ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’ ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ’
ΚΕΦΑΛΑΙΟΝ 19
Ὁ Πιλᾶτος ἐνδίδει εἰς τοὺς Ἰουδαίους
1 Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσε.
2 Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτὸν
3 καὶ ἔλεγον· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ραπίσματα.
4 Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.
5 Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον,
6 καὶ λέγει αὐτοῖς· ἴδε ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
7 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.
8 Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10 Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;
11 Ἀπεκρίθη Ἰησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
12 Ἐκ τούτου ἐζήτει ὁ Πιλᾶτος ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἔκραζον λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
13 Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἑβραϊστὶ δὲ Γαββαθᾶ·
14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν.
15 Οἱ δὲ ἐκραύγασαν· ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
16 Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
Ἡ σταύρωσις τοῦ Χριστοῦ
17 Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται ἑβραϊστὶ Γολγοθᾶ,
18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
19 Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ρωμαϊστί.
21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· μὴ γράφε, ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπε, βασιλεύς εἰμι τῶν Ἰουδαίων.
22 Ἀπεκρίθη ὁ Πιλᾶτος· Ὅ γέγραφα, γέγραφα.
23 Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου.
24 Εἶπον οὖν πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
25 Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή.
26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου.
27 Εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· διψῶ.
29 Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
30 Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε, τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
Τὸ κέντημα μὲ τὴν λόγχην καὶ ὁ ἐνταφιασμός
31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
32 Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
34 ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.
35 Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.
36 Ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ γραφὴ πληρωθῇ, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.
38 Μετὰ δὲ ταῦτα ἠρώτησε τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ.
39 Ἦλθε δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
40 Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
41 Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη·
42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
ΚΕΦΑΛΑΙΟΝ 19
Ὁ Πιλᾶτος ἐνδίδει εἰς τοὺς Ἰουδαίους
1 Τότε ἐπῆρε ὁ Πιλᾶτος τὸν Ἰησοῦν διὰ νὰ μαστιγωθῇ.
2 Καὶ οἱ στρατιῶται ἀφοῦ ἔπλεξαν στεφάνι ἀπὸ ἀγκάθια, τὸ ἔβαλαν εἰς τὸ κεφάλι του, τοῦ ἐφόρεσαν ἕνα κόκκινον μανδύαν
3 καὶ τοῦ ἔλεγαν, «Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων», καὶ τοῦ ἔδιναν ραπίσματα.
4 Ἐβγῆκε τότε πάλιν ὁ Πιλᾶτος καὶ τοὺς λέγει, «Ἰδού, σᾶς τὸν φέρω ἔξω, διὰ νὰ μάθετε ὅτι δὲν τοῦ βρίσκω καμμίαν βάσιν διὰ κατηγορίαν».
5 Ἐβγῆκε λοιπὸν ὁ Ἰησοῦς ἔξω μὲ τὸ ἀκάνθινο στεφάνι καὶ τὸν κόκκινον μανδύαν καὶ τοὺς λέγει ὁ Πιλᾶτος, «Ἴδε ὁ ἄνθρωπος».
6 Ὅταν τὸν εἶδαν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν, «Σταύρωσέ τον, σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς λέγει, «Πάρτε τον σεῖς καὶ σταυρῶστέ τον διότι ἐγὼ δὲν τοῦ βρίσκω καμμίαν βάσιν διὰ κατηγορίαν».
7 Οἱ Ἰουδαῖοι τοῦ ἀπεκρίθησαν, «Ἐμεῖς ἔχομεν νόμον καὶ κατὰ τὸν νόμον μας ὀφείλει νὰ πεθάνῃ, διότι ἔκανε τὸν ἑαυτόν του Υἱὸν τοῦ Θεοῦ».
8 Ὅταν ὁ Πιλᾶτος ἄκουσε τὸν λόγον αὐτόν, ἐφοβήθηκε περισσότερον
9 καὶ ἐμπῆκε πάλις εἰς τὸ κυβερνεῖον καὶ λέγει εἰς τὸν Ἰησοῦν, «Ἀπὸ ποῦ εἶσαι ἐσύ;». Ἀλλ’ ὁ Ἰησοῦς δὲν τοῦ ἔδωκε ἀπάντησιν.
10 Ὁ Πιλᾶτος τοῦ λέγει, «Σ’ ἐμὲ δὲν μιλεῖς; Δὲν ξέρεις ὅτι ἔχω ἐξουσίαν νὰ σὲ ἀφήσω ἐλεύθερον;».
11 Ἀπεκρίθη ὁ Ἰησοῦς, «Δὲν θὰ ἔχεις καμμίαν ἐξουσίαν ἐναντίον μου, ἐὰν δὲν σοῦ εἶχε δοθῆ ἄνωθεν. Διὰ τοῦτο ἐκεῖνος ποὺ μὲ παρέδωκε σ’ ἐσὲ ἔχει μεγαλύτερην ἁμαρτίαν».
