ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΛΟΥΚΑΝ Ι’
ΚΕΦΑΛΑΙΟΝ 10
Ἀποστολὴ καὶ ἐπάνοδος τῶν ἑβδομῆντα ἀποστόλων
1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
2 Ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
3 Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
4 Μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
5 Εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ.
6 Καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾿ ὑμᾶς ἐπανακάμψει.
7 Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
8 Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν,
9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
10 Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·
11 καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
12 Λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
13 Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
14 Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.
15 Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.
16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
19 Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.
20 Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
Εὐχαριστία τοῦ Ἰησοῦ Χριστοῦ
21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
22 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.
24 Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
Πῶς ἀποκτᾶται ἡ αἰώνιος ζωή
25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
26 Ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν·
28 εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
29 Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν ᾿Ιησοῦν· καὶ τίς ἐστί μου πλησίον;
Ἡ παραβολὴ τοῦ καλοῦ Σαμαρείτου
30 Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα.
31 Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
32 Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε.
33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη,
34 καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ·
35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅτι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
36 Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
37 Ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.
Ἡ Μάρθα καὶ ἡ Μαρία
38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς.
39 Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ.
40 Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
41 Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά·
42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.
ΚΕΦΑΛΑΙΟΝ 10
Ἀποστολὴ καὶ ἐπάνοδος ταῶν ἑβδομῆντα ἀποστόλων
1 Ὕστερα ὁ Κύριος ἐδιάλεξε καὶ ἄλλους ἑβδομῆντα καὶ τοὺς ἔστειλε ἀνὰ δύο πρὶς ἀπ’ αὐτὸν εἰς κάθε πόλιν καὶ τόπον, ἀπὸ ὅπου ἔμελλε νὰ περάσῃ.
2 Καὶ τοὺς ἔλεγε, «Ὁ μὲν θερισμὸς εἶναι πολὺς ἀλλ’ οἱ ἐργάται εἶναι λίγοι. Παρακαλέσατε λοιπὸν τὸν Κύριος τοῦ θερισμοῦ νὰ στείλῃ ἐργάτας εἰς τὸν θερισμόν του.
3 Πηγαίνετε· σᾶς στέλνω σὰν ἀρνιὰ μεταξὺ λύκων.
4 Μὴ βαστάζετε βαλάντιον οὔτε σάκκον, οὔτε ὑποδήματα καὶ μὴ χαιρετήσετε εἰς τὸν δρόμον κανένα.
5 Εἰς ὅποιο δε τυχὸν σπίτι μπαίνετε, πρῶτα νὰ λέτε «Εἰρήνη εἰς τὸ σπίτι αὐτό».
6 Καὶ ἂν ὑπάρχῃ ἐκεῖ εἰρηνικὸς ἄνθρωπος, ἡ εἰρήνη σας θὰ μείνῃ σ’ αὐτὸν, ἀλλοιῶς θὰ γυρίσῃ σ’ ἐσᾶς.
7 Εἰς αὐτὸ δὲ τὸ σπίτι νὰ μένετε καὶ νὰ τρῶτε καὶ νὰ πίνετε ὅ,τι σᾶς παραθέτουν, διότι τοῦ ἀξίζει τοῦ ἐργάτη ὁ μισθός του.
8 Μὴ πηγαίνετε ἀπὸ σπίτι σὲ σπίτι. Καὶ εἰς ὅποιαν πόλιν μπαίνετε καὶ σᾶς δέχονται, νὰ τρῶτε ἐκεῖνα ποὺ σᾶς παραθέτουν,
9 καὶ νὰ θεραπεύετε τοὺς ἐκεῖ ἀσθενεῖς καὶ νὰ τοὺς λέτε, «Ἡ βασιλεία τοῦ Θεοῦ ἦλθε πλησίον σας».
10 Εἰς ὅποιαν δὲ πόλιν μπῆτε καὶ δὲν σᾶς δέχονται, τότε νὰ βγῆτε εἰς τὶς πλατεῖες της καὶ νὰ πῆτε,
11 «Καὶ τὴν σκόνην ἀπὸ ταὴν πόλιν σας, ποὺ ἐκόλλησε εἰς ταὰ πόδια μας, θὰ τὴν τινάξωμεν ἐναντίον σας· ἀλλὰ νὰ ξέρετε τοῦτο: ὅτι ἡ βασιλεία τοῦ Θεοῦ ἦλθε πλησίον σας».
12 Σᾶς λέγω, ὅτι τὴν Ἡμέραν ἐκείνην θὰ ὑποφέρουν ὀλιγώτερον τά Σόδομα παρὰ ἡ πόλις ἐκείνη.
