(c) OrthodoxAnswers.gr
Παρασκευή , 20 Οκτώβριος 2017
Ειδοποιήσεις
Αρχική » Επιστολαί Ιωάννου

Επιστολαί Ιωάννου

 ΕΠΙΣΤΟΛΕΣ ΙΩΑΝΝΟΥ

 

agios-ioannis-o-theologos2

  • Επιστολή Α’ κεφ.1-5 Πρωτότυπο
  • Επιστολή Α’  κεφ.1-5 Ερμηνεία
  • Επιστολή Β’  Πρωτότυπο
  • Επιστολή Β’  Ερμηνεία
  • Επιστολή Γ’  Πρωτότυπο
  • Επιστολή Γ’  Ερμηνεία

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Ἡ αἰώνιος ζωὴ ἐφανερώθη διὰ τοῦ Χριστοῦ

1 Ὁ ἦν ἀπ᾿ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς·
2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν·
3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ.
4 Καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.

Ὁ σύνδεσμος μὲ τὸν Θεὸν σημαίνει ἀποχωρισμὸν ἀπὸ τὴν ἁμαρτίαν

5 Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ᾿ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
6 Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾿ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
7 ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾿ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
8 Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
9 Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
10 Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
1 Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε· καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον·
2 καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.

Ἡ ὑπακοὴ μαρτυρεῖ γνῶσιν τοῦ Ἰησοῦ Χριστοῦ

3 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
4 Ὁ λέγων, ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
5 ὃς δ᾿ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν.
6 Ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν.
7 Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾿ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ᾿ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε ἀπ᾿ ἀρχῆς.
8 Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
9 Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.
10 Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν·
11 ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἷδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
12 Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
13 Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς. Γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. Ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα.
14 Ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾿ ἀρχῆς. Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.
15 Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστί.
17 Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.

Προειδοποιήσεις κατὰ τῶν ἀντιχρίστων

18 Παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστὶν
19 ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ᾿ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾿ ἡμῶν· ἀλλ᾿ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν.
20 Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντα.
21 Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾿ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι.
22 Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν.
23 Πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει.
24 Ὑμεῖς οὖν ὃ ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.
25 Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.
27 Καὶ ὑμεῖς, τὸ χρῖσμα ὃ ἐλάβατε ἀπ᾿ αὐτοῦ, ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ᾿ ὡς τὸ αὐτὸ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι καὶ οὐκ ἔστι ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς μενεῖτε ἐν αὐτῷ.
28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ὅταν φανερωθῇ ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾿ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
29 Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστι, γινώσκετε ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ ἀγάπη τοῦ Θεοῦ Πατρὸς φέρει εἰς ἁγνὴν ζωήν

1 Ἰδέτε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα Θεοῦ κληθῶμεν. Διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν.
2 Ἀγαπητοί, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὕπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι.
3 Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾿ αὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι.

Ἡ ἁμαρτία ἀσυμβίβαστη μὲ τὴν θείαν υἱοθεσίαν

4 Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.
5 Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι.
6 Πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.
7 Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
8 ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
9 Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται.
10 Ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν αὐτοῦ.
11 Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους,
12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.

Ἡ ἀγάπη πρὸς τοὺς ἀδελφούς

13 Μὴ θαυμάζετε, ἀδελφοί μου, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.
14 Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν μένει ἐν τῷ θανάτῳ.
15 Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ μένουσαν.
16 Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι.
17 Ὃς δ᾿ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾿ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ;
18 Τεκνία μου, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ, ἀλλ᾿ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
19 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν,
20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.
21 Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν,
22 καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ᾿ αὐτοῦ ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.
23 Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολήν.
24 Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4
Δοκιμὴ τῶν πνευμάτων

1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
2 Ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι·
3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
4 Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ.
5 Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
6 Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. Ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.

Ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ ἀγάπη τῶν ἀνθρώπων

7 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν.
8 Ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν.
9 Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾿ αὐτοῦ.
10 Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
11 Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
12 Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν.
13 Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
14 Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
15 Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ.
16 Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.
17 Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
18 Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
19 Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
20 Ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;
21 Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5
Ἡ χριστιανικὴ πίστις

1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
2 Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
3 Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
4 ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
5 Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;
6 Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾿ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾿ ἐν τῷ ὕδατι καὶ τὸ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια.
7 Ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῷ οὐρανῷ, ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ Ἅγιον Πνεῦμα, καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσι· καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῇ γῇ,
8 τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
9 Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ ἣν μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτοῦ.
10 Ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
11 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.
12 Ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
13 Ταῦτα ἔγραψα ὑμῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ.
14 Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν.
15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἂν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν παρ᾿ αὐτοῦ.
16 Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
17 Πᾶσα ἀδικία ἁμαρτία ἐστίν· καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
18 Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ᾿ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
19 Οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
20 Οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.
21 Τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων· ἀμήν.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Ἡ αἰώνιος ζωὴ ἐφανερώθηκε διὰ τοῦ Χριστοῦ

1 Ἐκεῖνο ποὺ ὑπῆρχεν ἀπὸ τὴν ἀρχήν, ἐκεῖνο ποὺ ἔχομεν ἀκούσει, ἐκεῖνο ποὺ ἔχομεν ἰδῆ μὲ τὰ μάτια μας, ἐκεῖνο ποὺ παρατηρήσαμε καὶ τὰ χέρια μας ἐψηλάφησαν, περὶ τοῦ Λόγου δηλαδὴ τῆς ζωῆς,
2 – καὶ ἡ ζωὴ ἐφανερώθηκε καὶ ἔχομεν ἰδῆ καὶ μαρτυροῦμεν καὶ σᾶς ἀναγγέλομεν τὴν ζωὴν τὴν αἰώνιον, ἡ ὁποία ἦτο μὲ τὸν Πατέρα καὶ ἐφανερώθηκε σ’ ἐμᾶς, –
3 ἐκεῖνο ποὺ ἔχομεν ἰδῆ καὶ ἀκούσει σᾶς ἀναγγέλομεν, διὰ νὰ ἔχετε στενὸν σύνδεσμον καὶ σεῖς μαζί μας. Ὁ στενὸς σύνδεσμός μας εἶναι μὲ τὸν Πατέρα καὶ μὲ τὸν Υἱόν του, τὸν Ἰησοῦν Χριστόν.

