(c) OrthodoxAnswers.gr
Δευτέρα , 18 Ιούνιος 2018
Ειδοποιήσεις
Αρχική » ΛΚ. Κεφ. ΙΑ’

ΛΚ. Κεφ. ΙΑ’

saint_lucas

 ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ

κεφ Ι’ ΚΕΦΑΛΑΙΟΝ ΙΑ’ κεφ ΙΒ’

Α’  Β’  Γ’  Δ’  Ε’  ΣΤ’ Ζ’  Η’  Θ’  Ι’  ΙΑ’  ΙΒ’  ΙΓ’  ΙΔ’ ΙΕ’  ΙΣΤ’  ΙΖ’  ΙΗ’ ΙΘ’  Κ’  ΚΑ’  ΚΒ’  ΚΓ’  ΚΔ’ 

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΑ’

ΚΕΦΑΛΑΙΟΝ 11
Ἡ Κυριακὴ προσευχή

1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.
2 Εἶπε δὲ αὐτοῖς· ὅταν προσεύχησθε, λέγετε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·
3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾿ ἡμέραν·
4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν· καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ τῷ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ἐμμονὴ εἰς τὴν προσευχὴν καὶ ἡ ἐπίσκεψις φίλου τὰ μεσάνυχτα

5 Καὶ εἶπε πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ ἐρεῖ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·
7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι;
8 Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.
9 Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν·
10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιχθήσεται.
11 Τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;
12 Ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον;
13 Εἰ οὖν ὑμεῖς, ὑπάρχοντες πονηροί, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν;

Ὁ Ἰησοῦς Χριστὸς ἀντικρούει τὴν κατηγορίαν ὅτι ἐνεργεῖ διὰ τοῦ Σατανᾶ

14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμαζον οἱ ὄχλοι·
15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
16 Ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.
17 Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα, ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον, πίπτει.
18 Εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ, ὅτι λέγετε ἐν Βεελζεβούλ με ἐκβάλλειν τὰ δαιμόνια;
19 Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται.
20 Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
21 Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ·
22 Ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει, ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
23 Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.

Ὁ κίνδυνος ἀπὸ μίαν ἀτελῆ βελτίωσιν

24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον λέγει· ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον·
25 καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.
26 Τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας.
28 Αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Προειδοποίησις ἐναντίον ὅσων ζητοῦν σημεῖον

29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστι· σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
30 Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ σημεῖον.
31 Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε.
32 Ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

Διδάγματα ἀπὸ τὸ λυχνάρι

33 Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὴν τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν.
34 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
35 Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
36 Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.

Ὁ Ἰησοῦς Χριστὸς κατακρίνει τοὺς Φαρισαίους καὶ τοὺς γραμματεῖς

37 ᾿Εν δὲ τῷ λαλῆσαι αὐτὸν ταῦτα ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾿ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.
38 Ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
39 Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
40 Ἄφρονες! οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε;
41 Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ ἅπαντα καθαρὰ ὑμῖν ἔσται.
42 Ἀλλ᾿ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
43 Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
44 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.
46 Ὁ δὲ εἶπε· καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
47 Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
48 Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.
49 Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν,
50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
51 ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
52 Οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
53 Λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
54 ἐνεδρεύοντες αὐτόν, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΑ’

ΚΕΦΑΛΑΙΟΝ 11
Ἡ Κυριακὴ προσευχή

1 Κάποτε προσευχότανε εἰς ἕνα τόπον καὶ ὅταν ἐτελείωσε, τοῦ εἶπε κάποιος ἀπὸ τοὺς μαθητάς του, «Κύρις, δίδαξέ μας πῶς νὰ προσευχώμεθα, ὅπως καὶ ὁ Ἰωάννης ἐδίδαξε τοὺς μαθητάς του».
2 Καὶ αὐτὸς ἀπήντησε, «Ὅταν προσεύχεσθε, νὰ λέτε, «Πατέρα μας ἐπουράνιε, ἂς τιμᾶται ὡς ἅγιον τὸ ὄνομά σου· ἂς ἔλθει ἡ βασιλεία σου· ἂς γίνῃ τὸ θέλημά σου ὅπως εἰς τὸν οὐρανόν, ἔτσι καὶ εἰς τὴν γῆν·
3 τὸ καθημερινό μας ψωμὶ δίνε μας κάθε ἡμέραν καὶ συγχώρησέ μας τὶς ἁμαρτίες μας,
4 διότι καὶ ἐμεῖς συγχωροῦμεν καθένα ποὺ μᾶς ἔχει κάνει κακό, καὶ μὴ ἐπιτρέψῃς νὰ πέσωμεν σὲ πειρασμὸν ἀλλὰ σῶσέ μας ἀπὸ τὸν πονηρόν».