13 Ἀλλοίμονον σ’ ἐσέ, Χοραζίν, ἀλλοίμονον σ’ ἐσέ, Βηθσαϊδά, διότι ἐὰν εἶχαν γίνει εἰς τὴν Τύρον καὶ τὴν Σιδῶνα ταὰ θαύματα ποὺ ἔγιναν σ’ ἐσᾶς, θὰ εἶχαν μετανοήσει πρὸ πολλοῦ, καθήμεναι μὲ σάκκον καὶ στάκτην.
14 Ἀλλ’ ἡ Τύρος καὶ ἡ Σιδὼν θὰ ὑποφέρουν ὀλιγώτερον κατὰ τὴν ἡμέραν τῆς κρίσεως παρὰ σεῖς.
15 Καὶ σὺ Καπερναούμ, ποὺ ὑψώθηκες ἔως τὸν οὐρανόν, θὰ κατεβῆς ἔως τὸν ᾅδην.
16 Ὅποιος σᾶς ἀκούει, ἀκούει ἐμέ, καὶ ὅποιος σᾶς ἀπορρίπτει, ἀπορρίπτει ἐμέ. Ἐκεῖνος δὲ ποὺ ἀπορρίπτει ἐμέ, ἀπορρίπτει ἐκεῖνον ποὺ μὲ ἔστειλε».
17 Οἱ ἑβδομῆντα ἐπέστρεψαν μὲ χαρὰν καὶ εἶπαν, «Κύριε, ἀκόμη καὶ ταὰ διαμόνια μᾶς ὑποτάσσονται εἰς ταὸ ὄνομά σου».
18 Αὐτὸς τοὺς εἶπε, «Ἔβλεπα τὸν Σατανᾶν νὰ πέφτῃ σὰν ἀστραπὴ ἀπὸ τὸν οὐρανόν.
19 Σᾶς δίνω τὴν ἐξουσίαν νὰ πατᾶτε ἐπάνω σὲ φίδια καὶ σκορπιοὺς καὶ ἐπάνω σ’ ὅλην τὴν δύναμιν τοῦ ἐχθροῦ καὶ τίποτε δὲν θὰ σᾶς βλάψῃ.
20 Καὶ ὅμως, μὴ χαίρετε διὰ τὸ ὅτι σᾶς ὑποτάσσονται τὰ πνεύματα, ἀλλὰ νὰ χαίρετε, διότι τὰ ὀνόματά σας εἶναι γραμμένα εἰς τοὺς οὐρανούς».
Εὐχαριστία τοῦ Ἰησοῦ Χριστοῦ
21 Ἐκείνην τὴν ὥραν αἰσθάνθηκε ὁ Ἰησοῦς μέσα του ἀγαλλίασιν καὶ εἶπε, «Σὲ δοξάζω, Πατέρα, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, διότι ἔκρυψες αὐτὰ ἀπὸ σοφοὺς καὶ εὐφυεῖς καὶ τὰ ἐφανέρωσες σὲ νήπια.
22 Ναί, Πατέρα, διότι αὐτὸ ἦτο τὸ θέλεημά σου. Ὅλα μοῦ ἔχουν παραδοθῆ ἀπὸ τὸν Πατέρα μου καὶ κανεὶς δὲν ξέρει ποιὸς εἶναι ὁ Υἱὸς παρὰ ὁ Πατέρας, καὶ ποιὸς εἶναι ὁ Πατέρας παρὰ ὁ Υἱὸς καὶ ἐκεῖνος, εἰς τὸν ὁποῖον θέλει ὁ Υἱὸς νὰ τὸν ἀποκαλύψη».
23 Καὶ ἐστράφηκε πρὸς τοὺς μαθητάς του καὶ τοὺς εἶπε ἰδιαιτέρως, «Μακάριοι οἱ ὀφθαλμοὶ ποὺ βλέπουν ὅσα βλέπετε.
24 Διότι σᾶς λέγω, ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν νὰ ἰδοῦν ἐκεῖνα ποὺ βλέπετε σεῖς καὶ δὲν τὰ εἶδαν, καὶ νὰ ἀκούσουν ἐκεῖνα ποὺ ἀκοῦτε δεῖς καὶ δὲν τὰ ἄκουσαν».
Πῶς ἀποκτᾶται ἡ αἰώνιος ζωή
25 Ἕνας νομικὸς ἐσηκώθηκε μὲ τὸν σκοπὸν νὰ τὸν πειράξῃ καὶ τοῦ εἶπε, «Διδάσκαλε, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωὴν αἰώνιον;».
26 Αὐτὸς δὲ τοῦ εἶπε, «Εἰς τὸν νόμον τί εἶναι γραμμένον; Τί διαβάζεις;».