Ὁ σύνδεσμος μὲ τὸν Θεὸν σημαίνει ἀποχωρισμὸν ἀπὸ τὴν ἀμαρτίαν

4 Σᾶς τὰ γράφομεν αὐτά, διὰ νὰ εἶναι ἡ χαρά σας πλήρης.
5 Καὶ αὐτὴ εἶναι ἡ ἀγγελία, τὴν ὁποίαν ἀκούσαμεν ἀπὸ αὐτὸν καὶ σᾶς ἀναγγέλομεν: ὅτι ὁ Θεὸς εἶναι φῶς καὶ δὲν ὑπάρχει καθόλου σκοτάδι εἰς αὐτόν.
6 Ἐὰν ποῦμε ὅτι ἔχομεν στενὸν σύνδεσμον μαζί του καὶ περπατᾶμε εἰς τὸ σκοτάδι, ψευδόμεθα καὶ δὲν ἐφαρμόζομεν τὴν ἀλήθειαν.
7 Ἀλλ’ ἐὰν περπατᾶμε εἰς τὸ φῶς, ὅπως καὶ αὐτὸς εἶναι εἰς τὸ φῶς, τότε ἔχομεν στενὸν σύνδεσμον μεταξύ μας καὶ τὸ αἶμα τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ του μᾶς καθαρίζει ἀπὸ κάθε ἁμαρτίαν.
8 Ἐὰν ποῦμε ὅτι δὲν ἔχομεν ἁμαρτίαν, πλανῶμεν τὸν ἑαυτόν μας καὶ ἡ ἀλήθεια δὲν εἶναι μέσα μας.
9 Ἐὰν ὁμολογοῦμεν τὰς ἁμαρτίες μας, αὐτὸς εἶναι ἀξιόπιστος καὶ δίκαιος, ὥστε νὰ μᾶς συγχωρήσῃ τὰς ἁμαρτίας καὶ νὰ μᾶς καθαρίσῃ ἀπὸ κάθε ἀδικίαν.
10 Ἐὰν ποῦμε ὅτι δὲν ἔχομεν ἁμαρτήσει, τὸν κάνομεν ψεύτην καὶ ὁ λόγος του δὲν εἶναι μέσα μας.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
1 Παιδιά μου, αὐτὰ σᾶς τὰ γράφω διὰ νὰ μὴ ἁμαρτήσετε. Ἀλλ’ ἐὰν κανεὶς ἁμαρτήσῃ, ἔχομεν Παράκλητον πρὸς τὸν Πατέρα τὸν Ἰησοῦν Χριστόν, τὸν δίκαιον·
2 αὐτὸς εἶναι ἱλασμὸς τῶν ἁμαρτιῶν μας καὶ ὄχι μόνον τῶν δικῶν μας ἀλλὰ καὶ ὅλου τοῦ κόσμου.

Ἡ ὑπακοὴ μαρτυρεῖ γνῶσιν τοῦ Ἰησοῦ Χριστοῦ

3 Μὲ τοῦτο μποροῦμε νὰ εἴμεθα βέβαιοι ὅτι τὸν ἐγνωρίσαμεν: ἐὰν τηροῦμεν τὰς ἐντολάς του.
4 Ἐκεῖνος ποὺ λέγει, «Τὸν ἐγνώρισα», ἀλλὰ δὲν τηρεῖ τὰς ἐντολάς του, εἶναι ψεύτης καὶ δὲν ὑπάρχει μέσα του ἡ ἀλήθεια.
5 Ἀλλ’ ἐκεῖνον, ὁ ὁποῖος τηρεῖ τὸν λόγον του, εἰς αὐτὸν πραγματικὰ ἡ ἀγάπη διὰ τὸν Θεὸν εἶναι τελεία. Μὲ τοῦτο μποροῦμε νὰ γνωρίζωμεν ὅτι εἴμεθα ἐν αὐτῷ:
6 Ὅποιος λέγει ὅτι μένει ἐν αὐτῷ, ὀφείλει νὰ ζῇ ὅπως ἔζησε καὶ ὁ Χριστός.
7 Ἀδελφοί, δὲν σᾶς γράφω νέαν ἐντολήν, ἀλλὰ ἐντολὴν παλαιάν, τὴν ὁποία εἴχατε ἀπὸ τὴν ἀρχήν. Ἡ ἐντολὴ ἡ παλαιὰ εἶναι ὁ λόγος, τὸν ὁποῖον ἀκούσατε ἀπὸ τὴν ἀρχήν.
8 Καὶ ὅμως ἡ ἐντολὴ ποὺ σᾶς γράφω εἶναι νέα, διότι τὸ σκοτάδι φεύγει καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φωτίζει· τοῦτο ἐπραγματοποιήθηκε διὰ τοῦ Χριστοῦ καὶ σ’ ἐσᾶς.
9 Ἐκεῖνος ποὺ λέγει ὅτι εἶναι εἰς τὸ φῶς καὶ μισεῖ τοὺς ἀδελφούς του, βρίσκεται ἀκόμη εἰς τὸ σκοτάδι.
10 Ἐκεῖνος ποὺ ἀγαπᾶ τὸν ἀδελφόν του, μένει εἰς τὸ φῶς, καὶ δὲν ὑπάρχει τίποτε νὰ τὸν κάνῃ νὰ σκοντάψῃ.
11 Ἀλλ’ ἐκεῖνος ποὺ μισεῖ τοὺς ἀδελφούς του, βρίσκεται εἰς τὸ σκοτάδι καὶ εἰς τὸ σκοτάδι περπατεῖ· δὲν ξέρει ποῦ πηγαίνει, διότι τὸ σκοτάδι ἐτύφλωσε τὰ μάτια του.
12 Σᾶς γράφω, παιδιά, διότι σᾶς ἔχουν συγχωρηθῆ αἱ ἁμαρτίαι σας, διὰ τὸ ὄνομά του.
13 Σᾶς γράφω, πατέρες, διότι ἐγνωρίσατε ἐκεῖνον ποὺ ὑπάρχει ἀπὸ τὴν ἀρχήν. Σᾶς γράφω, νεαροί, διότι ἔχετε νικήσει τὸν πονηρόν.
14 Σᾶς ἔγραψα, παιδιά, διότι ἐγνωρίσατε τὸν Πατέρα. Σᾶς ἔγραψα, πατέρες, διότι ἐγνωρίσατε ἐκεῖνον ποὺ ὑπάρχει ἀπὸ τὴν ἀρχήν. Σᾶς ἔγραψα, νεαροί, διότι εἶσθε δυνατοὶ καὶ ὁ λόγος τοῦ Θεοῦ μένει μέσα σας καὶ ἔχετε νικήσει τὸν πονηρόν.
15 Νὰ μὴ ἀγαπᾶτε τὸν κόσμον, οὔτε τὰ πράγματα ποὺ εἶναι εἰς τὸν κόσμον. Ἐὰν ἀγαπᾷ κανεὶς τὸν κόσμον, δὲν ὑπάρχει ἡ ἀγάπη διὰ τὸν Πατέρα μέσα του·
16 διότι κάθε τι ποὺ ὑπάρχει εἰς τὸν κόσμον, ἡ σαρκικὴ ἐπιθυμία καὶ ἡ ἐπιθυμία τῶν ματιῶν καὶ ἡ ὑπερηφάνεια εἰς τὰ πλούτη, δὲν προέρχονται ἀπὸ τὸν Πατέρα ἀλλ’ ἀπὸ τὸν κόσμον.
17 Καὶ ὁ κόσμος καὶ ἡ ἐπιθυμία του παρέρχονται. Ἐκεῖνος ὅμως ποὺ κάνει τὸ θέλημα τοῦ Θεοῦ μένει αἰωνίως.