Ἔμμονὴ εἰς τὴν προσευχὴν καὶ ἡ ἐπίσκεψις φίλου τὰ μεσάνυχτα

5 Καὶ εἶπε εἰς αὐτούς, «Ποιὸς ἀπὸ σᾶς ποὺ ἔχει ἕνα φίλον καὶ πάει σ’ αὐτὸν τὰ μεσάνυχτα καὶ τοῦ πῇ, «Φίλε, δάνεισέ μου τρία ψωμιὰ διότι ἕνας φίλος μου ἦλθε σπίτι μου ἀπὸ ταξίδι καὶ δὲν ἔχω τί νὰ τοῦ βάλω νὰ φάγῃ»,
6 καὶ ἐκεῖνος ἀπὸ μέσα θὰ ἀπαντήσῃ καὶ θὰ πῇ, «Μὴ μὲ ἐνοχλῇς· τώρα ἔχει κλείσει ἡ πόρτα καὶ τὰ παιδιά μου εἶναι μαζί μου στὸ κρεββάτι· δὲν μπορῶ νὰ σηκωθῶ νὰ σοῦ δώσω».
8 Σᾶς λέγω, ὅτι καὶ ἂν δὲν σηκωθῇ νὰ τοῦ δώσῃ ἐπειδὴ εἶναι φίλος του, ὅμως διὰ τὴν ἀδιαντροπιάν του θὰ σηκωθῇ καὶ θὰ τοῦ δώσῃ ὅσα ἔχει ἀνάγκην.
9 Διὰ τοῦτο σᾶς λέγω, ζητᾶτε καὶ θὰ σᾶς δοθῇ, ἐρευνᾶτε καὶ θὰ βρῆτε,
10 κτυπᾶτε καὶ θὰ σᾶς ἀνοιχθῇ ἡ πόρτα διότι καθένας ποὺ ζητᾶ παίρνει, καὶ ἐκεῖνος ποὺ ἐρευνᾶ βρίσκει, καὶ εἰς ἐκεῖνον ποὺ κτυπᾶ θὰ τοῦ ἀνοιχθῇ ἡ πόρτα.
11 Ποιὸς πατέρας ἀπὸ σᾶς, ἐὰν τὸ παιδί του ζητήσῃ ψωμί, θὰ τοῦ δώσῃ πέτρα, ἢ ἂν ζητήσῃ ψάρι θὰ τοῦ δώσῃ φίδι;
12 Ἢ ἂν τοῦ ζητήσῃ αὐγό, θὰ τοῦ δώσῃ σκορπιόν;
13 Ἐὰν λοιπὸν ἐσεῖς ποὺ εἶσθε κακοὶ ξέρετε νὰ δίνετε εἰς τὰ παιδιά σας πράγματα καλά, πόσον μᾶλλον ὁ Πατέρας ὁ οὐράνιος θὰ δώσῃ Πνεῦμα Ἅγιον εἰς ἐκείνους ποὺ τοῦ ζητοῦν».