12 Δι’ αὐτὸν τὸν λόγον ἐζητοῦσε ὁ Πιλᾶτος νὰ τὸν ἀπολύσῃ. Οἱ Ἰουδαῖοι ὅμως ἐκραύγαζαν, «Ἐὰν ἀπολύσῃς αὐτόν, δὲν εἶσαι φίλος τοῦ Καίσαρος. Ὅποιος κάνει τὸν ἑαυτόν του βασιλέα ἀντιτίθεται πρὸς τὸν Καίσαρα».
13 Ὅταν ἄκουσε ὁ Πιλᾶτος τί ἔλεγαν, ἔφερε ἔξω τὸν Ἰησοῦν, αὐτὸς δὲ ἐκάθησε εἰς τὴν δικαστικὴν ἕδραν, εἰς τόπον ποὺ λέγεται Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ.
14 Ἦτο ἡ ἡμέρα τῆς Παρασκευῆς τοῦ Πάσχα, ὥρα δὲ περίπου ἕκτη, καὶ λέγει εἰς τοὺς Ἰουδαίους, «Νά, ὁ βασιλεύς σας».
15 Ἐκεῖνοι ἐκραύγασαν, «Ἆρον, ἆρον, σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς λέγει, «Τὸν βασιλέα σας νὰ σταυρώσω;». Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, «Δὲν ἔχομεν βασιλέα παρὰ τὸν Καίσαρα».
16 Τότε τοὺς τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ.
Ἡ σταύρωσις τοῦ Χριστοῦ
17 Ἐκεῖνοι ἐπῆραν τὸν Ἰησοῦν καὶ ἔφυγαν, αὐτὸς δὲ βαστάζων τὸν σταυρόν του ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὁ ὁποῖος Ἑβραϊστὶ λέγεται Γολγοθᾶ,
18 ὅπου τὸν ἐσταύρωσαν καὶ μαζί του ἄλλους δύο, ἀπὸ τὸ ἕνα μέρος καὶ ἀπὸ τὸ ἄλλο, καὶ τὸν Ἰησοῦν εἰς τὸ μέσον.
19 Ἔγραψε δὲ ὁ Πιλᾶτος ἐπιγραφὴν καὶ τὴν ἔβαλε ἐπάνω εἰς τὸν σταυρόν· ἡ ἐπιγραφὴ ἦτο: Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
20 Τὴν ἐπιγραφὴν αὐτὴν ἀνέγνωσαν πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, διότι ἦτο πλησίον τῆς πόλεως ὅπου ἐσταυρώθηκε ὁ Ἰησοῦς, ἦτο δὲ γραμμένη εἰςἙβραϊκήν, εἰς Ἑλληνικὴν καὶ εἰς Λατινικὴν γλῶσσαν.
21 Οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων εἶπαν τότε εἰς τὸν Πιλᾶτον, «Μὴ γράφεις, Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπε, Εἶμαι ὁ βασιλεὺς τῶν Ἰουδαίων».
22 Ἀπεκρίθη ὁ Πιλᾶτος, «Ὅ,τι ἔγραψα, ἔγραψα».
23 Οἱ στρατιῶται, ὅταν ἐσταύρωσαν τὸν Ἰησοῦν, ἐπῆραν τὰ ἐνδύματά του καὶ τὰ ἐχώρισαν σὲ τέσσερα μερίδια, ἕνα μερίδιον γιὰ κάθε στρατιώτην, καὶ τὸν χιτῶνα
· ὁ δὲ χιτὼν δὲν εἶχε ραφήν, ἦτο ὑφαντὸς ἀπὸ ἐπάνω ἕως κάτω.
24 Εἶπαν λοιπὸν μεταξύ τους, «Ἂς μὴ τὸν σχίσωμε ἀλλ’ ἂς βάλωμε δι’ αὐτὸν κλῆρον τίνος θὰ πέσῃ» – διὰ νὰ ἐκπληρωθῇ ἡ γραφὴ ποὺ λέγει, Ἐμοίρασαν τὰ ἐνδύματά μου μεταξὺ τους καὶ διὰ τὸν ἱματισμόν μου ἔρριξαν κλῆρον. Αὐτὰ ἔκαναν οἱ στρατιῶται.
25 Κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἐστέκοντο ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ σύζυγος τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή.
26 Ὅταν εἶδε ὁ Ἰησοῦς τὴν μητέρα του καὶ τὸν μαθητὴν ποὺ ἀγαποῦσε, νὰ στέκεται κοντά της, εἶπε εἰς τὴν μητέρα του «Γυναῖκα, νά ὁ υἱός σου».
27 Ἔπειτα εἶπε εἰς τὸν μαθητήν, «Νά ἡ μητέρα σου». Καὶ ἀπ’ ἐκείνην τὴν ὥραν τὴν ἐπῆρε ὁ μαθητὴς στὸ σπίτι του.
