ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΒ’
ΚΕΦΑΛΑΙΟΝ 22
Ἡ προδοσία τοῦ Ἰούδα
1 Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα.
2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
3 Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα,
4 καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῶ αὐτοῖς.
5 Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι·
6 καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.
Προετοιμασία διὰ τὸ τελευταῖον δεῖπνον
7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα,
8 καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
9 Οἱ δὲ εἶπον αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν;
10 Ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται,
11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
12 Κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
13 Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Τὸ τελευταῖον δεῖπνον
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.
15 Καὶ εἶπε πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν·
16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
17 Καὶ δεξάμενος τὸ ποτήριον εὐχαριστήσας εἶπε· λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς·
18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.
19 Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
20 Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
21 Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
22 Καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται.
23 Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
Ὁ ἀληθινὰ μεγάλος
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
25 Ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται·
26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
27 Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθίσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Προλέγεται ἡ ἄρνησις τοῦ Πέτρου
31 Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.
33 Ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
34 Ὁ δὲ εἶπε· λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.
35 Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· οὐθενός.
36 Εἶπεν οὖν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν.
37 Λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει.
38 Οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστι.
Γεθσημανῆ
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
42 λέγων· πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω.
43 Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐτόν.
44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,
46 καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
Ὁ Ἰησοῦς Χριστὸς συλλαμβάνεται
47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προῆγεν αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω, αὐτός ἐστιν.
48 Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ;
50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν.
51 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν.
52 Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾿ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων.
53 Καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. Ἀλλ᾿ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
Ὁ Πέτρος ἀρνεῖται τὸν Χριστόν
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
55 Ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν.
56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· καὶ οὗτος σὺν αὐτῷ ἦν.
57 Ὁ δὲ ἠρνήσατο λέγων· γύναι, οὐκ οἶδα αὐτόν.
58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος εἶπεν· ἄνθρωπε, οὐκ εἰμί.
59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.
60 Εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
61 Καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς·
62 καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες,
64 καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε;
65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Ὁ Ἰησοῦς Χριστὸς ἐνώπιον τῶν ἀρχιερέων
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες· εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν.
67 Εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε,
68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε·
69 ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.
70 Εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
71 Οἱ δὲ εἶπον· τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
ΚΕΦΑΛΑΙΟΝ 22
Ἡ προδοσία τοῦ Ἰούδα
1 Ἐπλησίαζε ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ ὁποία ὀνομάζεται Πάσχα.
2 Καὶ ἐζητοῦσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τρόπον νὰ τὸν σκοτώσουν, διότι ἐφοβοῦντο τὸν λαόν.
3 Ἐμπῆκε δὲ ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, ποὺ ὠνομάζετο Ἰσκαριώτης καὶ ἦτο ἕνας ἀπὸ τοὺς δώδεκα
4 καὶ ἐπῆγε καὶ συνεζήτησε μὲ τοὺς ἀρχιερεῖς καὶ τοὺς ἀξιωματικοὺς τοῦ ναοῦ τὸ πῶς θὰ τοὺς τὸν παραδώσῃ.
5 Καὶ αὐτοὶ ἐχάρηκαν καὶ ἀνέλαβαν νὰ τοῦ δώσουν χρήματα.
6 Αὐτὸς συμφώνησε καὶ ζητοῦσε εὐκαιρίαν νὰ τοὺς τὸν παραδώσῃ ὅταν δὲν θὰ παρευρίσκετο κόσμος.
Προετοιμασία διὰ τὸ τελευταῖον δεῖπνον
7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, κατὰ τὴν ὁποίαν ἔπρεπε νὰ θυσιάσουν τὸ πάσχα
8 καὶ ἔστειλε ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰωάννην καὶ τοὺς εἶπε, «Πηγαίνετε, ἑτοιμάστε μας τὸ πάσχα, διὰ νὰ φάγωμεν».
9 Αὐτοὶ εἶπαν, «Ποῦ θέλεις νὰ τὸ ἑτοιμάσωμε;».