27 Ἐκεῖνος ἀπεκρίθη, «Νὰ ἀγαπήσῃς Κύριον τὸν Θεόν σου μὲ ὅλην τὴν καρδιά σου καὶ μὲ ὅλην τὴν ψυχήν σου καὶ μὲ ὅλην τὴν δύναμίν σου καὶ μὲ ὅλην τὴν διάνοιάν σου καὶ τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου».
28 «Ὀρθὰ ἀποκρίθηκες», εἶπε ὁ Ἰησοῦς, «κάνε αὐτὸ καὶ θὰ ζήσῃς».
29 Ἐκεῖνος ὅμως ἤθελε νὰ δικαιώσῃ τὸν ἑαυτόν του καὶ εἶπε εἰς ταὸν Ἰησοῦν, «Καὶ ποιὸς εἶναι ὁ πλησίον μου;».
Ἡ παραβολὴ τοῦ καλοῦ Σαμαρείτου
30 Ὁ Ἰησοῦς ἀπήντησε, «Κάποιος κατέβαινε ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Ἱεριχὼ καὶ ἔπεσε σὲ ληστὰς, οἱ ὁποῖοι ἀφοῦ τὸν ἔγδυσαν καὶ τὸν ἐτραυμάτισαν, ἔφυγαν καὶ τὸν ἄφησαν μισοπεθαμένον.
31 Κατὰ σύμπτωσιν ἕνας ἱερεὺς κατέβαινε εἰς τὸν δρόμον ἐκεῖνον ἀλλ’ ὅταν τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος.
32 Ὁμοίως καὶ ἕνας Λευΐτης, ὅταν ἔφθασε εἰς τὸν τόπον καὶ τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος.
33 Ἕνας ὅμως Σαμαρείτης, ἐνῷ ἐβάδιζε, ἔφθασε κοντά του καὶ ὅταν τὸν εἶδε, τὸν σπλαγχνίσθηκε.
34 Τὸν ἐπλησίασε, ἔδεσε τὰ τραύματά του, ἀφοῦ τὰ ἄλειψε μὲ λάδι καὶ κρασί, τὸν ἀνέβασε εἰς τὸ δικό του ζῶον καὶ τὸν ἔφερε εἰς ἕνα ξενοδοχεῖο καὶ τὸν περιποιήθηκε.
35 Ὅταν ἔφυγε, τὴν ἑπομένην ἡμέραν, ἔβγαλε δύο δηνάρια καὶ τὰ ἔδωκε εἰς τὸν ξενοδόχον καὶ τοῦ εἶπε, «Περιποιήσου τον καὶ ὅ,τι δήποτε δαπανήσῃς ἐπὶ πλέον, ἐγὼ θὰ σοῦ τὸ ἀποδώσω ὅταν ἐπιστρέψω».
36 Ἀπὸ τοὺς τρεῖς αὐτοὺς ποιὸς σοῦ φαίνεται ὅτι ἔγινε πλησίον εἰς ἐκεῖνον ποὺ ἔπεσε εἰς τοὺς ληστάς;».
37 Ἐκεῖνος δὲ εἶπε, «Αὐτὸς ποὺ τοῦ ἔδειξε τὴν εὐσπλαγχνίαν». Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Πήγαινε καὶ κάνε καὶ σὺ τὸ ἴδιο».
Ἡ Μάρθα καὶ ἡ Μαρία
38 Κατὰ μίαν πορεία τους, αὐτὸς ἐμπῆκε εἰς ἕνα χωριό. Μία γυναῖκα, ποὺ ὠνομάζετο Μάρθα, τὸν ὑποδέχθηκε εἰς τὸ σπίτι της.
39 Αὐτὴ εἶχε ἀδελφὴν ποὺ ὠνομάζετο Μαρία, ἡ ὁποία ἐκαθότανε κοντὰ εἰς τὰ πόδια τοῦ Ἰησοῦ καὶ ἄκουε ὅσα ἔλεγε.
40 Ἀλλ’ ἡ Μάρθα ἦτο ἀπησχολημένη μὲ πολλὴν ὑπηρεσίαν καὶ ἐπλησίασε καὶ εἶπε, «Κύριε, δὲν σὲ μέλει ποὺ ἡ ἀδελφή μου μὲ ἄφησε μόνη μου νὰ ὑπηρετῶ; Πές της λοιπὸν νὰ μὲ βοηθήσῃ».
41 Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη, «Μάρθα, Μάρθα, μεριμνᾶς καὶ ἀνησυχεῖς διὰ πολλὰ πράγματα, ἀλλ’ ἕνα πρᾶγμα εἶναι ἀναγκαῖον.
42 Ἡ Μαρία ἐδιάλεξε τὴν καλὴν μερίδα, ἡ ὁποία δὲν θὰ τῆς ἀφαιρεθῇ».