Τα αναθέματα του Συνοδικού της Ορθοδοξίας
Εισαγωγικά.
Τί είναι τα αναθέματα;Είναι κατάρες!
§18 Ἅπαντα τὰ κατὰ τῶν ἁγίων πατριαρχῶν Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, Ἰγνατίου, Φωτίου, Νικηφόρου, Ἀντωνίου, καὶ Νικολάου γραφέντα ἢ λαληθέντα, ἀνάθεμα (γ΄).
§19 Ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ τὴν διδασκαλίαν καὶ ὑποτύπωσιν τῶν ἁγίων καὶ ἀοιδίμων πατέρων καινοτομηθέντα ἢ μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα (γ΄).
29 Αὗται ὡς εὐλογίαι πατέρων ἀπ’ αὐτῶν εἰς ἡμᾶς τοὺς υἱοὺς ζηλοῦντας αὐτῶν τὴν εὐσέβειαν διαβαίνουσιν· ὡσαύτως δὲ καὶ αἱ ἀραὶ τοὺς πατραλοίας καὶ τῶν δεσποτικῶν ἐντολῶν ὑπερόπτας καταλαμβάνουσι· δι᾿ ὃ κοινῇ πάντες, ὅσον εὐσεβείας πλήρωμα, οὕτως αὐτοῖς τὴν ἀρὰν ἣν αὐτοὶ ἑαυτοὺς* ὑπεβάλοντο ἐπιφέρομεν·
* ῾Ετέρα γραφή· «ἑαυτοῖς»
§30 Τοῖς λόγῳ μὲν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ Λόγου δεχομένοις, ὁρᾶν δὲ ταύτην δι’ εἰκόνων οὐκ ἀνεχομένοις, καὶ διὰ τοῦτο ῥήματι μὲν κατασχηματιζομένοις, πράγματι δὲ τὴν σωτηρίαν ἡμῶν ἀρνουμένοις, ἀνάθεμα (α΄).
§31 Τοῖς τῷ ῥήματι τοῦ ἀπεριγράπτου κακῶς προσφυομένοις, καὶ διὰ τοῦτο μὴ βουλομένοις εἰκονογραφεῖσθαι τὸν παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος κεκοινωνηκότα Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ ἐντεῦθεν φαντασιασταῖς δεικνυμένοις, ἀνάθεμα (α΄).
§32 Τοῖς τὰς μὲν προφητικὰς ὁράσεις, κἂν μὴ βούλοιντο, παραδεχομένοις, τὰς δ’ ὀφθείσας αὐτοῖς εἰκονογραφίας —ὢ θαῦμα!— καὶ πρὸ σαρκώσεως τοῦ Λόγου μὴ καταδεχομένοις, ἀλλ’ ἢ αὐτὴν* τὴν ἄληπτόν τε καὶ ἀθέατον οὐσίαν ὀφθῆναι τοῖς τεθεαμένοις κενολογοῦσιν, ἢ εἰκόνας μὲν ταῦτα τῆς ἀληθείας καὶ τύπους καὶ σχήματα ἐμφανισθῆναι τοῖς ἑωρακόσι συντιθεμένοις, εἰκονογραφεῖν δὲ ἐνανθρωπήσαντα τὸν Λόγον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ πάθη οὐκ ἀνεχομένοις, ἀνάθεμα (α΄).
* ᾿Ενιαχοῦ προστίθεται· «αὐτὴν ἐκείνην»
§33 Τοῖς ἀκούουσι τοῦ Κυρίου ὡς «εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοὶ» καὶ τὰ ἑξῆς, καὶ τὸ «προφήτην ὑμῖν ἀναστήσει ὁ Κύριος ὁ Θεὸς ἡμῶν ὡς ἐμὲ» τοῦ Μωσέως λέγοντος, συνιοῦσιν, εἶτα λέγουσι δέξασθαι μὲν τὸν προφήτην, οὐκ εἰσάγουσι δὲ δι’ εἰκονισμάτων τὴν τοῦ προφήτου χάριν καὶ τὴν παγκόσμιον σωτηρίαν, ὡς ὡράθη, ὡς συνανεστράφη ἀνθρώποις, ὡς πάθη καὶ νόσους ἰάσεως μείζονας ἐθεράπευσεν, ὡς ἐσταυρώθη, ὡς ἐτάφη, ὡς ἀνέστη, ὡς πάντα [τὰ] ὑπὲρ ἡμῶν ἔπαθέ τε καὶ ἐποίησε· τοῖς οὖν ταῦτα τὰ παγκόσμια καὶ σωτήρια ἔργα ἐν εἰκόσιν ὁρᾶν μὴ ἀνεχομένοις μηδὲ τιμῶσιν αὐτὰ καὶ προσκυνοῦσιν, ἀνάθεμα (γ΄).
§34 Τοῖς ἐπιμένουσι τῇ εἰκονομάχῳ αἱρέσει, μᾶλλον δὲ τῇ χριστομάχῳ ἀποστασίᾳ, καὶ μήτε διὰ τῆς μωσαϊκῆς νομοθεσίας πρὸς τὴν σωτηρίαν αὐτῶν ἀναχθῆναι βουλομένοις μήτε ταῖς ἀποστολικαῖς διδασκαλίαις ἐναστραφθῆναι* τὴν εὐσέβειαν προαιρουμένοις μήτε [ταῖς] πατρικαῖς παραινέσεσι καὶ εἰσηγήσεσι τῆς πλάνης αὐτῶν ἐπιστραφῆναι πειθομένοις μήτε τῇ συμφωνίᾳ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν τοῦ Θεοῦ δυσωπουμένοις, ἀλλ’ ἐφ’ ἅπαξ ἑαυτοὺς τῇ τῶν Ἰουδαίων καὶ ῾Ελλήνων μερίδι καθυποβαλλομένοις**· ἃ γὰρ ἀμέσως ἐκεῖνοι εἰς τὸ πρωτότυπον βλασφημοῦσι, καὶ οὗτοι διὰ τῆς αὐτοῦ εἰκόνος εἰς αὐτὸν ἐκεῖνον τὸν εἰκονιζόμενον τολμᾶν οὐκ ἐρυθριῶσι· τοῖς οὖν ἀνεπιστρόφως τῇ πλάνῃ ταύτῃ κατεχομένοις καὶ πρὸς πάντα λόγον θεῖον καὶ πνευματικὴν διδασκαλίαν τὰ ὦτα βεβυσμένοις, ὡς ἤδη λοιπὸν σεσηπόσι καὶ τοῦ κοινοῦ σώματος τῆς Εκκλησίας ἀποτεμοῦσιν ἑαυτούς, ἀνάθεμα (γ΄).