10 Ἐκεῖνος δὲ τοὺς εἶπε, «Ὅταν θὰ μπῆτε στὴν πόλι, θὰ σᾶς συναντήσῃ κάποιος ποὺ θὰ κρατῆ μία στάμνα μὲ νερό·
11 ἀκολουθῆστέ τον στὸ σπίτι ποὺ θὰ μπῇ καὶ θὰ πῆτε εἰς τὸν οἰκοδεσπότην τοῦ σπιτιοῦ, «Ὁ Διδάσκαλος σοῦ παραγγέλει, Ποῦ εἶναι τὸ κατάλυμα, ὅπου θὰ φάγω τὸ πάσχα μαζί μὲ τοὺς μαθητάς μου;».
12 Καὶ ἐκεῖνος θὰ σᾶς δείξῃ ἕνα μεγάλο στρωμένο ἀνῶγι· ἐκεῖ ἑτοιμάστε».
13 Ὅταν ἐπῆγαν, βρῆκαν ὅπως τοὺς εἶχε πῆ καὶ ἑτοίμασαν τὸ πάσχα.
Τὸ τελευταῖον δεῖπνον
14 Καὶ ὅταν ἦλθε ἡ ὥρα, ἐκάθησε εἰς τὸ τραπέζι καὶ οἱ δώδεκα ἀπόστολοι μαζί του.
15 Καὶ τοὺς εἶπε, «Πολὺ ἐπεθύμησα νὰ φάγω τοῦτο τὸ πάσχα μαζί σας προτοῦ νὰ πάθω,
16 διότι σᾶς λέγω ὅτι δὲν θὰ τὸ φάγω πλέον, ἕως ὅτου συντελεσθῇ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
17 Ὅταν ἐπῆρε τὸ ποτήριον, εὐχαρίστησε τὸν Θεὸν καὶ εἶπε,
18 «Λάβετε τοῦτο καὶ διαμοιράσατέ το μεταξύ σας, διότι σᾶς λέγω, ὅτι ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς δὲν θὰ πιῶ ἀπὸ τὸ προϊὸν τοῦτο τῆς ἀμπέλου, ὥς ποὺ νὰ ἔλθῃ ἡ βασιλεία τοῦ Θεοῦ».
19 Καὶ ἐπῆρε ἄρτον καὶ ἀφοῦ εὐχαρίστησε τὸν Θεόν, τὸν ἔκοψε σὲ τεμάχια, τοὺς τὸν ἔδωκε καὶ εἶπε, «Τοῦτο εἶναι τὸ σῶμά μου, τὸ ὁποῖον δίδεται πρὸς χάριν σας· τοῦτο κάνετε εἰς ἀνἀμνησίν μου».
20 Καὶ ἐπῆρε ἐπίσης τὸ ποτήριον μετὰ τὸ δεῖπνον καὶ εἶπε, «Αὐτὸ τὸ ποτήριον εἶναι ἡ νέα διαθήκη ποὺ σφραγίζεται μὲ τὸ αἷμα μου, τὸ ὁποῖον χύνεται πρὸς χάριν σας.
21 Ἀλλὰ νά, τὸ χέρι ἐκείνου ποὺ θὰ μὲ παραδώσῃ εἶναι μαζί μου ἐπάνω εἰς τὸ τραπέζι.
22 Καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου πηγαίνει σύμφωνα πρὸς τὸ ὡρισμένον, ἀλλοίμονον ὅμως εἰς τὸν ἄνθρωπον ἐκεῖνον, διὰ τοῦ ὁποίου παραδίδεται».
23 Αὐτοὶ ἄρχισαν νὰ συζητοῦν μεταξύ τους ποιός ἄραγε ἀπὸ αὐτοὺς εἶναι ἐκεῖνος, ποὺ πρόκειται νὰ τὸ κάνῃ.
Ὁ ἀληθινὰ μεγάλος
24 Ἔγινε δὲ καὶ φιλονεικία μεταξύ τους περὶ τοῦ ποιός ἀπὸ αὐτοὺς φαίνεται νὰ εἶναι μεγαλύτερος.
