ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
κεφ Δ’ ΚΕΦΑΛΑΙΟΝ Ε’ κεφ ΣΤ’
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’
ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ε’
ΚΕΦΑΛΑΙΟΝ 5
Ὁ Ἀνανίας καὶ ἡ Σαπφείρα
1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησε κτῆμα
2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
3 Εἶπε δὲ Πέτρος· Ἀνανία, διατί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
4 Οὐχὶ μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.
5 Ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξε, καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
6 Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ, μὴ εἰδυῖα τὸ γεγονός, εἰσῆλθεν.
8 Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε· ναί, τοσούτου.
9 Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσί σε.
10 Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
11 Καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
Θαύματα καὶ θεραπεῖαι διὰ τῶν ἀποστόλων
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος·
13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός·
14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν,
15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
Ὁ Πέτρος καὶ ὁ Ἰωάννης πάλιν ἐνώπιον τοῦ συνεδρίου
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
19 Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε·
20 πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ρήματα τῆς ζωῆς ταύτης.
21 Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ. Καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
22 Οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
23 λέγοντες ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
24 Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
25 Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
26 Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν·
27 ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
28 λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
29 Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.
30 Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
31 τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν.
32 Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ρημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς.
34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλους ποιῆσαι,
35 εἶπέ τε πρὸς αὐτούς· ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀριθμὸς ἀνδρῶν ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
38 Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·
39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτό, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε.
40 Ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς.
41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι·
42 πᾶσαν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν τὸν Χριστόν.
ΚΕΦΑΛΑΙΟΝ 5
Ὁ Ἀνανίας καὶ ἡ Σαπφείρα
1 Ἀλλὰ κάποιος ὀνομαζόμενος Ἀνανίας μαζὶ μὲ τὴν γυναῖκά του Σαπφείραν ἐπώλησε ἕνα κτῆμα
2 καὶ ἐκράτησε διὰ τὸν ἑαυτόν του μέρος ἀπὸ τὸ ἀντίτιμον ἐν γνώσει καὶ τῆς γυναικός του, τὸ δὲ ὑπόλοιπον τὸ ἔφερε καὶ τὸ ἔβαλε ἐμπρὸς στὰ πόδια τῶν ἀποστόλων.
3 Ἀλλ’ ὁ Πέτρος τοῦ εἶπε, «Ἀνανία, γιατὶ ἐκυρίευσε τὴν καρδιά σου ὁ Σατανᾶς, ὥστε νὰ ψευσθῇς εἰς τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νὰ κρατήσῃς διὰ τὸν ἑαυτόν σου κάτι ἀπὸ τὸ ἀντίτιμον τοῦ κτήματος;
4 Ἐν ὅσῳ παρέμενε, δὲν ἦτο δικό σου, καὶ ὅταν ἐπωλήθη, δὲν ἦτο τὸ ἀντίτιμον εἰς τὴν διάθεσίν σου; Γιατὶ ἐσκέφθης αὐτὸ τὸ πρᾶγμα; Δὲν ἐψεύσθης εἰς ἀνθρώπους ἀλλ’ εἰς τὸν Θεόν».
5 Μόλις ὁ Ἀνανίας ἄκουσε τὰ λόγια αὐτά, ἔπεσε καὶ ξεψύχησε, καὶ κατέλαβε μεγάλος φόβος ὅλους ὅσοι τὰ ἄκουσαν.
6 Οἱ νεώτεροι ἐσηκώθηκαν καὶ τὸν ἐσκέπασαν καὶ ὕστερα τὸν ἔφεραν ἔξω καὶ τὸν ἔθαψαν.
7 Μετὰ τρεῖς ὥρας ἐμπῆκε καὶ ἡ γυναῖκά του χωρὶς νὰ γνωρίζῃ τί εἶχε συμβῆ.
8 Καὶ ὁ Πέτρος τῆς εἶπε, «Πές μου, γιὰ τόσον ποσὸν ἐπωλήσατε τὸ κτῆμα;». Καὶ ἐκείνη εἶπε, «Ναί, γιὰ τόσο».
9 Τότε ὁ Πέτρος τῆς εἶπε, «Γιατὶ συμφωνήσατε καὶ οἱ δύο νὰ πειράξετε τὸ Πνεῦμα τοῦ Κυρίου; Νά, τὰ πόδια ἐκείνων ποὺ ἔθαψαν τὸν ἄνδρα σου εἶναι στὴν πόρτα καὶ θὰ σὲ πάρουν ἔξω».
10 Καὶ ἔπεσε ἀμέσως κοντὰ στὰ πόδια του καὶ ξεψύχησε. Ὅταν ἐμπῆκαν οἱ νέοι τὴν εὑρῆκαν νεκρὴ καὶ τὴν ἔπῆραν ἔξω καὶ τὴν ἔθαψαν κοντὰ στὸν ἄνδρα της.
11 Φόβος μεγάλος κατέλαβε ὅλην τὴν ἐκκλησίαν καὶ ὅλους ὅσοι ἄκουσαν αὐτά.