* ῾Ετέρα γραφή· «ἐναστραφῆναι»
** ῾Ετέρα γραφή· «καθυποβαλλομένους»
§35 Τοῖς εἰσάγουσιν ἐπὶ τῆς ἀρρήτου ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καινοφωνίας τινάς, καὶ λέγουσιν ἢ φρονοῦσι προσκυνεῖν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τῇ ἀπροσίτῳ θεότητι δουλικῶς, καὶ τὴν δουλείαν ἀίδιον κεκτῆσθαι ὡς οὐσιώδη καὶ ἀναπόβλητον, ἀνάθεμα (γ΄).
§36 Τοῖς μὴ μετὰ πάσης εὐλαβείας χρωμένοις τῇ κατ’ ἐπίνοιαν διαιρέσει πρὸς δήλωσιν μόνον τῆς ἑτερότητος τῶν ἐν Χριστῷ συνδραμουσῶν ἀρρήτως δύο φύσεων καὶ ἐν αὐτῷ ἀσυγχύτως καὶ ἀδιαιρέτως ἡνωμένων, ἀλλὰ καταχρωμένοις τῇ τοιαύτῃ διαιρέσει καὶ λέγουσι «τὸ πρόσλημμα οὐ τῇ φύσει μόνον ἕτερον, ἄλλα καὶ τῇ ἀξίᾳ» καὶ ὅτι «λατρεύει Θεῷ καὶ ὑπηρεσίαν προσφέρει δουλικὴν καὶ [τιμὴν] τὴν προσήκουσαν ἀπονέμει ὡς ὀφειλήν, καθά περ τὰ λειτουργικὰ πνεύματα τὰ τῷ Θεῷ ὑπηρετοῦντά τε καὶ λατρεύοντα δουλικῶς», καὶ ἰδίᾳ «τὸ πρόσλημμα ἀρχιερέα μέγιστον εἶναι» διδάσκουσι, καὶ οὐχὶ τὸν Θεὸν Λόγον ὅτι γέγονεν ἄνθρωπος, ὡς διὰ τῶν τοιούτων τὸν ἕνα Χριστὸν τὸν Κύριον ἡμῶν καὶ Θεὸν διαιρεῖν τολμῶσιν ὑποστατικῶς, ἀνάθεμα (γ΄).
§37 Τοῖς λέγουσιν, ὅτι τὴν ἐν τῷ καιρῷ τοῦ κοσμοσωτηρίου πάθους τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσαχθεῖσαν ὑπὲρ τῆς ἡμῶν σωτηρίας παρ’ αὐτοῦ θυσίαν τοῦ τιμίου αὐτοῦ σώματός τε καὶ αἵματος, ὡς ἀρχιερέως, κατὰ τὸ ἀνθρώπινον δι’ ἡμᾶς χρηματίσαντος, ὅτι περ ὁ αὐτὸς καὶ Θεὸς καὶ θύτης καὶ θῦμα, κατὰ τὸν πολὺν ἐν θεολογίᾳ Γρηγόριον, προσήγαγε μὲν αὐτὸς τῷ Θεῷ καὶ Πατρί, οὐ προσεδέξατο δὲ ὡς Θεὸς μετὰ τοῦ Πατρός, αὐτός τε ὁ μονογενὴς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τούτων ἀποξενοῦσιν αὐτόν τε τὸν Θεὸν Λόγον καὶ τὸ ὁμοούσιον καὶ ὁμόδοξον τούτου παράκλητον Πνεῦμα τῆς θεοπρεποῦς ὁμοτιμίας τε καὶ ἀξίας, ἀνάθεμα (γ΄).
§38 Τοῖς τὴν καθ’ ἕκαστην προσαγομένην θυσίαν ὑπὸ τῶν παραλαβόντων ἀπὸ Χριστοῦ τὴν τῶν θείων μυστηρίων ἱερουργίαν, μὴ δεχομένοις τῇ ἁγίᾳ Τριάδι προσάγεσθαι, ὡς ἀντιφθεγγομένοις ἐντεῦθεν τοῖς ἱεροῖς καὶ θείοις πατράσι Βασιλείῳ τε καὶ Χρυσορρήμονι, οἷς συμφωνοῦσι καὶ οἱ λοιποὶ θεοφόροι πατέρες ἐν τοῖς οἰκείοις λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα (γ΄).
§39 Τοῖς ἀκούουσι μὲν τοῦ σωτῆρος περὶ τῆς παρ’ αὐτοῦ παραδοθείσης τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος· «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», μὴ ἐκλαμβανομενοις δὲ ὀρθῶς τὴν ἀνάμνησιν, ἀλλὰ τολμῶσι λέγειν ὅτι καινίζει φανταστικῶς καὶ εἰκονικῶς τὴν ἐπὶ τοῦ τιμίου σταυροΰ παρὰ τοῦ σωτῆρος ἡμῶν προσαχθεῖσαν θυσίαν τοῦ ἰδίου σώματός τε καὶ αἵματος, εἰς κοινὸν τῆς ἀνθρωπίνης φύσεως λύτρον τε καὶ ἐξίλασμα, ἡ καθ’ ἑκάστην προσαγομένη θυσία παρὰ τῶν τὰ θεῖα ἱερουργούντων μυστήρια, καθὼς ὁ σωτὴρ ἡμῶν καὶ δεσπότης τῶν ὅλων παρέδωκε· καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν ἐξ ἀρχῆς τῷ σωτῆρι τετελεσμένην εἰσάγουσι καὶ πρὸς ἐκείνην φανταστικῶς καὶ εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουργίας μυστήριον, δι’ οὗ τὸν τῆς μελλούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ θείου πατρὸς ἡμῶν Ἰωάννου τοῦ χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ ἀπαράλλακτον καὶ μίαν καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου Παύλου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα (γ΄).
§40 Τοῖς τὰς χρονικὰς διαστάσεις ἐπὶ τῆς καταλλαγῆς τῆς ἀνθρωπίνης φύσεως πρὸς τὴν θείαν καὶ μακαρίαν φύσιν τῆς ζωαρχικῆς καὶ πανακηράτου Τριάδος ἐπινοοῦσι καὶ παρεισάγουσι, καὶ πρότερον* μὲν τῷ μονογενεῖ Λόγῳ νομοθετοῦσιν ἐξ αὐτῆς κατηλλάχθαι ἡμᾶς τῆς προσλήψεως, ὕστερον δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὸ σωτήριον πάθος τοῦ σωτῆρος Χριστοῦ, καὶ διαιροῦσι τὰ ἀδιαίρετα**, τῶν θείων καὶ μακαρίων πατέρων διὰ τοῦ τῆς οἰκονομίας μυστηρίου παντὸς καταλλάξαι ἡμᾶς ἑαυτῷ τὸν μονογενῆ διδασκόντων, καὶ*** δι’ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τῷ Θεῷ καὶ Πατρί, ἀκολούθως δὲ πάντως καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, ὡς καινῶν καὶ ἐκφύλων ἐφευρεταῖς, ἀνάθεμα (γ΄).
