(c) OrthodoxAnswers.gr
Τετάρτη , 29 Νοεμβρίου 2017
Ειδοποιήσεις
Αρχική » ΛΚ. κεφ Κ’

ΛΚ. κεφ Κ’

saint_lucas

 ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ ΙΘ’ ΚΕΦΑΛΑΙΟΝ Κ’ κεφ ΚΑ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’  ΚΒ’  ΚΓ’  ΚΔ’ 

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΛΟΥΚΑΝ Κ’

ΚΕΦΑΛΑΙΟΝ 20
Ἡ ἐξουσία τοῦ Ἰησοῦ Χριστοῦ ἀμφισβητεῖται

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
3 Ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι·
4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
5 Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
6 Ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
7 Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
8 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ἡ παραβολὴ τοῦ ἀμπελιοῦ

9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς.
10 Καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσωσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
11 Καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. Οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12 Καὶ προσέθετο πέμψαι τρίτον. Οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13 Εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
15 Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο.
17 Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18 Πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.

Περὶ καταβολῆς φόρου

19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε.
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
21 Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις·
22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ;
23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε;
24 Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον· Καίσαρος.
25 Ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ρήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

Περὶ ἀναστάσεως

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν
28 λέγοντες· διδάσκαλε, Μωυσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον·
32 ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.
33 Ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται·
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωυσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.
38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας.
40 Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

Εἶναι ὁ Ἰησοῦς Χριστὸς υἱὸς τοῦ Δαυίδ;

41 Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυὶδ εἶναι;
42 Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44 Δαυὶδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;

Κατάκρισις τῶν γραμματέων

45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα.

ΚΑΤΑ ΛΟΥΚΑΝ Κ’

ΚΕΦΑΛΑΙΟΝ 20
Ἡ ἐξουσία τοῦ Ἰησοῦ Χριστοῦ ἀμφισβητεῖται

1 Ὅταν μίαν ἡμέραν ἐδίδασκε τὸν λαὸν εἰς τὸν ναὸν καὶ ἐκήρυττε τὸ χαρμόσυνον ἄγγελμα, τὸν ἐπλησίασαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς μαζὶ μὲ τοὺς πρεσβυτέρους
2 καὶ τοῦ εἶπαν, «Πές μας μὲ ποιάν ἐξουσίαν κάνεις αὐτὰ καὶ ποιός σοὺ ἔδωκε τὴν ἐξουσίαν αὐτήν;».
3 Αὐτὸς τοὺς ἀπεκρίθη, «Θὰ σᾶς κάνω καὶ ἐγὼ μίαν ἐρώτησιν:
4 πέστε μου, τὸ βάπτισμα τοῦ Ἰωάννου ἦτο ἀπὸ τὸν οὐρανὸν ἢ ἀπὸ τοὺς ἀνθρώπους;».
5 Αὐτοὶ συζητοῦσαν μεταξύ τους καὶ ἔλεγαν, «Ἐὰν ποῦμε, «Απὸ τὸν οὐρανόν», θὰ μᾶς πῇ, «Γιατὶ δὲν ἐπιστέψατε σ’ αὐτόν;».
6 Ἐὰν ποῦμε «Απὸ τοὺς ἀνθρώπους», ὅλος ὁ λαὸς θὰ μᾶς λιθοβολήσῃ, διότι εἶχε πεισθῆ ὅτι ὁ Ἰωάννης εἶναι προφήτης».
7 Ἀπεκρίθησαν ὅτι δὲν γνωρίζουν ἀπὸ ποῦ.
8 Καὶ ὁ Ἰησοῦς τοὺς εἶπε, «Οὔτε καὶ ἐγὼ σᾶς λέγω μὲ ποιάν ἐξουσίαν κάνω αὐτά».

