(c) OrthodoxAnswers.gr
Πέμπτη , 29 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » ΛΚ. Κεφ. Η’

ΛΚ. Κεφ. Η’

saint_lucas

 ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ Ζ’ ΚΕΦΑΛΑΙΟΝ Η’ κεφ Θ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’  ΚΒ’  ΚΓ’  ΚΔ’ 

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΛΟΥΚΑΝ Η’

ΚΕΦΑΛΑΙΟΝ 8
Αἱ γυναῖκες ποὺ διακονοῦσαν τὸν Χριστόν

1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.

Ἡ παραβολὴ τοῦ σπορέως

4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπε διὰ παραβολῆς·
5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό·
6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα·
7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
8 Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη.
10 Ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν.
11 Ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ·
12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
13 Οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι.
15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.

Δίδαγμα ἀπὸ τὸ λυχνάρι

16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς.
17 Οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. 18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.

Οἱ πραγματικοὶ ἀδελφοί

19 Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
20 Καὶ ἀπηγγέλη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες.
21 Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

Ὁ Ἰησοῦς Χριστὸς κατασιγάζει τὴν θύελλαν

22 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.
23 Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
24 Προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα! Ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
25 Εἶπε δὲ αὐτοῖς· ποῦ ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;

Η θεραπεία τοῦ δαιμονισμένου Γαδαρηνοῦ

26 Καὶ κατέπλευσεν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας.
27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν.
28 Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς.
29 Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους.
30 Ἐπηρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; Ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν·
31 Καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
35 Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
36 Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
37 Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν.
38 Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων·
39 ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

Ἡ ἀνάστασις τῆς κόρης τοῦ Ἰαείρου καὶ ἡ θεραπεία τῆς αἱμορροούσης

40 ᾿Εγένετο δὲ ἐν τῷ ὑποστρέψαι τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
41 Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 Καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι,
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς.
45 Καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου;
46 Ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.
47 Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
48 Ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.
50 Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται.
51 Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.
53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
54 Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου.
55 Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτοῖς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

ΚΑΤΑ ΛΟΥΚΑΝ Η’

ΚΕΦΑΛΑΙΟΝ 8
Αἱ γυναῖκες ποὺ διακονοῦσαν τὸν Χριστόν

1 Ὕστερα ἀπὸ αὐτὰ περιώδευε ἀπὸ πόλιν σὲ πόλιν καὶ ἀπὸ χωριὸ σὲ χωριὸ καὶ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα τῆς βασιλείας τοῦ Θεοῦ.
2 Οἱ δώδεκα ἦσαν μαζί του καὶ μερικὲς γυναῖκες ποὺ εἶχαν θεραπευθῆ ἀπὸ πνεύματα πονηρὰ καὶ ἀπὸ ἀσθένειες, ἡ Μαρία ἡ ὀνομαζομένη Μαγδαληνή, ἀπὸ τὴν ὁποίαν εἶχαν βγῆ ἑπτὰ δαιμόνια,
3 καὶ ἡ Ἰωάννα ἡ σύζυγος τοῦ Χουζᾶ, ὁ ὁποῖος ἦτο ἐπίτροπος τοῦ Ἡρώδη, καὶ ἡ Σουσάννα καὶ ἄλλες πολλὲς ποὺ τὸν βοηθοῦσαν μὲ τὰ ὑπάρχοντά τους.

