(c) OrthodoxAnswers.gr
Κυριακή , 22 Ιανουάριος 2017
Ειδοποιήσεις
Αρχική » Επιστολαί Πέτρου

Επιστολαί Πέτρου

 ΕΠΙΣΤΟΛΑΙ ΠΕΤΡΟΥ

petros_apostle

  • Επιστολή Α κεφ.1-5 Πρωτότυπο
  • Επιστολή Α κεφ.1-5 Ερμηνεία
  • Επιστολή Β κεφ.1-3 Πρωτότυπο
  • Επιστολή Β κεφ.1-3 Ερμηνεία

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός

1 Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας,
2 κατά πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ραντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.

Εὐχαριστία διὰ τὴν χριστιανικὴν ἐλπίδα

3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
5 τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ·
6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,
8 ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
11 ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·
12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.

Ὁ χριστιανικὸς χαρακτήρ

13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,
14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
16 διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.
17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε,
18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτων τῶν χρόνων δι’ ὑμᾶς
21 τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα·
24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε·
25 τὸ δὲ ρῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ρῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
1 Ἀποθεμένοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
3 εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος.
4 Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον,
5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ·
6 διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
7 Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου.
8 Οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
9 Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
10 οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
11 Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς,
12 τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.

Ὑποταγὴ εἰς τὴν πολιτικὴν ἐξουσίαν

13 Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι,
14 εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν·
15 ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
16 ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ.
17 Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.

Ἡ ἔννοια τῆς ὑπηρεσίας

18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
19 τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.
20 Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ.
21 Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·
23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε.
25 Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ’ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Σύζυγοι

1 Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,
2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
3 Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
4 ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές.
5 Οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
6 ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7 Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Ἡ ἀμοιβαία συμπάθεια τῶν χριστιανῶν

8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες,
9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον,
11 ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν.
12 Ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.

Ὅσοι ὑποφέρουν ἀδίκως. Τὸ παράδειγμα τοῦ Χριστοῦ

13 Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε;
14 Ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
15 Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραΰτητος καὶ φόβου,
16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
17 Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
18 Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι·
19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,
20 ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι’ ὕδατος.
21 Ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ρύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4
Ἀπάρνησις τῆς ἁμαρτίας

1 Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας,
2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
3 Ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
4 Ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
5 οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς.
6 Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι.
7 Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς·
8 πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν·
9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν·
10 ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ·
11 εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Τὸ προνόμιον τοῦ νὰ ὑποφέρῃ κανεὶς διὰ τὸν Χριστόν

12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος
13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
14 Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.
15 Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριοεπίσκοπος·
16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ.
17 Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ;
18 Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
19 Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5
Προτροπὴ εἰς τοὺς πρεσβυτέρους

1 Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως,
3 μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5 Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Γενικαὶ προτροπαί

6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ.
7 Πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν,
8 νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ.
9 Ὧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10 Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ ὀλίγον παθόντας, αὐτὸς καταρτίσει ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει·
11 αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ, εἰς ἣν ἑστήκατε.
13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.
14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός

1 Ὁ Πέτρος, ἀπόστολος τοῦ Ἰησοῦ Χριστοῦ, πρὸς τοὺς κατοικοῦντας προσωρινῶς μεταξὺ τῆς Διασπορᾶς τοῦ Πόντου, τῆς Γαλατίας, τῆς Καππαδοκίας, τῆς Ἀσίας καὶ Βιθυνίας,
2 οἱ ὁποῖοι ἔχουν ἐκλεγῆ σὐμφωνα πρὸς τὴν πρόγνωσιν τοῦ Θεοῦ Πατρὸς καὶ ἁγιασθῆ ὑπὸ τοῦ Πνεύματος, διὰ νὰ ὑπακούσουν εἰς τὸν Ἰησοῦν Χριστὸν καὶ ραντισθοῦν μὲ τὸ αἷμά του· χάρις καὶ εἰρήνη νὰ αὐξηθοῦν μεταξύ σας.
3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ὁ ὁποῖος κατὰ τὸ μεγάλο του ἔλεος μᾶς ἀναγέννησε, διὰ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ Χριστοῦ ἀπὸ τοὺς νεκρούς, εἰς μίαν ζωντανὴ ἐλπίδα,
4 εἰς μίαν κληρονομίαν ἄφθαρτη, ἀμόλυντη καὶ ἀμάραντη, ποὺ εἶναι φυλαγμένη εἰς τοὺς οὐρανοὺς γιὰ σᾶς,
5 οἱ ὁποῖοι διὰ τῆς πίστεώς σας φρουρεῖσθε μὲ τὴν δύναμιν τοῦ Θεοῦ διὰ τὴν σωτηρίαν, ἡ ὁποία εἶναι ἔτοιμη νὰ φανερωθῇ κατὰ τὸν ἔσχατον καιρόν.
6 Νὰ αἰσθάνεστε μεγάλην χαρὰν δι’ αὐτά, καὶ ἂν ἀκόμη παραστῇ ἀνάγκη νὰ λυπηθῆτε τώρα ὀλίγον μὲ διάφορες δοκιμασίες,
7 ὥστε ἠ γνησιότης τῆς πίστεώς σας, ποὺ εἶναι πολυτιμότερη ἀπὸ τὸ χρυσάφι, τὸ ὁποῖον, ἂν καὶ εἶναι φθαρτόν,δοκιμάζεται μὲ τὴν φωτιά, νὰ ἀποδειχθῇ ἀξία ἐπαίνου καὶ τιμῆς καὶ δόξης,
8 ὅταν ἀποκαλυφθῇ ὁ Ἰησοῦς Χριστός, τὸν ὁποῖον ἀγαπᾶτε, ἂν καὶ δὲν τὸν ἔχετε ἰδῆ, καί, πιστεύοντες εἰς αὐτὸν τώρα χωρὶς νὰ τὸν βλέπετε, αἰσθάνεσθε χαρὰν ἀνέκφραστην καὶ δοξασμένην,
9 διότι ἀποκτᾶτε τὸ ἀποτέλεσμα τῆς πίστεώς σας, δηλαδὴ τὴν σωτηρίαν τῶν ψυχῶν σας.
10 Διὰ τὴν σωτηρίαν αὐτὴν ἀνεζήτησαν ἐπιμελῶς καὶ ἐρεύνησαν οἱ προφῆται, οἱ ὁποῖοι ἐπροφήτευσαν διὰ τὴν χάριν, ἡ ὁποία θὰ σᾶς ἐδόδετο·
11 ἐρευνοῦσαν νὰ μάθουν ποιὸς ἦτο ὁ χρόνος ἢ ποῖαι αἱ περιστάσεις ποὺ ἐφανέρωσε τὸ Πνεῦμα τοῦ Χριστοῦ, ποὺ ἦτο μέσα τους, ὅταν προέλεγε τὰ πάθη τοῦ Χριστοῦ καὶ τὰς δόξας ποὺ θὰ ἀκολουθοῦσαν.
12 Εἰς τοὺς ὁποίους ἀποκαλύφθηκε ὅτι δὲν ὑπηρετοῦσαν τὸν ἑαυτόν τους ἀλλὰ ἐσᾶς, προλέγοντες ὅσα σᾶς ἀνηγγέλθησαν τώρα ἀπὸ ἐκείνους ποὺ σᾶς ἐκήρυξαν τὸ χαρμόσυνον ἄγγελμα μὲ δύναμιν τοῦ Πνεύματος τοῦ Ἁγίου, τὸ ὁποῖον ἐστάλη ἀπὸ τὸν οὐρανόν, πράγματα εἰς τὰ ὁποῖα ἐπιθυμοῦν ἄγγελοι νὰ ἐμβαθύνουν.