Ἡ παραβολὴ τοῦ ἀμπελιοῦ

9 Ἄρχισε δὲ νὰ λέγῃ εἰς τὸν λαὸν τὴν παραβολὴν αὐτήν: «Κάποιος ἄνθρωπος ἐφύτεψε ἕνα ἀμπέλι, τὸ ἐνοικίασε εἰς γεωργοὺς καὶ ἔφυγε εἰς ξένην χώραν διὰ πολλὰ χρόνια.
10 Τὸν κατάλληλον καιρὸν ἔστειλε πρὸς τοὺς γεωργοὺς ἕνα δοῦλον, διὰ νὰ τοῦ δώσουν ἀπὸ τοὺς καρποὺς τοῦ ἀμπελιοῦ. Οἱ γεωργοὶ ὅμως τὸν ἔδιωξαν μὲ ἀδειανὰ χέρια, ἀφοῦ τὸν ἔδειραν.
11 Τοὺς ἔστειλε πάλιν ἄλλον δοῦλον, ἀλλὰ καὶ αὐτὸν ἀφοῦ τὸν ἔδειραν καὶ τὸν ἔβρισαν, τὸν ἔδιωξαν μὲ ἀδειανὰ χέρια.
12 Καὶ ἔστειλε πάλιν τρίτον. Ἀλλ’ αὐτοὶ καὶ τοῦτον ἐτραυμάτισαν καὶ τὸν ἔδιωξαν.
13 Εἶπε τότε ὁ κύριος τοῦ ἀμπελιοῦ, «Τί νὰ κάνω; Θὰ στείλω τὸν υἱόν μου τὸν ἀγαπητόν, ἴσως ὅταν ἰδοῦν αὐτὸν θὰ τὸν σεβαστοῦν».
14 Ὅταν ὅμως τὸν εἶδαν οἱ γεωργοὶ, συζητοῦσαν μαζί τους καὶ ἔλεγαν, «Αὐτὸς εἶναι ὁ κληρονόμος· ἐμπρός, ἂς τὸν σκοτώσωμεν, διὰ νὰ γίνῃ δική μας ἡ κληρονομία».
15 Καὶ ἀφοῦ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὸ ἀμπέλι, τὸν ἐσκότωσαν. Τί θὰ κάνῃ λοιπὸν εἰς αὐτοὺς ὁ κύριος τοῦ ἀμπελιοῦ;
16 Θὰ ἔλθῃ καὶ θὰ ἐξολοθρεύσῃ τοὺς γεωργοὺς αὐτοὺς καὶ θὰ δώσῃ τὸ ἀμπέλι σὲ ἄλλους».
17 Ὅταν τὸ ἄκουσαν, εἶπαν, «Μὴ γένοιτο». Αὐτὸς τοὺς ἐκύτταξε εἰς τὰ μάτια καὶ εἶπε, «Τί σημαίνει αὐτὸ ποὺ εἶναι γραμμένον, Ὁ λίθος ποὺ ἀπέρριψαν οἱ οἰκοδόμοι, ἔγινε ἀκρογωνιαῖος λίθος;
18 Ὅποιος πέσῃ ἐπάνω σ’ ἐκείνη τὴν πέτρα θὰ συντριβῇ· εἰς ὅποιον δὲ πέσῃ θὰ τὸν κάνῃ κομμάτια».

Περὶ καταβολῆς φόρου

19 Οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐζήτησαν ἐκείνην τὴν ὥραν νὰ βάλουν χέρι ἐπάνω του, διότι ἐκατάλαβαν ὅτι τὴν παραβολὴν τὴν εἶπε γι’ αὐτούς, ἀλλὰ ἐφοβοῦντο τὸν λαόν.
20 Ἐκαιροφυλακτοῦσαν λοιπὸν καὶ ἔστειλαν κατασκόπους οἱ ὁποῖοι ὑπεκρίνοντο τοὺς εὐσεβεῖς, διὰ νὰ βροῦν κάποιον λόγον του γιὰ πρόσχυμα ὥστε νὰ τὸν παραδώσουν εἰς τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν τοῦ ἡγεμόνος.
Καὶ τὸν ἐρώτησαν, «Διδάσκαλε, γνωρίζομεν ὅτι ὅσα λέγεις καὶ διδάσκεις εἶναι ὀρθὰ καὶ δὲν λαβαίνεις ὑπ’ ὄψιν σου πρόσωπον ἀνθρώπου ἀλλὰ διδάσκεις ἀληθινὰ τὸν δρόμον τοῦ Θεοῦ.
22 Μᾶς ἐπιτρέπεται νὰ δίνωμεν φόρον εἰς τὸν Καίσαρα ἢ ὄχι;».
23 Αὐτὸς ἀντελήφθη τὴν πονηρίαν τους καὶ τοὺς εἶπε, «Διατὶ μὲ πειράζετε;
24 Δείξατέ μου ἕνα δηνάριον. Τίνος εἰκόνα καὶ ἐπιγραφὴν ἔχει;». Ἐκεῖνοι ἀπεκρίθησαν, «Τοῦ Καίσαρος».
25 Τότε αὐτὸς τοὺς εἶπε, «Δῶστε λοιπὸν εἰς τὸν Καίσαρα ὅσα ὀφείλονται εἰς τὸν Καίσαρα καὶ εἰς τὸν Θεὸν ὅσα ὀφείλονται εἰς τὸν Θεόν».
26 Καὶ δὲν μπόρεσαν νὰ τὸν ἐνοχοποιήσουν ἀπὸ τὰ λόγια τοῦ ἐμπρὸς εἰς τὸν λαόν· ἐθαύμασαν διὰ τὴν ἀπάντησίν του καὶ ἐσιώπησαν.