Ὁ Ἰησοῦς Χριστὸς ἀντικρούει τὴν κατηγορίαν ὅτι ἐνεργεῖ διὰ τοῦ Σατανᾶ

14 Ἔβγαζε ἕνα δαιμόνιον ποὺ ἦτο βωβόν, ὅταν δὲ ἐβγῆκε τὸ δαιμόνιον, ἐλάλησε ὁ βωβός καὶ ἐθαύμασεν ὁ κόσμος.
15 Μερικοὶ ἀπὸ αὐτοὺς εἶπαν, «Διὰ τοῦ Βεελζεβούλ, τοῦ ἄρχοντος τῶν δαιμονίων, βγάζει τὰ δαιμόνια».
16 Ἄλλοι δὲ, μὲ σκοπὸν νὰ τὸν δοκιμάσουν, τοῦ ζητοῦσαν ἕνα σημεῖον ἀπὸ τὸν οὐρανόν.
17 Ἀλλ’ αὐτὸς ἤξερε τὰς σκέψεις των καὶ τοὺς εἶπε, «Κάθε βασίλειον ὅταν χωρίζεται εἰς ἀντιμαχόμενα μέρη ἐξαφανίζεται, καὶ κάθε σπίτι χωρισμένον, πέφτει.
18 Ἐὰν καὶ ὁ Σατανᾶς ἐχωρίστηκε σὲ μερίδες, πῶς εἶναι δυνατὸν νὰ σταθῇ τὸ βασίλειόν του; Διότι λέτε ὅτι διὰ τοῦ Βεελζεβοὺλ βγάζω τὰ διαμόνια.
19 Ἐὰν ἐγὼ διὰ τοῦ Βεελζεβοὺλ βγάζω τὰ δαιμόνια, οἱ δικοί σας διὰ τίνος τὰ βγάζουν; Διὰ τοῦτο αὐτοὶ θὰ γίνουν κριταί σας.
20 Ἐὰν ὅμως ἐγὼ μὲ τὸν δάκτυλον τοῦ Θεοῦ βγάζω τὰ δαιμόνια, ἄρα ἔφθασε σ’ ἐσᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
21 Ὅταν ὁ ἰσχυρός, καλὰ ὡπλισμένος, φυλάττῃ τὴν αὐλήν του, τότε καὶ τὰ ὑπάρχοντά του εἶναι σὲ ἀσφάλεια.
22 Ὅταν ὅμως ἕνας ἰσχυρότερος ἀπὸ αὐτὸν ἐπιτεθῇ ἐναντίον του καὶ τὸν νικήσῃ, τότε τοῦ παίρνει τὸν ὁπλισμόν του, εἰς τὸν ὁποῖον εἶχε πεποίθησιν, καὶ μοιράζει τὰ λάφυρά του.
23 Ὅποιος δὲν εἶναι μαζί μου, εἶναι ἐναντίον μου, καὶ ὅποιος δὲν μαζεύει μαζί μου, σκορπίζει».

Ὁ κίνδυνος ἀπὸ μίαν ἀτελῆ βελτίωσιν

24 «Ὅταν τὸ ἀκάθαρτον πνεῦμα βγῇ ἀπὸ τὸν ἄνθρωπον, περνᾶ ἀπὸ ξεροὺς τόπους καὶ ζητᾶ ἀνάπαυσιν καὶ ἐπειδὴ δὲν βρίσκει, λέγει,
25 «Θὰ ἐπιστρέψω εἰς τὸ σπίτι μου, ἀπὸ ὅπου ἐβγῆκα». Ὅταν ἔλθῃ, βρίσκει τὸ σπίτι σκουπισμένο, καὶ στολισμένο.
26 Τότε πηγαίνει καὶ παίρνει μαζί του ἄλλα ἑπτὰ πνεύματα, πονηρότερα ἀπὸ αὐτό, καὶ μπαίνουν καὶ κατοικοῦν ἐκεῖ· καὶ γίνεται ἡ τελευταία κατάστασις τοῦ ἀνθρώπου ἐκείνου χειρότερη ἀπὸ τὴν πρώτην».
27 Ἐνῷ ἔλεγε αὐτά, κάποια γυναῖκα ἀπὸ τὸν κόσμον ἐφώναξε καὶ τοῦ εἶπε, «Μακαρία ἡ κοιλιὰ ποὺ σ’ ἐβάσταξε καὶ οἱ μαστοὶ ποὺ ἐθήλασες».
28 Αὐτὸς δὲ εἶπε, «Μακάριοι μᾶλλον εἶναι ἐκεῖνοι ποὺ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸν φυλάττουν».