§41 Ἀναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ, τοῖς ἐπὶ τῶν Ἰσαύρων κατάρξασι τῶν αἱρέσεων, ὡς ἀνιέροις καὶ ὁδηγοῖς ἀπωλείας, ἀνάθεμα (γ΄).
§42 Θεοδότῳ, Ἀντωνίῳ καὶ Ἰωάννῃ, τοῖς ἀλληλοπροξένοις τῶν κακῶν καὶ ἑτεροδιαδόχοις τὴν δυσσέβειαν, ἀνάθεμα (γ΄).
§43 Παύλῳ τῷ εἰς Σαῦλον ἀποστρέψαντι καὶ Θεοδώρῳ τῷ ἐπικαλουμένῳ Γάστῃ καὶ Στεφάνῳ τῷ Μολύτῃ, ἔτι δὲ καὶ Θεοδώρῳ τῷ Κριθίνῳ καὶ Λουλουδίῳ* τῷ Λέοντι, καὶ πρὸς τούτοις, εἴ τις τοῖς εἰρημένοις ὅμοιος τὴν δυσσέβειαν, ἐν ὁποίῳ ἂν εἴη καταλόγῳ κλήρου, ἀξιώματος τινὸς ἢ ἐπιτηδεύματος ἐξεταζόμενος· τούτοις ἅπασιν ἐπιμένουσιν αὐτῶν τῇ δυσσεβείᾳ, ἀνάθεμα (γ΄).
* ῾Ετέρα γραφή· «Λαλουδίῳ»
§44 Γεροντίῳ τῷ ἐκ Λάμπης μὲν ὁρμωμένῳ, ἐν δὲ τῇ Κρήτῃ τὸν ἰὸν τῆς αὐτοῦ μυσαρᾶς αἱρέσεως ἐξεμέσαντι καὶ ἠλειμμένον ἑαυτὸν ἀποκαλέσαντι ἐπ’ ἀνατροπῇ —φεῦ!— τῆς σωτηριώδους οἰκονομίας τοῦ Χριστοῦ σὺν τοῖς διεστραμμένοις αὐτοῦ δόγμασι καὶ συγγράμμασι καὶ τοῖς ὁμόφροσιν αὐτῷ, ἀνάθεμα (γ΄).
Κατὰ τοῦ Ἰταλοῦ Ἰωάννου, κεφάλαια ια΄ (ἢ ι΄)
α΄
§45 Τοῖς ὅλως ἐπιχειροῦσιν οἵαν δή τινα ζήτησιν καὶ διδαχὴν τῇ ἀρρήτῳ ἐνσάρκῳ οἰκονομίᾳ τοῦ σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐπάγειν καὶ ζητεῖν οἵῳ τρόπῳ αὐτὸς ὁ Θεὸς Λόγος τῷ ἀνθρωπίνῳ φυράματι ἥνωται καὶ τὴν προσληφθεῖσαν σάρκα κατὰ τίνα λόγον ἐθέωσε, καὶ λόγοις διαλεκτικοῖς φύσιν καὶ θέσιν ἐπὶ τῆς ὑπὲρ φύσιν καινοτομίας τῶν δύο φύσεων τοῦ Θεοῦ καὶ ἀνθρώπου λογομαχεῖν πειρωμένοις, ἀνάθεμα (γ΄).
β΄
§46 Τοῖς εὐσεβεῖν μὲν ἐπαγγελλομένοις, τὰ τῶν Ἑλλήνων δὲ δυσσεβῆ δόγματα τῇ ὀρθοδόξῳ καὶ καθολικῇ ἐκκλησίᾳ περί τε ψυχῶν ἀνθρωπίνων καὶ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἄλλων κτισμάτων ἀναιδῶς ἢ μᾶλλον ἀσεβῶς ἐπεισάγουσιν, ἀνάθεμα (γ΄).
γ΄
§47 Τοῖς τὴν μωρὰν τῶν ἔξωθεν φιλοσόφων λεγομένην σοφίαν προτιμῶσι καὶ τοῖς καθηγηταῖς αὐτῶν ἑπομένοις καὶ τάς τε μετεμψυχώσεις τῶν ἀνθρωπίνων ψυχῶν ἢ καὶ ὁμοίως τοῖς ἀλόγοις ζῴοις ταύτας ἀπόλλυσθαι καὶ εἰς τὸ μηδὲν χωρεῖν δεχομένοις, καὶ διὰ τούτων ἀνάστασιν καὶ κρίσιν καὶ τὴν τελευταίαν τῶν βεβιωμένων ἀνταπόδοσιν ἀθετοῦσιν, ἀνάθεμα (γ΄).
δ΄
§48 Τοῖς τὴν ὕλην ἄναρχον καὶ τὰς ἰδέας ἢ συνάναρχον τῷ δημιουργῷ πάντων καὶ Θεῷ δογματίζουσι, καὶ ὅτι περ οὐρανὸς καὶ γῆ καὶ τὰ λοιπὰ τῶν κτισμάτων ἀίδιά τε εἰσὶ καὶ ἄναρχα καὶ διαμένουσιν ἀναλλοίωτα, καὶ ἀντινομοθετοῦσι τῷ εἰπόντι• «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι», καὶ ἀπὸ γῆς κενοφωνοῦσι καὶ τὴν θείαν ἀρὰν ἐπὶ τὰς ἑαυτῶν ἄγουσι κεφαλάς, ἀνάθεμα (γ΄).
ε΄
§49 Τοῖς λέγουσιν ὅτι οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ πρῶτοι τῶν αἱρεσιαρχῶν, οἱ παρὰ τῶν ἑπτὰ ἁγίων καὶ καθολικῶν συνόδων καὶ παρὰ πάντων τῶν ὀρθοδοξίᾳ λαμψάντων πατέρων ἀναθέματι καθυποβληθέντες ὡς ἀλλότριοι τῆς καθολικῆς ἐκκλησίας, διὰ τὴν ἐν λόγοις αὐτῶν κίβδηλον καὶ ῥυπαρὰν* περιουσίαν, κρείττονες εἰσὶ κατὰ πολὺ καὶ ἐνταῦθα καὶ ἐν τῇ μελλούσῃ κρίσει** τῶν εὐσεβῶν μὲν καὶ ὀρθοδόξων ἀνδρῶν, ἄλλως δὲ κατὰ πάθος ἀνθρώπινον ἢ ἀγνόημα πλημμελησάντων, ἀνάθεμα(α΄).
