ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ’
ΚΕΦΑΛΑΙΟΝ 18
Ὁ ἄδικος κριτής
1 Ἔλεγε δὲ καὶ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν,
2 λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
3 Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
4 Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι,
5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με.
6 Εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
7 ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς;
8 Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
Ὁ Φαρισαῖος καὶ ὁ τελώνης
9 Εἶπε δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶ δίκαιοι, καὶ ἐξουθενοῦντας τοὺς λοιπούς, τὴν παραβολὴν ταύτην·
10 ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
11 Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
13 Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
14 Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Ὁ Ἰησοῦς Χριστὸς εὐλογεῖ τὰ μικρὰ παιδιά
15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· καὶ ἰδόντες οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
16 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
17 Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
Ἡ αἰώνιος ζωὴ καὶ τὰ ἐμπόδια ἀπὸ τὰ πλούτη
18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
19 Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.
20 Τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
21 Ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
22 Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
23 Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.
24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!
25 Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
26 Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι;
27 Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.
28 Εἶπε δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.
29 Ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ,
30 ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Ὁ Ἰησοῦς Χριστὸς προλέγει διὰ τρίτην φορὰν τὸν θάνατόν του
31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπε πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελειωθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
32 Παραδοθήσεται γὰρ τοῖς ἔθνεσι καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
34 Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ρῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
Ἡ θεραπεία τοῦ τυφλοῦ τῆς ῾Ιεριχώ
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν·
36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα.
37 Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
38 Καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με·
39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.
40 Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν
41 λέγων· τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω.
42 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε.
43 Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
ΚΕΦΑΛΑΙΟΝ 18
Ὁ ἄδικος κριτής
1 Τοὺς εἶπε καὶ παραβολήν, διὰ νὰ τοὺς διδάξῃ ὅτι πρέπει πάντοτε νὰ προσεύχωνται καὶ νὰ μὴ ἀποθαρρύνωνται:
2 «Εἰς κάποια πόλιν ὑπῆρχε ἕνας κριτὴς ποὺ οὔτε τὸν Θεὸν ἐφοβότανε οὔτε τοὺς ἀνθρώπους ἐντρεπότανε.
3 Εἰς τὴν πόλιν αὐτὴν ἦτο κάποια χήρα, ἡ ὁποία ἐρχότανε εἰς αὐτὸν καὶ τοῦ ἔλεγε, «Δός μου τὸ δίκηο μου ἀπέναντι τοῦ ἀντιδίκου μου».
4 Γιὰ ἕνα χρονικὸ διάστημα αὐτὸς ἠρνεῖτο, ἀλλ’ ἐπειτα εἶπε μέσα του, «Ἂν καὶ τὸν Θεὸν δὲν φοβοῦμαι καὶ τοὺς ἀνθρώπους δὲν ἐντρέπομαι,
5 ὅμως ἐπειδὴ ἡ χήρα αὐτὴ μὲ ἐνοχλεῖ, θὰ τῆς δώσω τὸ δίκηο της γιὰ νὰ μὴν ἔρχεται συνεχῶς καὶ μὲ ταλαιπωρῇ».
6 Εἶπε δὲ ὁ Κύριος, «Ἀκούσατε τί λέγει ὁ ἄδικος κριτής.
7 Καὶ εἶναι δυνατὸν νὰ μὴ ἀποδώσῃ ὁ Θεὸς τὸ δίκηο εἰς τοὺς ἐκλεκτοὺς του ποὺ τοῦ φωνάζουν ἡμέραν καὶ νύχτα, ἂν καὶ δείχνῃ ὑπομονήν;
8 Σᾶς λέγω, ὅτι γρήγορα θὰ ἀποδώσῃ τὸ δίκηο τους. Ἀλλ’ ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου, θὰ βρῇ ἄραγε τὴν πίστιν εἰς τῆν γῆν;».
Ὁ Φαρισαῖος καὶ ὁ τελώνης
9 Εἶπε ἐπίσης σὲ μερικούς, ποὺ ἦσαν βέβαιοι διὰ τὴν δικήν τους δικαιοσύνην καὶ περιφρονοῦσαν τοὺς ἄλλους, τὴν ἑξῆς παραβολήν:
10 «Δύο ἄνθρωποι ἀνέβηκαν εἰς τὸν ναόν, διὰ νὰ προσευχηθοῦν, ὁ ἕνας ἦτο Φαρισαῖος καὶ ὁ ἄλλος τελώνης.