Προειδοποιήσεις κατὰ τῶν ἀντιχρίστων

18 Παιδιά, εἶναι ἡ τελευταία ὥρα. Ἀκούσατε ὅτι ὁ ἀντίχριστος ἔρχεται καί, πραγματικά, πολλοὶ ἀντίχριστοι ἔχουν ἔλθει.
19 Ἀπὸ αὐτὸ γνωρίζομεν ὅτι εἶναι τελευταῖα ὥρα. Ἔφυγαν ἀπὸ μᾶς, ἀλλὰ δὲν ἀνῆκαν σ’ ἐμᾶς, διότι ἐὰν ἀνῆκαν σ’ ἐμᾶς, θὰ εἶχαν μείνει μαζί μας, ἀλλὰ ἔφυγαν διὰ νὰ φανερωθῇ ὅτι δὲν εἶναι ὅλοι ἀπὸ τοὺς δικούς μας.
20 Ἀλλὰ σεῖς ἔχετε χρῖσμα ἀπὸ τὸν Ἅγιον καὶ τὰ ξέρετε ὅλα.
21 Σᾶς ἔγραψα, ὄχι διότι δὲν ξέρετε τὴν ἀλήθειαν, ἀλλὰ διότι τὴν ξέρετε καὶ διότι κανένα ψεῦδος δὲν προέρχεται ἀπὸ τὴν ἀλήθειαν.
22 Ποιός εἶναι ὁ ψεύτης παρὰ ἐκεῖνος ποὺ ἀρνεῖται ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός; Αὐτὸς εἶναι ὁ ἀντίχριστος, ἐκεῖνος ποὺ ἀρνεῖται τὸν Πατέρα καὶ τὸν Υἱόν.
23 Ὅποιος ἀρνεῖται τὸν Υἱὸν δὲν ἔχει οὔτε τὸν Πατέρα.
24 Σεῖς κρατῆστε μέσα σας ἐκεῖνο ποὺ ἀκούσατε ἀπὸ τὴν ἀρχήν. Ἐὰν μείνῃ μέσα σας ἐκεῖνο ποὺ ἀκούσατε ἀπὸ τὴν ἀρχήν, θὰ μείνετε καὶ σεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρί.
25 Αὐτὴ εἶναι ἡ ὑπόσχεσις τὴν ὁποίαν αὐτὸς ὁ ἴδιος μᾶς ἔδωκε: ἡ ζωὴ ἡ αἰώνιος.
26 Αὐτὰ ὅσον ἀφορᾶ ἐκείνους ποὺ θέλουν νὰ σᾶς πλανήσουν.
27 Σ’ ἐσᾶς ὅμως, μένει μέσα σας τὸ χρῖσμα ποὺ ἐλάβατε ἀπὸ αὐτὸν καὶ δὲν ἔχετε ἀνάγκην νὰ σᾶς διδάσκῃ κάποιος· ἐπειδὴ δὲ τὸ χρῖσμα του σᾶς διδάσκει δι’ ὅλα, καὶ εἶναι ἀληθὲς καὶ ὄχι ψεῦδος, νὰ μένετε ἐν αὐτῷ, καθὼς ἀκριβῶς σᾶς ἐδίδαξε.
28 Καὶ τώρα, παιδιά, μένετε ἐν αὐτῷ, ὥστε, ὅταν φανερωθῇ, νὰ ἔχωμεν θάρρος καὶ ὄχι νὰ στρέψωμεν τὸ πρόσωπόν μας ἀπὸ ντροπή, κατὰ τὴν ἔλευσίν του.
29 Ἐὰν ξέρετε ὅτι εἶναι δίκαιος, νὰ εἶσθε βέβαιοι ὅτι ὅποιος κάνει τὸ ὀρθόν, ἔχει γεννηθῆ ἀπὸ αύτόν.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ ἀγάπη τοῦ Θεοῦ Πατρὸς φέρει εἰς ἁγνὴν ζωήν

