ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
κεφ ΚΗ’ ΚΕΦΑΛΑΙΟΝ Α’ κεφ Β’
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’
ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Α’
ΚΕΦΑΛΑΙΟΝ 1
Εἰσαγωγή
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη·
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
4 Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Ἡ ἀνάληψις τοῦ Χριστοῦ
6 Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
7 Εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
9 Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,
11 οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Ὁρίζεται δωδέκατος ἀπόστολος
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.
13 Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν·
16 ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν,
17 ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.
18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν ῾Ιερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμᾶ, τουτέστι χωρίον αἵματος.
20 Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν,
24 καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα,
25 λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26 Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
ΚΕΦΑΛΑΙΟΝ 1
Εἰσαγωγή
1 Εἰς τὸ πρῶτον βιβλίον, ὦ Θεόφιλε, ἐμίλησα δι’ ὅλα, ὅσα ὁ Ἰησοῦς ἄρχισε νὰ κάνῃ καὶ νὰ διδάσκῃ,
2 μέχρι τῆς ἡμέρας ποὺ ἀνελήφθη, ἀφοῦ ἔδωκε διὰ τοῦ Ἁγίου Πνεύματος ἐντολὰς εἰς τοὺς ἀποστόλους, ποὺ εἶχε διαλέξει.
3 Εἰς αὐτοὺς παρουσιάσθηκε ζωντανὸς μετὰ τὰ πάθη του μὲ πολλὰς ἀποδείξεις, διότι ἐπὶ σαράντα ἡμέρας παρουσιάζετο εἰς αὐτοὺς καὶ μιλοῦσε διὰ τὴν βασιλείαν τοῦ Θεοῦ.
4 Καὶ καθ’ ὃν χρόνον τοὺς συνανεστρέφετο, τοὺς παρήγγειλε νὰ μὴ φύγουν ἀπὸ τὰ Ἱεροσόλυμα ἀλλὰ νὰ περιμένουν τὴν ὑπόσχεση τοῦ Πατέρα, τὴν ὁποίαν, εἶπε, «Ἀκούσατε ἀπὸ ἐμέ,
5 ὅτι ὁ μὲν Ἰωάννης ἐβάπτισε μὲ νερό, ἀλλὰ σεῖς θὰ βαπτισθῆτε μὲ Πνεῦμα Ἅγιον, ὕστερα ἀπὸ λίγες ἡμέρες».
Ἡ ἀνάληψις τοῦ Χριστοῦ
6 Ὅταν λοιπὸν ἦσαν συγκεντρωμένοι τὸν ἐρωτοῦσαν, «Κύριε, μήπως αὐτὸς εἶναι ὁ καιρὸς ποὺ θὰ ἀποκαταστήσῃς τὴν βασιλείαν τοῦ Ἰσραήλ;».
7 Αὐτὸς δὲ τοὺς εἶπε, «Δὲν εἶναι δική σας ὑπόθεσις νὰ ξέρετε τοὺς χρόνους ἢ τοὺς καιρούς, τοὺς ὁποίους ὥρισε ὁ Πατέρας κατὰ τὴν δικήν του ἐξουσίαν,
8 ἀλλὰ θὰ λάβετε δύναμιν, ὅταν ἔλθῃ τὸ Ἅγιον Πνεῦμα ἐπάνω σας, καὶ θὰ εἶσθε μάρτυρές μου εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς ὁλόκληρη τὴν Ἰουδαίαν καὶ Σαμάρειαν καὶ μέχρι τῶν περάτων τῆς γῆς».
9 Ὅταν εἶπε αὐτά, ἐσηκώθηκε εἰς τὸν ἀέρα, ἐνῷ ἐκεῖνοι τὸν ἐκυττοῦσαν, καὶ ἕνα σύννεφο τὸν ἀπέκρυψε ἀπὸ τὰ μάτια τους.
10 Καὶ καθὼς ἐκυττοῦσαν μὲ προσοχὴν πρὸς τὸν οὐρανόν, ἐνῶ αὐτὸς ἀνυψώνετο, αἴφνης δύο ἄνδρες μὲ ἐνδύματα λευκὰ ἐστάθηκαν κοντά τους
11 καὶ τοὺς εἶπαν, «Ἄνδρες Γαλιλαῖοι, γιατὶ στέκεσθε καὶ κυττάζετε εἰς τὸν οὐρανόν; Αὐτὸς ὁ Ἰησοῦς ποὺ ἀνελήφθη ἀπὸ σᾶς εἰς τὸν οὐρανόν, θὰ ἔλθῃ κατὰ τὸν ἴδιο τρόπο ὅπως τὸν εἴδατε νὰ ἀνεβαίνῃ εἰς τὸν οὐρανόν».
Ὁρίζεται δωδέκατος ἀπόστολος
12 Τότε ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ ἀπὸ τὸ ὄρος, ποὺ καλεῖται ὄρος τῶν Ἐλαιῶν καὶ εἶναι κοντὰ εἰς τὴν Ἱερουσαλήμ, εἰς ἀπόστασιν πορείας ποὺ ἐπιτρέπεται τὴν ἡμέραν τοῦ Σαββάτου.