11 Ὁ Φαρισαῖος ἐστάθηκε καὶ ἔκανε τὴν ἑξῆς προσευχὴν ἐν σχέσει πρὸς τὸν ἑαυτόν του: «Θεέ, σ’ εὐχαριστῶ, διότι δὲν εἶμαι ὅπως οἱ ἄλλοι ἄνθρωποι, ἅρπαγες, ἄδικοι, μοιχοὶ ἢ ὅπως αὐτὸς ἐδῶ ὁ τελώνης.
12 Νηστεύω δυὸ φορὲς τὴν ἑβδομάδα, δίνω τὸ δέκατον ἀπὸ ὅλα, ὄσα ἀποκτῶ».
13 Ὁ τελώνης ὅμως ἐστεκότανε μακρυὰ καὶ δὲν ἤθελε οὔτε τὰ μάτια του νὰ σηκώσῃ εἰς τὸν οὐρανὸν ἀλλ’ ἐκτυποῦσε τὸ στῆθός του καὶ ἔλεγε, «Θεέ, ἐλέησέ με τὸν ἁμαρτωλόν».
14 Σᾶς λέγω, ὅτι αὐτὸς κατέβηκε εἰς τὸ σπίτι του δικαιωμένος ἀπὸ τὸν Θεὸν παρὰ ὁ ἄλλος. Διότι ὅποιος ὑψώνει τὸν ἑαυτόν του θὰ ταπεινωθῇ, καὶ ἐκεῖνος ποὺ ταπεινώνει τὸν ἑαυτόν του θὰ ὑψωθῇ.
Ὁ Ἰησοῦς Χριστὸς εὐλογεῖ τὰ μικρὰ παιδιά
15 Τοῦ ἔφερναν ἀκόμη καὶ τὰ μικρὰ παιδιὰ διὰ νὰ τὰ ἀγγίξῃ. Ἀλλ’ ὅταν τὸ εἶδαν οἱ μαθηταὶ τοὺς ἐπέπληξαν.
16 Ὁ Ἰησοὺς ὅμως τὰ προσκάλεσε καὶ εἶπε, «Ἀφῆστε τὰ παιδιὰ νὰ ἔλθουν σ’ ἐμὲ καὶ μὴ τὰ ἐμποδίζετε· διότι σὲ τέτοιους ἀνήκει ἡ βασιλεία τῶν οὐρανῶν.
17 Ἀλήθεια σᾶς λέγω, ὅποιος δὲν δεχθῇ τὴν βασιλείαν τοῦ Θεοῦ σὰν ἕνα παιδί, δὲν θὰ μπῇ σ’ αὐτήν».
Ἡ αἰώνιος ζωή καὶ τὰ ἐμπόδια ἀπὸ τὰ πλούτη
18 Κάποιος ἄρχων τὸν ἐρώτησε, «Διδάσκαλε ἀγαθέ, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωήν αἰώνιον;»
19 Ὁ Ἰησοῦς τοῦ εἶπε, «Γιατὶ μὲ ὀνομάζεις ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀγαθὸς παρὰ μόνος ὁ Θεός.
20 Τὰς ξέρεις τὰς ἐντολάς, Νὰ μὴ μοιχεύσῃς, νὰ μὴ φονεύσῃς, νὰ μὴ κλέψῃς, νὰ μὴ ψευδομαρτυρήσῃς, νὰ τιμᾷς τὸν πατέρα σου καὶ τὴν μητέρα σου».
21 Ἐκεῖνος δὲ εἶπε, «ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴν νεανικήν μου ἡλικίαν».
22 Ὅταν ἄκουσε αὐτὸ ὁ Ἰησοῦς εἶπε, «Ἕνα ἀκόμη σοῦ λείπει· πώλησε ὅλα ὅσα ἔχεις καὶ μοίρασέ τα εἰς τοὺς πτωχοὺ;καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανοὺς καὶ ἔλα, ἀκολούθησέ με».
23 Ἀλλ’ αὐτὸς ὅταν τὸ ἄκουσε, ἐλυπήθηκε πολύ, διότι ἤτανε πολὺ πλούσιος.
24 Ὅταν ὁ Ἰησοῦς τὸν εἶδε τόσον λυπημένον, εἶπε, «Πόσον δύσκολον εἶναι δι’ ἐκείνους ποὺ ἔχουν τὰ χρήματα νὰ μποῦν εἰς τῆν βασιλείαν τοῦ Θεοῦ.