1 Ἰδέτε πόσον μεγάλην ἀγάπην μᾶς ἔδωκεν ὁ Πατέρας, ὥστε νὰ ὀνομασθοῦμε παιδιὰ τοῦ Θεοῦ. Διὰ τοῦτο ὁ κόσμος δὲν μᾶς ἀναγνωρίζει διότι δὲν ἐγνώρισε αὐτόν.
2 Ἀγαπητοί, τώρα εἴμεθα παιδιὰ τοῦ Θεοῦ, ἀλλ’ ἀκόμη δὲν ἔχει φανερωθῇ τί θὰ εἴμεθα. Γνωρίζομεν ὅμως, ὅτι ὅταν φανερωθῇ, θὰ εἴμεθα ὅμοιοι μὲ αὐτόν, διότι θὰ τὸν ἰδοῦμε ὅπως εἶναι.
3 Καὶ ὅποιος ἔχει αὐτὴν τὴν ἐλπίδα εἰς αὐτόν, ἁγνίζεται, ὅπως ἐκεῖνος εἶναι ἁγνός.

Ἡ ἁμαρτία ἀσυμβίβαστη μὲ τὴν θείαν υἱοθεσίαν

4 Ὅποιος κάνει τὴν ἁμαρτίαν, κάνει καὶ τὴν ἀνομίαν διότι ἁμαρτία εἶναι ἡ ἀνομία.
5 Ξέρετε ὅτι ἐκεῖνος ἐφανερώθηκε διὰ νὰ σηκώσῃ τὰς ἁμαρτίας μας καὶ δὲν ὑπάρχει εἰς αὐτὸν ἁμαρτία.
6 Ὅποιος μένει ἐν αὐτῷ δὲν ἁμαρτάνει· ὅποιος ἁμαρτάνει δὲν τὸν ἔχει ἰδῆ οὔτε τὸν ἐγνώρισε.
7 Παιδιά, κανεὶς ἂς μὴ σᾶς πλανᾷ. Ὅποιος κάνει τὸ ὀρθόν, εἶναι δίκαιος, ὅπως ἐκεῖνος εἶναι δίκαιος.
8 Ὅποιος κάνει τὴν ἁμαρτίαν, εἶναι ἀπὸ τὸν διάβολον, διότι ὁ διάβολος ἀπὸ τὴν ἀρχὴν ἁμαρτάνει. Πρὸς τὸν σκοπὸν αὐτὸν ἐφανερώθηκε ὁ Υἱὸς τοῦ Θεοῦ: διὰ νὰ καταργήσῃ τὰ ἔργα τοῦ διαβόλου.
9 Ὅποιος ἔχει γεννηθῆ ἀπὸ τὸν Θεόν, δὲν κάνει ἁμαρτίαν, διότι σπέρμα αὐτοῦ μένει μέσα του· δὲν μπορεῖ νὰ ἁμαρτάνῃ διότι ἔχει γεννηθῆ ἀπὸ τὸν Θεόν.
10 Ἀπὸ τοῦτο ἀναγνωρίζονται τὰ παιδιὰ τοῦ Θεοῦ καὶ τὰ παιδιὰ τοῦ διαβόλου: ὅποιος δὲν κάνει τὸ ὀρθόν, δὲν εἶναι ἀπὸ τὸν Θεόν, ἐπίσης καὶ ἐκεῖνος ποὺ δὲν ἀγαπᾶ τοὺς ἀδελφούς του.
11 Διότι αὐτὴ εἶναι ἡ ἐντολή, τὴν ὁποίαν ἀκούσατε ἀπὸ τὴν ἀρχήν: νὰ ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον.
12 Ὄχι ὅπως ὁ Κάϊν ποὺ ἦτο ἀπὸ τὸν πονηρὸν καὶ ἔσφαξε τὸν ἀδελφόν του. Καὶ διατί τὸν ἔσφαξε; Διότι τὰ ἔργα του ἦσαν πονηρά, τοῦ δὲ ἀδελφοῦ του ἦσαν δίκαια.

Ἡ ἀγάπη πρὸς τοὺς ἀδελφούς

13 Νὰ μὴ σᾶς φαίνεται παράξενον πρᾶγμα, ἀδελφοί μου, ἐὰν ὁ κόσμος σᾶς μισῇ.
14 Ἐμεῖς ξέρομεν ὅτι ἔχομεν μεταβῆ ἀπὸ τὸν θάνατον εἰς τὴν ζωήν, διότι ἀγαπᾶμε τοὺς ἀδελφούς· ἐκεῖνος ποὺ δὲν ἀγαπᾶ τοὺς ἀδελφούς, μένει μέσα εἰς τὸν θάνατον.
15 Ὅποιος μισεῖ τὸν ἀδελφόν του, εἶναι φονηᾶς, καὶ ξέρετε ὅτι κανεὶς φονηᾶς δὲν ἔχει ζωὴν αἰώνιον μέσα του.
16 Μὲ τοῦτο ἐγνωρίσαμεν τί εἶναι ἀγάπη: ὅτι ἐκεῖνος ἔδωκε τὴν ζωήν του γιὰ μᾶς. Ἔτσι ὀφείλομεν καὶ ἐμεῖς νὰ δίνωμεν τὴν ζωήν μας ὑπὲρ τῶν ἀδελφῶν.
17 Ἀλλ’ ἐὰν ἕνας ἔχῃ τὰ πλούτη τοῦ κόσμου καὶ βλέπῃ τὸν ἀδελφόν του νὰ ἔχῃ ἀνάγκην, καὶ ὅμως τοῦ κλείσῃ τὴν καρδιά του, πῶς εἶναι δυνατὸν νὰ μένῃ μέσα του ἡ ἀγάπη διὰ τὸν Θεόν;
18 Παιδιά μου, νὰ μὴ ἀγαπᾶμε μὲ λόγια οὔτε μὲ τὴν γλῶσσαν, ἀλλὰ μὲ ἔργα καὶ ἀληθινά.
19 Μὲ τοῦτο ξέρομεν ὅτι εἴμεθα ἀπὸ τὴν ἀλήθειαν· καὶ θὰ καθησυχάσωμεν τὸν ἑαυτόν μας ἐνώπιόν του εἰς ὅ,τι ἡ καρδιὰ μᾶς κατακρίνει,
20 διότι εἶναι μεγαλύτερος ὁ Θεὸς ἀπὸ τὴν καρδιά μας καὶ τὰ ξέρει ὅλα.
21 Ἀγαπητοί, ἐὰν ἡ καρδιά μας δὲν μᾶς κατακρίνῃ, τότε ἔχομεν θάρρος νὰ πλησιάσωμεν τὸν Θεόν, καὶ πέρνομε ἀπὸ αὐτὸν ὅ,τι ζητᾶμε,
22 διότι τηροῦμεν τὰς ἐντολάς του καὶ κάνομεν ἐκεῖνα ποὺ τοῦ εἶναι ἀρεστά.
23 Καὶ αὐτὴ εἶναι ἡ ἐντολή του: νὰ πιστέψωμεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ νὰ ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον, σύμφωνα μὲ τὴν ἐντολὴν ποὺ μᾶς ἔδωκε.
24 Ὅποιος τηρεῖ τὰς ἐντολάς του,μένει ἐν τῷ Θεῷ καὶ ὁ Θεὸς ἐν αὐτῷ. Καὶ μὲ τοῦτο ξέρομεν ὅτι μένει μέσα μας: ἀπὸ τὸ Πνεῦμα, τὸ ὁποῖον μᾶς ἔδωκε.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4
Δοκιμὴ τῶν πνευμάτων

