(c) OrthodoxAnswers.gr
Σάββατο , 24 Ιούνιος 2017
Ειδοποιήσεις
Αρχική » Πράξεις κεφ. Ζ’

Πράξεις κεφ. Ζ’

 ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ

ΠΡΑΞΕΙΣ

κεφ ΣΤ’ ΚΕΦΑΛΑΙΟΝ Ζ’ κεφ Η’

Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’
  ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ζ’

ΚΕΦΑΛΑΙΟΝ 7
Ὁμιλία τοῦ Στεφάνου

1 Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει;
2 Ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
3 καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.
4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν.
Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·
5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
6 Ἐλάλησε δὲ οὕτως ὁ Θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.
8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον.
10 Καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
11 Ἦλθε δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
12 Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον·
13 καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ.
14 Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.
15 Κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμόρ τοῦ Συχέμ.
17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18 ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι·
20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωυσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.
21 Ἐκτεθέντα δὲ αὐτὸν ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
22 Καὶ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις.
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
24 Καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
25 Ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν.
26 Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί ἀδικεῖτε ἀλλήλους;
27 Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμῶν;
28 Μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;
29 Ἔφυγε δὲ Μωυσῆς ἐν τῷ λόγῳ τούτῳ καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς βάτου.
31 Ὁ δὲ Μωυσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·
32 ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Ἔντρομος δὲ γενόμενος Μωυσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
33 Εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
34 Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστελῶ σε εἰς Αἴγυπτον.
35 Τοῦτον τὸν Μωυσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; Τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36 Οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν ᾿Ερυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.
37 Οὗτός ἐστιν ὁ Μωυσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.
38 Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν.
39 Ὧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾿ ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον
40 εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ.
41 Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42 Ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος ᾿Ισραήλ;
43 Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ρεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωυσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει·
45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ·
46 ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ.
47 Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.
48 Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει·
49 ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50 Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
52 Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·
53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

Θανάτωσις τοῦ Στεφάνου

54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν.
55 Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,
56 καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.
57 Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν,
58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου,
59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.
60 Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ Ζ’