25 Αὐτὸς δὲ τοὺς εἶπε, «Οἱ βασιλεῖς τῶν ἐθνῶν γίνονται κύριοι αὐτῶν καὶ ἐκεῖνοι ποὺ τὰ ἐξουσιάζουν ὀνομάζονται εὐεργέται.
26 Σεῖς ὅμως μὴ κάνετε τὸ ἴδιο, ἀλλ’ ὁ μεγαλύτερος μεταξύ σας ἂς φέρεται ὅπως ὁ νεώτερος καὶ ὁ ἀρχηγὸς σὰν ὑπηρέτης.
27 Διότι ποιός εἶναι μεγαλύτερος, ἐκεῖνος ποὺ κάθεται εἰς τὸ τραπέζι ἢ ἐκεῖνος ποὺ ὑπηρετεῖ; Δὲν εἶναι ἐκεῖνος ποὺ κάθεται εἰς τὸ τραπέζι; Ἐγὼ ὅμως εἶμαι μεταξύ σας σὰν ὑπηρέτης.
28 Σεῖς εἶσθε ἐκεῖνοι ποὺ ἐμείνατε μαζί μου κατὰ τὰς δοκιμασίας μου·
29 καὶ ὅπως ὁ Πατέρας μου ἔθεσε εἰς τὴν διάθεσίν μου βασιλείαν
30 καὶ ἐγὼ διαθέτω διὰ σᾶς νὰ τρώγετε καὶ νὰ πίνετε εἰς τὸ τραπέζι μου εἰς τὴν βασιλείαν μου καὶ θὰ καθήσετε ἐπάνω σὲ θρόνους, διὰ νὰ δικάζετε τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ».
Προλέγεται ἡ ἄρνησις τοῦ Πέτρου
31 Εἶπε δὲ ὁ Κύριος, «Σίμων, Σίμων, ὁ Σατανᾶς σᾶς ἐζήτησε διὰ νὰ σᾶς κοσκινίσῃ ὅπως τὸ σιτάρι,
32 ἐγὼ ὅμως προσευχήθηκα γιὰ σὲ διὰ νὰ μὴ σὲ ἐγκαταλείψῃ ἡ πίστις σου καὶ σύ, ὅταν ποτὲ ἐπιστρέψῃς, στήριξε τοὺς ἀδελφούς σου».
33 Ἐκεῖνος τοῦ εἶπε, «Κύριε, εἶμαι ἔτοιμος νὰ πάω μαζί σου καὶ σὲ φυλακὴν καὶ σὲ θάνατον».
34 Ὁ Ἰησοῦς τοῦ εἶπε, «Σοῦ λέγω, Πέτρε, ὅτι πρὶν ἀκόμη λαλήσῃ σήμερα ὁ πετεινός, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορὲς ὅτι δὲν μὲ ξέρεις».
35 Καὶ τοὺς εἶπε, «Ὅταν σᾶς ἔστειλα χωρὶς βαλάντιον καὶ σάκκον καὶ ὑποδήματα, μήπως ἐστερηθήκατε τίποτε;». Αὐτοὶ δὲ εἶπαν, «Τίποτε».
36 Τότε τοὺς εἶπε, «Ἀλλὰ τώρα ἐκεῖνος ποὺ ἔχει βαλάντιον, ἂς τὸ πάρῃ, ὁμοίως καὶ τὸν σάκκον, καὶ ἐκεῖνος ποὺ δὲν ἔχει μαχαίρι ἂς πωλήσῃ τὰ ἐνδύματά του καὶ ἂς ἀγοράσῃ.
37 Διότι σᾶς λέγω, ὅτι πρέπει νὰ ἐκπληρωθῇ εἰς ἐμὲ καὶ τοῦτο ποὺ εἶναι γραμμένον: Καὶ συγκαταριθμήθηκε μεταξὺ τῶν ἀνόμων· καὶ ἔτσι ὅσα ἀφοροῦν ἐμὲ λαμβάνουν τέλος».
38 Ἐκεῖνοι τοῦ εἶπαν, Κύριε, νά, ὑπάρχουν δύο μαχαίρια ἐδῶ». Αὐτὸς δὲ εἶπε, «Φθάνει πιά».
