(c) OrthodoxAnswers.gr
Πέμπτη , 29 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » ΛΚ. Κεφ. ΙΒ’

ΛΚ. Κεφ. ΙΒ’

saint_lucas

 ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ ΙΑ’ ΚΕΦΑΛΑΙΟΝ ΙΒ’ κεφ ΙΓ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’  ΚΒ’  ΚΓ’  ΚΔ’ 

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΒ’

ΚΕΦΑΛΑΙΟΝ 12
Ὁ Ἰησοῦς Χριστὸς ἐφιστᾶ τὴν προσοχὴν τῶν μαθητῶν εἰς τὸ ζήτημα τῆς ὑποκρισίας

1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
2 Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται·
3 ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.

Ὁ Ἰησοῦς Χριστὸς ἐνθαρρύνει τοὺς μαθητάς του

4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5 Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6 Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ·
7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8 Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·
9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.
10 Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
11 Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
12 τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Ἡ πλεονεξία καὶ ἡ παραβολὴ τοῦ ἄφρονος πλουσίου

13 Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾿ ἐμοῦ.
14 Ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς;
15 Εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.
16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18 Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,
19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20 Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;
21 Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

Ἐναντίον τῆς ἀνησυχίας καὶ τῶν μεριμνῶν

22 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε.
23 Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
24 Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
25 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
26 Εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27 Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
29 Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε·
30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων·
31 πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
32 Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.

Ἡ ἀνάγκη ἐγρηγόρσεως καὶ ὁ πιστὸς οἰκονόμος

35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι·
36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
37 Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38 Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.
39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ.
40 Καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 Εἶπε δὲ αὐτῷ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
42 Εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
43 Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα.
44 Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45 Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47 Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

Τὰ σημεῖα τῶν καιρῶν

49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη!
50 Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ!
51 Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν.
52 Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί·
53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.
54 Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτω·
55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται.
56 Ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
57 Τί δὲ καὶ ἀφ᾿ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
58 Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
59 Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΒ’

ΚΕΦΑΛΑΙΟΝ 12
Ὁ Ἰησοῦς Χριστὸς ἐφιστᾶ τὴν προσοχὴν τῶν μαθητῶν εἰς τὸ ζήτημα τῆς ὑποκρισίας

1 Ἐν τῷ μεταξύ, ὅταν ἐμαζεύθηκαν μυριάδες λαοῦ, ὥστε ὁ ἕνας νὰ καταπατῇ τὸν ἄλλον, ἄρχισε νὰ λέγῃ πρῶτα εἰς τοὺς μαθητάς του, «Προσέχετε ἀπὸ τὸ προζύμι τῶν Φαρισαίων, τὸ ὁποῖον εἶναι ὑποκρισία.
2 Δὲν ὑπάρχει κανένα μυστικὸν ποὺ νὰ μὴ μαθητευθῇ καὶ κανένα κρυφὸ ποὺ νὰ μὴ γίνῃ γνωστόν.
3 Διὰ τοῦτο ὅσα ἔχετε πῆ εἰς τὸ σκοτάδι, θὰ ἀκουσθοῦν εἰς τὸ φῶς, καὶ ἐκεῖνο ποὺ εἴπατε εἰς τὸ αὐτί, εἰς ἰδιαίτερα δωμάτια, θὰ διαλαληθῇ ἀπὸ τὶς ταράτσες.

