(c) OrthodoxAnswers.gr
Παρασκευή , 30 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » ΙΩΑΝ κεφ. ΙΗ’

ΙΩΑΝ κεφ. ΙΗ’

theologos

 ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ ΙΖ’ ΚΕΦΑΛΑΙΟΝ ΙΗ’ κεφ ΙΘ’


Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΗ’

ΚΕΦΑΛΑΙΟΝ 18
Ὁ Ἰησοῦς Χριστὸς συλλαμβάνεται

1 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2 Ἤδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη καὶ ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3 Ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς· τίνα ζητεῖτε;
5 Ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν.
6 Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.
7 Πάλιν οὖν αὐτοὺς ἐπηρώτησε· τίνα ζητεῖτε; Οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Ναζωραῖον.
8 Ἀπεκρίθη Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
11 Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;
12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν,
13 καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
14 Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.

Ὁ Πέτρος ἀρνεῖται τὸν Χριστόν

15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·
16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.
17 Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος· οὐκ εἰμί.
18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ’ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
21 Τί με ἐπερωτᾷς; ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ράπισμα τῷ Ἰησοῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
23 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
24 Ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;
26 Ἠρνήσατο οὖν ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ;
27 πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

Ὁ Ἰησοῦς Χριστὸς ἐνώπιον τοῦ Πιλάτου,τοῦ Ρωμαίου ἡγεμόνος

28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα.
29 Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπε· τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
30 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31 Εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν αὐτῷ οἱ ᾿Ιουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.
33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλᾶτος καὶ ἐφώνησε τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
34 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἀφ’ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;
35 Ἀπεκρίθη ὁ Πιλᾶτος· μήτι ἐγὼ ᾿Ιουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
36 Ἀπεκρίθη Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς ᾿Ιουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη Ἰησοῦς· σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38 Λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ·
39 ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;
40 Ἐκραύγασαν οὖν πάλιν πάντες λέγοντες· μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΗ’

ΚΕΦΑΛΑΙΟΝ 18
Ὁ Ἰησοῦς Χριστὸς συλλαμβάνεται

1 Ἀφοῦ εἶπε αὐτὰ ὁ Ἰησοῦς, ἐβγῆκε μὲ τοὺς μαθητάς του πέραν ἀπὸ τὸν χείμαρρον τῶν Κέδρων, ὅπου ὑπῆρχε κῆπος, εἰς τὸν ὁποῖον ἐμπῆκε αὐτὸς καὶ οἱ μαθηταί του.
2 Ἤξερε τὸν τόπον καὶ ὁ Ἰούδας, ὁ ὁποῖος τὸν παρέδωσε, διότι πολλὲς φορὲς ὁ Ἰησοῦς ἐσύχναζε ἐκεῖ μὲ τοὺς μαθητάς του.
3 Ἐπῆρε λοιπὸν ὁ Ἰούδας φρουρὰν καὶ ὑπηρέτας ἀπὸ τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους καὶ ἦλθε ἐκεῖ μὲ φανοὺς καὶ λαμπάδες καὶ ὅπλα.
4 Ὁ Ἰησοῦς ἤξερε ὅλα ὅσα θὰ τοῦ συνέβαιναν καὶ προχώρησε καὶ τοὺς εἶπε, «Ποιόν ζητᾶτε;».
5 Ἐκεῖνοι τοῦ ἀπεκρίθησαν, «Ἰησοῦν τὸν Ναζωραῖον». Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Ἐγὼ εἶμαι». Ἦτο δὲ μαζί τους καὶ ὁ Ἰούδας, ὁ ὁποῖος τὸν παρέδωσε.
6 Μόλις τοὺς εἶπε, «Ἐγὼ εἶμαι», ὀπισθοχώρησαν καὶ ἔπεσαν χάμω.
7 Πάλιν τοὺς ἐρώτησε, «Ποιόν ζητᾶτε;»· αὐτοὶ δὲ ἀπεκρίθησαν, «Ἰησοῦν τὸν Ναζωραῖον».
8 Ἀπεκρίθη ὁ Ἰησοῦς, «Σᾶς εἶπα ὅτι ἐγὼ εἶμαι.
9 Ἐὰν λοιπὸν ζητᾶτε ἐμέ, ἀφῆστε αὐτοὺς νὰ φύγουν», – διὰ νὰ ἐκπληρωθῇ ὁ λόγος ποὺ εἶπε,, «Ἀπὸ ἐκείνους ποὺ μοῦ ἔδωκες δὲν ἔχασα κανένα» –.
10 Τότε ὁ Σίμων Πέτρος, ὁ ὁποῖος εἶχε μαχαίρι, τὸ ἔσυρε καὶ ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἔκοψε τὸ δεξὶ αὐτί.
11 Ὁ δοῦλος ὠνομάζετο Μάλχος. Εἶπε τότε ὁ Ἰησοῦς εἰς τὸν Πέτρον, «Βάλε τὸ μαχαίρι εἰς τὴν θήκην. Τὸ ποτῆρι ποὺ μοῦ ἔδωκε ὁ Πατέρας δὲν πρέπει νὰ τὸ πιῶ;».
12 Ἡ φρουρὰ καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβαν κατόπιν τὸν Ἰησοῦν
13 καὶ τὸν ἔδεσαν καὶ τὸν ἔφεραν πρῶτα εἰς τὸν Ἄνναν, διότι ἦτο πεθερὸς τοῦ Καϊάφα, ἀρχιερέως τοῦ ἔτους ἐκείνου.
14 Ὁ Καϊάφας ἦτο ἐκεῖνος ποὺ συνεβούλευσε τοὺς Ἰουδαίους ὅτι συμφέρει νὰ πεθάνῃ ἕνας ἄνθρωπος χάριν τοῦ λαοῦ.