Προειδοποίησις ἐναντίον ὅσων ζητοῦν σημεῖον

29 Ἐνῷ ὁ κόσμος ἐπύκνωνε, ἄρχισε νὰ λέγῃ, «Ἡ γενεὰ αὐτὴ εἶναι γενεὰ πονηρή· σημεῖον ζητεῖ, ἀλλὰ σημεῖον δὲν θὰ τῆς δοθῇ παρὰ τὸ σημεῖον τοῦ Ἰωνᾶ τοῦ προφήτου.
30 Καθὼς δηλαδὴ ὁ Ἰωνᾶς ἦτο ἕνα σημεῖον διὰ τοὺς Νινευΐτας, ἔτσι θὰ εἶναι καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου διὰ τὴν γενεὰν αὐτήν.
31 Ἡ βασίλισσα τοῦ Νότου θὰ ἐγερθῇ κατὰ τὴν Κρίσιν μὲ τοὺς ἄνδρας τῆς γενεᾶς αὐτῆς καὶ θὰ τοὺς καταδικάσῃ, διότι αὐτὴ ἦλθε ἀπὸ τὰ πέρατα τῆς γῆς διὰ νὰ ἀκούσῃ τὴν σοφίαν τοῦ Σολομῶντος καὶ νά, ἐδῶ εἶναι περισσότερον ἀπὸ τὸν Σολομῶντα.
32 Οἱ ἄνδρες τῆς Νινευΐ θὰ ἐγερθοῦν κατὰ τὴν Κρίσιν μὲ τὴν γενεὰν αὐτὴν καὶ θὰ τὴν καταδικάσουν, διότι αὐτοὶ μετενόησαν ἀπὸ τὸ κήρυγμα τοῦ Ἰωνᾶ καὶ νά, ἐδῶ εἶναι περισσότερον ἀπὸ τὸν Ἰωνᾶν».

Διδάγματα ἀπὸ τὸ λυχνάρι

33 «Κανεὶς δὲν ἀνάβει λυχνάρι και τὸ βάζει σὲ μέρος κρυφὸ οὔτε τὸ τοποθετεῖ κάτω ἀπὸ τὸ μόδι ἀλλὰ εἰς τὸν λυχνοστάτην, ὥστε ἐκεῖνοι ποὺ μπαίνουν νὰ βλέπουν τὸ φῶς.
34 Τὸ λυχνάρι τοῦ σώματός σου εἶναι τὸ μάτι. Ὅταν τὸ μάτι σου εἶναι ὑγιὲς, τότε καὶ ὅλον τὸ σῶμα σου θὰ εἶναι φωτεινόν· ἀλλ’ ὅταν πάσχῃ, καὶ τὸ σῶμα σου θὰ εἶναι σκοτεινόν.
35 Πρόσεχε λοιπὸν μήπως τὸ φῶς, ποὺ εἶναι μέσα σου, γίνῃ σκοτάδι.
36 Ἐὰν λοιπὸν ὁλόκληρον τὸ σῶμα σου, εἶναι φωτεινόν, χωρὶς νὰ ἔχῃ κανένα μέρος σκοτεινόν, τότε θὰ εἶναι ὁλόκληρον φωτεινόν, ὅπως ὅταν τὸ λυχνάρι σὲ φωτίζῃ μὲ τὴν λάμψιν του».