Ἡ παραβολὴ τοῦ σπορέως

4 Ὅταν μαζεύτηκε πολὺς κόσμος καὶ οἱ ἄνθρωποι ἀπὸ τὰς πόλεις συνέρρεαν πρὸς αὐτόν,
5 ἐμίλησε μὲ παραβολήν: «Ἐβγῆκε ὁ γεωργὸς διὰ νὰ σπείρῃ τὸν σπόρον του. Καὶ ἐνῷ ἔσπερνε, μερικοὶ σπόροι ἔπεσαν κοντὰ εἰς τὸν δρόμον καὶ καταπατήθηκαν καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ τοὺς ἔφαγαν·
6 ἄλλοι ἔπεσαν εἰς πετρῶδες ἔδαφος καὶ ὅταν ἐφύτρωσαν, ἐξεράθηκαν, διότι δὲν εἶχαν ὑγρασίαν·
7 ἄλλοι ἔπεσαν ἀνάμεσα στὰ ἀγκάθια καὶ ὅταν φύτρωσαν τὰ ἀγκάθια, τοὺς ἔπνιξαν τελείως·
8 καὶ ἄλλοι ἔπεσαν εἰς καλὸν ἔδαφος καὶ ἐφύτρωσαν καὶ ἀπέδωκαν ἑκατὸ φορὲς περισσότερον καρπόν». Ἐνῷ ἔλεγε αὐτά, ἐφώναξε, «Ἐκεῖνος ποὺ ἔχει αὐτιὰ διὰ νὰ ἀκούῃ, ἂς ἀκούῃ».
9 Οἱ μαθηταί του τὸν ἐρωτοῦσαν τί σημαίνει ἡ παραβολὴ αὐτή.
10 Καὶ ἐκεῖνος εἶπε, «Σ’ ἐσᾶς ἔχει δοθῆ τὸ νὰ γνωρίσετε τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, ἀλλ’ εἰς τοὺς λοιποὺς δίδονται μὲ παραβολές, διὰ νὰ κυττάζουν ἀλλὰ νὰ μὴ βλέπουν καὶ νὰ ἀκούουν ἀλλὰ νὰ μὴ καταλαβαίνουν.
11 Ἡ παραβολὴ αὐτὴ σημαίνει τὰ ἑξῆς; Ὁ σπόρος εἶναι ὁ λόγος τοῦ Θεοῦ·
12 ἐκεῖνοι ποὺ ἔπεσαν κοντὰ εἰς τὸν δρόμον εἶναι οἱ ἄνθρωποι ποὺ ἄκουσαν, ἔπειτα ἔρχεται ὁ διάβολος καὶ ἀφαιρεῖ τὸν λόγον ἀπὸ τὴν καρδιά τους, διὰ νὰ μὴ πιστέψουν καὶ σωθοῦν.
13 Ἐκεῖνοι δὲ ποὺ ἔπεσαν εἰς τὸ πετρῶδες ἔδαφος, εἶναι οἱ ἄνθρωποι ποὺ ὅταν ἀκούσουν, δέχονται μὲ χαρὰν τὸν λόγον ἀλλὰ δὲν ἔχουν ρίζαν· προσωρινῶς πιστεύουν καὶ τὸν καιρὸν τῆς δοκιμασίας ἀπομακρύνονται.
14 Ἐκεῖνο ποὺ ἔπεσε στὰ ἀγκάθια, εἶναι ἐκεῖνοι ποὺ ἄκουσαν ἀλλ’ εἰς τὸν δρόμον τους συμπνίγονται ἀπὸ τὰς φροντίδας καὶ τὸν πλοῦτον καὶ τὰς ἡδονὰς τοῦ βίου καὶ ὁ καρπός τους δὲν ὡριμάζει.
15 Ἐκεῖνο δὲ ποὺ ἔπεσεν εἰς τὸ καλὸν ἔδαφος εῑναι ἐκεῖνοι ποὺ μὲ καρδιὰ καλὴ καὶ ἀγαθὴ ἀκούουν τὸν λόγον, τὸν διατηροῦν καὶ καρποφοροῦν μὲ ὑπομονήν».

Δίδαγμα ἀπὸ τὸ λυχνάρι

16 «Κανεὶς δὲν ἀνάβει λυχνάρι καὶ τὸ σκεπάζει μὲ ἕνα σκεῦος ἢ τὸ βάζει κάτω ἀπὸ τὸ κρεββάτι, ἀλλὰ τὸ βάζει ἐπάνω εἰς τὸν λυχνοστάτην, διὰ νὰ βλέπουν τὸ φῶς ὅσοι μπαίνουν.
17 Διότι δὲν ὑπάρχει τίποτα κρυφὸ ποὺ νὰ μὴ μαθητευθῇ, οὔτε μυστικὸ ποὺ νὰ μὴ γίνῃ γνωστὸν καὶ ἔλθῃ εἰς τὸ φῶς.
18 Προσέχετε λοιπὸν πῶς ἀκοῦτε· διότι εἰς ἐκεῖνον ποὺ ἔχει, θὰ δοθῇ καὶ ἄλλο· ἀπὸ ἐκεῖνον δὲ ποὺ δὲν ἔχει, θὰ ἀφαιρεθῇ καὶ ἐκεῖνο ποὺ νομίζει ὅτι ἔχει».