Ὁ Ἰησοῦς Χριστὸς ἐνθαρρύνει τοὺς μαθητάς του

4 «Λέγω δὲ σ’ ἐσᾶς τοὺς φίλους μου, Μὴ φοβηθῆτε ἐκείνους ποὺ μποροῦν νὰ σκοτώσουν τὸ σῶμα ἀλλὰ ἔπειτα δὲν μποροῦν νὰ κάνουν τίποτε περισσότερον.
5 Θὰ σᾶς ὑποδείξω δὲ ποιόν πρέπει νὰ φοβηθῆτε· νὰ φοβηθῆτε ἐκεῖνον ποὺ ὕστερα ἀπὸ τὸν φόνον ἔχει ἐξουσίαν νὰ σᾶς ρίξῃ εἰς τὴν γέεναν· ναί, σᾶς λέγω, αὐτὸν νὰ φοβηθῆτε.
6 Δὲν πωλοῦνται πέντε σπουργίτια δύο δεκάρες; Καὶ ὅμως κανένα ἀπ’ αὐτὰ δὲν εἶναι λησμονημένο ἀπὸ τὸν Θεόν.
7 Ὅσον ἀφορᾷ ἐσᾶς καὶ αἱ τρίχες τῆς κεφαλῆς σας εἶναι ὅλες μετρημένες. Μὴ φοβᾶσθε λοιπόν. Σεῖς ἀξίζετε περισσότερον ἀπὸ ἄλλα σπουργίτια.
8 Σᾶς λέγω: Τὸν καθένα ποὺ θὰ μὲ ὁμολογήσῃ ἐμπρὸς εἰς τοὺς ἀνθρώπους, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου θὰ τὸν ὁμολογήσῃ ἐμπρὸς εἰς τοὺς ἀγγέλους τοῦ Θεοῦ.
9 Ἀλλ’ ἐκεῖνον ποὺ θὰ μὲ ἀπαρνηθῇ ἐμπρὸς εἰς τοὺς ἀνθρώπους, θὰ τὸν ἀπαρνηθῶ καὶ ἐγὼ ἐμπρὸς εἰς τοὺς ἀγγέλους τοῦ Θεοῦ.
10 Ὅποιος θὰ πῇ λόγον ἐναντίον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, θὰ συγχωρηθῇ· ἀλλ’ ἐκεῖνος ποὺ θὰ βλασφημήσῃ κατὰ τοῦ Ἁγίου Πνεύματος, δὲν θὰ συγχωρηθῇ.
11 Ὅταν σᾶς ὁδηγήσουν εἰς τὰς συναγωγὰς καὶ εἰς τὰς ἀρχὰς καὶ εἰς τὰς ἐξουσίας, μὴ φροντίσετε μὲ ποιὸν τρόπον καὶ τί θὰ ἀπολογηθῆτε ἢ τί θὰ πῆτε,
12 διότι τὸ Ἅγιον Πνεῦμα θὰ σᾶς διδάξῃ κατ’ αὐτὴν τὴν ὥραν ἐκεῖνα ποὺ πρέπει νὰ πῆτε.

Ἡ πλεονεξία καὶ ἡ παραβολὴ τοῦ ἄφρονος πλουσίου

13 Κάποιος ἀπὸ τὸ πλῆθος τοῦ εἶπε, «Διδάσκαλε, πὲς εἰς τὸν ἀδελφόν μου νὰ μοιρασθῇ μαζί μου τὴν κληρονομίαν».
14 Αὐτὸς ἀπήντησε, «Ἄνθρωπε, ποιὸς μὲ διώρισε δικαστήν σας ἢ μερισήν;»
15 Ὕστερα εἶπε εἰς τὸ πλῆθος, «Προσέχετε καὶ φυλαχθῆτε ἀπὸ κάθε εἶδος πλεονεξίας, διότι καὶ ἂν ἔχει κανεὶς ἀφθονίαν, τὰ πλούτη του δὲν τοῦ δίνουν ζωήν».
16 Τοὺς εἶπε δὲ τὴν ἑξῆς παραβολήν. «Ἑνὸς ἀνθρώπου πλουσίου τὰ χωράφια ἔφεραν ἐσοδείαν μεγάλην
17 καὶ ἐσκέπτετο μέσα του, «Τί νὰ κάνω, ἐπειδὴ δὲν ἔχω ποὺ νὰ συγκεντρώσω τοὺς καρπούς μου;»
18 καὶ εἶπε, «Αὐτὸ θὰ κάνω: θὰ κατεδαφίσω τὶς ἀποθῆκες μου καὶ θὰ κτίσω μεγαλύτερες καὶ θὰ συγκεντρώσω ἐκεῖ ὅλα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου,
19 καὶ θὰ πῶ εἰς τὴν ψυχήν μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθά, γιὰ πολλὰ χρόνια· ἀναπαύσου, φάγε, πίε, εὐφραίνου».
20 Ὁ Θεὸς ὅμως τοῦ εἶπε, «Ἀνόητε, αὐτὴν τὴν νύχτα ζητοῦν ἀπὸ σὲ τὴν ψυχήν σου. Ἐκεῖνα δὲ ποὺ ἐτοίμασες, ποιὸς θὰ τὰ πάρῃ;».
21 Αὐτὰ παθαίνει ἐκεῖνος ποὺ θησαυρίζει διὰ τὸν ἑαυτόν του καὶ δὲν φροντίζει νὰ γίνῃ πλούσιος ὡς πρὸς τὸν Θεόν».