Ὁ χριστιανικὸς χαρακτήρ

13 Διὰ τοῦτο νὰ περιζώσετε τὰς διάνοιάς σας, νὰ εἶσθε νηφάλιοι, νὰ θέσετε τὰς ἐλπίδας σας ἐξ ὁλοκλήρου εἰς τὴν χάριν, ἡ ὁποία θὰ σᾶς δοθῇ ὅταν ἀποκαλυφθῇ ὁ Ἰησοῦς Χριστός.
14 Σὰν ὑπάκοα παιδιά, νὰ μὴ συμμορφώνεσθε πρὸς τὰς ἐπιθυμίας ποὺ εἴχατε κατὰ τὸν παρελθόντα καιρὸν τῆς ἀγνοίας σας,
15 ἀλλ’ ὅπως ἐκεῖνος ποὺ σᾶς ἐκάλεσε εἶναι ἅγιος, νὰ γίνετε καὶ σεῖς ἅγιοι σὲ κάθε συμπεριφοράν σας,
16 διότι εἶναι γραμμένον, Νὰ γίνεσθε ἅγιοι, διότι ἐγὼ εἶναι ἅγιος.
17 Καὶ ἐὰν φωνάζετε Πατέρα ἐκεῖνον ποὺ κρίνει, σύμφωνα μὲ τὸ ἔργον τοῦ καθενός, χωρὶς νὰ προσωποληπτῇ, ὀφείλετε νὰ ζήσετε μὲ φόβον τὸν χρόνον τῆς ἐδῶ ζωῆς σας,
18 τώρα ποὺ ξέρετε ὅτι δὲν ἦτο κάτι φθαρτόν, σὰν τὸ ἀσῆμι ἢ τὸ χρυσάφι, ἐκεῖνο μὲ τὸ ὁποῖον ἐλευθερωθήκατε ἀπὸ τὸν μάταιον τρόπον ζωῆς, ποὺ ἐκληρονομήσατε ἀπὸ τοὺς πατέρας σας,
19 ἀλλὰ τὸ πολύτιμον αἷμα τοῦ Χριστοῦ σὰν ἀμνοῦ χωρὶς μῶμον ἢ κηλῖδα,
20 ὁ ὁποῖος εἶχε προορισθῆ πρὶς δημιουργηθῇ ὁ κόσμος, ἀλλὰ φανερώθηκε κατὰ τοὺς τελευταίους χρόνους γιὰ σᾶς.
21 Δι’ αὐτοῦ πιστεύετε εἰς τὸν Θεόν, ὁ ὁποῖος τὸν ἀνέστησε ἀπὸ τοὺς νεκροὺς καὶ τοῦ ἔδωκε δόξαν, ὥστε ἡ πίστις σας καὶ ἡ ἐλπίδα σας νὰ στηρίζωνται εἰς τὸν Θεόν.
22 Τώρα ποὺ ἔχετε καθαρίσει τὰς ψυχάς σας διὰ τῆς ὑπακοῆς εἰς τὴν ἀλήθειαν, διὰ τοῦ Πνεύματος, πρὸς μίαν εἰλικρινῆ ἀγάπην πρὸς τοὺς ἀδελφούς, ἀγαπῆστε ὁ ἕνας τὸν ἄλλον μὲ ὅλην σας τὴν καρδιά,
23 ἀφοῦ ἀναγεννηθήκατε ὄχι ἀπὸ σπόρον φθαρτὸν ἀλλ’ ἀπὸ ἄφθαρτον, διὰ τοῦ λόγου τοῦ Θεοῦ, ποὺ εἶναι ζωντανὸς καὶ αἰώνιος,
24 διότι ὅλοι οἱ ἄνθρωποι εἶναι σὰν τὸ χορτάρι καὶ ὅλη ἡ δόξα τους σὰν τὸ ἄνθος τοῦ χορταριοῦ. Ἐξεράθηκε τὸ χορτάρι καὶ τὸ ἄνθος του ἔπεσε.
25 Ὁ λόγος ὅμως τοῦ Κυρίου μένει αἰώνιος. Αὐτὸς εἶναι ὁ λόγος ποὺ ἐκηρύχθηκε σ’ ἐσᾶς.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
1 Ἀποβάλατε λοιπὸν κάθε κακίαν, κάθε δόλον, ὑποκρισίας, φθόνους καὶ κάθε εἶδος κακογλωσσιᾶς,
2 καὶ σὰν νεογέννητα βράφη ποθήσατε τὸ ἄδολον πνευματικὸν γάλα, διὰ νὰ μεγαλώσετε μὲ αὐτὸ καὶ φθάσετε εἰς τὴν σωτηρίαν,
3 ἐὰν ἐγνωρίσατε ἐκ πείρας ὅτι ὁ Κύριος εἶναι ἀγαθός.
4 Καθὼς ἔρχεσθε εἰς αὐτόν, τὸν λίθον τὸν ζωντανόν, ὁ ὁποῖος ἀπὸ μὲν τοὺς ἀνθρώπους ἔχει ἀποδοκιμασθῆ, ἀλλὰ διὰ τὸν Θεὸν εἶναι διαλεχτός, πολύτιμος,
5 τότε καὶ σεῖς, σὰν ζωντανοὶ λίθοι, οἰκοδομεῖσθε εἰς οἶκον πνευματικόν, ἱερατεῖον ἅγιον διὰ νὰ προσφέρετε θυσίες πνευματικὲς εὐπρόσδεκτες εἰς τὸν Θεὸν διὰ τοῦ Ἰησοῦ Χριστοῦ,
6 διότι περιέχεται εἰς μίαν γραφήν, Ἰδού, θέτω εἰς τὴν Σιὼν ἕνα λίθον ἀκρογωνιαῖον, διαλεχτόν, πολύτιμον, καὶ ἐκεῖνος ποὺ πιστεύει εἰς αὐτὸν δὲν θὰ ντροπιασθῇ.
7 Σ’ ἐσᾶς λοιπὸν ποὺ πιστεύετε εἶναι πολύτιμος, δι’ ἐκείνους ὅμως ποὺ δὲν πιστεύουν, ὁ λίθος ποὺ ἀπέρριψαν οἱ οἰκοδόμοι, ἔγινε ἀκρογωνιαῖος καὶ λίθος εἰς τὸν ὁποῖον θὰ προσκόπτουν καὶ βράχος ποὺ θὰ τοὺς κάνῃ νὰ πέφτουν.
8 Προσκόπτουν, διότι ἀπειθοῦν εἰς τὸν λόγον. Εἰς τοῦτο καὶ προσδιωρίσθησαν.
9 Σεῖς ὅμως εἶσθε γενεὰ ποὺ ὁ Θεὸς ἐδιάλεξε, βασιλικὸν ἱερατεῖον, ἔθνος ἅγιον, λαὸς δικός του διὰ νὰ ἐξαγγείλετε τὰς θαυμαστὰς πράξεις ἐκείνου, ποὺ σᾶς ἐκάλεσε ἀπὸ τὸ σκοτάδι εἰς τὸ θαυμαστόν του φῶς,
10 σεῖς ποὺ κάποτε δὲν ἤσαστε λαὸς τοῦ Θεοῦ, τώρα ὅμως εἶσθε λαὸς τοῦ Θεοῦ, σεῖς ποὺ ἄλλοτε δὲν ἤσαστε ἐλεημένοι, τώρα ὅμως ἐλεηθήκατε.
11 Ἀγαπητοί, σᾶς παρακαλῶ, σὰν ξένοι καὶ περαστικοὶ ποὺ εἶσθε, νὰ ἀπέχετε ἀπὸ τὰς σαρκικὰς ἐπιθυμίας αἱ ὁποῖαι εὑρίσκονται εἰς πόλεμον μὲ τὴν ψυχήν,
12 καὶ νὰ δείχνετε καλὴν διαγωγὴν μεταξὺ τῶν ἐθνικῶν, ὥστε, ἐνῷ σᾶς κατηγοροῦν ὡς κακοποιούς, νὰ ἰδοῦν τὰ καλά σας ἔργα καὶ νὰ δοξάσουν τὸν Θεὸν κατὰ τὴν ἡμέραν τῆς ἐπισκέψεώς του.