Οἱ πραγματικοὶ ἀδελφοί

19 Ἦλθαν πρὸς αὐτὸν ἡ μητέρα του καὶ οἱ ἀδελφοί του ἀλλὰ δὲν μποροῦσαν νὰ τὸν πλησιάσουν ἐξ αἰτίας τοῦ κόσμου.
20 Καὶ τοῦ εἶπαν, «Ἡ μητέρα σου καὶ οἱ ἀδελφοί σου στέκονται ἔξω καὶ θέλουν νὰ σὲ ἰδοῦν».
21 Αὐτὸς δὲ τοὺς ἀπεκρίθη, «Μητέρα μου καὶ ἀδελφοί μου εἶναι αὐτοὶ ποὺ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸν ἐκτελοῦν».

Ὁ Ἰησοῦς Χριστὸς κατασιγάζει τὴν θύελλαν

22 Μίαν ἡμέραν ἐμπῆκε εἰς ἕνα πλοιάριον μαζὶ μὲ τοὺς μαθητάς του καὶ τοὺς εἶπε, «Ἂς περάσωμεν εἰς τὴν ἀντίπεραν ὄχθην τῆς λίμνης», καὶ ἔπλευσαν εἰς τὰ ἀνοικτά.
23 Ἐνῷ δὲ ἔπλεαν, αὐτὸς ἐκοιμήθηκε. Καὶ ἐνέσκηψε ἀνεμοθύελλα εἰς τὴν λίμνην καὶ ἐγέμισαν ἀπὸ νερὰ καὶ ἐκινδύνευαν.
24 Τότε ἦλθαν καὶ τὸν ἐξύπνησαν καὶ τοῦ ἐφώναζαν, «Διδάσκαλε, διδάσκαλε, χανόμαστε». Ὅταν αὐτὸς ἐξύπνησε, ἐπέπληξε τὸν ἄνεμον καὶ τὰ κύματα καὶ ἔπαυσαν καὶ ἔγινε γαλήνη.
25 Τότε τοὺς εἶπε, «Ποῦ εἶναι ἡ πίστις σας;». Κατελήφθησαν δὲ ἀπὸ φόβον καὶ ἐθαύμασαν καὶ ἔλεγαν μεταξύ τους, «Ποιὸς ἄραγε εἶναι αὐτός, ἀφοῦ καὶ τοὺς ἀνέμους καὶ τὰ κύματα διατάσσει καὶ τὸν ὑπακούουν;».