Ἐναντίον τῆς ἀνησυχίας καὶ τῶν μεριμνῶν

22 Εἶπε δὲ εἰς τοὺς μαθητάς του, «Διὰ τοῦτο σᾶς λέγω, μὴ μεριμνᾶτε διὰ τὴν ζωήν σας τί θὰ φᾶτε οὔτε διὰ τὸ σῶμα σας τί θὰ ἐνδυθῆτε.
23 Ἡ ζωὴ ἀξίζει περισσότερον ἀπὸ τὴν τροφήν, καὶ τὸ σῶμα ἀπὸ τὸ ἔνδυμα.
24 Παρατηρῆστε τὰ κοράκια· οὔτε σπείρουν οὔτε θερίζουν, δὲν ἔχουν οὔτε κελλάρι οὔτε ἀποθήκην, ὁ Θεὸς ὅμως τὰ τρέφει· πόσο μᾶλλον σεῖς διαφέρετε ἀπὸ τὰ πτηνά!
25 Ποιὸς ἀπὸ σᾶς ὅσον καὶ ἂν φροντίς, μπορεῖ νὰ προσθέσῃ εἰς τὸ ἀνάστημά του ἕνα πῆχυν;
26 Ἐὰν λοιπὸν δὲν μπορῆτε νὰ κάνετε οὔτε τὸ ἐλάχιστον, γιατὶ μεριμνᾶτε διὰ τὰ λοιπά; Παρατηρῆστε τὰ κρίνα πῶς αὐξάνουν· δὲν κοπιάζουν οὔτε γνέθουν·
27 καὶ ὅμως σᾶς λέγω, ὅτι οὔτε ὁ Σολομὼν μὲ ὅλην τὴν μεγαλοπρέπειάν του δὲν ἤτανε ντυμένος ὅπως ἕνα ἀπὸ αὐτά.
28 Ἐὰν δὲ τὸ χορτάρι τοῦ ἀγροῦ ποὺ σήμερα ὑπάρχει καὶ αὔριον τὸ ρίχνουν εἰς τὸν φοῦρνον, ὁ Θεὸς τὸ ντύνει ἔτσι ὡραῖα, πόσον περισσότερον ἐσᾶς, ὀλιγόπιστοι;
29 Καὶ μὴ ζητᾶτε τί θὰ φᾶτε καὶ τί θὰ πιῆτε καὶ μὴ γίνεσθε ἀνήσυχοι·
30 διότι ὅλα αὐτὰ τὰ ζητοῦν οἱ κοσμικοὶ ἄνθρωποι· ἐνῷ ἐσεῖς ἔχετε Πατέρα ποὺ γνωρίζει ὅτι ἔχετε ἀνάγκην ἀπ’ αὐτά,
31 μόνον νὰ ζητᾶτε πρῶτα τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ὅλα αὐτὰ θὰ σᾶς προστεθοῦν.
32 Μὴ φοβᾶσαι σύ, μικρὸν ποίμνιον· διότι ὁ Πατέρας σας εὐαρεστήθηκε νὰ σᾶς δώσῃ τὴν βασιλείαν.
33 Πωλῆστε τὰ ὑπάρχοντά σας καὶ δῶστε ἐλεημοσύνην. Κάνετε διὰ τὸν ἑαυτόν σας βαλάντια ποὺ δὲν παληώνουν, θησαυρὸν ἀνεξάντλητον εἰς τοὺς οὐρανούς, ὅπου κλέπτης δὲν πλησιάζει, οὔτε σκόρος καταστρέφει,
34 διότι ὅπου εἶναι ὁ θησαυρός σας, ἐκεῖ θὰ εἶναι καὶ ἡ καρδιά σας».