Ὑποταγὴ εἰς τὴν πολιτικὴν ἐξουσίαν

13 Ὑποταχθῆτε λοιπόν, σὲ κάθε ἀνθρώπινην ἐξουσίαν χάριν τοῦ Κυρίου, εἴτε πρόκειται διὰ τὸν βασιλέα, ὡς τὸν ἀνώτατον ἄρχοντα,
14 εἴτε διὰ διοικητάς, ὡς ἀπεσταλμένους ἀπ’ αὐτὸν διὰ τὴν τιμωρίαν ἐκείνων ποὺ κάνουν τὸ κακὸν καὶ διὰ τὸν ἔπαινον ἐκείνων ποὺ κάνουν τὸ καλόν,
15 διότι αὐτὸ εἶναι τὸ θέλημα τοῦ Θεοῦ: νὰ ἀποστομώνετε διὰ τῶν καλῶν σας πράξεων τὴν ἄγνοιαν τῶν ἀνοήτων ἀνθρώπων.
16 Νὰ ζῆτε σὰν ἄνθρωποι ἐλεύθεροι καὶ ὄχι νὰ χρησιμοποιῆτε τὴν ἐλευθερίαν σὰν κάλυμμα κακῶν πράξεων, ἀλλὰ σὰν δοῦλοι τοῦ Θεοῦ.
17 Τιμήσατε ὅλους, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.

Ἡ ἕννοια τῆς ὑπηρεσίας

18 Οἱ ὑπηρέται, νὰ ὑποτάσσεσθε εἰς τοὺς κυρίους σας, μὲ τὸν ὀφειλόμενον σεβασμόν, καὶ ὄχι μόνον εἰς τοὺς καλοὺς καὶ ἐπιεικεῖς ἀλλὰ καὶ στοὺς διεστραμμένους.
19 Διότι αὐτὸ ἔχει χάριν, ἐάν, μὲ συναίσθησιν τοῦ Θεοῦ, ὑπομένῃ κανεὶς ἐνῷ ὑποφέρει ἀδίκως.
20 Διότι ποίαν ἀξίαν ἔχει τὸ νὰ δέχεσθε μὲ ὑπομονὴν ραπίσματα διὰ κακὸν ποὺ ἔχετε κάνει; Ἐὰν ὅμως κάνετε τὸ καλὸν καὶ ὑποφέρετε, ἡ ὑπομονή σας εἶναι χάρις ἐνώπιον τοῦ Θεοῦ.
21 Διότι πρὸς τὸν σκοπὸν αὐτὸν ἔχετε καλεσθῆ, καθ’ ὅσον καὶ ὁ Χριστὸς ἔπαθε πρὸς χάριν σας καὶ σᾶς ἄφησε παράδειγμα, διὰ νὰ ἀκολουθήσετε τὰ ἴχνη του.
22 Ἁμαρτίαν δὲν ἔκανε οὔτε εὑρέθηκε δόλος εἰς τὸ σῶμά του·
23 ὅταν τὸν ὕβριζαν, δὲν ἀπέδιδε τὰς ὕβρεις, ὅταν ὑπέφερε, δὲν ἀπειλοῦσε, ἀλλὰ ἄφηνε τὴν κρίσιν εἰς ἐκεῖνον, ποὺ μπορεῖ νὰ κρίνη δίκαια.
24 Αὐτὸς ὁ ἴδιος ἐβάσταξε τὰς ἁμαρτίας μας εἰς τὸ σῶμά του ἐπάνω εἰς τὸ ξύλον, ὥστε, πεθαμένοι ὡς πρὸς τὴν ἁμαρτίαν, νὰ ζήσωμεν διὰ τὴν δικαιοσύνην· διὰ τῶν πληγῶν τπυ ἐθεραπευθήκατε.
25 Διότι ἤσαστε σὰν πρόβατα ποὺ περιπλανῶνται, ἀλλὰ τώρα ἐπιστρέψατε εἰς τὸν Ποιμένα καὶ Φύλακα τῶν ψυχῶν σας.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Σύζυγοι

1 Ὁμοίως καὶ αἱ γυναῖκες, νὰ ὑποτάσσεσθε εἰς τοὺς ἄνδρας σας, ὥστε, καὶ ἐὰν μερικοὶ ἀπειθοῦν εἰς τὸν λόγον, νὰ κερδηθοῦν διὰ τῆς διαγωγῆς τῶν γυναικῶν των χωρὶς λόγια,
2 ὅταν ἰδοῦν τὴν σεβασμία καὶ ἁγνῆν διαγωγήν σας.
3 Ἂς εἶναι ὁ στολισμός σας ὄχι ἐξωτερικός, τὸ πλέξιμο τῶν μαλλιῶν καὶ τὰ χρυσᾶ κοσμήματα ἢ τὰ ὡραῖα ἐνδύματα,
4 ἀλλ’ ὁ κρυφὸς ἄνθρωπος τῆς καρδιᾶς μὲ τὸν ἄφθαρτον στολισμόν του, ἕνα γλυκὸ καὶ ἥσυχο πνεῦμα, τὸ ὁποῖον εἶναι πολύτιμον ἐνώπιον τοῦ Θεοῦ.
5 Διότι ἔτσι κάποτε καὶ αἱ ἅγιαι γυναῖκες, ποὺ εἶχαν τὴν ἐλπίδα τους εἰς τὸν Θεόν, ἐστόλιζαν τὸν ἑαυτόν τους διὰ τῆς ὑπακοὴς εἰς τοὺς ἄνδρας των,
6 ὅπως ἡ Σάρρα ὑπάκουε εἰς τὸν Ἀβραὰμ καὶ τὸν ὠνόμαζε κύριον. Καὶ εἶσθε τώρα παιδιά της ἐὰν κάνετε τὸ καλὸν καὶ δὲν δοκιμάζετε κανένα φόβον.
7 Οἱ ἄνδρες ὁμοίως, νὰ συζῆτε μὲ τὰς γυναῖκάς σας μὲ σύνεσιν, ἀπονέμοντες τιμὴν εἰς αὐτὰς ὡς εἰς ἀσθενέστερον φῦλον, ἀφοῦ εἶσθε καὶ συγκληρονόμοι τῆς δωρεᾶς τῆς ζωῆς, διὰ νὰ μὴ παρεμποδίζωνται αἱ προσευχαί σας.

Ἡ ἀμοιβαία συμπάθεια τῶν χριστιανῶν

8 Τέλος, νὰ εἶσθε ὅλοι τῆς ἰδίας γνώμης, συμπονητικοί, γεμᾶτοι ἀδελφικὴν ἀγάπην, εὔσπλαγχνοι, εὐγενικοί,
9 χωρὶς νὰ ἀποδίδετε κακὸν ἀντὶ κακοῦ ἢ ὕβριν ἀντὶ ὕβρεως, ἀλλ’ ἀπ’ ἐναντίας νὰ εὐλογῆτε, γνωρίζοντες ὅτι εἰς τοῦτο ἔχετε καλεσθῆ, εἰς τὸ νὰ κληρονομήσετε εὐλογίαν.
10 Διότι ὅποιος ἀγαπᾶ τὴν ζωὴν καὶ θέλει νὰ ἰδῇ ἡμέρες καλές, ἂς κρατῇ τὴν γλῶσσάν του ἀπὸ τὸ κακὸν καὶ τὰ χείλη του ἀπὸ τὸ νὰ ὁμιλοῦν δολίως,
11 ἂς ἀποκλίνῃ ἀπὸ τὸ κακὸν καὶ ἂς κάνῃ τὸ καλόν, ἂς ζητήσῃ εἰρήνην καὶ ἂς τὴν ἐπιδιώκῃ,
12 διότι τὰ μάτια τοῦ Κυρίου εἶναι προσηλωμένα εἰς τοὺς δικαίους καὶ τὰ αὐτιά του εἰς τὴν δέησίν των, τὸ πρόσωπον ὅμως τοῦ Κυρίου εἶναι ἐναντίον ἐκείνων ποὺ κάνουν τὸ κακόν.

