(c) OrthodoxAnswers.gr
Τετάρτη , 20 Σεπτέμβριος 2017
Ειδοποιήσεις
Αρχική » Πράξεις κεφ. Η’

Πράξεις κεφ. Η’

 ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ

ΠΡΑΞΕΙΣ

κεφ Ζ’ ΚΕΦΑΛΑΙΟΝ Η’ κεφ Θ’

Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’
  ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’

  • Πρωτότυπο Κείμενο
  • Ερμηνευτική Απόδοση

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Η’

ΚΕΦΑΛΑΙΟΝ 8
Διωγμὸς καὶ διασκορπισμὸς τῶν χριστιανῶν

1 Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
2 Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.

Ὁ Φίλιππος εἰς Σαμάρειαν

4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
5 Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
6 Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
7 Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν,
8 καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.

Σίμων ὁ μάγος

9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν·
10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
11 Προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
13 Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο.

Ὁ Πέτρος καὶ ὁ Ἰωάννης εἰς Σαμάρειαν

14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην·
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα Ἅγιον·
16 οὔπω γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
17 Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
18 Ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα
19 λέγων· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον.
20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
21 Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ.
22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
24 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.

Ὁ Φίλιππος καὶ ὁ Αἰθίοψ εὐνοῦχος

26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
27 Καὶ ἀναστὰς ἐπορεύθη. Καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ,
28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν.
29 Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
30 Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
31 Ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32 Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
33 Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
35 Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν ᾿Ιησοῦν.
36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
37 Εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. Ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν.
38 Καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
39 Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ Η’

ΚΕΦΑΛΑΙΟΝ 8

Διωγμὸς καὶ διασκορπισμὸς τῶν χριστιανῶν


1 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἐπέθανε. Ὁ δὲ Σαῦλος συγκατένευε εἰς τὸν φόνον του.
Τὴν ἡμέραν ἐκείνην ἔγινε μεγάλος διωγμὸς κατὰ τῆς ἐκκλησίας τῶν Ἱεροσολύμων, καὶ ὅλοι, ἐκτὸς τῶν ἀποστόλων, διεσκορπίσθησαν ἀνὰ τὴν ὕπαιθρον τῆς Ἰουδαίας καὶ Σαμαρείας.
2 Ἄνδρες εὐσεβεῖς ἔθαψαν τὸν Στέφανον καὶ τὸν ἐθρήνησαν πολύ.
3 Ὁ Σαῦλος δὲ ἐρήμαζε τὴν ἐκκλησίαν· ἔμπαινε εἰς τὰ σπίτια καὶ ἀφοῦ ἔσερνε διὰ τῆς βίας ἄνδρες καὶ γυναῖκες τοὺς ἔστελλε εἰς τὴν φυλακήν.

Ὁ Φίλιππος εἰς Σαμάρειαν

4 Ἐκεῖνοι ποὺ εἶχαν διασκορπισθῆ, περιώδευαν τὴν χώραν καὶ ἐκήρυτταν τὸν λόγον.
5 Ὁ δὲ Φίλιππος κατέβηκε εἰς πόλιν τῆς Σαμαρείας καὶ ἐκήρυττεν εἰς αὐτοὺς τὸν Χριστόν.
6 Καὶ τὰ πλήθη μὲ μιὰ καρδιὰ ἐπρόσεχαν σὲ ὅσα ἔλεγε ὁ Φίλιππος, καθὼς τὸν ἄκουαν καὶ ἔβλεπαν τὰ θαύματα ποὺ ἔκανε.
7 Διότι πολλοὶ εἶχαν πνεύματα ἀκάθαρτα, τὰ ὁποῖα ἔβγαιναν, ἀφοῦ ἐφώναζαν μὲ δυνατὴν φωνήν, πολλοὶ δὲ παράλυτοι καὶ χωλοὶ ἐθεραπεύθησαν,
8 καὶ ἔγινε μεγάλη χαρὰ εἰς τὴν πόλιν ἐκείνην.