Ἡ ἀνάγκη ἐγρηγόρσεως καὶ ὁ πιστὸς οἰκονόμος

35 «Νὰ εἶσθε ἕτοιμοι μὲ τὴν μέση σας ζωσμένη καὶ τὰ λυχνάρια σας ἀναμμένα.
36 Καὶ ὅμοιοι μὲ ἀνθρώπους ποὺ ἀναμένουν τὸν κύριόν τους πότε θὰ ἐπιστρέψῃ ἀπὸ τοὺς γάμους, διὰ νὰ τοῦ ἀνοίξουν ἀμέσως, μόλις ἔλθῃ καὶ κτυπήσῃ.
37 Μακάριοι εἶναι οἱ δούλοι ἐκεῖνοι ποὺ θὰ τοὺς βρῇ ὁ κύριος νὰ εἶναι ἄγρυπνοι, ὅταν ἔλθῃ. Ἀλήθεια σᾶς λέγω, ὅτι θὰ ζώσῃ τὴν μέση του καὶ θὰ τοὺς βάλῃ νὰ καθίσουν στὸ τραπέζι καὶ θὰ ἔλθῃ νὰ τοὺς ὑπηρετήσῃ.
38 Καὶ ἂν ἔλθῃ, εἴτε κατὰ τὴν δεύτερη βάρδια, εἴτε κατὰ τὴν τρίτη βάρδια, καὶ τοὺς βρῇ νὰ εἶναι ἄγρυπνοι, θὰ εἶναι μακάριοι οἱ δούλοι ἐκεῖνοι.
39 Καταλαβαίνετε ὅτι, ἐὰν ὁ οἰκοδεσπότης ἤξερε ποιάν ὥρα θὰ ἔλθῃ ὁ κλέπτης, θὰ ἀγρυπνοῦσε καὶ δὲν θὰ τὸν ἄφηνε νὰ διαρρήξῃ τὸ σπίτι του.
40 Νὰ εἶσθε λοιπὸν καὶ σεῖς ἔτοιμοι, διότι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται σὲ ὥραν ποὺ δὲν τὸν περιμένετε».
41 Ὁ Πέτρος τοῦ εἶπε, «Κύριε, σ’ ἐμᾶς ἀπευθύνεις τὴν παραβολὴν αὐτὴν ἢ καὶ σ’ ὅλους;»
42 Ὁ Κύριος εἶπε, «Ποιός ἄραγε εἶναι ὁ ἔμπιστος καὶ φρόνιμος οἰκονόμος, τὸν ὁποῖον ὁ κύριος θὰ τοποθετήσῃ ἐπὶ κεφαλῆς τῶν ὑπηρετῶν του, διὰ νὰ τοὺς δίνῃ τὴν κανονισμένην μερίδα τροφῆς εἰς τὴν κατάλληλη ὥρα;
43 Μακάριος εἶναι ὁ δοῦλος ἐκεῖνος πού, ὅταν ἔλθῃ ὁ κύριος, θὰ τὸν βρῇ νὰ κάνῃ τὸ ἔργον του.
44 Ἀληθῶς σᾶς λέγω, ὅτι θὰ τὸν καταστήσῃ διαχειριστὴν εἰς ὅλα τὰ ὑπάρχοντά του.
45 Ἐὰν ὅμως πῇ ὁ δοῦλος ἐκεῖνος μέσα του, «Βραδύνει νὰ ἔλθῃ ὁ κύριός μου» καὶ ἀρχίσῃ νὰ κτυπᾷ τοὺς ὑπηρέτας καὶ τὶς ὑπηρέτριες καὶ νὰ τρώγῃ καὶ νὰ πίνῃ καὶ νὰ μεθᾷ,
46 θὰ ἔλθῃ ὁ κύριος τοῦ δούλου ἐκείνου σὲ ἡμέραν, ποὺ δὲν τὸν περιμένει καὶ σὲ ὥραν ποὺ δὲν γνωρίζει, καὶ θὰ τὸν κόψῃ σὲ δύο καὶ θὰ ὁρίσῃ τὴν θέσιν του μεταξὺ τῶν ἀπίστων.
47 Ὁ δοῦλος ποὺ ἤξερε τὸ θέλημα τοῦ κυρίου του καὶ δὲν ἑτοίμασε ἢ δὲν ἔκανε σύμφωνα πρὸς τὸ θέλημά του, θὰ δαρῇ πολύ.
48 Ἀλλ’ ἐκεῖνος ποὺ δὲν τὸ ἤξερε καὶ ἔκανε πράγματα ἄξια τιμωρίας, αὐτὸς θὰ δαρῇ ὀλίγον. Ἀπὸ τὸν καθένα εἰς τὸν ὁποῖον ἐδόθηκε πολύ, θὰ ζητηθῇ πολύ, καὶ ἀπὸ ἐκεῖνον εἰς τὸν ὁποῖον ἐμπιστεύθηκαν πολλά, θὰ ζητήσουν περισσότερα».