Ὁ Πέτρος ἀρνεῖται τὸν Χριστόν

15 Ἀκολούθησε δὲ τὸν Ἰησοῦν ὁ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής. Ὁ μαθητὴς ἐκεῖνος ἦτο γνωστὸς εἰς τὸν ἀρχιερέα καὶ ἐμπῆκε μαζὶ μὲ τὸν Ἰησοῦν εἰς τὸ ἀνάκτορον τοῦ ἀρχιερέως.
16 Ἀλλ’ ὁ Πέτρος στεκότανε ἔξω κοντὰ στὴν πόρτα. Ἐβγῆκε τότε ὁ μαθητὴς ὁ ἄλλος, ὁ ὁποῖος ἦτο γνωστὸς εἰς τὸν ἀρχιερέα, καὶ εἶπε εἰς τὴν θυρωρὸν καὶ ἔμπασε τὸν Πέτρον.
17 Λέγει ἡ δούλη ἡ θυρωρὸς εἰς τὸν Πέτρον, «Μήπως εἶσαι καὶ σὺ ἀπὸ τοὺς μαθητὰς τοῦ ἀνθρώπου αὐτοῦ;». Ἐκεῖνος εἶπε, «Δὲν εἶμαι».
18 Ἐστέκοντο ἐκεῖ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, οἱ ὁποῖοι εἶχαν ἀνάψει κάρβουνα γιὰ νὰ ζεσταθοῦν, διότι ἔκανε κρύο· στεκότανε δὲ μαζί τους καὶ ὁ Πέτρος καὶ ζεσταινότανε.
19 Ὁ ἀρχιερεὺς ἐρώτησε τὸν Ἰησοῦν διὰ τοὺς μαθητάς του καὶ διὰ τὴν διδασκαλίαν του.
20 Ἀπεκρίθη εἰς αὐτ[ον ὁ Ἰησοῦς, «Ἐγὼ δημοσίᾳ ἐμίλησα εἰς τὸν κόσμον· πάντοτε ἐδίδαξα εἰς τὴν συναγωγὴν καὶ εἰς τὸν ναόν, ὅπου πάντοτε μαζεύονται οἱ Ἰουδαῖοι, καὶ εἰς τὰ κρυφὰ δὲν εἶπα τίποτε.
21 Γιατί ρωτᾶς ἐμέ; Ἐρώτησε ἐκείνους ποὺ ἄκουσαν τί τοὺς εἶπα. Αὐτοὶ ξέρουν τί εἶπα».
22 Μόλις εἶπε αὐτό, ἕνας ἀπὸ τοὺς ὑπηρέτας, ποὺ παρευρίσκετο ἐκεῖ, ἔδωκε ράπισμα εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπε, «Ἔτσι ἀποκρίνεσαι εἰς τὸν ἀρχιερέα;».
23 Ἀπεκρίθη εἰς αὐτὸν ὁ Ἰησοῦς, «Ἐὰν ἐμίλησα κακῶς, μαρτύρησε διὰ τὸ κακόν, ἐὰν δὲ καλῶς, γιατὶ μὲ κτυπᾶς;».
24 Ὁ Ἄννας τὸν ἔστειλε δεμένον εἰς τὸν Καϊάφαν τὸν ἀρχιερέα.
25 Ὁ δὲ Σίμων Πέτρος στεκότανε καὶ ζεσταινότανε. Τὸν ρωτοῦν, «Μήπως εἶσαι καὶ σὺ ἀπὸ τοὺς μαθητάς του;». Ἐκεῖνος τὸ ἀρνήθηκε καὶ εἶπε, «Δὲν εἶμαι».
26 Ἕνας ἀπὸ τοὺς δούλους τοῦ ἀρχιερέως, συγγενὴς ἐκείνου ποὺ τοῦ ἀπέκοψεν ὁ Πέτρος τὸ αὐτί, εἶπε, «Δὲν σὲ εἶδα ἐγὼ εἰς τὸν κῆπον μαζί του;».
27 Πάλιν τὸ ἀρνήθηκε ὁ Πέτρος καὶ ἀμέσως ἐλάλησε ἕνας πετεινός.