ΚΕΦΑΛΑΙΟΝ 7
Ὁμιλία τοῦ Στεφάνου

1 Εἶπε τότε ὁ ἀρχιερεύς, «Ἔτσι ἔχουν τὰ πράγματα;».
2 Ὁ Στέφανος εἶπε, «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ ἔνδοξος Θεὸς ἐφανερώθηκε εἰς τὸν πατέρα μας Ἀβραάμ, ὅταν ἦτο εἰς τὴν Μεσοποταμίαν πρὶς κατοικήσῃ εἰς τὴν Χαρράν, καὶ τοῦ εἶπε,
3 Φύγε ἀπὸ τῆν χώραν σου καὶ ἀπὸ τοὺς συγγενεῖς σου καὶ ἔλα εἰς τῆν χώραν ποὺ θὰ σοῦ δείξω.
4 Τότε ἔφυγε ἀπὸ τὴν χώραν τῶν Χαλδαίων καὶ κατῴκησε εἰς τὴν Χαρράν. Ἀπὸ ἐκεῖ μετὰ τὸν θάνατον τοῦ πατέρα του, ὁ Θεὸς τὸν ἔφερε νὰ κατοικήσῃ εἰς τὴν χώραν αὐτήν, εἰς τὴν ὁποίαν σεῖς τώρα κατοικεῖτε.
5 Δὲν τοῦ ἔδωκε ὅμως κληρονομίαν εἰς αὐτὴν οὔτε ἕνα βῆμα, ἀλλὰ ὑποσχέθηκε νὰ τὴν δώσῃ ὡς ἰδιοκτησίαν εἰς αὐτὸν καὶ τοὺς ἀπογόνους του ὕστερα ἀπὸ αὐτόν, ἂν καὶ δὲν εἶχε παιδί.
6 Ἐμίλησε δὲ ὁ Θεὸς ὡς ἑξῆς, Οἱ ἀπόγονοί του θὰ εἶναι σὰν ξένοι εἰς ξένην χώραν, τῆς ὁποίας οἱ κάτοικοι θὰ τοὺς ὑποδουλώσουν καὶ θὰ τοὺς κακομεταχειρισθοῦν ἐπὶ τετρακόσια χρόνια καὶ τὸ ἔθνος, εἰς τὸ ὁποῖον θὰ γίνουν δοῦλοι, θὰ τὸ κρίνω ἐγὼ, εἶπε ὁ Θεός,
7 καὶ ὕστερα θὰ βγοῦν καὶ θὰ μὲ λατρεύσουν εἰς τὸν τόπον αὐτόν,
8 καὶ τοῦ ἔδωκε τὴν διαθήκην τῆς περιτομῆς καὶ ἔτσι ἐγέννησε ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ καὶ τὸν περιέτεμε τὴν ὀγδόην ἡμέραν καὶ ὁ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακὼβ καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9 Καὶ οἱ πατριάρχαι ἐφθόνησαν τὸν Ἰωσὴφ καὶ τὸν ἐπώλησαν εἰς τὴν Αἴγυπτον.
10 Ἀλλ’ ὁ Θεὸς ἦτο μαζί του καὶ τὸν ἔσωσε ἀπὸ ὅλες τὶς θλίψεις του καὶ τοῦ ἔδωκε χάριν καὶ σοφίαν ἐνώπιον τοῦ Φαραώ, τοῦ βασιλέως τῆς Αἰγύπτου, ὁ ὁποῖος τὸν διώρισε κυβερνήτην τῆς Αἰγύπτου καὶ ὁλοκλήρου τοῦ οἴκου του.
11 Ἦλθε ὅμως πεῖνα εἰς ὅλην τὴν χώραν τῆς Αἰγύπτου καὶ τὴν Χαναὰν καὶ στενοχώρια μεγάλη καὶ οἱ πατέρες μας δὲν εὕρισκαν τρόφιμα.
12 Ἀλλ’ ὁ Ἰακὼβ ἄκουσε ὅτι ὑπάρχει σιτάρι εἰς τὴν Αἴγυπτον καὶ ἔστειλε ἐκεῖ τοὺς πατέρας μας τὴν πρώτην φοράν·
13 τὴν δευτέραν φορὰν ἐφανερώθηκε ὁ Ἰωσὴφ εἰς τοὺς ἀδελφούς του καὶ ἔτσι ἔγινε γνωστὸν εἰς τὸν Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ.
14 Τότε ὁ Ἰωσὴφ ἔστειλε καὶ προσκάλεσε τὸν πατέρα του Ἰακὼβ καὶ ὅλους τοὺς συγγενεῖς του, ἑβδομῆντα πέντε ψυχές.
15 Καὶ κατέβηκε ὁ Ἰακὼβ εἰς τὴν Αἴγυπτον καὶ πέθανε ἐκεῖ αὐτὸς καὶ οἱ πατέρες μας.
16 Καὶ ἔφεραν τὰ ὀστᾶ των εἰς τὴν Συχὲμ καὶ τὰ ἔβαλαν εἰς τὸ μνῆμα,, τὸ ὁποῖον εἶχε ἀγοράσει ὁ Ἀβραὰμ μὲ χρήματα ἀπὸ τοὺς υἱοὺς τοῦ Ἐμμὸρ τοῦ Συχεμίτου.
17 Καθὼς δὲ ἐπλησίαζε ὁ χρόνος τῆς ἐκπληρώσεως τῆς ὑποσχέσεως, τὴν ὁποίαν μὲ ὅρκον ἔδωκε ὁ Θεὸς εἰς τὸν Ἀβραάμ, αὐξήθηκε πολὺ ὁ ἀριθμὸς τοῦ λαοῦ εἰς τὴν Αἴγυπτον