Τὰ σημεῖα τῶν καιρῶν

49 «Φωτιὰ ἦλθε νὰ βάλω εἰς τὴν γῆν καὶ πῶς θὰ ἤθελα νὰ εἶχε ἤδη ἀνάψει.
50 Ἔχω νὰ βαπτισθῶ ἕνα βάπτισμα καὶ πόσον στενοχωροῦμαι ἕως ὅτου γίνῃ!
51 Νομίζετε ὅτι ἦλθα διὰ νὰ δώσω εἰρήνην εἰς τὴν γῆν; Ὄχι, σᾶς λέγω, ἀλλὰ χωρισμόν.
52 Διότι ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς θὰ ὑπάρχουν εἰς ἕνα σπίτι πέντε ἄνθρωποι χωρισμένοι σὲ μερίδες, τρεῖς ἐναντίον δύο καὶ δύο ἐναντίων τριῶν.
53 Θὰ χωρισθοῦν ὁ πατέρας ἐναντίον τοῦ υἱοῦ καὶ ὁ υἱὸς ἐναντίον τοῦ πατέρα, ἡ μητέρα ἐναντίον τῆς θυγατέρας καὶ ἡ θυγατέρα ἐναντίον τῆς μητέρας, ἡ πεθερὰ ἐναντίον τῆς νύφης καὶ ἡ νύφη ἐναντίον τῆς πεθεράς της».
54 Καὶ εἰς τὰ πλήθη ἔλεγε, «Ὅταν ἰδῆτε σύννεφο νὰ ἀνεβαίνῃ ἀπὸ δυσμάς, ἀμέσως λέτε ὅτι ἔρχεται βροχὴ καὶ αὐτὸ γίνεται·
55 καὶ ὅταν ἰδῆτε νὰ φυσάῃ νοτιᾶς, λέτε ὅτι ἔρχεται ζέστη καὶ αὐτὸ γίνεται.
56 Ὑποκριταί, τὰ ἐξωτερικὰ φαινόμενα τοῦ οὐρανοῦ καὶ τῆς γῆς ξέρετε νὰ τὰ ἑρμηνεύετε· πῶς δὲν μπορεῖτε νὰ ἑρμηνεύετε τὸν παρόντα καιρόν;
57 Γιατὶ δὲν κρίνετε μόνοι σας ποιό εἶναι σωστό;
58 Καθὼς πηγαίνεις μὲ τὸν ἀντίδικόν σου εἰς τὸν δικαστήν, προσπάθησε εἰς τὸν δρόμον νὰ ἀπαλλαγῇς ἀπ’ αὐτόν, μήπως σὲ σύρῃ εἰς τὸν δικαστὴν καὶ ὁ δικαστὴς σὲ παραδώσῃ εἰς τὸ ἐκτελεστικὸν ὄργανον, καὶ τὸ ἐκτελεστικὸν ὄργανον σὲ βάλῃ εἰς τὴν φυλακήν.
59 Σοῦ λέγω, ὅτι δὲν θὰ βγῇς ἀπὸ ἐκεῖ, ἕως ὅτου πληρώσῃς καὶ τὸ τελευταῖον λεπτόν».

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.