Ὁ Ἰησοῦς Χριστὸς ἐνώπιον τοῦ Πιλάτου, τοῦ Ρωμαίου ἡγεμόνος

28 Ἀπὸ τὸν Καϊάφα ἔφεραν τὸν Ἰησοῦν εἰς τὸ κυβερνεῖον. Ἦτο τότε πρωΐ. Αὐτοὶ οἱ ἴδιοι δὲν ἐμπῆκαν εἰς τὸ κυβερνεῖον διὰ νὰ μὴ μολυνθοῦν, ἀλλὰ νὰ εἶναι εἰς θέσιν νὰ φάγουν τὸ πάσχα.
29 Ἐβγῆκε τότε ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπε, «Ποιάν κατηγορίαν φέρετε ἐναντίον αὐτοῦ τοῦ ἀνθρώπου;».
30 Αὐτοὶ τοῦ ἀπεκρίθησαν, «Ἐὰν δὲν ἦτο κακοποιός, δὲν θὰ σοῦ τὸν εἴχαμε παραδώσει».
31 Τότε τοὺς εἶπε ὁ Πιλᾶτος, «Πάρτε τον σεῖς καὶ κατὰ τὸν νόμον σας δικάστε τον». Οἱ Ἰουδαῖοι τοῦ ἀπεκρίθησαν, «Δὲν μᾶς ἐπιτρέπεται νὰ θανατώσωμεν κανένα».
32 – Διὰ νὰ ἐκπληρωθῇ ὁ λόγος τοῦ Ἰησοῦ, τὸν ὁποῖον εἶπε, διὰ νὰ δηλώσῃ μὲ ποῖον θάνατον ἔμελλε νὰ πεθάνη. –
33 Ἐμπῆκε τότε πάλιν ὁ Πιλᾶτος εἰς τὸ κυβερνεῖον, ἐφώναξε τὸν Ἰησοῦν καὶ τοῦ εἶπε, «Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων;».
34 Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἀπὸ τὸν ἑαυτόν σου τὸ λέγεις αὐτὸ ἢ σοῦ τὸ εἶπαν ἄλλοι γιὰ μένα;».
35 Ἀπεκρίθη ὁ Πιλᾶτος, «Μήπως ἐγὼ εἶμαι Ἰουδαῖος; Τὸ δικό σου ἔθνος καὶ οἱ ἀρχιερεῖς σὲ παρέδωκαν σ’ ἐμέ· τί ἔκανες;».
36 Ἀπεκρίθη ὁ Ἰησοῦς, «Ἡ δική μου βασιλεία δὲν εἶναι ἀπὸ τὸν κόσμον τοῦτον. Ἐὰν ἡ βασιλεία μου ἦτο ἀπὸ τὸν κόσμον τοῦτον, οἱ ὑπηρέται μου θὰ ἠγωνίζοντο διὰ νὰ μὴ παραδοθῶ εἰς τοὺς Ἰουδαίους, ἡ βασιλεία ὅμως ἡ δική μου δὲν εἶναι ἀπ’ ἐδῶ».
37 Τότε τοῦ εἶπε ὁ Πιλᾶτος, «Εἶσαι λοιπὸν βασιλεύς;». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Σὺ τὸ εἶπες ὅτι ἐγὼ εἶμαι βασιλεύς. Ἐγὼ γι’ αὐτὸ γεννήθηκα καὶ γι’ αὐτὸ ἦλθα εἰς τὸν κόσμον, διὰ νὰ μαρτυρήσω τὴν ἀλήθειαν. Ὅποιος εἶναι ἀπὸ τὴν ἀλήθειαν, ἀκούει τὴν φωνήν μου».
38 Ὁ Πιλᾶτος τοῦ λέγει, «Τί εἶναι ἀλήθεια;», καὶ ὅταν τὸ εἶπε, πάλιν ἐβγῆκε πρὸς τοὺς Ἰουδαίους καὶ τοὺς λέγει, «Ἐγὼ δὲν τοῦ βρίσκω καμμίαν βάσιν διὰ κατηγορίαν.
39 Ἔχετε ὅμως ἕνα ἔθιμον, νὰ σᾶς ἐλευθερώνω ἕνα φυλακισμένον κατὰ τὸ Πάσχα. Θέλετε λοιπὸν νὰ σᾶς ἐλευθερώσω τὸν βασιλέα τῶν Ἰουδαίων;».
40 Ἐκραύγασαν πάλιν τότε ὅλοι, «Ὄχι αὐτὸν ἀλλὰ τὸν Βαραββᾶν». Ἦτο δὲ ὁ Βαραββᾶς λῃστής.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.