1 Ἀγαπητοί, μὴ πιστεύετε εἰς κάθε πνεῦμα, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, ἐὰν εἶναι ἀπὸ τὸν Θεόν, διότι πολλοὶ ψευδοπροφῆται ἐβγῆκαν εἰς τὸν κόσμον.
2 Μὲ τὸν ἑξῆς τρόπον ἀναγνωρίζετε τὸ Πνεῦμα τοῦ Θεοῦ: κάθε πνεῦμα, τὸ ὁποῖον ὁμολογεῖ ὅτι ὁ Ἰησοῦς Χριστὸς ἦλθεν ὡς ἄνθρωπος, εἶναι ἀπὸ τὸν Θεόν,
3 καὶ κάθε πνεῦμα, τὸ ὁποῖον δὲν ὁμολογεῖ ὅτι ὁ Ἰησοῦς Χριστὸς ἦλθεν ὡς ἄνθρωπος, δὲν εἶναι ἀπὸ τὸν Θεόν. Αὐτὸ εἶναι τὸ πνεῦμα τοῦ ἀντιχρίστου, διὰ τὸν ὁποῖον ἔχετε ἀκούσει ὅτι ἔρχεται, καὶ τώρα εἶναι ἤδη εἰς τὸν κόσμον.
4 Σεῖς, παιδιά, εἶσθε ἀπὸ τὸν Θεὸν καὶ τοὺς ἔχετε νικήσει, διότι ἐκεῖνος ποὺ εἶναι μέσα σας, εἶναι μεγαλύτερος ἀπὸ ἐκεῖνον ποὺ εἶναι μέσα στὸν κόσμον.
5 Αὐτοὶ εἶναι ἀπὸ τὸν κόσμον, διὰ τοῦτο ὅ,τι λέγουν εἶναι ἀπὸ τὸν κόσμον καὶ ὁ κόσμος τοὺς ἀκούει.
6 Ἐμεῖς εἴμεθα ἀπὸ τὸν Θεόν. Ὅποιος ξέρει τὸν Θεόν, μᾶς ἀκούει. Ὅποιος δὲν εἶναι ἀπὸ τὸν Θεόν, δὲν μᾶς ἀκούει. Δι’ αὐτοῦ τοῦ μέσου ἀναγνωρίζομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.

Ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ ἀγάπη τῶν ἀνθρώπων

7 Ἀγαπητοί, ἂς ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον, διότι ἡ ἀγάπη εἶναι ἀπὸ τὸν Θεὸν καὶ ὅποιος ἀγαπᾶ, ἔχει γεννηθῆ ἀπὸ τὸν Θεὸν καὶ ξέρει τὸν Θεόν.
8 Ὅποιος δὲν ἀγαπᾶ, δὲν ἐγνώρισε τὸν Θεόν, διότι ὁ Θεὸς εἶναι ἀγάπη.
9 Μὲ τοῦτο ἐφανερώθηκε ἡ ἀγάπη τοῦ Θεοῦ σ’ ἐμᾶς: ὅτι τὸν Υἱόν του τὸν μονογενῆ ἔστειλε ὁ Θεὸς εἰς τὸν κόσμον, διὰ νὰ ζήσωμεν δι’ αὐτοῦ.
10 Εἰς τοῦτο συνίσταται ἡ ἀγάπη, ὄχι εἰς τὸ ὅτι ἐμεῖς ἀγαπήσαμε τὸν Θεόν, ἀλλ’ ὅτι αὐτὸς μᾶς ἀγάπησε καὶ ἔστειλε τὸν Υἱόν του ὡς ἱλασμὸν διὰ τὰς ἁμαρτίας μας.
11 Ἀγαπητοί, ἐὰν ὁ Θεὸς μᾶς ἀγάπησε μὲ τέτοιον τρόπο, πρέπει καὶ ἐμεῖς νὰ ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον.
12 Τὸν Θεὸν δὲν τὸν ἔχει ἰδῆ κανεὶς ποτέ. Ἐὰν ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον, ὁ Θεὸς μένει μέσα μας καὶ ἡ ἀγάπη του ἔγινε τελεία μέσα μας.
13 Μὲ τοῦτο ξέρομεν ὅτι μένομεν ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἡμῖν, διότι μᾶς ἔδωκε ἀπὸ τὸ Πνεῦμά του.
14 Καὶ ἐμεῖς ἔχομεν ἰδῆ καὶ μαρτυροῦμεν ὅτι ὁ Πατέρας ἔστειλε τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου.
15 Ὅποιος ὁμολογήσῃ ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς μένει ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ Θεῷ.
16 Ἐμεῖς ἐγνωρίσαμε καὶ ἐπιστέψαμε εἰς τὴν ἀγάπην ποὺ ἔχει ὁ Θεὸς γιὰ μᾶς. Ὁ Θεὸς εἶναι ἀγάπη καὶ ὅποιος μένει εἰς τὴν ἀγάπη μένει ἐν τῷ Θεῷ καὶ ὁ Θεὸς μένει ἐν αὐτῷ.
17 Διὰ τὸν σκοπὸν αὐτὸν ἔχει γίνει σ’ ἐμᾶς τελεία ἡ ἀγάπη: διὰ νὰ ἔχωμεν θάρρος κατὰ τὴν ἡμέραν τῆς κρίσεως, διότι καθὼς εἶναι ἐκεῖνος εἰς τὸν κόσμον τοῦτον, εἴμεθα καὶ ἐμεῖς.
18 Φόβος δὲν ὑπάρχει εἰς τὴν ἀγάπην, ἀλλ’ ἡ τελεία ἀγάπη διώχνει τὸν φόβον, διότι ὁ φόβος περιέχει τιμωρίαν, καὶ ἐκεῖνος ποὺ φοβᾶται δὲν εἶναι τέλειος εἰς τὴν ἀγάπην.
19 Ἐμεῖς τὸν ἀγαπᾶμε, διότι αὐτὸς πρῶτος μᾶς ἀγάπησε.
20 Ἐὰν πῇ κανείς, «Ἀγαπῶ τὸν Θεόν», ἀλλὰ μισεῖ τοὺς ἀδελφούς του, αὐτὸς εἶναι ψεύτης, διότι ἐκεῖνος ποὺ δὲν ἀγαπᾶ τὸν ἀδελφόν του, τὸν ὀποῖον ἔχει ἰδῆ, πῶς εἶναι δυνατὸν νὰ ἀγαπᾷ τὸν Θεὸν τὸν ὁποῖον δὲν ἔχει ἰδῆ;
21 Αὐτὴν τὴν ἐντολὴν ἔχομεν ἀπὸ αὐτόν: ὅποιος ἀγαπᾶ τὸν Θεόν, νὰ ἀγαπᾷ καὶ τοὺς ἀδελφούς του.

Α’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5
Ἡ χριστιανικὴ πίστις

1 Ὅποιος πιστεύει ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστός, ἔχει γεννηθῆ ἀπὸ τὸν Θεὸν καὶ ὅποιος ἀγαπᾶ τὸν γεννήσαντα ἀγαπᾶ καὶ ἐκεῖνον ποὺ ἔχει γεννηθῆ ἀπὸ αύτόν.
2 Καὶ ἔτσι ξέρομεν ὅτι, ὅταν ἀγαπᾶμε τὸν Θεὸν καὶ τηροῦμεν τὰς ἐντολάς του, ἀγαπᾶμε καὶ τὰ παιδιὰ τοῦ Θεοῦ.
3 Διότι ἀγάπη πρὸς τὸν Θεὸν εἶναι νὰ τηροῦμεν τὰς ἐντολάς του, καὶ αἱ ἐντολαί του δὲν εἶναι βαρεῖαι,
4 διότι κάθε τι ποὺ ἔχει γεννηθῆ ἀπὸ τὸν Θεὸν νικᾶ τὸν κόσμον καὶ αὐτὴ εἶναι ἡ νίκη ποὺ ἐνίκησε τὸν κόσμον, ἡ πίστις μας.
5 Ποιόν εἶναι ἐκεῖνος ποὺ νικᾶ τὸν κόσμον παρὰ ἐκεῖνος ποὺ πιστεύει ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ;
6 Αὐτὸς εἶναι ἐκεῖνος ποὺ ἦλθε δι’ ὕδατος καὶ αἵματος, ὁ Ἰησοῦς Χριστός· ὄχι μόνον μὲ τὸ ὕδωρ ἀλλὰ μὲ τὸ ὕδωρ καὶ τὸ αἷμα. Καὶ τὸ Πνεῦμα εἶναι ἐκεῖνος ποὺ δίνει μαρτυρίαν, διότι τὸ Πνεῦμα εἶναι ἡ ἀλήθεια.
7 Τρεῖς εἶναι ἐκεῖνοι ποὺ μαρτυροῦν [εἰς τὸν οὐρανόν, ὁ Πατέρας, ὁ Λόγος καὶ τὸ Ἅγιον Πνεῦμα καὶ αὐτοὶ οἱ τρεῖς εἶναι ἕνα καὶ τρεῖς εἶναι ἐκεῖνοι ποὺ μαρτυροῦν εἰς τὴν γῆν],
8 τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ οἱ τρεῖς εἶναι σύμφωνοι.
9 Ἐὰν δεχώμεθα τὴν μαρτυρίαν τῶν ἀνθρώπων, ἡ μαρτυρία τοῦ Θεοῦ εἶναι μεγαλύτερη, καὶ ἡ μαρτυρία αὐτὴ εἶναι τοῦ Θεοῦ, τὴν ὁποίαν ἔδωκε διὰ τὸν Υἱόν του.
10 Ὅποιος πιστεύει εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν αὐτὴν μέσα του. Ὅποιος δὲν πιστεύει εἰς τὸν Θεόν, τὸν ἐχει κάνει ψεύτην, διότι δὲν ἐπίστεψε εἰς τὴν μαρτυρίαν, τὴν ὁποίαν ὁ Θεὸς ἔδωκε διὰ τὸν Υἱόν του.
11 Καὶ ἡ μαρτυρία εἶναι αὐτή: ὅτι ὁ Θεὸς μᾶς ἔδωκε ζωὴν αἰώνιον, καὶ ἡ ζωὴ αὐτὴ ὑπάρχει εἰς τὸν Υἱόν του.
12 Ὅποιος ἔχει τὸν Υἱόν, ἔχει τὴν ζωήν· ὅποιος δὲν ἔχει τὸν Υἱὸν τοῦ Θεοῦ, δὲν ἔχει τὴν ζωήν.