13 Ὅταν ἐμπῆκαν εἰς τὴν πόλιν, ἀνέβηκαν εἰς τὸ ἀνῶγι, ὅπου ἔμεναν· ἦσαν ὁ Πέτρος, ὁ Ἰάκωβος, ὁ Ἰωάννης καὶ ὁ Ἀνδρέας, ὁ Φίλιππος καὶ ὁ Θωμᾶς, ὁ Βαρθολομαῖος καὶ ὁ Ματθαῖος, ὁ Ἰάκωβος τοῦ Ἀλφαίου, ὁ Σίμων ὁ Ζηλωτής, καὶ ὁ Ἰούδας τοῦ Ἰακώβου.
14 Ὅλοι αὐτοὶ ἦσαν προσηλωμένοι μὲ μιὰ ψυχὴ εἰς τὴν προσευχὴν καὶ τὴν δέησιν μαζὶ μὲ μερικὲς γυναῖκες καὶ τὴν Μαρίαν τὴν μητέρα τοῦ Ἰησοῦ, καὶ τοὺς ἀδελφούς του.
15 Κατὰ τὰς ἡμέρας αὐτὰς ἐσηκώθηκε ὁ Πέτρος εἰς τὸ μέσον τῶν μαθητῶν – ἦσαν δὲ ἐκεῖ παρόντα περὶ τὰ ἑκατὸν εἴκοσι πρόσωπα –
16 καὶ εἶπε, «Ἄνδρες ἀδελφοί, ἔπρεπε νὰ ἐκπληρωθῇ ἡ γραφὴ αὐτή, τὴν ὁποῖαν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τοῦ στόματος τοῦ Δαυΐδ διὰ τὸν Ἰούδαν, ὁ ὁποῖος ἔγινε ἀρχηγὸς εἰς ἐκείνους ποὺ συνέλαβαν τὸν Ἰησοῦν,
17 διότι εἶχε συγκαταλεγῆ μ’ ἐμᾶς καὶ ἔλαβε τὸ μέρος του εἰς τὴν ὑπηρεσίαν αὐτήν.
18 Ὁ ἄνθρωπος αὐτὸς μὲ τὰ χρήματα τῆς ἀδικίας ἀπέκτησε ἕνα χωράφι ἀλλὰ ἔπεσε πρηνής, ἄνοιξε ἡ κοιλιά του καὶ ἐχύθηκαν ὅλα τὰ σπλάγχνα του.
19 Αὐτὸ ἔγινε γνωστὸν εἰς ὅλους τοὺς κατοίκους τῆς Ἱερουσαλήμ, ὥστε ὠνομάσθη τὸ χωράφι ἐκεῖνο εἰς τὴν δικήν τους γλῶσσαν Ἀκελδαμά, δηλαδὴ χωράφι αἵματος.
20 Διότι εἶναι γραμμένον εἰς τὸ βιβλίον τῶν Ψαλμῶν, Ἂς γίνῃ τὸ ἀγρόκτημά του ἔρημον καὶ κανεὶς νὰ μὴ κατοικῇ εἰς αὐτό, καί, τὸ λειτούργημά του ἂς λάβῃ ἄλλος.
21 Διὰ τοῦτο, ἀπὸ τοὺς ἄνδρας ποὺ ἦσαν μαζί μας καθ’ ὅλον τὸν χρόνον ποὺ μᾶς συναναστράφηκε ὁ Κύριος Ἰησοῦς,
22 ἀφ’ ὅτου ἐβαπτίσθηκε ἀπὸ τὸν Ἰωάννην ἕως τὴν ἡμέραν ποὺ ἀνελήφθη, πρέπει ἕνας ἀπὸ αὐτοὺς νὰ γίνῃ μαζὶ μ’ ἐμᾶς μάρτυς τῆς ἀναστάσεώς του».
23 Καὶ ἐπρότειναν δύο, τὸν Ἰωσήφ, ὁ ὁποῖος ἐκαλεῖτο Βαρσαββᾶς καὶ ὠνομάσθη Ἰοῦστος, καὶ τὸν Ματθίαν·
24 καὶ προσευχήθηκαν λέγοντες, «Κύριε, καρδιογνῶστα ὅλων, φανέρωσε ποιὸν ἀπὸ αὐτοὺς τοὺς δύο ἐδιάλεξες,
25 διὰ νὰ πάρῃ τὴν θέσιν εἰς τὴν ὑπηρεσίαν αὐτὴν καὶ τὴν ἀποστολήν, ἀπὸ τὴν ὁποίαν ἐξέπεσε ὁ Ἰούδας διὰ νὰ μεταβῇ εἰς τὸν δικόν του τόπον».
26 Καὶ ἔρριξαν κλήρους καὶ ἔπεσε ὁ κλῆρος εἰς τὸν Ματθίαν, ὁ ὁποῖος κατατάχθηκε μὲ τοὺς ἕνδεκα ἀποστόλους.