* Ἑτέρα γραφή• «μυσαρὰν»
** ᾿Ενιαχοῦ προστίθεται ἐνταῦθα τὸ «καὶ»
f΄
§50 Τοῖς μὴ πίστει καθαρᾷ καὶ ἁπλῇ καὶ ὁλοψύχῳ καρδίᾳ τὰ τοῦ σωτῆρος ἡμῶν καὶ Θεοῦ καὶ τῆς ἀχράντως αὐτὸν τεκούσης δεσποίνης ἡμῶν [καὶ] θεοτόκου καὶ τῶν λοιπῶν ἁγίων ἐξαίσια θαύματα δεχομένοις, ἀλλὰ πειρωμένοις ἀποδείξεσι καὶ λόγοις σοφιστικοῖς ὡς ἀδύνατα διαβάλλειν ἢ κατὰ τὸ δοκοῦν αὐτοῖς παρερμηνεύειν καὶ κατὰ τὴν ἰδίαν γνώμην συνιστᾶν, ἀνάθεμα (α΄).
ζ΄
§51 Τοῖς τὰ ἑλληνικὰ διεξιοῦσι μαθήματα καὶ μὴ διὰ παίδευσιν μόνον ταῦτα παιδευομένοις, ἀλλὰ καὶ ταῖς δόξαις αὐτῶν ταῖς ματαίαις ἑπομένοις καὶ ὡς ἀληθέσι πιστεύουσι, καὶ οὕτως αὐταῖς ὡς τὸ βέβαιον ἐχούσαις ἐγκειμένοις, ὥστε καὶ ἑτέρους ποτὲ μὲν λάθρᾳ ποτὲ δὲ φανερῶς ἐνάγειν αὐταῖς καὶ διδάσκειν ἀνενδοιάστως, ἀνάθεμα (α΄).
η΄
§52 Τοῖς μετὰ τῶν ἄλλων μυθικῶν πλασμάτων ἀφ’ ἑαυτῶν καὶ τὴν καθ’ ἡμᾶς πλᾶσιν μεταπλάττουσι καὶ τὰς πλατωνικὰς ἰδέας ὡς ἀληθεῖς δεχομένοις καὶ ὡς αὐθυπότατον τὴν ὕλην παρὰ τῶν ἰδίων μορφοῦσθαι λέγουσι καὶ προφανῶς διαβάλλουσι τὸ αὐτεξούσιον τοῦ δημιουργοῦ τοῦ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος τὰ πάντα καὶ ὡς ποιητοῦ πᾶσιν ἀρχὴν καὶ τέλος ἐπιτιθέντος ἐξουσιαστικῶς καὶ δεσποτικῶς, ἀνάθεμα (α΄).
θ΄
§53 Τοῖς λέγουσιν ὅτι ἐν τῇ τελευταίᾳ καὶ κοινῇ ἀναστάσει μεθ’ ἑτέρων σωμάτων οἱ ἄνθρωποι ἀναστήσονται καὶ κριθήσονται, καὶ οὐχὶ μεθ’ ὧν κατὰ τὸν παρόντα βίον ἐπολιτεύσαντο, ἅτε τούτων φθειρομένων καὶ ἀπολλυμένων, καὶ ληροῦσι κενὰ καὶ μάταια κατ᾿ αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν καὶ τῶν μαθητῶν αὐτοῦ, διδασκάλων δὲ ἡμετέρων, οὕτω διδαξάντων ὡς μεθ’ ὧν ἐπολιτεύσαντο ἄνθρωποι σωμάτων μετὰ τούτων καὶ κριθήσονται, ἔτι δὲ καὶ τοῦ μεγάλου ἀποστόλου Παύλου, καὶ διαρρήδην ἐν τῷ περὶ ἀναστάσεως λόγῳ πλατύτερον διὰ παραδειγμάτων τὴν ἀλήθειαν ἀναδιδάξαντος καὶ τοὺς ἑτέρως φρονοῦντας ὡς ἄφρονας ἀπελέγξαντος• τοῖς γοῦν τοῖς τοιούτοις ἀντινομοθετοῦσι δόγμασι καὶ διδάγμασιν, ἀνάθεμα (α΄).
ι΄
§54 Τοῖς δεχομένοις καὶ παραδιδοῦσι τὰ μάταια καὶ ἑλληνικὰ ῥήματα• ὅτι τε προΰπαρξις ἐστὶ τῶν ψυχῶν καὶ οὐκ ἐκ τοῦ μὴ ὄντος τὰ πάντα ἐγένετο καὶ παρήχθη*, καὶ ὅτι τέλος ἐστὶ τῆς κολάσεως ἢ ἀποκατάστασις αὖθις τῆς κτίσεως καὶ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ διὰ τῶν τοιούτων λόγων τὴν βασιλείαν τῶν οὐρανῶν λυομένην πάντως καὶ παράγουσαν εἰσάγουσιν, ἣν αἰωνίαν καὶ ἀκατάλυτον αὐτός τε ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἐδίδαξε καὶ παρέδοτο, καὶ διὰ πάσης τῆς παλαιᾶς καὶ νέας γραφῆς ἡμεῖς παρελάβομεν, ὅτι καὶ ἡ κόλασις ἀτελεύτητος καὶ ἡ βασιλεία ἀίδιος, διὰ δὲ τῶν τοιούτων λόγων ἑαυτούς τε ἀπολλύουσι καὶ ἑτέροις αἰωνίας καταδίκης προξένοις γενομένοις, ἀνάθεμα (γ΄).
* ῞Ετεραι γραφαί• «ἐγένετο καὶ παρήχθησαν» — «ἐγένοντο καὶ παρήχθησαν»
ια΄ (ἢ κατὰ τοῦ μοναχοῦ Νείλου, κεφάλαιον α΄)
§55 Τοῖς δογματισθεῖσι δυσσεβῶς παρὰ τοῦ ἀμονάχου Νείλου πᾶσι καὶ τοῖς κοινωνοῦσιν αὐτοῖς, ἀνάθεμα (γ΄).