Ὅσοι ὑποφέρουν ἀδίκως. Τὸ παράδειγμα τοῦ Χριστοῦ

13 Καὶ ποιός μπορεῖ νὰ σᾶς βλάψῃ, ἐὰν μιμῆσθε τὸ καλόν;
14 Ἀλλὰ καὶ ἂν ὑποφέρετε ἕνεκα δικαιοσύνης, εἶσθε μακάριοι.
15 Μὴ τοὺς φοβηθῆτε, οὔτε νὰ ταραχθῆτε, ἀλλὰ λατρεύσατε, τὸν Χριστὸν ὡς Κύριον εἰς τὶς καρδιές σας, καὶ νὰ εἶσθε πάντοτε ἔτοιμοι πρὸς ἀπολογίαν εἰς τὸν καθένα, ποὺ θὰ σᾶς ζητήσῃ λόγον διὰ τὴν ἐλπίδα ποὺ ἔχετε μέσα σας, ἀλλὰ νὰ τὸ κάνετε μὲ εὐγένειαν καὶ σεβασμόν,
16 καὶ νὰ ἔχετε συνείδησιν ἀγαθήν, ὥστε, ἐνῷ κατηγορεῖσθε ὅτι εἶσθε κακοί, καταισχυνθοῦν ἐκεῖνοι ποὺ δυσφημοῦν τὴν καλὴ χριστιανικὴν διαγωγήν σας.
17 Εἶναι καλύτερον νὰ ὑποφέρωμεν, ἐὰν ὁ Θεὸς τὸ θέλῃ, ὅταν κάνωμεν τὸ καλόν, παρὰ ὅταν κάνωμεν τὸ κακόν.
18 Διότι καὶ ὁ Χριστὸς μιὰ γιὰ πάντα ἐπέθανε διὰ τὰς ἁμαρτίας μας, ὁ δίκαιος χάριν τῶν ἀδίκων, διὰ νὰ μᾶς παρουσιάσῃ εἰς τὸν Θεόν· ἐθανατώθηκε μὲν ὡς πρὸς τὸ σῶμα, ἀλλ’ ἐζωοποιήθηκε ὡς πρὸς τὸ πνεῦμα.
19 Ἐν πνεύματι πορευθείς, ἐκήρυξε καὶ εἰς τὰ ἐν φυλακῇ πνεύματα, τὰ ὁποῖα ἄλλοτε εἶχαν ἀπειθήσει,
20 ὅταν ὁ Θεὸς ἐπερίμενε μὲ ὑπομονήν, κατὰ τὰς ἡμέρας τοῦ Νῶε, ἐνῷ κατεσκευάζετο ἡ κιβωτός, εἰς τὴν ὁποίαν ὀλίγοι, δηλαδὴ ὀκτὼ ψυχαί, ἐπέρασαν ἀσφαλεῖς διὰ μέσου τοῦ νεροῦ,
21 τοῦ ὁποίου τὸ ἀντίτυπον, δηλαδὴ τὸ βάπτισμα, σώζει καὶ ἐμᾶς σήμερα, εἶναι δὲ τοῦτο ὄχι ἀποβολὴ τῆς ἀκαθαρσίας τῆς σαρκὸν ἀλλ’ ἀφιέρωσις συνειδήσεως ἀγαθῆς εἰς τὸν Θεόν,
22 διὰ τῆς ἀναστάσεως τοῦ Ἰησοῦ Χριστοῦ, ὁ ὁποῖος ἐπῆγε εἰς τὸν οὐρανὸν καὶ εἶναι εἰς τὰ δεξιὰ τοῦ Θεοῦ, μετὰ τὴν ὑποταγὴν εἰς αὐτὸν τῶν ἀγγέλων, τῶν ἐξουσιῶν καὶ τῶν δυνάμεων.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Δ’

ΚΕΦΑΛΑΙΟΝ 4
Ἀπάρνησις τῆς ἁμαρτίας

1 Ἀφοῦ λοιπὸν ὁ Χριστὸς ἔπαθε σωματικῶς πρὸς χάριν μας, νὰ ὁπλισθῆτε καὶ σεῖς μὲ τὸ ἴδιο φρόνημα (διότι ἐκεῖνος ποὺ ἔπαθε σωματικῶς ἔχει παύσει νὰ ἁμαρτάνῃ),
2 ὥστε τὸ ὑπόλοιπον χρόνον τῆς ζωῆς σας νὰ μὴ ζῆτε πλέον σύμφωνα μὲ ἀνθρώπινες ἐπιθυμίες ἀλλὰ σύμφωνα μὲ τὸ θέλημα τοῦ Θεοῦ.
3 Ἐρκετὸς εἶναι ὁ περασμένος καιρὸς τοῦ βίου σας, κατὰ τὸν ὁποῖον ἐκάνατε τὸ θέλημα τῶν ἐθνικῶν, ζῶντες σὲ ἀσέλγειες, ἐπιθυμίες, οἰνοποσίες, μέθην, κραιπάλην καὶ ἀθέμιτες πράξεις εἰδωλολατρείας.
4 Καὶ τώρα ποὺ δὲν τρέχετε μαζί τους εἰς τὸ ἴδιο ρεῦμα τῆς ἀσωτίας, παραξενεύονται καὶ σᾶς δυσφημοῦν·
5 ἀλλὰ θὰ δώσουν λόγον εἰς ἐκεῖνον, ὁ ὁποῖος εἶναι ἔτοιμος νὰ κρίνῃ ζῶντας καὶ νεκρούς.
6 Αὐτὸς εἶναι ὁ λόγος, διὰ τὸν ὁποῖον ἐκηρύχθηκε τὸ εὐαγγέλιον καὶ εἰς τοὺς νεκρούς, ὥστε, ἐνῶ ἐκρίθησαν σὰν ἄνθρωποι ὡς πρὸς τὴν σάρκα, νὰ ζοῦν κατὰ Θεὸν ὡς πρὸς τὸ πνεῦμα.
7 Ὅλα πλησιάζουν πρὸς τὸ τέλος των. Νὰ εἶσθε λοιπὸν ἐγκρατεῖς καὶ νὰ ἀγρυπνῆτε εἰς προσευχάς·
8 πρὸ πάντων νὰ ἀγαπᾶτε ὁ ἕνας τὸν ἄλλον μὲ ὅλην σας τὴν καρδιά, διότι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν.
9 Νὰ εἶσθε φιλόξενοι μεταξύ σας χωρὶς γογγυσμούς·
10 ὁ καθένας, ἀνάλογα πρὸς τὸ χάρισμα ποὺ ἔλαβε, ἂς τὸ χρησιμοποιῇ εἰς ἀμοιβαίαν ἀγάπην σὰν καλοὶ διαχειρισταὶ τῆς ποικίλης χάριτος τοῦ Θεοῦ.
11 Ὅποιος μιλεῖ, ἂς εἶναι ὅπως ἁρμόζει σὲ ὅποιον λέγει λόγια Θεοῦ· ἐὰν προσφέρῃ κανεὶς ὑπηρεσίαν, ἂς εἶναι σὰν τὸν ὑπηρετοῦντα μὲ τὴν δύναμιν ποὺ τοῦ παρέχει ὁ Θεός, διὰ νὰ δοξάζεται εἰς ὅλα ὁ Θεὸς διὰ τοῦ Ἰησοῦ Χριστοῦ, εἰς τὸν ὁποῖον ἀνήκει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ προνόμιον τοῦ νὰ ὑποφέρῃ κανεὶς διὰ τὸν Χριστόν