Περὶ ἀναστάσεως

27 Μερικοὶ ἀπὸ τοὺς Σαδδουκαίους, οἱ ὁποῖοι λέγουν ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν, τὸν ἐπλησίασαν καὶ τὸν ἐρώτησαν,
28 «Διδάσκαλε, ὁ Μωϋσῆς μᾶς ἄφησε γραπτὴν ἐντολὴν ὅτι ἐὰν ὁ ἀδελφὸς κάποιου ἔχῃ γυναῖκα καὶ πεθάνῃ ἄτεκνος, ὀφείλει ὁ ἀδελφός του νὰ πάρῃ τὴν γυναῖκα καὶ νὰ γεννήσῃ ἀπόγονον τοῦ ἀδελφοῦ του.
29 Ὑπῆρχαν λοιπὸν ἑπτὰ ἀδελφοί. Ὁ πρῶτος ἐπῆρε γυναῖκα καὶ πέθανε ἄτεκνος·
30 ὁ δεύτερος ἐπῆρε τὴν γυναῖκα ἀλλὰ πέθανε καὶ αὐτὸς ἄτεκνος·
31 ἐπίσης τὴν ἐπῆρε ὁ τρίτος, καὶ κατὰ τὸν ἴδιο τρόπο καὶ οἱ ἑπτὰ δὲν ἄφησαν παιδιὰ καὶ πέθαναν.
32 Τελευταία ἀπὸ ὅλους πέθανε καὶ ἡ γυναῖκα.
33 Κατὰ τὴν ἀνάστασιν λοιπὸν ποίου ἀπ’ αὐτοὺς θὰ εἶναι σύζυγος; Διότι καὶ οἱ ἑπτὰ τὴν εἶχαν σύζυγον.
34 Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Οἱ ἄνθρωποι τοῦ κόσμου τούτου νυμφεύονται καὶ ὑπανδρεύονται,
35 ἀλλ’ ἐκεῖνοι ποὺ ἐκρίθησαν ἄξιοι νὰ κερδήσουν τὸν κόσμον ἐκεῖνον καὶ τὴν ἀνάστασιν ἐκ νεκρῶν, οὔτε νυμφεύονται οὔτε ὑπανδρεύονται,
36 οὔτε εἶναι δυνατὸν νὰ πεθάνουν πλέον, διότι εἶναι ἴσοι πρὸς τοὺς ἀγγέλους καὶ εἶναι υἱοὶ τοῦ Θεοῦ, ἐφ’ ὅσον εἶναι συμμέτοχοι τῆς ἀναστάσεως.
37 Ὅτι θὰ ἀναστηθοῦν οἱ νεκροί, τὸ ἔκανε γνωστὸν καὶ ὁ Μωϋσῆς εἰς τὸ μέρος περὶ τῆς βάτου, ὅπου λέγει διὰ τὸν Κύριον ὅτι εἶναι ὁ Θεὸς τοῦ Ἀβραάμ καὶ Θεὸς τοῦ Ἰσαάκ, καὶ Θεὸς τοῦ Ἰακώβ.
38 Ὁ Θεὸς δὲν εἶναι Θεὸς νεκρῶν ἀλλὰ ζωντανῶν· γι’ αὐτὸν ὅλοι εἶναι ζωντανοί».
39 Μερικοὶ ἀπὸ τοὺς γραμματεῖς ἀπεκρίθησαν, «Διδάσκαλε, καλὰ εἶπες».
40 Καὶ δὲν ἐτολμοῦσαν πλέον νὰ τὸν ἐρωτήσουν διὰ τίποτε.

Εἶναι ὁ Ἰησοῦς Χριστὸς υἱὸς τοῦ Δαυΐδ;

41 Εἶπε δὲ εἰς αὐτούς, «Πῶς λέγουν ὅτι ὁ Χριστὸς εἶναι υἱὸς τοῦ Δαυΐδ;
42 Ὁ ἴδιος ὁ Δαυΐδ λέγει εἰς τὸ βιβλίον τῶν Ψαλμῶν, Εἶπε ὁ Κύριος εἰς τὸν Κύριόν μου· κάθησε εἰς τὰ δεξιά μου,
43 ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδών σου.
44 Ὥστε ὁ Δαυΐδ τὸν ὀνομάζει Κύριον· πῶς λοιπὸν εἶναι δυνατὸν νὰ εἶναι υἱός του;».

Κατάκρισις τῶν γραμματέων

45 Ἐνῷ ὅλος ὁ κόσμος ἄκουε, εἶπε εἰς τοὺς μαθητάς του,
46 «Προσέχετε τοὺς γραμματεῖς, εἰς τοὺς ὁποίους ἀρέσει νὰ κυκλοφοροῦν στολισμένοι καὶ ἀγαποῦν τοὺς χαιρετισμοὺς εἰς τὰς ἀγοράς, τὰς πρωτοκαθεδρίας εἰς τὰς συναγωγὰς καὶ εἰς τὰς πρώτας θέσεις εἰς τὰ δεῖπνα,
47 οἱ ὁποῖοι κατατρώγουν τὰ σπίτια τῶν χηρῶν καὶ γιὰ πρόφασι κάνουν μακρὰς προσευχάς. Αὐτοὶ θὰ λάβουν μεγαλυτέραν τιμωρίαν».

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.