Σίμων ὁ μάγος

9 Εἰς τὴν πόλιν ὑπῆρχε ἀπὸ ἀρκετὸν καιρὸν κάποιος ὀνομαζόμενος Σίμων, ὁ ὁποῖος ἐξέπληττε τὸν λαὸν τῆς Σαμαρείας μὲ τὶς μαγεῖες του καὶ ἰσχυρίζετο ὅτι εἶναι σπουδαῖος ἄνθρωπος.
10 Καὶ ὅλοι, μικροὶ καὶ μεγάλοι, ἔδιναν εἰς αὐτὸν προσοχὴν καὶ ἔλεγαν, «Αὐτὸς εἶναι ἡ μεγάλη δύναμις τοῦ Θεοῦ».
11 Τοῦ ἔδιναν δὲ προσοχήν, διότι ἐπὶ ἀρκετὸν χρόνον τοὺς εἶχε ἐκπλήξει μὲ τὶς μαγεῖες του.
12 Ἀλλ’ ὅταν ἐπίστεψαν εἰς τὸν Φίλιππον, ὁ ὁποῖος ἐκήρυττε περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες καὶ γυναῖκες.
13 Ἀκόμη καὶ αὐτὸς ὁ Σίμων ἐπίστεψε καὶ ἀφοῦ ἐβαπτίσθηκε ἔμεινε προσυλωμένος εἰς τὸν Φίλιππον καὶ ἦτο κατάπληκτος μὲ τὰ θαύματα καὶ τὰ σημεῖα ποὺ ἔβλεπε νὰ γίνωνται.

Ὁ Πέτρος καὶ ὁ Ἰωάννης εἰς Σαμάρειαν

14 Ὅταν οἱ ἀπόστολοι, ποὺ ἦσαν εἰς τὰ Ἱεροσόλυμα, ἄκουσαν ὅτι ἡ Σαμάρεια ἐδέχθηκε τὸν λόγον τοῦ Θεοῦ, ἔστειλαν εἰς αὐτοὺς τὸν Πέτρον καὶ τὸν Ἰωάννην,
15 οἱ ὁποῖοι κατέβηκαν ἐκεῖ καὶ προσευχήθηκαν γι’ αὐτοὺς γιὰ νὰ λάβουν Πνεῦμα Ἅγιον, διότι δὲν εἶχε ἀκόμη ἔλθει σὲ κανένα ἀπὸ αὐτούς·
16 εἶχαν μόνον βαπτισθῆ εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
17 Τότε ἔθεταν τὰ χέρια ἐπάνω τους καὶ ἐλάβαιναν Πνεῦμα Ἅγιον.
18 Ὅταν εἶδε ὁ Σίμων ὅτι μὲ τὴν ἐπίθεσιν τῶν χειρῶν τῶν ἀποστόλων ἐδίδετο τὸ Πνεῦμα τὸ Ἅγιον, προσέφερε εἰς αὐτοὺς χρήματα,
19 καὶ εἶπε, «Δῶστε καὶ σ’ ἐμὲ τὴν ἐξουσίαν αὐτὴν διὰ νὰ λαβαίνῃ Πνεῦμα Ἅγιον ἐκεῖνος, εἰς τὸν ὁποῖον θὰ ἔθετα ἐπάνω του τὰ χέρια».
20 Τότε ὁ Πέτρος τοῦ εἶπε, «Τὸ χρῆμά σου νὰ χαθῇ μαζὶ μ’ ἐσένα, διότι ἐνόμισες ὅτι εἶναι δυνατὸν νὰ ἀποκτήσῃς μὲ χρήματα τὴν δωρεὰν τοῦ Θεοῦ.
21 Δὲν ἔχεις μερίδα οὔτε κλῆρον εἰς τὸ πρᾶγμα τοῦτο, διότι ἡ καρδιά σου δὲν εἶναι εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ.
22 Μετανόησε λοιπὸν ἀπὸ τὴν κακίαν σου αὐτὴν καὶ παρεκάλεσε τὸν Θεὸν μήπως σοῦ συγχωρηθῇ αὐτὸ ποὺ ἐσκέφθηκε ἡ καρδιά σου,
23 διότι σὲ βλέπω νὰ βρίσκεσαι εἰς χολὴν πικρίας καὶ εἰς δεσμὰ κακίας».
24 Ὁ Σίμων ἀπεκρίθη, «Παρακαλέσατε σεῖς τὸν Θεὸν γιὰ μένα γιὰ νὰ μὴ μοῦ συμβῇ τίποτε ἀπὸ ὅσα εἴπατε».
25 Ἐκεῖνοι, ἀφοῦ ἔδωσαν μαρτυρίαν καὶ ἐλάλησαν τὸν λόγον τοῦ Κυρίου, ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλήμ, κηρύττοντες τὸ εὐαγγέλιον σὲ πολλὰ χωριὰ τῶν Σαμαρειτῶν.