Γεθσημανῆ
39 Ὕστερα ἐβγῆκε καὶ ἐπῆγε, ὅπως ἐσυνείθιζε, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· τὸν ἀκολούθησαν δὲ καὶ οἱ μαθηταί του.
40 Ὅταν ἔφθασε εἰς τὸν τόπον, τοὺς εἶπε, «Προσευχηθῆτε, διὰ νὰ μὴ πέσετε εἰς πειρασμόν».
41 Καὶ ἀποχωρίσθηκε ἀπὸ αὐτοὺς εἰς ἀπόστασιν πετροβολιᾶς καὶ ἀφοῦ ἐγονάτισε, προσευχότανε,
42 καὶ ἔλεγε, «Πατέρα, ἐὰν θέλῃς, ἀπομάκρυνε τὸ ποτῆρι τοῦτο ἀπὸ ἐμέ, πλὴν ἂς μὴ γίνῃ τὸ θέλημά μου ἀλλὰ τὸ δικό σου».
43 Ἐμφανίσθηκε δὲ εἰς αὐτὸν ἄγγελος ἀπὸ τὸν οὐρανόν, ὁ ὁποῖος τὸν ἐνίσχυε.
44 Καὶ ἐπειδὴ περιέπεσε εἰς ἀγωνίαν, προσευχότανε θερμότερα, καὶ ὁ ἱδρώς του ἔγινε σὰν σταγόνες αἵματος, ποὺ ἔπεφταν εἰς τὴν γῆν.
45 Ὅταν ἐσηκώθηκε ἀπὸ τὴν προσευχήν, ἦλθε εἰς τοὺς μαθητάς του καὶ τοὺς εὑρῆκε νὰ κοιμοῦνται ἀπὸ τὴν λύπην,
46 καὶ τοὺς εἶπε, «Γιατὶ κοιμᾶσθε; Σηκωθῆτε καὶ προσευχηθῆτε, διὰ νὰ μὴ πέσετε εἰς πειρασμόν».
Ὁ Ἰησοῦς Χριστὸς συλλαμβάνεται
47 Ἐνῷ ἀκόμη μιλοῦσε, ἔρχεται ὄχλος, καὶ ὁ καλούμενος Ἰούδας, ἕνας ἀπὸ τοὺς δώδεκα, ἦτο ἐπὶ κεφαλῆς, καὶ ἐπλησίασε τὸν Ἰησοῦν διὰ νὰ τὸν φιλήσῃ.
48 Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ἰούδα, μὲ τὸ φίλημα παραδίδεις τὸν Υἱὸν τοῦ ἀνθρώπου;».
49 Ὅταν ἐκεῖνοι ποὺ τὸν ἀκολουθούσαν ἀντελήφθησαν τί θὰ συνέβαινε, τοῦ εἶπαν, «Κύριε, νὰ κτυπήσωμε μὲ τὸ μαχαίρι;».
50 Καὶ ἕνας ἀπὸ αὐτοὺς ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἀπέκοψε τὸ δεξὶ αὐτί.
51 Τότε ὁ Ἰησοῦς εἶπε, «Ἀφῆστε τὰ πράγματα ἕως ἐδῶ». Καὶ ἄγγιξε τὸ αὐτὶ τοῦ δούλου καὶ τὸν ἐθεράπευσε.
52 Καὶ εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἐξιωματικοὺς τοῦ ναοῦ καὶ πρεσβυτέρους, οἱ ὁποῖοι εἶχαν ἔλθει ἐναντίον του, «Σὰν νὰ ἤμουν ληστὴς ἐβγήκατε μὲ μαχαίρια καὶ ξύλα;
53 Ὅταν ἤμουν κάθε ἡμέρα μαζί σας εἰς τὸν ναόν, δὲν ἁπλώσατε τὰ χέρια σας ἐπάνω μου. Ἀλλ’ αὐτὴ εἶναι ἡ ὥρα σας καὶ ἡ ἐξουσία τοῦ σκότους».
Ὁ Πέτρος ἀρνεῖται τὸν Χριστόν
54Ὅταν τὸν συνέλαβαν, τὸν ἔφεραν καὶ τὸν ἔμπασαν εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἀκολουθοῦσε ἀπὸ μακρυά.