Θαύματα καὶ θεραπεῖαι διὰ τῶν ἀποστόλων
12 Μὲ τὰ χέρια τῶν ἀποστόλων ἐγίνοντο πολλὰ θαύματα καὶ τέρατα μεταξὺ τοῦ λαοῦ· καὶ ἐσυνείθιζαν νὰ συγκεντρώνωνται ὅλοι μὲ μιὰ ψυχὴ εἰς τὴν στοὰν τοῦ Σολομῶντος.
13 Ἀπὸ τοὺς ἄλλους κανεὶς δὲν ἐτολμοῦσε νὰ προσκολληθῇ εἰς αὐτούς, ὁ λαὂς ὅμως τοὺς ἔτρεφε μεγάλην ὑπόληψιν·
14 ἀκόμη δὲ περισσότερον, προσετίθοντο πλήθη ἀνδρῶν καὶ γυναικῶν ποὺ ἐπίστευαν εἰς τὸν Κύριον.
15 Ἀκόμη καὶ τοὺς ἀσθενεῖς ἔφερναν στὶς πλατεῖες καὶ τοὺς ἔβαζαν σὲ κρεββάτια καὶ φορεῖα ὥστε, ὅταν θὰ περνοῦσε ὁ Πέτρος, νὰ πέσῃ ἔστω καὶ ἡ σκιά του σὲ κάποιον ἀπὸ αὐτούς.
16 Μαζευότανε καὶ ὁ κόσμος ἀπὸ τὰς πέριξ πόλεις εἰς τὴν Ἱερουσαλὴμ καὶ ἔφερναν τοὺς ἀσθενεῖς καὶ ὅσους ἐβασανίζοντο ἀπὸ πνεύματα ἀκάθαρτα, καὶ ὅλοι ἐθεραπεύοντο.
Ὁ Πέτρος καὶ ὁ Ἰωάννης πάλιν ἐνώπιον τοῦ συνεδρίου
17 Τότε ἐσηκώθηκε ὁ ἀρχιερεὺς καὶ ὅλοι ὅσοι ἦσαν μαζί του, δηλαδὴ τὸ κόμμα τῶν Σαδδουκαίων,
18 καὶ γεμάτοι ἀπὸ φθόνον ἔβαλαν τὰ χέρια τους ἐπάνω εἰς τοὺς ἀποστόλους καὶ τοὺς ἐφυλάκισαν δημοσίᾳ.
19 Ἀλλὰ ἄγγελος Κυρίου ἄνοιξε τὴν νύχτα τὶς πόρτες τῆς φυλακῆς, τοὺς ἔβγαλε ἔξω καὶ εἶπε,
20 «Πηγαίνετε, σταθῆτε εἰς τὸν ναὸν καὶ μιλῆστε εἰς τὸν λαὸν διὰ τὴν νέαν αὐτὴν ζωήν».
21 Ὅταν ἄκουσαν αὐτό, ἐμπῆκαν εἰς τὸν ναὸν ἐνωρὶς τὸ πρωΐ καὶ ἐδίδασκαν. Ὅταν ἔφθασε ὁ ἀρχιερεὺς καὶ ἡ ἀκολουθία του, συνεκάλεσαν τὸ συνέδριον καὶ ὅλην τὴν γερουσίαν τὴν Ἰσραηλιτικὴν καὶ ἔστειλαν εἰς τὴν φυλακὴν διὰ νὰ τοὺς φέρουν.
22 Ἀλλ’ ὅταν ἐπῆγαν οἱ ὑπηρέται, δὲν τοὺς εὑρῆκαν εἰς τὴν φυλακήν, καὶ ἐγύρισαν πίσω καὶ ἀνέφεραν,
23 «Εὑρήκαμε τὴν φυλακὴν κλεισμένην μὲ μεγάλην ἀσφάλειαν καὶ τοὺς φύλακας νὰ στέκωνται ἐμπρὸς στὶς πόρτες, ὅταν ὅμως τὶς ἀνοίξαμε, δὲν εὑρήκαμε μέσα κανένα».
24 Μόλις ἄκουσαν αὐτὸ ὁ ἱερεὺς καὶ ὁ ἀξιωματικὸς τοῦ ναοῦ καὶ οἱ ἀρχιερεῖς, ἦλθαν σὲ μεγάλη ἀμηχανίαν ἐξ αἰτίας των, καὶ διὰ τὰς συνεπείας ποὺ θὰ εἶχε αὐτό.
25 Ἦλθε ὅμως κάποιος καὶ τοὺς ἀνήγγειλε, «Οἱ ἄνδρες ποὺ ἐβάλατε εἰς τὴν φυλακήν, βρίσκονται εἰς τὸν ναόν καὶ διδάσκουν τὸν λαόν».
26 Τότε ἐπῆγε ὁ ἀξιωματικὸς μὲ τοὺς ὑπηρέτας καὶ τοὺς ἔφερε χωρὶς βίαν, διότι ἐφοβοῦντο μήπως τοὺς λιθοβολήσῃ ὁ λαός.
27 Ὅταν τοὺς ἔφεραν, τοὺς ὡδήγησαν εἰς τὸ μέσον τοῦ συνεδρίου.