Ἡ θεραπεία τοῦ δαιμονισμένου Γαδαρηνοῦ

26 Καὶ κατέπλευσαν εἰς τὴν χῶραν τῶν Γαδαρηνῶν, ἡ ὁποία βρίσκεται ἀπέναντι τῆς Γαλιλαίας.
27 Ὅταν ἐβγῆκε εἰς τὴν ξηράν, τὸν συνήντησε κάποιος ἀπὸ τὴν πόλιν, ὁ ὁποῖος εἶχε δαιμόνια ἀπὸ πολλὰ χρόνια· δὲν ἤτανε ντυμένος καὶ δὲν ἔμενε σὲ σπίτι ἀλλὰ εἰς τὰ μνληματα.
28 Ὅταν εἶδε τὸν Ἰησοῦν, ἔκραξε καὶ ἔπεσε εἰς τὰ πόδια του καὶ μὲ δυνατὴν φωνὴν εἶπε, «Τί ἐπεμβαίνεις σ’ ἐμέ, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου; Σὲ παρακαλῶ μὴ μὲ βασανίσῃς».
29 Διότι ὁ Ἰησοῦς εἶχε διατάξει τὸ πνεῦμα τὸ ἀκάθαρτον νὰ βγῇ ἀπὸ τὸν ἄνθρωπον. Πολλὲς φορὲς τὸν ἔπιανε καὶ τότε τὸν ἔδεναν μὲ ἁλυσίδες καὶ χειροπέδες καὶ τὸν ἐφύλαγαν. Αὐτὸς ὅμως ἔσπαζε τὰ δεσμὰ καὶ ἐφέρετο ἀπὸ τὸ δαιμόνιον εἰς τὰς ἐρήμους.
30 Τὸν ἐρώτησε δὲ ὁ Ἰησοῦς, «Ποιὸ εἶναι τὸ ὄνομά σου;» Ἐκεῖνος δὲ εἶπε, «Λεγεών», διότι εἶχαν μπῆ πολλὰ δαιμόνια μέσα του,
31 καὶ τὸν παρακαλοῦσαν νὰ μὴ τὰ διατάξῃ νὰ πᾶνε εἰς τὴν ἄβυσσον.
32 Ὑπῆρχε δὲ ἐκεῖ μία ἀγέλη ἀπὸ χοίρους ποὺ ἔβοσκε εἰς τὸ βουνό. Καὶ τὸν παρεκάλεσαν νὰ τοὺς ἐπιτρέψῃ νὰ μποῦν εἰς ἐκείνους. Καὶ τοὺς τὸ ἐπέτρεψε.
33 Ἐβγῆκαν τὰ δαιμόνια ἀπὸ τὸν ἄνθρωπον, ἐμπῆκαν εἰς τοὺς χοίρους καὶ ὥρμησε ἡ ἀγέλη πρὸς τὸν κρημνὸν καὶ ἔπεσε εἰς τὴν λίμνην καὶ ἐπνίγηκε.
34 Ὅταν οἱ βοσκοὶ εἶδαν τί συνέβη, ἔφυγαν καὶ τὸ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τὴν ὕπαιθρον.
35 Ἐβγῆκαν δὲ μερικοί νὰ ἰδοῦν τὸ γεγονὸς καὶ ἦλθαν εἰς τὸν Ἰησοῦν καὶ εὑρῆκαν τὸν ἄνθρωπον, ἀπὸ τὸν ὁποῖον εἶχαν βγῆ τὰ δαιμόνια, νὰ κάθεται κοντὰ στὰ πόδια τοῦ Ἰησοῦ, ντυμένος καὶ σωφρονισμένος, καὶ ἐφοβήθηκαν.
36 Αὐτόπται μάρτυρες ἐπίσης τοὺς εἶπαν πῶς ἐθεραπεύθηκε ὁ δαιμονισμένος.
37 Τότε ὅλος ὁ πληθυσμὸς τῆς περιοχῆς τῶν Γαδαρηνῶν τὸν παρεκάλεσε νὰ φύγῃ ἀπ’ αὐτούς, διότι κατείχοντο ἀπὸ φόβον μεγάλον. Αὐτὸς τότε ἐμπῆκε εἰς τὸ πλοιάριον καὶ ἐπέστρεψε.
38 Ὁ ἄνθρωπος ἀπὸ τὸν ὁποῖον εἶχαν βγῆ τὰ δαιμόνια, παρεκάλεσε νὰ μείνῃ μαζί του, ἀλλ’ ὁ Ἰησοῦς τοῦ εἶπε νὰ φύγῃ μὲ τὰ ἑξῆς λόγια,
39 «Γύρισε εἰς τὸ σπίτι σου καὶ διηγοῦ ὅσα σοῦ ἔκαμε ὁ Θεός». Καὶ ἔφυγε καὶ ἔλεγε εἰς ὅλην τὴν πόλιν ὅσα τοῦ ἔκαμε ὁ Ἰησοῦς.

