ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
κεφ ΙΓ’ ΚΕΦΑΛΑΙΟΝ ΙΔ’ κεφ ΙΕ’
Α’ Β’ Γ’ Δ’ Ε’ ΣΤ’ Ζ’ Η’ Θ’ Ι’ ΙΑ’ ΙΒ’ ΙΓ’ ΙΔ’ ΙΕ’ ΙΣΤ’
ΙΖ’ ΙΗ’ ΙΘ’ Κ’ ΚΑ’ ΚΒ’ ΚΓ’ ΚΔ’ ΚΕ’ ΚΣΤ’ ΚΖ’ ΚΗ’
- Πρωτότυπο Κείμενο
- Ερμηνευτική Απόδοση
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΔ’
ΚΕΦΑΛΑΙΟΝ 14
Ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἰς Ἰκόνιον
1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
7 κἀκεῖ ἦσαν εὐαγγελιζόμενοι.
Εἰς Λύστραν
8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει.
9 Οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι,
10 εἶπε μεγάλῃ τῇ φωνῇ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Καὶ ἥλατο καὶ περιεπάτει.
11 Οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν ὁ Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς·
12 ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 Ὁ δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν.
14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες
15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν
17 καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
18 Καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυραν ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι.
20 Κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
Ἐπιστροφὴ εἰς τὴν Ἀντιόχειαν
21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν,
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
23 Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν καὶ προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκασι.
24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν,
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν,
26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾿ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως.
28 Διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
ΚΕΦΑΛΑΙΟΝ 14
Ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἰς Ἰκόνιον
1 Εἰς τὸ Ἰκόνιον παρομοίως ἐμπῆκαν εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ μίλησαν μὲ τέτοιον τρόπον ὥστε μεγάλο πλῆθος ἀπὸ Ἰουδαίους καὶ Ἕλληνας ἐπίστεψαν.
2 Οἱ Ἰουδαῖοι ὅμως ποὺ δὲν ἐπείθοντο, ξεσήκωσαν τοὺς ἐθνικοὺς καὶ ἐδηλητηρίασαν τὰς σκέψεις των κατὰ τῶν ἀδελφῶν.
3 Ὁ Παῦλος καὶ ὁ Βαρνάβας ἔμειναν ἐκεῖ καὶ μιλοῦσαν μὲ θάρρος ἐμπιστευόμενοι εἰς τὸν Κύριον, ὁ ὁποῖος ἐπιβεβαίωνε τὸν λόγον τῆς χάριτός του μὲ τὰ θαύματα καὶ τὰ τέρατα ποὺ ἐγίνοντο διὰ τῶν χειρῶν των.
4 Διαιρέθηκε δὲ ὁ πληθυσμὸς τῆς πόλεως, καὶ ἔλλοι μὲν ἦσαν μὲ τοὺς Ἰουδαίους, ἄλλοι δὲ μὲ τοὺς ἀποστόλους.
5 Ὅταν δὲ καὶ οἱ ἐθνικοὶ καὶ οἱ Ἰουδαῖοι, μαζὶ μὲ τοὺς ἄρχοντάς των, ἐκινήθησαν διὰ νὰ τοὺς κακοποιήσουν καὶ τοὺς λιθοβολήσουν,
6 αὐτοὶ τὸ ἀντελήφθησαν καὶ κατέφυγαν εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην καὶ τὰ περίχωρα,
7 καὶ ἐκεῖ ἐξακολουθοῦσαν νὰ κηρύττουν τὸ εὐαγγέλιον.
Εἰς Λύστραν
8 Εἰς τὴν Λύστραν ἔμενε κάποιος μὲ ἀδύνατα πόδια· ἦτο χωλὸς ἀπὸ τὴν κοιλιὰ τῆς μητέρας του καὶ δὲν εἶχε ποτὲ περπατήσει.
9 Αὐτὸς ἄκουε τὸν Παῦλον νὰ μιλῇ, καὶ ὁ Παῦλος, ἀφοῦ τὸν ἐκύτταξε προσεκτικὰ καὶ εἶδε ὅτι ἔχει πίστιν νὰ σωθῇ,
10 εἶπε μὲ δυνατὴν φωνήν, «Σήκω στὰ πόδια σου ὀρθός». Καὶ ἐκεῖνος πετάχθηκε ἐπάνω καὶ περπατοῦσε.
11 Ὅταν τὰ πλήθη εἶδαν τί ἔκανε ὁ Παῦλος, ὕψωσαν τὴν φωνήν τους καὶ εἶπαν εἰς τὴν γλῶσσαν τῆς Λυκαονίας, «Οἱ θεοὶ ὑπὸ μορφὴν ἀνθρώπων κατέβηκαν σ’ ἐμᾶς».
12 Καὶ ὠνόμαζαν τὸν μὲν Βαρνάβαν Δία τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦτο ὁ κύριος ὁμιλητής.