28 Καὶ ὁ ἀρχιερεὺς τοὺς ρώτησε, «Δὲν σᾶς ἐδώκαμεν αὐστηρὴν διαταγὴν νὰ μὴ διδάσκετε περὶ τοῦ ὀνόματος αὐτοῦ; Καὶ σεῖς ἐγεμίσατε τὴν Ἱερουσαλὴμ μὲ τὴν διδασκαλίαν σας καὶ θέλετε νὰ ρίξετε σ’ ἐμᾶς τὴν εὐθύνην διὰ τὸν θάνατον τοῦ ἀνθρώπου αὐτοῦ».
29 Ἀπεκρίθη ὁ Πέτρος καὶ οἱ ἀπόστολοι, «Πρέπει νὰ πειθαρχοῦμε μᾶλλον εἰς τὸν Θεὸν παρὰ εἰς ἀνθρώπους.
30 Ὁ Θεὸς τῶν πατέρων μας ἀνέστησε τὸν Ἰησοῦν, τὸν ὁποῖον σεῖς ἐσκοτώσατε, κρεμάσαντες αὐτὸν ἐπὶ σταυροῦ.
31 Τοῦτον ὁ Θεὸς ἀνύψωσε διὰ τῆς δεξιάς του εἰς Ἀρχηγὸν καὶ Σωτῆρα, διὰ νὰ δώσῃ εἰς τὸ Ἰσραὴλ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν.
32 Καὶ ἐμεῖς εἴμεθα μάρτυρες αὐτῶν τῶν πραγμάτων ὅπως εἶναι καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ὁποῖον ἔδωκε ὁ Θεὸς εἰς ἐκείνους ποὺ πειθαρχοῦν εἰς αὐτόν».
33 Ὅταν ἄκουσαν αὐτἀ, ἔτριζαν τὰ δόντια καὶ ἐσκέπτοντο νὰ τοὺς σκοτώσουν.
34 Ἀλλὰ ἕνα μέλος τοῦ συνεδρίου, Φαρισαῖος, ὀνομαζόμενος Γαμαλιήλ, νομοδιδάσκαλος, ποὺ ἐτιμᾶτο ἀπὸ ὅλον τὸν λαόν, ἐσηκώθηκε, διέταξε νὰ ὁδηγήσουν ἔξω τοὺς ἀποστόλους γιὰ λίγην ὥρα
35 καὶ ὕστερα εἶπε, «Ἄνδρες Ἰσραηλῖται, προσέχετε τί μέλλετε νὰ κάνετε εἰς τοὺς ἀνθρώπους αὐτούς.
36 Διότι πρὸ ὀλίγου καιροῦ ἐμφανίσθηκε ὁ Θευδᾶς, ὁ ὁποῖος παρίστανε ὅτι εἶναι κάποιος σπουδαῖος, καὶ ἕνας ἀριθμὸς ἀνθρώπων, περίπου τετρακόσιοι, τὸν ἀκολούθησαν· ἀλλὰ ἐφονεύθηκε καὶ ὅλοι ὅσοι τὸν ἀκολουθοῦσαν διελύθησαν καὶ ἐξαφανίσθησαν.
37 Ὕστερα ἀπὸ αὐτὸν ἐμφανίσθηκε ὁ Ἰούδας ὁ Γαλιλαῖος τὰς ἡμέρας τῆς ἀπογραφῆς καὶ παρέσυρε ἀρκετὸν κόσμον πίσω του· ἀλλὰ καὶ ἐκεῖνος ἐχάθηκε καὶ ὅλοι ὅσοι τὸν ἀκολουθοῦσαν διεσκορπίσθησαν.
38 Τώρα σᾶς λέγω, μὴ πλησιάζετε τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἀφῆστέ τους· διότι ἄν αὐταὶ αἱ ἰδέαι των καὶ ὅσα κάνουν εἶναι ἔργον ἀνθρώπινον, θὰ ἀνατραπῇ,
39 ἐὰν ὅμως εἶναι ἀπὸ τὸν Θεόν, δὲν μπορεῖτε νὰ τὸ ἀνατρέψετε, καὶ μάλιστα μπορεῖ νὰ βρεθεῖτε θεομάχοι».
40 Ἐκεῖνοι ἐπείσθησαν εἰς αὐτὸν καὶ ἀφοῦ προσκάλεσαν τοὺς ἀποστόλους, τοὺς ἔδειραν καὶ τοὺς διέταξαν νὰ μὴ μιλοῦν περὶ τοῦ ὀνόματος τοῦ Ἰησοῦ, καὶ τοὺς ἀπέλυσαν.
41 Οἱ ἀπόστολοι ἔφυγαν ἀπὸ τὸ συνέδριον χαρούμενοι, διότι ἐκρίθησαν ἄξιοι νὰ κακοποιηθοῦν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.
42 Καὶ κάθε ἡμέραν εἰς τὸν ναὸν καὶ εἰς τὰ σπίτια δὲν ἔπαυαν νὰ διδάσκουν καὶ νὰ κηρύττουν ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Μεσσίας.