Ἐπίλογος

13 Αὐτὰ ἔγραψα σ’ ἐσᾶς ποὺ πιστεύετε εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, διὰ νὰ γνωρίσετε ὅτι ἔχετε ζωὴν αἰώνιον.
14 Μποροῦμε νὰ πλησιάσωμεν τὸν Θεὸν μὲ ἐμπιστοσύνην διὰ τὸν ἑξῆς λόγον: ἐὰν ζητᾶμε κάτι σύμφωνα πρὸς τὸ θέλημά του, μᾶς ἀκούει.
15 Καὶ ἐὰν ξέρωμεν ὄτι ἀκούει τὰ αἰτήματά μας, ξέρωμεν ὅτι ἐκεῖνα ποὺ τοῦ ἐζητήσαμεν ἔγιναν δικά μας.
16 Ἐὰν ἰδῇ κανεὶς τὸν ἀδελφόν του νὰ κάνῃ ἁμαρτίαν, ἡ ὁποία δὲν εἶναι ἁμαρτία θανάσιμη, τότε πρέπει νὰ προσευχηθῇ καὶ θὰ τοῦ δώσῃ ὁ Θεὸς ζωήν, εἰς ἐκείνους ποὺ δὲν διαπράττουν ἁμαρτίαν θανάσιμη. Ὑπάρχει ἁμαρτία θανάσιμη. Δὲν λέγῳ νὰ παρακαλέσῃ γι’ αὐτήν.
17 Κάθε ἀδικία εἶναι ἁμαρτία καὶ ὑπάρχει ἁμαρτία ἠ ὁποία δὲν εἶναι θανάσιμη.
18 Ξέρομεν ὅτι ὅποιος εἶναι γεννημένος ἀπὸ τὸν Θεόν, δὲν ἁμαρτάνει, ἀλλ’ ἐκεῖνος ποὺ γεννήθηκε ἀπὸ τὸν Θεὸν φυλάσσει αὐτὸν καὶ ὁ πονηρὸς δὲν τὸν ἀγγίζει.
19 Ξέρομεν ὅτι εἴμεθα τοῦ Θεοῦ, ἀλλ’ ὁ κόσμος ὁλόκληρος βρίσκεται ὑπὸ τὴν ἐξουσίαν τοῦ πονηροῦ.
20 Καὶ ξέρομεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἔχει ἔλθει καὶ μᾶς ἔδωκε νοῦν διὰ νὰ ξέρωμεν αὐτὸν ποὺ εἶναι ἀληθινός· καὶ εἴμεθα πραγματικὰ ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ του Ἰησοῦ Χριστῷ. Αὐτὸς εἶναι ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.
21 Παιδιά, φυλαχθῆτε ἀπὸ τὰ εἴδωλα. Ἀμήν.

Β’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ

1 Ὁ πρεσβυτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
3 ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
5 Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
6 Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
7 Ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
8 Βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.
9 Πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
10 Εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
11 ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.

Β’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ


1 Ὁ πρεσβύτερος πρὸς τὴν κυρίαν, τὴν ὁποίαν ὁ Θεὸς ἐξέλεξε, καὶ πρὸς τὰ παιδιά της, τοὺς ὁποίους ἐγὼ ἀγαπῶ ἀληθινὰ καὶ ὄχι ἐγὼ μόνον, ἀλλὰ καὶ ὅλοι ὅσοι ἐγνώρισαν τὴν ἀλήθειαν,
2 ἕνεκα τῆς ἀληθείας, ἡ ὁποία μένει μέσα μας καὶ θὰ εἶναι μαζί μας αἰωνίως.
3 Χάρις, ἔλεος καὶ εἰρήνη θὰ εἶναι μαζί σας ἀπὸ τὸν Θεὸν Πατέρα καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Πατέρα, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 Ἐχάρηκα πολὺ ποὺ εὑρῆκα ὅτι μερικὰ ἀπὸ τὰ παιδιά σου ζοῦν ἀκολουθοῦντα τὴν ἀλήθειαν σύμφωνα μὲ τὴν ἐντολὴν ποὺ ἐλάβαμε ἀπὸ τὸν Πατέρα.
5 Καὶ τώρα σὲ παρακαλῶ, κυρία, ὄχι σὰν νὰ σοῦ γράφω νέαν ἐντολὴν ἀλλὰ ἐκείνην ποὺ εἴχαμε ἀπὸ τὴν ἀρχήν, νὰ ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον.
6 Καὶ ἀγάπη σημαίνει νὰ ζοῦμε σύμφωνα μὲ τὰς ἐντολὰς τοῦ Θεοῦ. Αὐτὴ εἶναι ἡ ἐντολὴ ὥστε, ὅπως ἀκούσατε ἀπὸ τὴν ἀρχήν, νὰ ἀκολουθῆτε αὐτήν.
7 Πολλοὶ πλάνοι ἐβγῆκαν εἰς τὸν κόσμον, οἱ ὁποῖοι δὲν ὁμολογοῦν ὅτι ὁ Ἰησοῦς Χριστὸς ἔρχεται ὡς ἄνθρωπος. Αὐτὸς εἶναι ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
8 Προσέχετε τὸν ἑαυτόν σας, διὰ νὰ μὴ χάσετε ἐκεῖνα διὰ τὰ ὁποῖα ἐργασθήκαμε, ἀλλὰ νὰ πάρετε τὴν ἀνταμοιβήν σας εἰς τὸ ἀκέραιον.
9 Ὅποιος παραβαίνει καὶ δὲν μένει εἰς τὴν διδαχὴν τοῦ Χριστοῦ, δὲν ἔχει Θεόν· ἐκεῖνος ποὺ μένει εἰς τὴν διδαχὴν τοῦ Χριστοῦ, αὐτὸς ἔχει καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν.
10 Ἐὰν ἔρχεται κανεὶς σ’ ἐσᾶς καὶ δὲν φέρει τὴν διδαχὴν αὐτήν, νὰ μὴ τὸν δέχεσθε εἰς τὸ σπίτι σας καὶ νὰ μὴ τὸν χαιρετᾶτε,
11 διότι ἐκεῖνος ποὺ τὸν χαιρετᾶ γίνεται συμμέτοχος εἰς τὰ ἔργα του τὰ πονηρά.
12 Ἂν καὶ πολλὰ ἔχω νὰ σᾶς γράψω, δὲν ἤθελα νὰ τὸ κάνω μὲ χαρτὶ καὶ μελάνι, ἀλλ’ ἐλπίζω νὰ σᾶς ἐπισκεφθῶ καὶ νὰ σᾶς μιλήσω στόμα πρὸς στόμα, διὰ νὰ εἶναι ἡ χαρά μας πλήρης.
13 Σὲ χαιρετοῦν τὰ παιδιὰ τῆς ἀδελφῆς σου, τὴν ὁποίαν ὁ Θεὸς ἐξέλεξε. Ἀμήν.