25 Εἶναι εὐκολώτερον νὰ περάσῃ μιὰ καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ νὰ μπῇ ἕνας πλούσιος εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
26 Ἐκεῖνοι ποὺ τὸ ἄκουσαν εἶπαν, Τότε ποιός μπορεῖ νὰ σωθῇ;».
27 Αὐτὸς δὲ εἶπε, «Εκεῖνα ποὺ εἶναι ἀδύνατα εἰς τοὺς ἀνθρώπους εἶναι δυνατὰ εἰς τὸν Θεόν».
28 Καὶ ὁ Πέτρος εἶπε, «Νά ἐμεῖς ἀφήσαμε ὅλα καὶ σὲ ἀκολουθήσαμε».
29 Ὁ δὲ Ἰησοῦς τοὺς εἶπε, «Ἀλήθεια σᾶς λέγω, ὅτι δὲν ὑπάρχει κανεὶς ποὺ νὰ ἄφησε σπίτι ἢ γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ παιδιὰ χάριν τῆς βασιλείας τοῦ Θεοῦ,
30 καὶ νὰ μὴ λάβῃ πολὺ περισσότερα εἰς τὸν παρόντα καιρὸν καὶ εἰς τὸν μέλλοντα κόσμον ζωὴν αἰώνιον».
Ὁ Ἰησοῦς Χριστὸς προλέγει διὰ τρίτην φορὰν τὸν θάνατόν του
31 Ἀφοῦ ἐπῆρε τοὺς δώδεκα ἰδιαιτέρως, τοὺς εἶπε, «Ἰδού, ἀναβαίνομεν εἰς τὰ Ἱεροσόλυμα καὶ θὰ ἐκπληρωθοῦν ὅλα τὰ γραμμένα ἀπὸ τοὺς προφήτας διὰ τὸν Υἱὸν τοῦ ἀνθρώπου.
32 Θὰ παραδοθῇ εἰς τοὺς ἐθνικοὺς καὶ θὰ ἐμπαιχθῇ καὶ θὰ ὑβρισθῇ καὶ θὰ τὸν φτύσουν καὶ,
33 ἀφοῦ τὸν μαστιγώσουν θὰ τὸν θανατώσουν καὶ τὴν τρίτην ἡμέραν θὰ ἀναστηθῇ».
34 Ἀλλ’ αὐτοὶ δὲν κατάλαβαν τίποτε ἀπ’ αὐτά. Ἡ σημασία τῶν λόγων αὐτῶν τοὺς ἦτο κρυμμένη καὶ δὲν καταλάβαιναν τί τοὺς ἔλεγε.
Ἡ θεραπεία τοῦ τυφλοῦ τῆς Ἱεριχώ
35 Καθὼς ἐπλησίαζε εἰς τὴν Ἱεριχώ, ἕνας τυφλὸς ἐκαθότανε κοντὰ εἰς τὸν δρόμον καὶ ζητιάνευε.
36 Ὅταν ἄκουσε νὰ περνᾷ πολὺς κόσμος, ἐρώτησε τί συμβαίνει.
37 Τοῦ εἶπαν, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος διαβαίνει.
38 Τότε ἐφώναξε, «Ἰησοῦ, υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».
39 Ἐκεῖνοι ποὺ προηγοῦντο, τὸν ἐπέπλητταν διὰ νὰ σιωπήσῃ· ἀλλὰ αὐτὸς ἐφώναζε πολὺ περισσότερον, «Υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».
40 Ὁ Ἰησοῦς ἐσταμάτησε καὶ διέταξε νὰ τοῦ τὸν φέρουν.
41 Ὅταν αὐτὸς ἐπλησίασε, τὸν ἐρώτησε, «Τί θέλεις νὰ σοῦ κάνω;». Ἐκεῖνος δὲ εἶπε, «Κύριε, θέλω νὰ ξαναϊδῶ».
42 Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ξανάβλεψε· ἡ πίστις σου σὲ ἔσωσε».
43 Καὶ ἀμέσως ἀπέκτησε τὸ φῶς του καὶ τὸν ἀκολουθοῦσε δοξάζων τὸν Θεόν. Καὶ ὅλος ὁ λαός, ὅταν τὸν εἶδε, ἐδόξασε τὸν Θεόν.