12 Ἀγαπητοί, μὴ παραξενεύεσθε διὰ τὴν φλογερὴν δοκιμασίαν σας, ποὺ γίνεται πρὸς δοκιμήν σας, σὰν νὰ σᾶς συνέβαινε κάτι παράξενο,
13 ἀλλά, κατὰ τὸ μέτρον ποὺ γίνεσθε κοινωνικοὶ τῶν παθημάτων τοῦ Χριστοῦ, νὰ χαίρετε διὰ νὰ αἰσθανθῆτε χαρὰν καὶ ἀγαλλίασιν, καὶ ὅταν ἡ δόξα ἀποκαλυφθῇ.
14 Ἐὰν ὑβρίζεσθε ἐξ αἰτίας τοῦ ὀνόματος τοῦ Χριστοῦ, εἶσθε μακάριοι, διότι τὸ ἔνδοξον καὶ δυνατὸν Πνεῦμα, τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀναπαύεται σ’ ἐσᾶς· ἀπ’ αὐτοὺς τὸ ὄνομα τοῦ Χριστοῦ βλασφημεῖται, ἀλλ’ ἀπὸ σᾶς δοξάζεται.
15 Κανεὶς ἀπὸ σᾶς νὰ μὴ ὑποφέρῃ διότι ἐσκότωσε ἢ ἔκλεψε ἢ ἔκανε κακὸ ἢ δι’ ἀνάμιξιν εἰς ξένα πράγματα.
16 Ἀλλ’ ἐὰν ὑποφέρει ὡς χριστιανός, νὰ μὴν ἐντρέπεται, ἀλλ’ ἂς δοξάζῃ τὸν Θεὸν μὲ τὸ ὄνομα αὐτό.
17 Διότι τώρα εἶναι ὁ καιρὸς νὰ ἀρχίσῃ ἡ κρίσις ἀπὸ τὴν οἰκογένειαν τοῦ Θεοῦ. Καὶ ἐὰν ἡ κρίσις ἀρχιζῃ πρῶτα ἀπὸ μᾶς, ποιό θὰ εἶναι τὸ τέλος ἐκείνων ποὺ ἀπειθοῦν εἰς τὸ εὐαγγέλιον τοῦ Θεοῦ;
18 Καὶ ἐὰν ὁ δίκαιος μόλις σώζεται, ποῦ θὰ ἐμφανισθῇ ὁ ἀσεβὴς καὶ ὁ ἁμαρτωλός;
19 Ὥστε καὶ ἐκεῖνοι ποὺ ὑποφέρουν κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ἂς ἐξακολουθοῦν νὰ κάνουν τὸ καλόν, καὶ ἂς ἐμπιστευθοῦν τὰς ψυχάς των εἰς τὸν Δημιουργὸν τὸν ἀξιόπιστον.

Α’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Ε’

ΚΕΦΑΛΑΙΟΝ 5
Προτροπὴ εἰς τοὺς πρεσβυτέρους

1 Τοὺς πρεσβυτέρους, οἱ ὁποῖοι εἶναι μεταξύ σας, προτρέπω ἐγὼ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν παθημάτων τοῦ Χριστοῦ, ὁ ὁποῖος ἐπίσης θὰ εἶμαι καὶ συμμέτοχος τῆς δόξης, ποὺ μέλλει νὰ ἀποκαλυφθῇ,
2 ποιμάνατε τὸ ποίμνιον τοῦ Θεοῦ τὸ ὁποῖον εἶναι μεταξύ σας, ἀσκοῦντες τὴν ἐπίβλεψιν ὄχι ἀναγκαστικὰ ἀλλὰ θεληματικά, οὔτε μὲ αἰσχροκερδῆ τρόπον, ἀλλὰ μὲ προθυμίαν,
3 οὔτε σὰν νὰ ἔχετε κυριαρχικὴν ἐξουσίαν ἐπὶ ἐκείνων ποὺ σᾶς ἔλαχε νὰ ποιμαίνετε, ἀλλὰ νὰ δίνετε τὸ καλὸν παράδειγμα εἰς τὸ ποίμνιον.
4 Καὶ ὅταν θὰ φανερωθῇ ὁ Ἀρχιποιμήν, τότε θὰ λάβετε τὸ ἀμάραντο στεφάνι τῆς δόξης.
5 Ὁμοίως οἱ νεώτεροι, νὰ ὑποτάσσεσθε εἰς τοὺς πρεσβυτέρους, ὅλοι δὲ νὰ ἐγκολπωθῆτε τὴν ταπεινοφροσύνην, ὑποτασσόμενοι ὁ ἕνας εἰς τὸν ἄλλον, διότι ὁ Θεὸς ἀντιτάσσεται εἰς τοὺς υπερηφάνους, ἀλλ’ εἰς τοὺς ταπεινοὺς δίνει χάριν.

Γενικαὶ προτροπαί

6 Ταπεινωθῆτε λοιπὸν κάτω ἀπὸ τὸ δυνατὸ χέρι τοῦ Θεοῦ διὰ νὰ σᾶς ἀνυψώσῃ εἰς τὸν κατάλληλον καιρόν.
7 Ὅλην τὴν μέριμνάν σαςἀναθέσατε εἰς αὐτόν, διότι αὐτὸς ἐνδιαφέρεται γιὰ σᾶς. Νὰ εἶσθε ἐγκρατεῖς, νὰ εἶσθε ἄγρυπνοι·
8 ὁ ἀντίδικός σας ὁ διάβολος σὰν λέων ποὺ ὠρύεται, τριγυρίζει διὰ νὰ βρῇ κάποιον νὰ τὸν καταπιῇ.
9 Ἀντισταθῆτε εἰς αὐτόν, στερεοὶ εἰς τὴν πίστιν, ἔχοντες ὑπ’ ὄψιν ὅτι τὰ ἴδια παθήματα συμβαίνουν εἰς τοὺς ἀδελφούς σας εἰς ὁλόκληρον τὸν κόσμον.
10 Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ ὁποῖος σᾶς ἐκάλεσεν εἰς τὴν αἰωνίαν δόξαν του ἐν Χριστῷ Ἰησοῦ, αὐτός, ἀφοῦ ὑποφέρετε ὀλίγον, θὰ σᾶς καταρτίσῃ, θὰ σᾶς στηρίξῃ, θὰ σᾶς ἐνδυναμώσῃ, θὰ σᾶς θεμελιώσῃ.
11 Εἰς αὐτὸν ἀνήκει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
12 Διὰ τοῦ Σιλουανοῦ, τὸν ὁποῖον θεωρῶ πιστὸν ἀδελφόν, σᾶς ἔγραψα τὴν σύντομη αὐτὴν ἐπιστολήν, διὰ νὰ σᾶς ἐνθαρρύνω καὶ νὰ σᾶς βεβαιώσω ὅτι αὐτὴ εἶναι ἡ ἀληθινὴ χάρις τοῦ Θεοῦ, εἰς τὴν ὁποίαν σταθῆτε.
13 Σᾶς χαιρετᾶ ἡ ἐν Βαβυλῶνι, ἡ ὁποία ἐξελέγη ἀπὸ τὸν Θεὸν ὅπως καὶ σεῖς, καὶ ὁ Μᾶρκος ὁ υἱός μου.
14 Χαιρετῆστε ἀλλήλους μὲ φίλημα ἀγάπης. Εἰρήνη νὰ εἶναι εἰς ὅλους ἐσᾶς ποὺ εἶσθε ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.

Β’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός

1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ·
2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.

Προνόμια καὶ χαρακτὴρ τοῦ χριστιανοῦ

3 Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς,
4 δι᾿ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
5 Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
8 Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιγνωσιν·
9 ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.
10 Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
11 Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.