Ἡ ἀνάστασις τῆς κόρης τοῦ Ἰαείρου και ἡ θεραπεία τῆς αἱμορροούσης

40 Ὅταν ὁ Ἰησοῦς ἐπέστρεψεν, τὸν ὑποδέχθηκε πολὺς κόσμος διότι ὅλοι υὸν ἐπερίμεναν.
41 Ἦλθε τότε κάποιος, ὀνομαζόμενος Ἰάειρος, ὁ ὁποῖος ἦτο ἀρχισυνάγωγος, καὶ ἔπεσε εἰς τὰ πόδια τοῦ Ἰησοῦ καὶ τὸν παρακαλοῦσε νὰ ἔλθῃ εἰς τὸ σπίτι του,
42 διότι εἶχε μιὰ μοναχοκόρη, ἡλικίας περίπου δώδεκα ἐτῶν, ποὺ ἦτο ἑτοιμοθάνατη. Ἐνῷ δὲ ὁ Ἰησοῦς ἐπήγαινε, ὁ κόσμος τὸν συνέθλιβε.
43 Κάποια γυναῖκα, ποὺ ἔπασχε ἀπὸ αἱμορραγίαν δώδεκα χρόνια καὶ εἶχε ἐξοδέψει ὅλην τὴν περιουσίαν της σὲ γιατροὺς καὶ δὲν μπόρεσε νὰ θεραπευθῇ ἀπὸ κανένα, ἦλθε κοντά του ἀπὸ πίσω,
44 ἄγγιξε τὴν ἄκρη τοῦ ἐνδύματός του καὶ ἀμέσως ἐσταμάτησε ἡ αἱμορραγία της.
45 Καὶ ὁ Ἰησοῦς εἶπε, «Ποιὸς μὲ ἄγγιξε;». Ἐπειδὴ δὲ ὅλοι τὸ ἠρνοῦντο, εἶπε ὁ Πέτρος καὶ ὅσοι ἦσαν μαζί του: «Διδάσκαλε, ὁ κόσμος σὲ ἔχει περικυκλωμένον καὶ σὲ συνθλίβει καὶ σὺ λές, «Ποιὸς μὲ ἄγγιξε;».
46 Ὁ Ἰησοῦς ὅμως εἶπε, «Κάποιος μὲ ἄγγιξε, διότι αἰσθάνθηκα ὅτι ἐβγῆκε δύναμις ἀπὸ ἐμένα».
47 Ὅταν εἶδε ἡ γυναῖκα ὄτι δὲν διέφυγε τὴν προσοχήν, ἦλθε μὲ τρόμον, ἔπεσε στὰ πόδια του, καὶ τοῦ εἶπε μπροστὰ σ’ ὅλον τὸν κόσμο τὴν αἰτίαν, διὰ τὴν ὁποίαν τὸν ἄγγιξε καὶ πῶς ἀμέσως ἐθεραπεύθηκε.
48 Αὐτὸς δὲ τῆς εἶπε, «Ἔχε θάρρος, κόρη μου, ἡ πίστις σου σὲ ἔσωσε, πήγαινε εἰς εἰρήνην».
49 Ἐνῷ ἀκόμη μιλοῦσε, ἔρχεται κάποιος ἀπὸ τὸ σπίτι τοῦ ἀρχισυναγώγου καὶ τοῦ λέγει, «Ἡ θυγατέρα σου πέθανε, μὴν ἐνοχλῇς πλέον τὸν διδάσκαλον».
50 Ὁ δὲ Ἰησοῦς, ὅταν τὸ ἄκουσε, τοῦ εἶπε, «Μὴ φοβᾶσαι· μόνον πίστευε καὶ θὰ γίνῃ καλά».
51 Ὅταν ἔφθασε εἰς τὸ σπίτι, δὲν ἐπέτρεψε σὲ κανένα νὰ μπῇ μαζί του, παρὰ εἰς τὸν Πέτρον, τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον καὶ εἰς τὸν πατέρα τοῦ κοριτσιοῦ καὶ εἰς τὴν μητέρα.
52 Ἔκλαιγαν δὲ ὅλοι καὶ τὴν θρηνολογοῦσαν. Αὐτὸς δὲ εἶπε, «Μὴν κλαῖτε· δὲν ἐπέθανε ἀλλὰ κοιμᾶται».
53 Καὶ τὸν εἰρωνεύοντο, διότι ἤξεραν ὅτι εἶχε πεθάνει.
54 Ἀλλ’ αὐτὸς ἀφοῦ ἔβγαλε ὅλους ἔξω, ἔπιασε τὸ χέρι της καὶ ἐφώναξε, «Κορίτσι, σήκω ἐπάνω».
55 Καὶ ἐπέστρεψε τὸ πνεῦμα της, ἐσηκώθηκε ἀμέσως, καὶ ὁ Ἰησοῦς διέταξε νὰ τῆς δώσουν νὰ φάγῃ.
56 Οἱ γονεῖς της ἐξεπλάγησαν, αὐτὸς δὲ τοὺς παρήγγειλε νὰ μὴ ποῦν σὲ κανένα τί συνέβη.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.