28 Ὕστερα, ἐπειδὴ ἐγνώριζε ὁ Ἰησοῦς ὅτι ὅλα ἔχουν ἤδη ἐκτελεσθῆ, διὰ νὰ ἐκπληρωθῇ σὲ ὅλα ἡ γραφή, λέγει, «Διψῶ».
29 Ἐκεῖ εὑρίσκετο δοχεῖον γεμάτο ξύδι. Οἱ στρατιῶται ἐγέμισαν ἕνα σφουγγάρι μὲ ξύδι, τὸ ἔβαλαν εἰς ἕνα κοντάρι καὶ τὸ ἔφεραν εἰς τὸ στόμα του.
30 Ὄταν ὁ Ἰησοῦς ἐπῆρε τὸ ξύδι, εἶπε, «Τετέλεσται», καὶ ἀφοῦ ἔγυρε τὸ κεφάλι, παρέδωκε τὸ πνεῦμα.
Τὸ κέντημα μὲ τὴν λόγχην καὶ ὁ ἐνταφιασμός
31 Ἐπειδὴ ἦτο ἡμέρα τῆς Παρασκευῆς καὶ διὰ νὰ μὴ μείνουν τὰ σώματα εἰς τὸν σταυρὸν κατὰ τὸ Σάββατον – διότι ἦτο μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου – οἱ Ἰουδαῖοι παρεκάλεσαν τὸν Πιλᾶτον νὰ συντριβοῦν τὰ σκέλη των καὶ νὰ κατεβάσουν τὰ σώματα.
32 Ἦλθαν λοιπὸν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου συνέτριψαν τὰ σκέλη ὡς καὶ τοῦ ἄλλου ποὺ εἶχε σταυρωθῆ μαζί του.
33 Ἀλλ’ ὅταν ἦλθαν εἰς τὸν Ἰησοῦν, εἶδαν ὅτι εἶχε ἤδη πεθάνει καὶ δὲν συνέτριψαν τὰ σκέλη του,
34 ἀλλ’ ἕνας ἀπὸ τοὺς στρατιώτας ἐκέντησε μὲ τὴν λόγχην τὴν πλευράν του καὶ ἀμέσως ἐβγῆκε αἷμα καὶ νερό.
35 – Ἐκεῖνος ποὺ τὸ εἶδε ἔχει δώσει μαρτυρίαν γι’ αὐτὸ καὶ εἶναι ἀληθινὴ ἡ μαρτυρία του, καὶ ξέρει ὅτι λέγει τὴν ἀλήθεια διὰ νὰ πιστέψετε καὶ σεῖς –.
36 Διότι αὐτὰ ἔγιναν διὰ νὰ ἐκπληρωθῇ ἡ γραφή, Κόκκαλό του δὲν θὰ συντριβῇ, καὶ πάλιν, ἄλλη γραφὴ λέγει, Θὰ ἀτενίσουν ἐκεῖνον ποὺ ἐκέντησαν.
38 Ἔπειτα ἀπὸ αὐτά, ὁ Ἰωσήφ, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Ἀριμαθαίαν καὶ ἦτο μαθητὴς τοῦ Ἰησοῦ, ἀλλὰ κρυφὸς διὰ τὸν φόβον τῶν Ἰουδαίων, παρεκάλεσε τὸν Πιλᾶτον νὰ τοῦ ἐπιτραπῇ νὰ πάρῃ τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ ὁ Πιλᾶτος τὸ ἐπέτρεψε. Ἦλθε λοιπὸν καὶ ἐπῆρε τὸ σῶμα τοῦ Ἰησοῦ.
39 Ἦλθεν ἐπίσης καὶ ὁ Νικόδημος, ὁ ὁποῖος εἶχε ἔλθει νύχτα τὴν πρώτην φορὰν εἰς τὸν Ἰησοῦν, καὶ ἔφερε μῖγμα ἀπὸ σμύρναν καὶ ἀλόην, περίπου ἑκατὸ λίτρες.
40 Ἐπῆραν λοιπὸν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ τὸ περιτύλιξαν μὲ τὰ σεντόνια, ὅπως ἦτο συνήθεια εἰς τοὺς Ἰουδαίους νὰ ἐνταφιάζουν.
41 Εἰς τὸν τόπον ὅπου σταυρώθηκε ὑπῆρχε κῆπος καὶ εἰς τὸν κῆπον καινούργιο μνῆμα εἰς τὸ ὁποῖον κανεὶς ποτὲ δὲν εἶχε ἐνταφιασθῆ.
42 Ἐκεῖ λοιπὸν ἔβαλαν τὸν Ἰησοῦν ἐξ αἰτίας τῆς ἡμέρας τῆς Παρασκευῆς τῶν Ἰουδαίων καὶ διότι τὸ μνημεῖον ἦτο κοντά.