Γ’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ

1 Ὁ πρεσβυτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.
3 Ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.
4 Μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα.
5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους,
6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ.
7 Ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν.
8 Ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
9 Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾿ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς.
10 Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν.
12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπ᾿ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι.
13 Πολλὰ εἶχον γράφειν, ἀλλ᾿ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι·
14 ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15 Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα.

Γ’ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ

1 Ὁ πρεσβύτερος πρὸς τὸν Γάϊον τὸν ἀγαπητόν, τὸν ὁποῖον ἐγὼ ἀγαπῶ ἀληθινά.
2 Ἀγαπητέ, σοῦ εὔχομαι εἰς ὅλα νὰ προοδεύῃς καὶ νὰ ὑγιαίνῃς, καθὼς καὶ ἡ ψυχή σου προχωρεῖ καλά.
3 Ἐχάρηκα πολύ, ὅταν ἦλθαν ἀδελφοὶ καὶ μὲ ἐβεβαίωσαν ὅτι εἶσαι εἰς τὴν ἀλήθειαν, καὶ πραγματικὰ ἡ ζωή σου εἶναι σύμφωνη μὲ τὴν ἀλήθειαν.
4 Δὲν ἔχω μεγαλύτερη χαρὰν ἀπὸ τὸ νὰ ἀκούω ὅτι τὰ παιδιά μου ζοῦν σύμφωνα μὲ τὴν ἀλήθειαν.
5 Ἀγαπητέ, ἐνεργεῖς μὲ πιστότητα εἰς ὅ,τι κάνεις εἰς τοὺς ἀδελφούς, ἂν καὶ εἶναι ξένοι.
6 Ἀνέφεραν τὴν ἀγάπην σου ἐνώπιον τῆς ἐκκλησίας. Καλὰ θὰ κάνῃς νὰ τοὺς προπέμψῃς κατὰ τρόπον ἄξιον τοῦ Θεοῦ,
7 διότι ἐβγῆκαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ, χωρὶς νὰ δεχθοῦν τίποτε ἀπὸ τοὺς ἐθνικούς.
8 Ἐμεῖς ἔχομεν καθῆκον νὰ βοηθᾶμε τέτοια πρόσωπα διὰ νὰ γινώμεθα συνεργάται εἰς τὴν διάδοσιν τῆς ἀληθείας.
9 Ἔγραψα εἰς τὴν ἐκκλησίαν, ἀλλ’ ὁ Διοτρεφής, ὁ ὁποῖος ἀγαπᾶ νὰ κρατῇ τὰ πρωτεῖα μεταξύ των, δὲν μᾶς δέχεται.
10 Διὰ τοῦτο, ὅταν ἔλθω, θὰ τοῦ ὑπενθυμίσω τὰ ἔργα ποὺ κάνει, μὲ τὸ νὰ φλυαρῇ ἐναντίον μας μὲ λόγια πονηρά. Καὶ μὴ ἀρκούμενος εἰς αὐτά, οὔτε αὐτὸς δέχεται τοὺς ἀδελφοὺς ἀλλὰ καὶ ἐκείνους ποὺ θέλουν νὰ τοὺς δεχθοῦν τοὺς ἐμποδίζει καὶ τοὺς διώχνει ἀπὸ τὴν ἐκκλησίαν.
11 Ἀγαπητέ, μὴ μιμῆσαι τὸ κακὸν ἀλλὰ τὸ καλόν. Ἐκεῖνος ποὺ κάνει τὸ καλὸν εἶν αι τοῦ Θεοῦ· ἐκεῖνος ποὺ κάνει τὸ κακὸν δὲν ἔχει ἰδῆ τὸν Θεόν.
12 Ὁ Δημήτριος ἔχει καλὴν μαρτυρίαν ἀπὸ ὅλους καὶ ἀπὸ αὐτὴν τὴν ἀλήθειαν. Ἐμεῖς ἐπίσης δίνομεν καλὴν μαρτυρίαν γι’ αὐτὸν καὶ ξέρεις ὅτι ἡ μαρτυρία μας εἶναι ἀληθινή.
13 Πολλὰ εἶχα νὰ σοῦ γράψω, ἀλλὰ δὲν θέλω νὰ σοῦ τὰ γράψω μὲ μελάνι καὶ πέννα.
14 Ἐλπίζω γρήγορα νὰ σὲ ἰδῶ καὶ θὰ μιλήσωμεν στόμα πρὸς στόμα.
15 Εἰρήνη νὰ εἶναι μαζί σου. Σὲ χαιρετοῦν οἱ φίλοι. Χαιρέτησε τοὺς φίλους κατ’ ὄνομα.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.