13 Ὁ ἱερεὺς τοῦ ναοῦ τοῦ Διός, ποὺ ἦτο ἔξω ἀπὸ τὴν πόλιν τους, ἔφερε ταύρους καὶ σταφάνια εἰς τὰς πύλας καὶ ἤθελε μαζὶ μὲ ὅλον τὸν λαὸν νὰ προσφέρῃ θυσίαν.
14 Οταν τὸ ἄκουσαν οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, ἐξέσχισαν τὰ ἐνδύματά τους καὶ ἔτρεξαν μέσα εἰς τὸ πλῆθος φωνάζοντες,
15 «Ἄνδρες, τί εἶναι αὐτὰ ποὺ κάνετε; Καὶ ἐμεῖς ἄνθρωποι εἴμεθα ὁμοιοπαθεῖς μ’ ἐσᾶς καὶ σᾶς κηρύττομεν τὸ χαρμόσυνον ἄγγελμα διὰ νὰ ἐπιστρέψετε ἀπὸ αὐτὰ τὰ μάταια πράγματα εἰς τὸν Θεὸν τὸν ζωντανόν, ὁ ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ ὅλα ὅσα ὑπάρχουν σ’ αὐτά.
16 Εἰς τὰς παρελθούσας γενεάς ἄφησε ὅλα τὰ ἔθνη νὰ ἀκολουθοῦν τὸν δικόν τους δρόμον,
17 ἂν καὶ δὲν ἄφησε τὸν ἑαυτόν του χωρὶς μαρτυρίαν, διότι σᾶς εὐεργετοῦσε μὲ τὸ νὰ στέλλῃ βροχὴν ἀπὸ τὸν οὐρανὸν καὶ ἐποχὰς καρποφόρους, μὲ τὸ νὰ γεμίζῃ μὲ τρόφιμα καὶ χαρὰν τὴν καρδιά σας».
18 Καὶ μὲ τὰ λόγια αὐτά, μόλις συνεκράτησαν τὰ πλήθη, ὥστε νὰ μὴν τοὺς προσφέρουν θυσίαν.
19 Ἦλθαν ὅμως ἀπὸ τὴν Ἀντιόχειαν καὶ τὸ Ἰκόνιον Ἰουδαῖοι, οἱ ὁποῖοι ἀφοῦ ἔπεισαν τὰ πλήθη καὶ ἐλιθοβόλησαν τὸν Παῦλον, τὸν ἔσυραν ἔξω ἀπὸ τὴν πόλιν, ἐπειδὴ ἐνόμισαν ὅτι εἶχε πεθάνει.
20 Ἀλλ’ ὅταν οἱ μαθηταὶ τὸν περικύκλωσαν, ἐσηκώθηκε καὶ ἐμπῆκε εἰς τὴν πόλιν, καὶ τὴν ἑπομένην ἡμέραν ἔφυγε μαζὶ μὲ τὸν Βαρνάβαν διὰ τὴν Δέρβην.
Ἐπιστροφὴ εἰς τὴν Ἀντιόχειαν
21 Ἀφοῦ ἐκήρυξαν τὸ εὐαγγέλιον εἰς τὴν πόλιν ἐκείνην καὶ ἔκαναν ἀρκετοὺς μαθητάς, ἐπέστρεψαν εἰς τὴν Λύστραν, τὸ Ἰκόνιον καὶ τὴν Ἀντιόχειαν,
22 ὅπου ἐστήριζαν τὰς ψυχὰς τῶν μαθητῶν καὶ τοὺς παρώτρυναν νὰ μένουν σταθεροὶ εἰς τὴν πίστιν, λέγοντες ὅτι πρέπει νὰ περάσωμεν ἀπὸ πολλὰς θλίψεις διὰ νὰ μποῦμε εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
23 Ἀφοῦ δὲ διώρισαν πρεσβυτέρους εἰς κάθε ἐκκλησίαν, μὲ προσευχὴν καὶ νηστείαν τοὺς ἀφιέρωσαν εἰς τὸν Κύριον, εἰς τὸν ὁποῖον εἶχαν πιστέψει.
24 Κατόπιν πέρασαν ἀπὸ τὴν Πισιδίαν καὶ ἦλθαν εἰς τὴν Παμφυλίαν
25 καὶ ἀφοῦ ἐκήρυξαν τὸν λόγον εἰς τὴν Πέργην, κατέβηκαν εἰς τὴν Ἀττάλειαν
26 καὶ ἀπ’ ἐκεῖ ἀπέπλευσαν εἰς τὴν Ἀντιόχειαν, ἀπὸ ὅπου εἶχαν παραδοθῆ εἰς τὴν χάριν τοῦ Θεοῦ διὰ τὸ ἔργον τὸ ὁποῖον ἐξεπλήρωσαν.
27 Ὅταν ἔφθασαν, συνεκέντρωσαν τὴν ἐκκλησίαν καὶ ἀνήγγειλαν ὅσα ὁ Θεὸς ἔκανε μὲ αὐτοὺς καὶ ὅτι ἄνοιξε εἰς τοὺς ἐθνικοὺς πόρτα πίστεως.
28 Ἔμειναν δὲ ἐκεῖ ἀρκετὸν χρόνον μαζὶ μὲ τοὺς μαθητάς.