Πλησιάζει ὁ θάνατος τοῦ Πέτρου

12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
13 Δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,
14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι.
15 Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.

Ἡ μαρτυρία τοῦ Πέτρου καὶ τῶν προφητῶν

16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
17 Λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα,
18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ.
19 Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν,
20 τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται.
21 Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾿ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.

Β’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
Ψευδοπροφῆται καὶ ζωὴ ἁμαρτωλή

1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν·
2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾿ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται·
3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει.
4 Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,
5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,
6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς,
7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο·
8 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν·
9 οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ρύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. Τολμηταί, αὐθάδεις! Δόξας οὐ τρέμουσι βλασφημοῦντες,
11 ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ᾿ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν.
12 Οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται,
13 κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ὑμῖν,
14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα!
15 Καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν,
16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν.
17 Οὗτοί εἰσι πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
18 Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους,
19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.
20 Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
21 Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
22 Συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.

Β’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
Ἡ ἡμέρα τῆς ἐλεύσεως τοῦ Χριστοῦ

1 Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν,
2 μνησθῆναι τῶν προειρημένων ρημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ σωτῆρος,
3 τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι
4 καὶ λέγοντες· ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφ᾿ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾿ ἀρχῆς κτίσεως.
5 Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾿ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ,
6 δι᾿ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο·
7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
8 Ἕν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
9 Οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
10 Ἥξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾖ οὐρανοὶ ροιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται.

Ἀνάγκη οἱ χριστιανοὶ νὰ εἶναι ἕτοιμοι

11 Τούτων οὖν πάντων λυομένων ποταποὺς δεῖ ὑπάρ-χειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾿ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται!
13 Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ,
15 καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν,
16 ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
17 Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος· ἀμήν.

Β’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α’

ΚΕΦΑΛΑΙΟΝ 1
Χαιρετισμός

1 Ὁ Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος τοῦ Ἰησοῦ Χριστοῦ, πρὸς ἐκείνους, οἱ ὁποῖοι ἔλαβαν πίστιν ἴσης ἀξίας μὲ τὴν ἰδικήν μας, διὰ τῆς δικαιοσύνης τοῦ θεοῦ μας καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ·
2 χάρις καὶ εἰρήνη νὰ αὐξηθοῦν μεταξύ σας διὰ τῆς πλήρους γνώσεως τοῦ Θεοῦ καὶ τοῦ Ἰησοῦ τοῦ Κυρίου μας.

Προνόμια καὶ χαρακτὴρ τοῦ χριστιανοῦ

3 Ἡ θεία δύναμίς του μᾶς ἐδώρησε ὅσα συντελοῦν εἰς τὴν ζωὴν καὶ τὴν εὐσέβειαν καὶ ἔτσι λαμβάνομεν πλήρη γνῶσιν ἐκείνου, ποὺ μᾶς ἐκάλεσε διὰ τῆς δόξης του καὶ τῆς δυνάμεώς του,
4 διὰ τῶν ὁποίων μᾶς ἔχουν δωρηθῆ αἱ πολύτιμοι καὶ μέγισται ὑποσχέσεις, ὥστε νὰ ἀποφεύγετε διὰ τούτων τὴν διαφθοράν, ποὺ ὑπάρχει εἰς τὸν κόσμον, λόγῳ τῶν κακῶν ἐπιθυμιῶν, καὶ νὰ γίνετε συμμέτοχοι θείας φύσεως.
5 Δι’ αὐτὸν ἀκριβῶς τὸν λόγον καταβάλετε κάθε προσπάθειαν διὰ νὰ προσθέσετε εἰς τὴν πίστιν σας τὴν ἀρετήν, εἰς τὴν ἀρετὴν τὴν γνῶσιν,
6 εἰς τὴν γνῶσιν τὴν ἐγκράτειαν, εἰς τὴν ἐγκράτειαν τὴν ὑπομονήν, εἰς τὴν ὑπομονὴν τὴν εὐσέβειαν,
7 εἰς τὴν εὐσέβειαν τὴν φιλαδελφίαν, εἰς τὴν φιλαδελφίαν τὴν ἀγάπην.
8 Διότι ὅταν ὑπάρχουν αὐτὰ σ’ ἐσᾶς καὶ αὐξάνονται, δὲν θὰ σᾶς ἀφήσουν νὰ γίνετε οὔτε ἀργοὶ οὔτε ἄκαρποι εἰς τὴν πλήρη γνῶσιν τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.
9 Ἐκεῖνος ποὺ δὲν τὰ ἔχει αὐτά, εἶναι μύωψ, τυφλός· ἐλησμόνησε τὸν καθαρισμόν του ἀπὸ τὰς παλαιάς του ἁμαρτίας.
10 Διὰ τοῦτο, ἀδελφοί, δείξατε μεγαλύτερον ζῆλον εἰς τὸ νὰ κάνετε βεβαίαν τὴν κλῆσίν σας καὶ τὴν ἐκλογήν· ἐὰν τὸ κάνετε αὐτό, ποτὲ δὲν θὰ πέσετε.
11 Ἔτσι θὰ σᾶς χορηγηθῇ πλουσίως ἡ εἴσοδος εἰς τὴν αἰωνίαν βασιλείαν τοῦ Κυρίου μας καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.

Πλησιάζει ὁ θάνατος τοῦ Πέτρου

12 Διὰ τοῦτο, δὲν θὰ ἀμελήσω νὰ σᾶς ὑπενθυμίζω αὐτὰ πάντοτε, ἂν καὶ τὰ ξέρετε καὶ εἶσθε στερεοὶ εἰς τὴν ἀλήθειαν, ποὺ ἤδη ἔχετε.
13 Νομίζω εἶναι δίκαιον, ἐφ’ ὅσον εἶμαι εἰς τοῦτο τὸ σῶμα, νὰ σᾶς ξυπνάω μὲ ὑπομνήσεις,
14 ἐπειδὴ ξέρω ὅτι γρήγορα θὰ τὸ ἀποβάλω, ὅπως καὶ ὁ Κύριός μας Ἰησοῦς Χριστὸς μοῦ ἐφανέρωσε.
15 Ἀλλὰ θὰ φροντίσω νὰ ἔχετε τὰ μέσα ὥστε, καὶ ὅταν θὰ ἔχω φύγει, νὰ θυμᾶστε αὐτὰ πάντοτε.

Ἡ μαρτυρία τοῦ Πέτρου καὶ τῶν προφητῶν

16 Διότι σᾶς ἐγνωστοποιήσαμεν τὴν δύναμιν καὶ τὴν ἔλευσιν τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ὄχι ἀκολουθήσαντες ἐντέχνους μύθους, ἀλλ’ ἐπειδὴ εἴδαμε μὲ τὰ μάτια μας τὴν μεγαλειότητά του,
17 ὅταν ἔλαβε ἀπὸ τὸν Θεὸν Πατέρα τιμὴν καὶ δόξαν, καὶ ἦλθε εἰς αὐτὸν ἀπὸ τὴν μεγαλοπρεπῆ δόξαν μιὰ τέτοια φωνή: αὐτὸς εἶναι ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς τὸν ὁποῖον ἐγὼ εὐαρεστοῦμαι.
18 Τὴν φωνὴν αὐτὴν ἐμεῖς ἀκούσαμε νὰ ἔρχεται ἀπὸ τὸν οὐρανόν, ὅταν ἤμαστε μαζί του εἰς τὸ ὄρος τὸ ἅγιον.
19 Καὶ ἔτσι ἔχομεν μεγαλυτέραν βεβαίωσιν διὰ τὸν προφητικὸν λόγον, εἰς τὸν ὁποῖον καλὰ κάνετε νὰ δίνετε προσοχήν, σὰν σὲ ἕνα λυχνάρι ποὺ φωτίζει μέσα σὲ σκοτεινὸν μέρος, ἕως ὅτου γλυκοχαράξῃ ἡ ἡμέρα καὶ ὁ αὐγερινὸς ἀνατείλῃ στὶς καρδιές σας.
20 Νὰ ἔχετε πρῶτα ὑπ’ ὅψιν σας, ὅτι κανένας δὲν μπορεῖ νὰ ἑρμηνεύσῃ προφητείαν γραφῆς μόνος του.
21 Διότι δὲν ἔγινε ποτὲ προφητεία διὰ θελήματος ἀνθρώπου, ἀλλὰ ἀπὸ τὸ Πνεῦμα τὸ Ἅγιον κινούμενοι ἐμίλησαν ἅγιοι ἄνθρωποι τοῦ Θεοῦ.