Ὁ Φίλιππος καὶ ὁ Αἰθίοψ εὐνοῦχος

26 Τότε ἄγγελος Κυρίου εἶπε εἰς τὸν Φίλιππον, «Σήκω καὶ πήγαινε πρὸς νότον, εἰς τὸν δρόμον ποὺ κατεβαίνει ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Γάζαν (εἶναι δρόμος ἔρημος).
27 Καὶ σηκώθηκε καὶ πῆγε. Ἕνας Αἰθίοψ, εὐνοῦχος, ἀξιωματικὸς τῆς Κανδάκης, τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὁ ὁποῖος ἦτο γενικὸς ταμίας της, εἶχε ἔλθει εἰς τῆν Ἱερουσαλὴμ διὰ νὰ προσκυνήσῃ
28 καὶ ἐπέστρεφε. Καθήμενος εἰς τὸ ἀμάξι του ἐδιάβαζε τὸν προφήτην Ἡσαΐαν.
29 Εἶπε δὲ τὸ Πνεῦμα εἰς τὸν Φίλιππον, «Πήγαινε καὶ προσκολλήσου εἰς αὐτὸ τὸ ἀμάξι».
30 Ὅταν ὁ Φίλιππος ἔφθασε κοντὰ, τὸν ἄκουσε νὰ διαβάζῃ τὸν προφήτην Ἡσαΐαν καὶ τοῦ εἶπε, «Ἆραγε καταλαβαίνεις αὐτὰ ποὺ διαβάζεις;».
31 Αὐτὸς δὲ εἶπε, «» Πῶς νὰ μπορέσω νὰ καταλάβω ἐὰν δὲν μὲ ὁδηγήσῃ κάποιος;» . Καὶ παρεκάλεσε τὸν Φίλιππον νὰ ἀνεβῇ καὶ νὰ καθήσῃ μαζί του.
32 Ἡ περικοπὴ τῆς γραφῆς ποὺ ἐδιάβαζε ἦτο ἡ ἑξῆς: Ὡς πρόβατον ὡδηγήθη εἰς τὴν σφαγὴν καὶ ὅπως ὁ ἀμνὸς ποὺ εἶναι ἄφωνος ἐμπρὸς σ’ ἐκεῖνον ποὺ τὸν κουρεύει, ἔτσι δὲν ἀνοίγει τὸ στόμα του·
33 διὰ τοῦ πάθους του ἡ καταδίκη ἔλαβε τέλος· τὴν δὲ γενεάν του ποιός θὰ μπορέσῃ νὰ τὴν διηγηθῇ; Διότι ἔφυγε ἡ ζωἠ του ἀπὸ τὴν γῆν.
34 Τότε ὁ εὐνοῦχος εἶπε εἰς τὸν Φίλιππον, «Σὲ παρακαλῶ, πές μου διὰ ποιὸν λέγει αὐτὸ ὁ προφήτης; Διὰ τὸν ἑαυτόν του ἢ διὰ κάποιον ἄλλον;».
35 Τότε ὁ Φίλιππος ἄνοιξε τὸ στόμα του καί, κάνοντας ἀρχὴν ἀπὸ τὴν γραφὴν αὐτήν, τοῦ ἐκήρυξε τὴν χαρμόσυνην ἀγγελίαν περὶ τοῦ Ἰησοῦ.
36 Καθὼς δὲ ἐπήγαιναν εἰς τὸν δρόμον, ἔφθασαν εἰς ἕνα μέρος ποὺ εἶχε νερὸ καὶ λέγει ὁ εὐνοῦχος, «Νά, νερό, τί μὲ ἐμποδίζει νὰ βαπτισθῶ;».
37 [Καὶ ὁ Φίλιππος τοῦ εἶπε, «Ἐὰν πιστέυῃς μὲ ὅλη τὴν καρδιά σου, ἐπιτρέπεται». Ἐκεῖνος ἀπεκρίθη, «Πιστεύω ὅτι ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ»].
38 Καὶ διέταξε νὰ σταθῇ τὸ ἁμάξι καὶ κατέβηκαν καὶ οἱ δύο εἰς τὸ νερό, καὶ ὁ Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ τὸν ἐβάπτισε.
39 Ὅταν ἀνέβηκαν ἀπὸ τὸ νερό, τὸ Πνεῦμα τοῦ Κυρίου ἅρπαξε τὸν Φίλιππον καὶ δὲν τὸν εἶδε πλέον ὁ εὐνοῦχος, ἐβάδιζεν ὅμως τὸν δρόμον του χαρούμενος.
40 Ὁ Φίλιππος εὑρέθηκε εἰς τὴν Ἄζωτον καὶ διερχόμενος ὅλας τὰς πόλεις ἐκήρυττε τὸ εὐαγγέλιον μέχρις ὅτου ἦλθε εἰς τὴν Καισάρειαν.

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

(c) orthodoxanswers.gr Το παρόν site είναι αφιερωμένο στον Κύριο ημών Ιησού Χριστό και στην υπερευλογημένη Θεοτόκο.
Με την χάρη του Τριαδικού Θεού οι "Ορθόδοξες Απαντήσεις" βρίσκονται στο διαδίκτυο από το 2006.