Τῆς ἱερᾶς συνόδου τοῦ ἔτους 1166, κεφάλαια ε΄
α΄
§56 Τοῖς μὴ ὀρθῶς τὰς τῶν ἁγίων διδασκάλων τῆς τοῦ Θεοῦ ἐκκλησίας θείας φωνὰς ἐκλαμβανομένοις καὶ τὰ σαφῶς καὶ* ἀριδήλως ἐν αὐταῖς διὰ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος εἰρημένα παρερμηνεύειν τε καὶ περιστρέφειν πειρωμένοις, ἀνάθεμα (γ΄).
* Εἴς τινας ἐκδόσεις ἐξέπεσαν αἱ λέξεις «σαφῶς καὶ»
β΄
§57 Τῶν παραδεχομένων τὴν τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ» λέγεσθαι σὺν ταῖς λοιπαῖς* ἑρμηνείαις τῶν ἁγίων πατέρων καὶ κατὰ τὴν ἐν αὐτῷ ἀνθρωπότητα, καθ’ ἣν καὶ πέπονθε, καθὼς διαρρήδην ἐν πολλοῖς τῶν θεοπνεύστων λόγων αὐτῶν οἱ ἅγιοι πατέρες ἀνακηρύττουσιν, ἔτι δὲ καὶ λεγόντων τὸν αὐτὸν Χριστὸν κατὰ τὴν ἑαυτοῦ σάρκα παθεῖν, αἰωνία ἡ μνήμη (γ΄).
* Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «λοιπαῖς»
γ΄
§58 Τοῖς νοοῦσι καὶ φθεγγομένοις τὴν θέωσιν τοῦ προσλήμματος μετάμειψιν τῆς ἀνθρωπίνης φύσεως εἰς θεότητα καὶ μὴ φρονοῦσιν ἐξ αὐτῆς ἑνώσεως θείας μὲν ἀξίας καὶ μεγαλειότητος μετασχεῖν τὸ σῶμα τοῦ Κυρίου καὶ προσκυνεῖσθαι μιᾷ προσκυνήσει ἐν τῷ προσλαβομένῳ αὐτὸ Θεῷ Λόγῳ καὶ εἶναι ὁμότιμον ὁμόδοξον ζωοποιὸν ἰσοκλεὲς τῷ Θεῷ καὶ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι καὶ ὁμόθρονον, μὴ μέντοι γε δὲ γενέσθαι ὁμοούσιον τῷ Θεῷ, ὡς ἐκστῆναι τῶν φυσικῶν ἰδιοτήτων. τοῦ κτιστοῦ τοῦ περιγραπτοῦ καὶ τῶν λοιπῶν τῶν ἐν τῇ ἀνθρωπείᾳ φύσει τοῦ Χριστοῦ θεωρουμένων, μεταμειφθῆναι δὲ εἰς τὴν [τῆς] θεότητος οὐσίαν, ὡς ἐκ τούτου εἰσάγειν ἢ φαντασίᾳ καὶ οὐκ ἀληθείᾳ γεγονέναι τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καὶ τὰ πάθη ἢ τὴν τοῦ μονογενοῦς θεότητα παθεῖν, ἀνάθεμα (γ΄).
…………………
ε΄
§60 Τοῖς ἀποβαλλομένοις τὰς τῶν ἁγίων πατέρων φωνὰς τὰς ἐπὶ συστάσει τῶν ὀρθῶν τῆς τοῦ Θεοῦ ἐκκλησίας δογμάτων ἐκφωνηθείσας Ἀθανασίου, Κυρίλλου, Ἀμβροσίου, Ἀμφιλοχίου, τοῦ θεηγόρου Λέοντος πάπα* τῆς πρεσβυτέρας ῾Ρώμης, καὶ τῶν λοιπῶν, ἔτι δὲ καὶ τὰ τῶν οἰκουμενικῶν συνόδων πρακτικά, τῆς τετάρτης τε φημὶ καὶ τῆς ἕκτης, μὴ κατασπαζομένοις, ἀνάθεμα (γ΄).
* ᾿Εν ἄλλοις ἀντὶ τοῦ «πάπα» ἐσφαλμένως κεῖται· «τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου»
Τῆς ἱερᾶς συνόδου τοῦ ἔτους 1170, κεφάλαια δ΄
α΄
§61 Τοῖς μὴ δεχομένοις τὴν τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ» καθώς τε κατὰ διαφόρους τρόπους οἱ ἅγιοι ταύτην ἐξηγήσαντο, οἱ μὲν κατὰ τὴν αὐτοῦ θεότητα λέγοντες ταύτην* ῥηθῆναι διὰ τὸ** αἴτιον τῆς ἐκ τοῦ Πατρὸς τούτου γεννήσεως***, οἱ δὲ κατὰ τὰς φυσικὰς ἰδιότητας τῆς προσληφθείσης παρ’ αὐτοῦ**** σαρκὸς καὶ ἐνυποστάσης τῇ αὐτοῦ θεότητι, ἤγουν τὸ κτιστὸν τὸ περιγραπτὸν τὸ θνητὸν καὶ τὰ λοιπὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη, δι’ ἅ περ ἑαυτοῦ μείζονα τὸν Πατέρα ὁ Κύριος εἴρηκεν, ἀλλὰ τότε λέγουσι τὴν τοιαύτην νοεῖσθαι φωνήν, ὅτε κατὰ ψιλὴν ἐπίνοιαν νοεῖται ἡ σὰρξ κεχωρισμένη τῆς θεότητος, ὥς περ εἰ μηδὲ ἡνώθη, καὶ μὴ ἐκλαμβανομένοις τὴν τοιαύτην ῥῆσιν τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως καθὼς παρὰ τῶν ἁγίων πατέρων ἐλέχθη τότε, ὁπηνίκα καὶ δούλη καὶ ἀγνοοῦσα***** λέγεται, ὡς μὴ ἀνεχομένοις****** τὴν ὁμόθεον καὶ ὁμότιμον τοῦ Χριστοῦ σάρκα διὰ τῶν τοιούτων φωνῶν καθυβρίζεσθαι, λέγουσι δὲ κατὰ ψιλὴν ἐπίνοιαν παραλαμβάνεσθαι καὶ τὰς φυσικὰς ἰδιότητας τὰς ὡς******* ἀληθῶς οὔσας τῆς τοῦ Κυρίου σαρκὸς τῆς ἐνυποστάσης τῇ αὐτοῦ θεότητι καὶ ἀδιαιρέτου μενούσης, καὶ τὰ αὐτὰ περὶ τῶν ἀνυποστάτων καὶ ψευδῶν ἅ περ καὶ περὶ τῶν ἐνυποστάτων καὶ ἀληθῶν δογματίζουσιν, ἀνάθεμα (γ΄).
* Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «ταύτην»
** ᾿Ενιαχοῦ προστίθεται «ἀεὶ»
*** ᾿Ενιαχοῦ προστίθεται «διαρκοῦς τε καὶ ἀιδίου»
**** ᾿Ενιαχοῦ προστίθεται ἡ φράσις «τελείου ἐκ τελείου, κατὰ τὸν τρόπον τῆς θείας ὑπάρξεως, ἔννου ἐμψύχου»
***** ῾Ετέρα γραφή· «ἡ δουλεία καὶ ἡ ἄγνοια»
****** ῾Ετέρα γραφή· «ἀνεχομένων»
******* Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «ὡς»
β΄
§61 Τῷ χρηματίσαντι μητροπολίτῃ Κερκύρας Κωνσταντίνῳ τῷ τοῦ* Βουλγαρίας, κακῶς καὶ ἀσεβῶς δογματίζοντι περὶ τῆς τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνῆς τῆς «ὁ Πατήρ μου μείζων μου ἐστὶ» καὶ μὴ φρονοῦντι καὶ λέγοντι ὅτι** καθ’ ἑτέρας μὲν εὐσεβεῖς*** ἐννοίας ἐκλαμβάνεται αὕτη παρὰ τῶν ἁγίων καὶ θεοφόρων πατέρων, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν παρὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσληφθεῖσαν σάρκα ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου καὶ τῇ αὐτοῦ ἐνυποστᾶσαν θεότητι, ἀσυγχύτους**** μετὰ τὴν ἀδιαίρετον ἕνωσιν τὰς ἑαυτῆς ἰδιότητας ἔχουσαν, καθ’ ἃς τὸν Πατέρα ὁ Κύριος μείζονα ἑαυτοῦ κατωνόμασεν, ὁ ἐν μιᾷ προσκυνήσει μετὰ τοῦ οἰκείου προσλήμματος ὡς ὁμοθέου καὶ ὁμοδόξου***** αὐτῷ τε τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι συμπροσκυνούμενος καὶ συνδοξαζόμενος, διενισταμένῳ δὲ μὴ ὀφείλειν νοεῖσθαι τὴν τοιαύτην φωνήν, ὁπηνίκα νοεῖται ὁ Κύριος μία ὑπόστασις ἡνωμένας τὰς δύο ἔχουσα φύσεις, ἀλλ’ ὁπηνίκα κατὰ ψιλὴν ἐπίνοιαν ἡ σὰρξ παραλαμβάνεται κεχωρισμένη τῆς θεότητος καὶ οἵα τις ἑκάστου τῶν ἀνθρώπων εἶναι γνωρίζεται, καὶ ταῦτα, τοῦ θεολογικωτάτου Δαμασκηνοῦ τότε τὴν κατὰ ψιλὴν ἐπίνοιαν διαίρεσιν ἐκδιδάσκοντος, ὅτε λέγεταί τι περὶ τῆς τοῦ Χριστοῦ σαρκὸς μὴ παραστατικὸν φυσικῆς τινὸς ἰδιότητος ἀλλὰ δηλωτικὸν δουλείας ἢ ****** ἀγνοίας, καὶ μὴ ἀκολουθεῖν θελήσαντι ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις τῇ τετάρτῃ τε καὶ τῇ ἕκτῃ, αἳ περὶ τῶν ἐν Χριστῷ ἡνωμένων ἀσυγχύτως δύο φύσεων ὀρθῶς καὶ εὐσεβῶς ἐδογμάτισαν καὶ ὀρθοδοξεῖν ἐδίδαξαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, καὶ οὕτως εἰς διαφόρους αἱρέσεις ἐξολισθήσαντι, ἀνάθεμα (γ΄).
* Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «τοῦ»
** ᾿Ενιαχοῦ προστίθεται· «καὶ»
*** ῾Ετέρα γραφή· «εὐσεβοῦς»
**** ῾Ετέρα γραφή· «ἀσυγχύτως»
***** ῾Ετέρα γραφή· «ὁμοτίμου»
****** ᾿Ενιαχοῦ προστίθεται· «καὶ»
γ΄
§63 Πᾶσι τοῖς ὁμοφρονοῦσι τῷ αὐτῷ Κωνσταντίνῳ τῷ τοῦ* Βουλγαρίας καὶ τῇ αὐτοῦ καθαιρέσει παθαινομένοις** τε καὶ ἐπιστυγνάζουσιν οὐ διὰ τὸ φίλοικτον ἀλλὰ διὰ τὸ τῇ τούτου δυσσεβείᾳ συνταχθῆναι***, ἀνάθεμα (γ΄).
* Ἐνιαχοῦ τὸ «τοῦ» παραλείπεται.
** ῾Ετέρα γραφή· «καθαιρο<υ>μένοις»
*** ῾Ετέρα γραφή· «συναπαχθῆναι»
δ΄
§64 Τῷ ἀμαθεστάτῳ ψευδομονάχῳ* καὶ** ματαιομάχῳ Ἰωάννῃ τῷ Εἰρηνικῷ καὶ τοῖς παρὰ τούτου συγγραφεῖσι κατὰ τῆς εὐσεβείας συγγράμμασι, τοῖς κατασπαζομένοις τε ταῦτα, ὡς δοξάζουσί τε καὶ λέγουσι μὴ διὰ τὸ ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σωτῆρί τε καὶ Θεῷ ἐνυπόστατόν τε καὶ*** ἡνωμένον τῇ αὐτοῦ θεότητι ἀδιασπάστως **** καὶ ἀδιαιρέτως καὶ ἀσυγχύτως ἀνθρώπινον αὐτοῦ εἰρηκέναι αὐτὸν ὡς ἄνθρωπον τέλειον τὴν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις αὐτοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστίν», ἀλλ’ οὕτω κατὰ τὸ ἀνθρώπινον ῥηθῆναι ταύτην αὐτῷ, ὡς ὅταν τοῦτο γεγυμνωμένον καὶ κατὰ ψιλὴν ἐπίνοιαν διῃρημένον πάντῃ τῆς αὐτοῦ θεότητος, ὥς περ εἰ μηδὲ ἡνώθη ταύτῃ, λαμβάνηται, καὶ ὡς τὸ κοινὸν καὶ ἡμέτερον, ἀνάθεμα (γ΄).
* ῾Ετέρα γραφὴ «ψευδομάχῳ»
** ῾Ετέρα γραφὴ «τε»
*** Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «καὶ»
**** ᾿Ενιαχοῦ προστίθεται· «τε»
§65 Τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα (γ΄).