18 μέχρις ὅτου ἦλθε ἄλλος βασιλεὺς ποὺ δὲν ἤξερε τὸν Ἰωσήφ.
19 Αὐτὸς ἐφέρθηκε μὲ δολιότητα πρὸς τὸ γένος μας καὶ μὲ τρόπον σκληρὸν ἀνάγκασε τοὺς πατέρας μας νὰ ἐκθέτουν τὰ βρέφη τους διὰ νὰ μὴ ζήσουν.
20 Αὐτὸν τὸν καιρὸν ἐγεννήθηκε ὁ Μωϋσῆς καὶ ἦτο ὡραῖος ἐνώπιον τοῦ Θεοῦ. Ἐπὶ τρεῖς μῆνας ἀνατράφηκε εἰς τὸ πατρικό του σπίτι·
21 ὅταν δὲ τὸν ἄφησαν ἔκθετον, τὸν ἐπῆρε ἡ θυγατέρα τοῦ Φαραὼ καὶ τὸν ἀνέθρεψε σὰν δικό της παιδί.
22 Καὶ ἐμορφώθηκε ὁ Μωϋσῆς μὲ ὅλην τὴν σοφίαν τῶν Αἰγυπτίων, ἦτο δὲ δυνατὸς εἰς λόγους καὶ εἰς ἔργα.
23 Ὅταν ἔγινε σαράντα ἐτῶν, τοῦ ἦλθε ὁ πόθος νὰ ἐπισκεφθῇ τοὺς ἀδελφούς του τοὺς Ἰσραηλίτας.
24 Καὶ ὅταν εἶδε κάποιον νὰ ἀδικῆται, τὸν ὑπερήσπισε καὶ ἐκδικήθηκε τὸν καταπιεζόμενον, φονεύσας τὸν Αἰγύπτιον.
25 Ἐνόμιζε δὲ ὅτι οἱ ἀδελφοί του ἐκατάλαβαν ὅτι ὁ Θεὸς θὰ τοὺς σώσῃ μὲ τὸ χέρι του. Αὐτοὶ ὅμως δὲν τὸ ἐκατάλαβαν.
26 Τὴν ἑπομένην ἡμέραν ἐμφανίσθηκε εἰς αὐτοὺς ὅταν φιλονεικοῦσαν καὶ προσπάθησε νὰ τοὺς εἰρηνεύσῃ, λέγων, «Ἄνδρες, σεῖς εἶσθε ἀδελφοί, γιατὶ ἀδικεῖτε ὁ ἕνας τὸν ἄλλον;».
27 Ἀλλ’ ἐκεῖνος ποὺ ἀδικοῦσε τὸν πλησίον, τὸν ἔσπρωξε καὶ τοῦ εἶπε,
28 «Ποιός σὲ ἔβαλε ἄρχοντα καὶ δικαστήν μας; Μήπως θέλεις νὰ μὲ σκοτώσῃς, ὅπως ἐσκότωσες χθὲς τὸν Αἰγύπτιον;».
29 Ἐξ αἰτίας τῶν λόγων αὐτῶν ἔφυγε ὁ Μωϋσῆς καὶ ἐγκαταστάθηκε σὰν ξένος εἰς τὴν γῆν Μαδιάμ, ὅπου ἐγέννησε δύο παιδιά.
30 Καὶ μετὰ σαράντα χρόνια ἐμφανίσθηκε εἰς αὐτὸν εἰς τὴν ἔρημον τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου μὲ πύρινη φλόγα μιᾶς βάτου.
31 Ὅταν εἶδε ὁ Μωϋσῆς τὸ φαινόμενον ἐξεπλάγη· ἐνῷ δὲ ἐπλησίαζε διὰ νὰ ἰδῇ καλύτερα, ἦλθε εἰς αὐτὸν φωνὴ Κυρίου·
32 Ἐγὼ εἶμαι ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς τοῦ Ἀβραάμ, ὁ Θεὸς τοῦ Ἰσαὰκ καὶ ὁ Θεὸς τοῦ Ἰακώβ. Τρομαγμένος ὁ Μωϋσῆς δὲν ἐτολμοῦσε νὰ κυττάξῃ.
33 Τότε τοῦ εἶπε ὁ Κύριος, Βγάλε τὰ ὑποδήματα ἀπὸ τὰ πόδια σου, διότι ὅπου στέκεσαι εἶναι γῆ ἁγία.
34 Εἶδα ἀσφαλῶς τὰ βάσανα τοῦ λαοῦ μου ποὺ εἶναι εἰς τὴν Αὔγυπτον καὶ ἄκουσα τὸν στεναγμὸν τους καὶ κατέβηκα νὰ τοὺς σώσω· τώρα ἔλα, θὰ σὲ στείλω εἰς τὴν Αἴγυπτον.
35 Τοῦτον τὸν Μωϋσῆν, τὸν ὁποῖον ἀπαρνήθηκαν ὅταν τοῦ εἶπαν, Ποιός σὲ ἔβαλε ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεός, , διὰ τοῦ ἀγγέλου ποὺ τοῦ φανερώθηκε εἰς τὴν βάτον, ἔστειλε ἄρχοντα καὶ λυτρωτήν.
36 Αὐτὸς τοὺς ἔβγαλε ἀπὸ τὴν Αἴγυπτον, ἀφοῦ ἔκανε τέρατα καὶ θαύματα εἰς τὴν χώραν ἐκείνην καὶ εἰς τὴν Ἐρυθρὰν Θάλασσαν καὶ εἰς τῆν ἔρημον ἐπὶ σαράντα χρόνια.