Β’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β’

ΚΕΦΑΛΑΙΟΝ 2
Ψευδοπροφῆται καὶ ζωὴ ἁμαρτωλή

1 Ὑπῆρξαν καὶ ψευδοπροφῆται μεταξὺ τοῦ λαοῦ, ὅπως καὶ μεταξύ σας θὰ ὑπάρξουν ψευτοδιδάσκαλοι, οἱ ὁποῖοι θὰ εἰσαγάγουν καταστρεπτικὰς αἱρέσεις, ἀρνούμενοι ἀκόμη καὶ τὸν Κύριον ποὺ τοὺς ἀγόρασε, καὶ ἔτσι προκαλοῦν γρήγορα τὴν καταστροφήν των.
2 Πολλοὶ θὰ τοὺς ἀκολουθήσουν εἰς τὰς ἀσελγείας των καὶ ἐξ αἰτίας των ὁ δρόμος τῆς ἀληθείας θὰ δυσφημηθῆ·
3 καὶ μὲ πλεονεξίαν θὰ σᾶς ἐκμεταλλευθοῦν μὲ πλαστὰ λόγια. Ἡ καταδικαστικὴ ἀπόφασις ἐναντίον των, ἀπὸ παλαιὰ χρόνια, δὲν μένει ἀδρανὴς καὶ ἡ καταστροφή των δὲν ἀποκοιμήθηκε.
4 Ὁ Θεὸς δὲν ἐλυπήθηκε τοὺς ἀγγέλους, οἱ ὁποῖοι ἁμάρτησαν, ἀλλὰ τοὺς ἔρριξε εἰς τὰ ζοφερὰ σπήλαια τοῦ ταρτάρου καὶ τοὺς παρέδωκε νὰ φυλάσσωνται ἕως ὅτου δικασθοῦν·
5 δὲν ἐλυπήθηκε τὸν ἀρχαῖον κόσμον ἀλλὰ ἐφύλαξε τὸν Νῶε, τὸν κήρυκα τῆς δικαιοσύνης, μὲ ἄλλους ἑπτά, ὅταν ἔφερε τὸν κατακλυσμὸν εἰς ἕνα κόσμον ἀσεβῶν ἀνθρώπων·
6 μετέβαλε τὰς πόλεις τῶν Σοδόμων καὶ τῆς Γομόρρας σὲ στάκτην, καταδικάσας αὐτὰς εἰς καταστροφήν, καὶ τὰς ἔκανε παράδειγμα διὰ τοὺς ἀσεβεῖς τοῦ μέλλοντος·
7 ἔσωσε τὸν δίκαιον Λώτ, ὁ ὁποῖος ὑπέφερε ἀπὸ τὴν διαγωγὴν διεφθαρμένων ἀνθρώπων –
8 διότι μὲ ὅσα ἔβλεπε καὶ μὲ ὅσα ἄκουε κάθε ἡμέραν αὐτὸς ὁ δίκαιος, κατοικῶν μεταξύ των, ἐβασανίζετο ἡ δικαία του ψυχὴ ἀπὸ τὰς παρανόμους πράξεις των.
9 Γνωρίζει ὁ Κύριος νὰ σώζῃ τοὺς εὐσεβεὶς ἀπὸ τὴν δοκιμασίαν, τοὺς δὲ κακοὺς νὰ φυλάττῃ ὑπὸ τιμωρίαν μέχρι τῆς ἡμέρας τῆς κρίσεως,
10 μάλιστα ἐκείνους πού, ἕνεκα μιαρῶν ἐπιθυμιῶν, ἀκολουθοῦν τὴ σάρκα καὶ καταφρονοῦν τὴν ἐξουσίαν τοῦ Θεοῦ. Θρασεῖς, αὐθάδεις, δὲν φοβοῦνται νὰ λοιδοροῦν οὐράνια ὄντα,
11 ἐνῷ ἄγγελοι, ἂν καὶ εἶναι κατὰ τὴν ἰσχὺν καὶ τὴν δύναμιν ἀνώτεροι, δὲν ἐκφέρουν ἐνώπιον τοῦ Κυρίου λοίδορον κρίσιν ἐναντίον των.
12 Ἀλλ’ αὐτοὶ σὰν ἄλογα ζῶα, γεννημένα ἐκ φύσεως εἰς τὸ νὰ συλλαμβάνωνται καὶ νὰ σκοτώνωνται, λοιδοροῦν πράγματα ποὺ δὲν γνωρίζουν καὶ θὰ καταστραφοῦν μαζὶ μὲ αὐτά, ζημιούμενοι, εἰς ἀνταπόδοσιν τοῦ κακοῦ ποὺ ἐπροξένησαν.
13 Τὸ νὰ εὐωχοῦνται κατὰ τὴν ἡμέραν εἶναι ὁ δικός των τρόπος ἀπολαύσεως· κηλῖδες καὶ μολύσματα, ἀπολαμβάνοντες τὴν διαφθοράν των, ὅταν συντρώγουν μαζί σας·
14 ἔχουν μάτια γεμᾶτα μοιχείαν καὶ ἀχόρταγα δι’ ἁμαρτίαν, δελεάζουν ψυχὲς ποὺ δὲν εἶναι στερεωμένες, ἔχουν τὴν καρδιά τους γυμνασμένην εἰς τὴν πλεονεξίαν, εἶναι παιδιὰ καταραμένα.
15 Ἀφοῦ ἄφησαν τὸν ἴσιο δρόμο, ἐπλανήθησαν καὶ ἀκολούθησαν τὸν δρόμον τοῦ Βαρλαὰμ τοῦ υἱοῦ τοῦ Βοσόρ, ὁ ὁποῖος ἀγάπησε χρήματα δι’ ἄδικον πρᾶξιν,
16 ἀλλὰ ἠλέγχθη διὰ τὴν παρανομίαν του. Ἕνα ἄφωνον ὑποζύγιον μίλησε μὲ ἀνθρώπινην φωνὴν καὶ ἐμπόδισε τὴν παραφροσύνην τοῦ προφήτου.
17 Αὐτοὶ οἱ ἄνθρωποι εἶναι πηγὲς χωρὶς νερό, σύννεφα ποὺ τὰ παρασύρει ἡ θύελλα, διὰ τοὺς ὁποίους ἔχει φυλαχθῆ τὸ πιὸ βαθὺ σκοτάδι εἰς τὸν αἰῶνα.
18 Διότι μὲ τὸ νὰ μιλοῦν λόγια ὑπερήφανα χωρὶς περιεχόμενον, δελεάζουν μὲ σαρκικὰ διεφθαρμένα πάθη ἀνθρώπους, ποὺ μόλις εἶχαν ξεφύγει ἀπὸ ἐκείνους ποὺ ζοῦν μέσα στὴν πλάνη.
19 Τοὺς ὑπόσχονται ἐλευθερίαν, ἐνῶ αὐτοὶ εἶναι δοῦλοι τῆς διαφθορᾶς. Διότι ἀπὸ ὅ,τι ἔχει ὁ ἄνθρωπος νικηθῆ, εἰς αὐτὸ καὶ ἔχει ὑποδουλωθῆ.
20 Ἐάν, ἀφοῦ ἀπέφυγαν τὰ μιάσματα τοῦ κόσμου διὰ τῆς ἐπιγνώσεως τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, πάλιν ἐμπλέκονται εἰς αὐτὰ καὶ νικῶνται, τότε τὰ τελευταῖά των ἔχουν γίνει χειρότερα ἀπὸ τὰ πρῶτα.
21 Θὰ ἦτο καλύτερον γι’ αὐτοὺς νὰ μὴν εἶχαν γνωρίσει τὸν δρόμον τῆς δικαιοσύνης, παρά, ἀφοῦ τὸν ἐγνώρισαν, νὰ στρέψουν τὰ νῶτα πρὸς τὴν ἁγίαν ἐντολήν, ποὺ τοὺς παραδόθηκε.
22 Εἰς αὐτοὺς ἐφαρμόζεται ἡ ἀληθινὴ παροιμία: «Σκύλος ποὺ ἐπέστρεψε εἰς τὸ δικό του ξέρασμα» καὶ «Τὸ γουροῦνι, μετὰ τὸ λούσιμο, κυλιέται πάλιν στὸν βοῦρκο».