55 Ἄναψαν φωτιὰ εἰς τὸ μέσον τῆς αὐλῆς καὶ ἐκάθησαν ὅλοι μαζί, ἐκάθησε δὲ καὶ ὁ Πέτρος μεταξύ τους.
56 Μία ὑπηρέτρια τὸν εἶδε νὰ κάθεται κοντὰ στὴν φωτιά, τὸν ἐκύτταξε καλὰ, καὶ εἶπε, «Καὶ αὐτὸς ἤτανε μαζί του».
57 Ἀλλ’ αὐτὸς τὸ ἀρνήθηκε καὶ εἶπε, «Γυναῖκα, δὲν τὸν ξέρω».
58 Ὕστερα ἀπὸ λίγο ἕνας ἄλλος, ὅταν τὸν εἶδε εἶπε, «Καὶ σὺ εἶσαι ἀπ’ αὐτούς». Ἀλλ’ ὁ Πέτρος εἶπε, «Ἄνθρωπε, δὲν εἶμαι».
59 Ἀφοῦ ἐπέρασε περίπου μιὰ ὥρα, κάποιος ἄλλος εἶπε μὲ βεβαιότητα, «Πραγματικά, καὶ αὐτὸς ἤτανε μαζί του, διότι εἶναι Γαλιλαῖος».
60 Ἀλλ’ ὁ Πέτρος εἶπε, «Ἀνθρωπε, δὲν ξέρω τί λές». Καὶ ἀμέσως, ἐνῷ ἀκόμη αὐτὸς μιλοῦσε, ἐλάλησε ὁ πετεινός.
61 Ὁ Κύριος ἐγύρισε καὶ ἐκύτταξε κατὰ πρόσωπον τὸν Πέτρον καὶ ἐθυμήθηκε ὁ Πέτρος τὸν λόγον τοῦ Κυρίου, ὅταν τοῦ εἶπε, «Πρὶν λαλήσῃ ὁ πετεινός, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές».
62 Καὶ ἐβγῆκε ἔξω καὶ ἔκλαψε πικρά.
63 Οἱ ἄνδρες ποὺ ἐκρατοῦσαν τὸν Ἰησοῦν, τὸν ἐνέπαιζαν καὶ τὸν ἔδερναν.
64 Τοῦ ἐκάλυψαν τὴν κεφαλήν, τὸν ἐκτυποῦσαν εἰς τὸ πρόσωπον καὶ τὸν ἐρωτοῦσαν, «Προφήτευσε ποιός εἶναι ἐκεῖνος ποὺ σ’ ἐκτύπησε»,
65 καὶ πολλὲς ἄλλες βλασφημίες τοῦ ἔλεγαν.
Ὁ Ἰησοῦς Χριστὸς ἐνώπιον τῶν ἀρχιερέων
66 Ὅταν ἐξημέρωσε, ἐμαζεύθηκαν οἱ πρεσβύτεροι τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ τὸν ἔφεραν εἰς τὸ συνέδριόν τους καὶ τοῦ λέγουν, «Πές μας, ἐσὺ εἶσαι ὁ Χριστός;».
67 Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Ἐὰν σᾶς πῶ, δὲν θὰ μὲ πιστέψετε·
68 καὶ ἐὰν σᾶς ἐρωτήσω, δὲν θὰ μοῦ ἀποκριθῆτε οὔτε θὰ μὲ ἀπολύσετε·
69 ἀπὸ τώρα ὁ Υἱὸς τοῦ ἀνθρώπου θὰ κάθετε εἰς τὰ δεξιὰ τῆς δυνάμεως τοῦ Θεοῦ».
70 Καὶ εἶπαν ὅλοι, «Σὺ λοιπὸν εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ;»
71 Καὶ αὐτὸς ἀπήντησε, «Σεῖς λέτε ὅτι ἐγὼ εἶμαι». Αὐτοὶ εἶπαν, «Τί ἄλλη μαρτυρία μᾶς χρειάζεται; Τὸ ἀκούσαμε ἐμεῖς οἱ ἴδιοι ἀπὸ τὸ στόμα του».