Ὁ Ἰησοῦς Χριστὸς κατακρίνει τοὺς Φαρισαίους καὶ τοὺς γραμματεῖς

37 Ὅταν τελείωσε, ἕνας Φαρισαῖος τὸν παρεκάλεσε νὰ γευματίσῃ εἰς τὸ σπίτι του, καὶ ὅταν ἐμπῆκε μέσα ἐκάθησε εἰς τὸ τραπέζι.
38 Ὁ Φαρισαῖος ἐξεπλάγη, ὅταν εἶδε ὅτι δὲν ἐπλύθηκε πρὶν ἀπὸ τὸ φαγητόν.
39 Ἀλλ’ ὁ Κύριος τοῦ εἶπε, «Σεῖς οἱ Φαρισαῖοι καθαρίζεται τὸ ἐξωτερικὸν τοῦ ποτηριοῦ καὶ τοῦ πιάτου, ἀλλὰ μέσα σας εἶσθε γεμᾶτοι ἁρπαγὴν καὶ πονηρίαν.
40 Ἀνόητοι! Ἐκεῖνος ποὺ ἔκανε τὸ ἐξωτερικόν, δὲν ἔκανε καὶ τὸ ἐσωτερικόν;
41 Ἀλλὰ δῶστε γιὰ ἐλεημοσύνην ἐκεῖνα ποὺ εἶναι μέσα καὶ ὅλα θὰ σᾶς εἶναι καθαρά.
42 Ἀλλοίμονον σ’ ἐσᾶς, Φαρισαῖοι, διότι δίνεται τὸ δέκατον ἀπὸ τὸν δυόσμο καὶ τὸ πήγανον καὶ ἀπὸ κάθε λαχανικόν, καὶ παραμελεῖτε τὴν δικαιοσύνην καὶ τὴν ἀγάπην τοῦ Θεοῦ. Αὐτὰ ἔπρεπε νὰ κάνετε, χωρὶς νὰ παραμελῆτε καὶ ἐκεῖνα.
43 Ἀλλοίμονον σ’ ἐσᾶς, Φαρισαῖοι, διότι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν εἰς τὰς συναγωγὰς καὶ τοὺς χαιρετισμοὺς εἰς τὰς ἀγοράς.
44 Ἀλλοίμονον σ’ ἐσᾶς, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι εἶσθε σὰν τάφοι ποὺ δὲν φαίνονται καὶ οἱ ἄνθρωποι, ποὺ περπατοῦν ἐπάνω ἀπὸ αὐτούς, δὲν τὸ γνωρίζουν».
45 Ἔλαβε δὲ τὸν λόγον κάποιος ἀπὸ τοὺς νομικοὺς καὶ τοῦ εἶπε, «Διδάσκαλε, ὅταν λὲς αὐτά, βρίζεις καὶ μᾶς».
46 Αὐτὸς δὲ εἶπε, Καὶ σ’ ἐσᾶς τοὺς νομικοὺς ἀλλοίμονον, διότι φορτώνετε τοὺς ἀνθρώπους μὲ δυσβάστακτα φορτία, ἐνῷ ἐσεῖς οἱ ἴδιοι οὔτε μὲ ἕνα δάκτυλό σας δὲν ἀγγίζετε τὰ φορτία.
47 Ἀλλοίμονον σ’ ἐσᾶς, ποὺ χτίζετε τοὺς τάφους τῶν προφητῶν, ἐνῷ οἱ πατέρες σας τοὺς ἐσκότωσαν.
48 Ἄρα μαρτυρεῖτε καὶ ἐπιδοκιμάζετε τὰ ἔργα τῶν πατέρων σας, διότι αὐτοὶ μὲν τοὺς σκότωσαν, σεῖς δὲ χτίζετε τοὺς τάφους των.
49 Διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπε, «Θὰ στείλω εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ θὰ σκοτώσουν καὶ θὰ καταδιώξουν μερικοὺς ἀπὸ αὐτούς»,
50 διὰ νὰ ζητηθῇ ἀπὸ τὴν γενεὰν αὐτὴν ἡ τιμωρία διὰ τὸ αἷμα ὅλων τῶν προφητῶν ποὺ ἔχει χυθῆ ἀπὸ τὸν καιρὸν τῆς δημιουργίας τοῦ κόσμου,
51 ἀπὸ τὸ αἷμα τοῦ Ἄβελ ἕως τὸ αἷμα τοῦ Ζαχαρία, ὁ ὁποῖος ἐσκοτώθηκε μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ. Ναί, σᾶς διαβεβαιῶ, θὰ ζητηθῇ ἡ τιμωρία ἀπὸ τὴν γενεὰν αὐτήν.
52 Ἀλλοίμονον σ’ ἐσᾶς νομικοί, διότι ἀφαιρέσατε τὸ κλειδὶ τῆς γνώσεως· δὲν ἐμπήκατε σεῖς οἱ ἴδιοι ἀλλὰ καὶ ἐκείνους ποὺ ἔμπαιναν τοὺς ἐμποδίσατε».
53 Ἐνῷ δὲ τοὺς ἔλεγε αὐτά, ἄρχισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι νὰ τὸν ἐνοχλοῦν φοβερὰ καὶ νὰ τὸν προκαλοῦν μὲ πολλὲς ἐρωτήσεις,
54 καὶ τὸν παραμόνευαν καὶ ζητοῦσαν νὰ ἀρπάξουν κάτι ἀπὸ τὸ στόμα του, διὰ νὰ τὸν κατηγορήσουν.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.