37 Αὐτὸς εἶναι ὁ Μωϋσῆς ποὺ εἶπε εἰς τοὺς Ἰσραηλίτας, Προφήτην θὰ ἐγείρῃ γιὰ σᾶς Κύριος ὁ Θεός σας ἀπὸ σᾶς τοὺς ἰδίους ὅπως ἤγειρε ἐμέ· αὐτὸν νὰ ἀκοῦτε.
38 Αὐτὸς εἶναι ἐκεῖνος ποὺ ἦτο εἰς τὴν συνάθροισιν τοῦ λαοῦ εἰς τὴν ἔρημον, μὲ τὸν ἄγγελον, ποὺ τοὺς μίλησε εἰς τὸ ὄρος Σινᾶ, καὶ μὲ τοὺς πατέρας μας καὶ ὁ ὁποῖος παρέλαβε λόγια γεμᾶτα ζωὴν διὰ νὰ μᾶς τὰ δώσῃ.
39 Ἀλλ’ οἱ πατέρες μας δὲν ἠθέλησαν νὰ ὑπακούσουν εἰς αὐτὸν ἀλλὰ τὸν ἔδιωξαν καὶ ἡ καρδιά τους ἐστράφη πίσω εἰς τὴν Αἴγυπτον.
40 Καὶ εἶπαν εἰς τὸν Ἀαρών, Κάνε μας θεοὺς ποὺ νὰ πηγαίνουν μπροστά μας· ὅσον γι’ αὐτὸν τὸν Μωϋσῆν ποὺ μᾶς ἔβγαλε ἀπὸ τὴν γῆν τῆς Αἰγύπτου, δὲν γνωρίζωμεν τί τοῦ συνέβη.
41 Καὶ κατεσκεύασαν ἕνα μόσχον τὰς ἡμέρας ἐκείνας καὶ προσέφεραν θυσίαν εἰς τὸ εἴδωλον καὶ εὐφραίνοντο εἰς τὰ ἔργα τῶν χειρῶν των.
42 Ἀλλ’ ὁ Θεὸς μετεστράφη καὶ τοὺς παρέδωκε εἰς τὸ νὰ λατρεύουν τὴν οὐράνιον στρατιάν, καθὼς εἶναι γραμμένον εἰς τὸ βιβλίον τῶν Προφητῶν, Μήπως μοῦ προσφέρατε σφάγια καὶ θυσίας ἐπὶ σαράντα χρόνια εἰς τὴν ἔρημον, σεῖς οἶκος τοῦ Ἰσραήλ;
43 Περιεφέρατε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ σας Ρεμφάν, τὰ εἴδωλα ποὺ ἐκάνατε διὰ νὰ τὰ προσκυνῆτε. Γι’ αὐτὸ θὰ σᾶς μεταφέρω πέραν ἀπὸ τὴν Βαβυλῶνα.
44 Οἱ πατέρες μας εἶχαν εἰς τὴν ἔρημον τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅπως διέταξε ὁ Θεὸς ὅταν εἶπε εἰς τὸν Μωϋσῆν νὰ τὴν κατασκευάσῃ κατὰ τὸ ὑπόδειγμα ποὺ εἶχεν ἰδῆ·
45 τὴν ὁποίαν οἱ πατέρες μας τῆς ἑπομένης γενεᾶς, μὲ τὸν Ἰησοῦν τοῦ Ναυῆ, ἔφεραν μαζί τους, κατὰ τὴν καθυπόταξιν τῶν ἐθνῶν, τὰ ὁποία ἐξεδίωξε ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων μας μέχρι τῶν ἡμερῶν τοῦ Δαυΐδ.
46 Αὐτὸς εὑρῆκε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ἐζήτησε νὰ κάνῃ κατοικίαν διὰ τὸν Θεὸν τοῦ Ἰακώβ.
47 Ἀλλ’ ὁ Σολομὼν ἦτο ἐκεῖνος ποὺ τοῦ οἰκοδόμησε οἶκον.
48 Ὁ Ὕψιστος ὅμως δὲν κατοικεῖ εἰς χειροποιήτους ναούς,
49 καθὼς ὁ προφήτης λέγει: Ὁ οὐρανὸς εἶναι ὁ θρόνος μου, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδιών μου. Τί εἴδους οἶκον θὰ μοῦ οἰκοδομήσετε, λέγει ὁ Κύριος, ἢ ποιός εἶναι ὁ τόπος τῆς ἀναπαύσεώς μου;
50 Τὸ χέρι μου δὲν τὰ ἐδημιούργησε ὅλα αὐτά;
51 Σκληροτράχηλοι, μὲ ἀπερίτμητη καρδιὰ καὶ αὐτιά, σεῖς πάντοτε ἀντιτίθεστε πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ὅπως οἱ πρόγονοί σας ἔτσι καὶ σεῖς.
52 Ποιόν ἀπὸ τοὺς προφήτας δὲν κατεδίωξαν οἱ πρόγονοί σας; Ἐσκότωσαν ἐκείνους ποὺ ἐπροφήτευσαν τὸν ἐρχομὸν τοῦ Δικαίου, καὶ τώρα ἐγίνατε σεῖς προδόται του καὶ φονηάδες του·
53 σεῖς ποὺ ἐπήρατε τὸν νόμον εἰς ἐντολάς, ποὺ ἐδόθησαν δι’ ἀγγέλων, καὶ ὅμως δὲν τὸ ἐφυλάξατε.