Β’ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Γ’

ΚΕΦΑΛΑΙΟΝ 3
1 Αὐτή, ἀγαπητοί, εἶναι ἡ δεύτερη ἐπιστολὴ ποὺ σᾶς γράφω· καὶ εἰς τὰς δύο διεγείρω μὲ τὴν ὑπόμνησιν τὴν καθαρήν σας διάνοιαν,
2 ὥστε νὰ θυμηθῆτε ὅσα προεῖπαν οἱ ἅγιοι προφῆται καὶ τὴν ἐντολὴν τοῦ Κυρίου καὶ Σωτῆρος διὰ τῶν ἀποστόλων σας.
3 Νὰ ξέρετε πρῶτα τοῦτο: ὅτι θὰ ἔλθουν κατὰ τὰς τελευταίας ἡμέρας χλευασταί, οἱ ὁποῖοι θὰ ζοῦν κατὰ τὰς δικάς των ἐπιθυμίας,
4 καὶ θὰ λέγουν, «Ποῦ εἶναι ἡ ὑπόσχεσις τῆς ἐλεύσεώς του; Διότι ἀφ’ ὅτου ἐκοιμήθησαν οἱ πατέρες ὅλα παραμένουν τὰ ἴδια, ὅπως ἦσαν ἀπὸ τὴν ἀρχὴν τοῦ κόσμου».
5 Τοὺς διαφεύγει θεληματικὰ τὸ ὅτι διὰ τοῦ λόγου τοῦ Θεοῦ οἱ οὐρανοὶ ὑπῆρχαν παλαιόθεν καὶ ἡ γῆ ἐσχηματίσθηκε ἀπὸ νερὸ καὶ μὲ νερό,
6 καὶ ὅτι μὲ τὰ ἴδια μέσα κατεστράφηκε ὁ τότε κόσμος, κατακλυσθεὶς μὲ νερά.
7 Καὶ οἱ σημερινοὶ οὐρανοὶ καὶ ἡ γῆ εἶναι ἀποταμιευμένοι, δυνάμει τοῦ ἰδίου λόγου, διὰ τὴν φωτιά, καὶ διατηροῦνται ἕως τὴν ἡμέραν τῆς κρίσεως καὶ τῆς καταστροφῆς τῶν ἀσεβῶν ἀνθρώπων.
8 Ἕνα πρᾶγμα νὰ μὴ σᾶς διαφεύγῃ, ἀγαπητοί, τὸ ἑξῆς: ὅτι μιὰ ἡμέρα διὰ τὸν Κύριον εἶναι σὰν χίλια ἔτη καὶ χίλια ἔτη σὰν μιὰ ἡμέρα.
9 Δὲν καθυστερεῖ ὁ Κύριος τὴν ἐκπλήρωσιν τῆς ὑποσχέσεώς του, ὅπως νομίζουν μερικοί, ἀλλὰ μακροθυμεῖ ἀπέναντί μας, ἐπειδὴ δὲν θέλει νὰ χαθοῦν μερικοί, ἀλλὰ νὰ ἔλθουν ὅλοι εἰς μετάνοιαν.
10 Ἡ ἡμέρα τοῦ Κυρίου θὰ ἔλθῃ σὰν κλέφτης τὴν νύχτα, καὶ τότε οἱ οὐρανοὶ μὲ πάταγον θὰ ἐξαφανισθοῦν, τὰ στοιχεῖα δὲ θὰ διαλυθοῦν ἀπὸ τὴν φωτιά, καὶ ἡ γῆ καὶ τὰ ἐπ’ αὐτῆς ἔργα θὰ κατακαοῦν.

Ἀνάγκη οἱ χριστιανοὶ νὰ εἶναι ἔτοιμοι

11 Ἐὰν λοιπὸν ὅλα αὐτὰ θὰ διαλυθοῦν, τί εἴδους ἄνθρωποι πρέπει νὰ εἶσθε, διάγωντας ζωὴν ἁγίαν καὶ εὐσεβῆ,
12 ἐνῷ περιμένετε καὶ ἐπισπεύδετε τὴν ἔλευσιν τῆς Ἡμέρας τοῦ Θεοῦ, κατὰ τὴν ὁποίαν οἱ οὐρανοὶ θὰ διαλυθοῦν ἀπὸ τὴν φωτιὰ καὶ τὰ στοιχεῖα θὰ λυώσουν ἀπὸ τὴν καῦσιν.
13 Ἀλλὰ σύμφωνα μὲ τὴν ὑπόσχεσίν του, περιμένομεν νέους οὐρανοὺς καὶ νέαν γῆν, εἰς τοὺς ὁποίους θὰ κατοικῇ δικαιοσύνη.
14 Διὰ τοῦτο, ἀγαπητοί, ἐνῷ περιμένετε αὐτά, φροντίστε νὰ βρεθῆτε ἐνώπιόν του ἀκηλίδωτοι καὶ ἄψογοι ἐν εἰρήνῃ,
15 καὶ νὰ θεωρῆτε τὴν μακροθυμίαν τοῦ Κυρίου μας σωτηρίαν, καθὼς καὶ ὁ ἀγαπητός μας ἀδελφὸς Παῦλος σᾶς ἔγραψε σύμφωνα μὲ τὴν σοφίαν ποὺ τοῦ ἐδόθηκε,
16 ὅπως κάνει καὶ εἰς ὅλας τὰς ἐπιστολάς του, εἰς τὰς ὁποίας μιλεῖ γι’ αὐτά, μεταξὺ τῶν ὁποίων ὑπάρχουν μερικὰ δυσνόητα, τὰ ὁποῖα οἱ ἀμαθεῖς καὶ μὴ στερεωμένοι διαστρεβλώνουν, ὅπως καὶ τὰς λοιπὰς γραφάς, πρὸς καταστροφήν των.
17 Σεῖς λοιπόν, ἀγαπητοί, ἐπειδὴ γνωρίζετε αὐτὰ ἐκ τῶν προτέρων, προφυλαχθῆτε, διὰ νὰ μὴ παρασυρθῆτε ἀπὸ τὴν πλάνην ἄνομων ἀνθρώπων καὶ πέσετε ἀπὸ τὴν δικήν σας στερεὴν βάσιν,
18 ἀλλὰ αὐξάνετε εἰς τὴν χάριν καὶ τὴν γνῶσιν τοῦ Κυρίου μας καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Εἰς αὐτὸν ἀνήκει ἡ δόξα καὶ τώρα καὶ εἰς τὴν ἡμέρα τῆς αἰωνιότητος. Ἀμήν.

 

 

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.