶν γυναικῶν δὲν ὑπάρχει μεγαλύτερος ἀπὸ τὸν Ἰωάννην τὸν Βαπτιστήν· καὶ ὅμως ὁ μικρότερος εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἶναι μεγαλύτερος ἀπὸ αὐτὸν».
29 Καὶ ὅλος ὁ κόσμος καὶ οἱ τελῶναι, ὅταν τὸ ἄκουσαν, ἔδωκαν δίκηο εἰς τὸν Θεὸν διότι εἶχαν βαπτισθῆ τὸ βάπτισμα τοῦ Ἰωάννου.
30 Οἱ Φαρισαῖοι ὅμως καὶ οἱ νομικοί, οἱ ὁποῖοι εἶχαν ἀρνηθῆ τὸ βάπτισμά του, ἐματαίωσαν τὸ σχέδιον ποὺ εἶχεν ὁ Θεὸς γι’ αὐτούς.
31 «Μὲ τί λοιπὸν νὰ παρομοιάσω τοὺς ἀνθρώπους τῆς γενεᾶς αὐτῆς; Μὲ ποιὸν εἶναι ὅμοιοι;
32 Εἶναι ὅμοιοι μὲ παιδιὰ ποὺ κάθονται εἰς τὴν ἀγορὰν καὶ φωνάζουν μεταξύ τους, «Σᾶς ἐπαίξαμε μὲ τὴν φλογέρα ἀλλὰ δὲν ἐχορέψατε· σᾶς ἐτραγουδήσαμε μοιρολόγια ἀλλὰ δὲν ἐκλάψατε».
33 Διότι ἦλθε ὁ Ἰωάννης ὁ Βαπτιστής, ὁ ὁποῖος οὔτε ψωμὶ τρώγει οὔτε κρασὶ πίνει καὶ λέτε, «Ἔχει δαιμόνιον».
34 Ἦλθε ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὁποῖος τρώγει καὶ πίνει, καὶ λέτε, «Νά, ἕνας ἄνθρωπος φαγᾶς καὶ κρασοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν».
35 Καὶ ἐδικαιώθηκε ἡ σοφία ἀπὸ ὅλα τὰ παιδιά της».
Ἡ μύρωσις τῶν ποδιῶν τοῦ Ἰησοῦ καὶ ἡ παραβολὴ τῶν δύο χρεοφειλετῶν
36 Ἕνας ἀπὸ τοὺς Φαρισαίους τὸν προσκάλεσε σὲ γεῦμα· καὶ ὅταν ἐμπῆκε εἰς τὸ σπίτι τοῦ Φαρισαίου, ἐκάθησε εἰς τὸ τραπέζι.
37 Εἰς τὴν πόλιν ἔμενε μία γυναῖκα, ποὺ ἦτο ἁμαρτωλὴ καὶ ὅταν ἔμαθε ὅτι ὁ Ἰησοῦς ἐγευμάτιζε εἰς τὸ σπίτι τοῦ Φαρισαίου, ἔφερε ἕνα ἀλαβάστρινον δοχεῖον μὲ μύρον,
38 ἐστάθηκε πίσω κοντὰ εἰς τὰ πόδια του καὶ ἔκλαιε, καὶ ἄρχισε μὲ τὰ δάκρυα νὰ βρέχῃ τὰ πόδια του καὶ μὲ τὰ μαλλιά της ἐσφόγγιζε καὶ φιλοῦσε τὰ πόδια του καὶ τὰ ἄλειφε μὲ μύρον.
39 Ὅταν εἶδε αὐτὸ ὁ Φαρισαῖος, ποὺ τὸν εἶχε προσκαλέσει, εἶπε μέσα του, «Ἐὰν ὁ ἄνθρωπος αὐτὸς ἦτο προφήτης, θὰ ἐγνώριζε ποιὰ καὶ ποιοὺ εἴδους εἶναι ἡ γυναῖκα αὐτὴ ποὺ τὸν ἀγγίζει, διότι εἶναι ἁμαρτωλή».
40 Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Σίμων, ἔχω κάτι νὰ σοῦ πῶ». «Λέγε, Διδάσκαλε», εἶπε αὐτός.
41 «Ἔνας δανειστὴς εἶχε δύο χρεοφειλέτας, ὁ ἕνας χρωστοῦσε πεντακόσια δηνάρια καὶ ὁ ἄλλος πενήντα.
42 Ἐπειδὴ δὲν εἶχαν νὰ τοῦ τὰ ἐπιστρέψουν, τὰ ἐχάρισε καὶ εἰς τοὺς δύο. Ποιὸς λοιπὸν ἀπὸ αὐτοὺς θὰ τὸν ἀγαπήσῃ περισσότερον;».
43 Ἀπεκρίθη ὁ Σίμων, «Νομίζω ἐκεῖνος, εἰς τὸν ὁποῖον ἐχάρισε τὰ περισσότερα». Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Σωστὰ ἔκρινες».
44 Ἐστράφηκε τότε εἰς τὴν γυναῖκα καὶ εἶπε εἰς τὸν Σίμωνα, «Βλέπεις αὐτὴν τὴν γυναῖκα; Ἐμπῆκα εἰς τὸ σπίτι σου, καὶ δὲν μοῦ ἔδωκες νερὸ γιὰ τὰ πόδια μου, αὐτὴ ὅμως μοῦ ἔβρεξε τὰ πόδια μὲ τὰ δάκρυά της καὶ μὲ τὰ μαλλιά της τὰ σφόγγισε.
45 Ἕνα φίλημα δὲν μοῦ ἔδωκες. Αὐτὴ ὅμως ἀπὸ τὴν στιγμὴ ποὺ ἐμπῆκα δὲν ἔπαυσε νὰ μοῦ φιλῇ τὰ πόδια.
46 Δὲν μοῦ ἄλειψες τὸ κεφάλι μὲ λάδι, αὐτὴ ὅμως μὲ μύρον ἄλειψε τὰ πόδια μου.
47 Διὰ τοῦτο σοῦ λέγω, συγχωρήθηκαν οἱ πολλὲς ἁμαρτίες της· ἡ μεγάλη ἀγάπη της τὸ δείχνει· ἐνῷ ἐκεῖνος εἰς τὸν ὁποῖον συγχωροῦνται λίγα, δείχνει λίγη ἀγάπη».
48 Εἶπε τότε εἰς αὐτήν, «Σοῦ συγχωροῦνται οἱ ἁμαρτίες».
49 Καὶ ἄρχισαν οἱ συμπαρακαθήμενοι νὰ λέγουν μέσα τους, «Ποιὸς εἶναι αὐτὸς ποὺ καὶ ἁμαρτίες συγχωρεῖ;».
50 Εἶπε τότε εἰς τὴν γυναῖκα, «Ἡ πίστις σου σὲ ἔσωσε· πήγαινε εἰς εἰρήνην».