Θανάτωσις τοῦ Στεφάνου

54 Ἐνῷ ἄκουαν αὐτά, ὠργίσθησαν καὶ ἔτριζαν τὰ δόντια τους ἐναντίον του.
55 Ἀλλ’ ὁ Στέφανος γεμᾶτος Πνεῦμα Ἅγιον προσήλωσε τὸ βλέμμα του εἰς τὸν οὐρανὸν καὶ εἶδε τὴν δόξαν τοῦ Θεοῦ καὶ τὸν Ἰησοῦν νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ,
56 καὶ εἶπε, «Βλέπω τοὺς οὐρανοὺς ἀνοικτοὺς καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ».
57 Αὐτοὶ ἐφώναξαν μὲ δυνατὴν φωνήν, ἐβούλωσαν τὰ αὐτιά τους καὶ ὥρμησαν ὅλοι μαζὶ ἐπάνω του,
58 καὶ ἀφοῦ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν πόλιν, τὸν ἐλιθοβολοῦσαν. Οἱ μάρτυρες ἔβαζαν τὰ ἐνδύματά τους κοντὰ στὰ πόδια κάποιου νέου, ποὺ ὠνομάζετο Σαῦλος
59 καὶ λιθοβολοῦσαν τὸν Στέφανον, ὁ ὁποῖος ἐπεκαλεῖτο καὶ ἔλεγε, «Κύριε Ἰησοῦ, δέξου τὸ πνεῦμα μου».
60 Ἀφοῦ δὲ ἐγονάτισε ἐφώναξε μὲ φωνὴν δυνατήν, «Κύριε, μὴ λογαριάσῃς εἰς αὐτοὺς τὴν ἁμαρτίαν αὐτήν».

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.