§66 Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας Γραφῆς ῥήσεις κατὰ τῶν εἰδώλων, εἰς τάς σεπτὰς εἰκόνας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τῶν ἁγίων αὐτοῦ, ἀνάθεμα (γ΄).
§67 Τοῖς κοινωνοῦσιν ἐν γνώσει τοῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι τάς σεπτὰς εἰκόνας, ἀνάθεμα (γ΄).
§68 Τοῖς λέγουσιν ὅτι ὡς θεοῖς οἱ Χριστιανοὶ ταῖς εἰκόσι προσῆλθον, ἀνάθεμα (γ΄).
§69 Τοῖς λέγουσιν ὅτι πλὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἄλλος ἡμᾶς ἐρρύσατο τῆς τῶν εἰδώλων πλάνης, ἀνάθεμα (γ΄).
§70 Τοῖς τολμῶσι λέγειν τὴν καθολικὴν ἐκκλησίαν εἴδωλα ποτὲ δεδέχθαι ὡς ὅλον τὸ μυστήριον ἀνατρέπουσι καὶ τὴν χριστιανῶν ἐνυβρίζουσι πίστιν, ἀνάθεμα (γ΄).
§71 Εἴ τις τῆς χριστιανοκατηγορικῆς αἱρέσεως ὄντα τινὰ ἢ ἐν αὐτῇ τὸν βίον ἀπορρήξαντα διεκδικεῖ ἤτω, ἀνάθεμα (γ΄).
§72 Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόσι* περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον ἤτω, ἀνάθεμα (γ΄).
* ῾Ετέρα γραφή· «εἰκόνι»
§73 ῞Ολοις τοῖς αἱρετικοῖς, ἀνάθεμα (γ΄).
Τὰ κατὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου θ΄ κεφάλαια
α΄
§74 Βαρλαὰμ καὶ Ἀκινδύνῳ καὶ τοῖς ὀπαδοῖς καὶ διαδόχοις αὐτῶν, ἀνάθεμα (γ΄).
β΄
§75 Τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι τὸ λάμψαν ἀπὸ τοῦ Κυρίου ἐπὶ τῆς θείας αὐτοῦ μεταμορφώσεως φῶς ποτὲ μὲν εἶναι ἴνδαλμα καὶ κτίσμα καὶ φάσμα ἐπὶ βραχὺ φανὲν καὶ διαλυθὲν παραχρῆμα, ποτὲ δὲ αὐτὴν τὴν οὐσίαν τοῦ Θεοῦ, ὡς εἰς αὐτὰ τὰ ἐναντιώτατα φρενοβλαβῶς καὶ ἀδύνατα παντελῶς ἑαυτοὺς ἐπιρρίπτουσι, καὶ τοῦτο μὲν τὴν Ἀρείου μαινομένοις μανίαν εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ τὸν ἕνα Θεὸν κατατέμνοντος, τοῦτο δὲ τῇ τῶν Μασσαλιανῶν δυσσεβείᾳ συμφερομένοις* τὴν θείαν οὐσίαν ὁρατὴν εἶναι λεγόντων, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, μήτε κτίσμα εἶναι τὸ θειότατον ἐκεῖνο φῶς μήτε οὐσίαν Θεοῦ, ἀλλ’ ἄκτιστον καὶ φυσικὴν χάριν καὶ ἔλλαμψιν καὶ ἐνέργειαν, ἐξ αὐτῆς τῆς θείας οὐσίας ἀχωρίστως ἀεὶ προϊοῦσαν, ἀνάθεμα (γ΄).
* ῾Ετέρα γραφή· «συμφυρομένοις»
γ΄
§76 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μηδεμίαν ἐνέργειαν φυσικὴν ἔχειν τὸν Θεόν, ἀλλὰ μόνην οὐσίαν εἶναι, ταὐτόν τε καὶ ἀδιάφορον παντελῶς οἰομένοις τήν τε θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν καὶ μηδεμίαν νοεῖσθαι τούτων κατά τι διαφοράν, ἀλλὰ τὴν αὐτὴν ποτὲ μὲν οὐσίαν ποτὲ δὲ ἐνέργειαν λέγεσθαι, ὡς καὶ αὐτὴν ἀνοήτως τὴν θείαν οὐσίαν παντάπασιν ἀναιροῦσι καὶ εἰς τὸ μὴ ὂν ἄγουσιν· ἐνεργείας γὰρ μόνον τὸ μὴ ὂν στερεῖσθαι φασὶν ἐπὶ λέξεως οἱ τῆς ἐκκλησίας διδάσκαλοι· ἤδη δὲ καὶ τὰ Σαβελλίου νοσοῦσι* καὶ τὴν παλαιὰν ἐκείνου συναίρεσιν καὶ σύγχυσιν καὶ συναλοιφὴν ἐπὶ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων νῦν ἐπὶ τῆς θείας οὐσίας καὶ ἐνεργείας ἀνακαινίζειν τολμῶσι, καὶ ὁμοίως δυσσεβῶς αὐτὰς συναλείφουσι· μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα οὐσίαν τε ἐπὶ Θεοῦ καὶ οὐσιώδη καὶ φυσικὴν τούτου ἐνέργειαν, ὡς ἄλλοι τε πλεῖστοι τῶν ἁγίων, καὶ μάλιστα οἱ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου τρανῶς διεσάφησαν, περὶ τῶν δύο ἐνεργειῶν τοῦ Χριστοῦ τῆς τε θείας καὶ ἀνθρωπίνης καὶ τῶν δύο θελημάτων, αὐτὴν ἅπασαν συγκροτήσαντες, μήτε μὴν** νοεῖν βουλομένοις ὥς περ ἕνωσιν θείας οὐσίας καὶ ἐνεργείας ἀσύγχυτον, οὕτως εἶναι καὶ διαφορὰν ἀδιάστατον κατά τε ἄλλα καὶ μάλιστα τὸ αἴτιον καὶ τὸ αἰτιατὸν καὶ ἀμέθεκτον καὶ μεθεκτόν, τὸ μὲν τῆς οὐσίας, τὸ δὲ τῆς ἐνεργείας. τούτοις οὖν τοῖς τὰ τοιαῦτα δυσσεβοῦσιν, ἀνάθεμα (γ΄).
* ῾Ετέρα γραφή· «νοοῦσι»
** ῾Ετέρα γραφή· «μὲν»
δ΄
§77 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι κτιστὴν εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος ὡς κτιστὴν ἐκ τούτου πάντως καὶ αὐτὴν τὴν θείαν οὐσίαν ἀναγκαζομένοις δοξάζειν· κτιστὴ γὰρ κατὰ τοὺς ἁγίους ἐνέργεια κτιστὴν δηλώσει καὶ φύσιν, ἄκτιστος δὲ ἄκτιστον χαρακτηρίσει οὐσίαν· κἀντεῦθεν ἤδη κινδυνεύσουσιν εἰς ἀθεΐαν παντελῆ περιπίπτειν καὶ τὴν ἑλληνικὴν μυθολογίαν καὶ τὴν τῶν κτισμάτων λατρείαν τῇ καθαρᾷ καὶ ἀμώμῳ τῶν χριστιανῶν πίστει προστριβομένοις, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄκτιστον εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος, ἀνάθεμα (γ΄).
ε΄
§78 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι σύνθεσιν τινὰ ὅλως διὰ ταῦτα γίνεσθαι ἐπὶ Θεοῦ, μὴ πειθομένοις δὲ τῇ τῶν ἁγίων διδασκαλίᾳ μηδεμίαν σύνθεσιν ἀπὸ τῶν φυσικῶν ἐν τῇ φύσει γίνεσθαι διδασκόντων, κἀντεῦθεν οὐ μόνον ἡμᾶς ἀλλὰ καὶ τοὺς ἁγίους ἅπαντας συκοφαντοῦσι, διαρρήδην ἐν πολλοῖς πολλάκις ἀναδιδάσκοντας τό τε ἁπλοῦν ἐπὶ Θεοῦ καὶ ἀσύνθετον καὶ τὴν τῆς θείας οὐσίας καὶ ἐνεργείας διαφοράν, ὡς κατ’ οὐδὲν πάντως τὴν διαφορὰν ταύτην λυμαινομένην τῇ θείᾳ ἁπλότητι· οὐ γὰρ ἂν οὕτω προδήλως ἑαυτοῖς ἐναντία θεολογεῖν ἐπεχείρουν· τοῖς οὖν τοιαῦτα κενολογοῦσι, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, μετὰ τῆς θεοπρεποῦς ταύτης διαφορᾶς καὶ τὴν θείαν ἁπλότητα πάνυ καλῶς διασῴζεσθαι, ἀνάθεμα (γ΄).
f΄
§79 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσιν ἐπὶ τῆς θείας οὐσίας μόνης τὸ τῆς θεότητος ὄνομα λέγεσθαι, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, καὶ ἐπὶ τῆς θείας ἐνεργείας οὐχ ἧττον αὐτὸ τίθεσθαι, καὶ οὕτω πάλιν μίαν θεότητα πᾶσι τρόποις πρεσβεύουσι, Πατρός, Υἱοῦ, καὶ ἁγίου Πνεύματος, εἴτε τὴν οὐσίαν αὐτῶν εἴτε τὴν ἐνέργειαν, θεότητα εἴποι τις, ὡς οἱ θεῖοι μυσταγωγοὶ καὶ τοῦτο ἡμᾶς ἐκδιδάσκουσιν, ἀνάθεμα (γ΄).
ζ΄
§80 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μεθεκτὴν τὴν θείαν οὐσίαν εἶναι ὡς τὴν τῶν Μασσαλιανῶν δυσσέβειαν εἰς τὴν καθ’ ἡμᾶς ἐκκλησίαν ἤδη παρεισάγειν ἀναισχυντοῦσι πάλαι τὴν τοιαύτην δόξαν νενοσηκότων, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄληπτον μὲν εἶναι παντελῶς αὐτὴν καὶ ἀμέθεκτον, μεθεκτὴν δὲ τὴν θείαν χάριν τε καὶ ἐνέργειαν, ἀνάθεμα (γ΄).
η΄
§81 Πᾶσι τοῖς δυσσεβέσιν αὐτῶν λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα (γ΄)
θ΄
§82 Ἰσαὰκ τῷ ἐπονομαζομένῳ Ἀργυρῷ τῷ διὰ βίου παντὸς τὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου νοσήσαντι, κἂν τῷ τέλει τῆς ἰδίας ζωῆς ὡς καὶ πρότερον πολλάκις παρὰ τῆς ἐκκλησίας Χριστοῦ τὴν ἐπιστροφὴν ἀπαιτηθέντι καὶ τὴν μετάνοιαν, ἐπιμείναντι δὲ τῇ δυσσεβείᾳ καὶ κακῶς τὴν ψυχὴν ἐν τῇ τῆς αἱρέσεως αὐτοῦ ὁμολογίᾳ ἀπορρήξαντι, ἀνάθεμα (γ΄).
§83 Ἀρείῳ τῷ πρώτῳ θεομάχῳ καὶ ἀρχηγῷ τῶν αἱρέσεων, ἀνάθεμα (γ΄).
§84 Πέτρῳ τῷ κναφεῖ καὶ παράφρονι τῷ λέγοντι «Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς δι’ ἡμᾶς», ἀνάθεμα (γ΄).
§85 Νεστορίῳ τῷ θεηλάτῳ τῷ παθητὴν λέγοντι τὴν ἁγίαν Τριάδα, καὶ Οὐαλεντίνῳ δυσσεβεῖ τῷ παράφρονι, ἀνάθεμα (γ΄).
§86 Παύλῳ τῷ Σαμοσατεῖ καὶ Θεοδοτίωνι τῷ τούτου συμμύστῃ καὶ ὁμόφρονι, σὺν ἄλλῳ Νεστορίῳ παράφρονι, ἀνάθεμα (γ΄).
§87 Πέτρῳ Δειλαίῳ τῷ αἱρετικῷ, τῷ καὶ Λυκοπέτρῳ ἐπονομαζομένῳ, Εὐτυχίῳ τε καὶ Σαββελίῳ τοῖς κακόφροσιν, ἀνάθεμα (γ΄).
§88 Ἰακώβῳ Ἀρμενίῳ τῷ Ζανζάλῳ*, Διοσκόρῳ πατριάρχῃ Ἀλεξανδρείας, καὶ Σεβήρῳ τῷ δυσσεβεῖ, ἅμα Σεργίῳ, Παύλῳ, καὶ Πύρρῳ τοῖς ὁμόφροσι, σὺν Σεργίῳ μαθητῇ τοῦ Λυκοπέτρου, ἀνάθεμα (γ΄).
* ῾Ετέρα γραφή· «Στανστάλῳ»
§89 Ὅλοις τοῖς Εὐτυχιανισταῖς καὶ Μονοθελήταις καὶ Ἰακωβίταις καὶ Ἀρτζιβουρίταις καὶ ἁπλῶς πᾶσιν αἱρετικοῖς, ἀνάθεμα (γ΄).
ΠΗΓΗ. http://www.symbole.gr , http://fdathanasiou.wordpress.com